Платон. Апология Сократа

'Ότι μὲν ὑμει̃σ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, πεπόνθατε ὑπὸ τω̃ν ἐμω̃ν κατηγόρων, οὐκ οἰ̃δα: ἐγὼ δ' οὐ̃ν καὶ αὐτὸς ὑπ' αὐτω̃ν ὀλίγου ἐμαυτου̃ ἐπελαθόμην, οὕτω πιθανω̃ς ἔλεγον. καίτοι ἀληθές γε ὡς ἔπος εἰπει̃ν οὐδὲν εἰρήκασιν. μάλιστα δὲ αὐτω̃ν ἓν ἐθαύμασα τω̃ν πολλω̃ν ὡ̃ν ἐψεύσαντο, του̃το ἐν ὡ̨̃ ἔλεγον ὡς χρη̃ν ὑμα̃ς εὐλαβει̃σθαι μὴ ὑπ' ἐμου̃ ἐξαπατηθη̃τε ὡς δεινου̃ ὄντος λέγειν. τὸ γὰρ μὴ αἰσχυνθη̃ναι ὅτι αὐτίκα ὑπ' ἐμου̃ ἐξελεγχθήσονται ἔργω̨, ἐπειδὰν μηδ' ὁπωστιου̃ν φαίνωμαι δεινὸς λέγειν, του̃τό μοι ἔδοξεν αὐτω̃ν ἀναισχυν - τότατον εἰ̃ναι, εἰ μὴ ἄρα δεινὸν καλου̃σιν οὑ̃τοι λέγειν τὸν τἀληθη̃ λέγοντα: εἰ μὲν γὰρ του̃το λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε οὐ κατὰ τούτους εἰ̃ναι ῥήτωρ. οὑ̃τοι μὲν οὐ̃ν, ὥσπερ ἐγὼ λέγω, ἤ τι ἢ οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμει̃ς δέ μου ἀκού - σεσθε πα̃σαν τὴν ἀλήθειαν - οὐ μέντοι μὰ Δία, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, κεκαλλιεπημένους γε λόγουσ, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένουσ, ἀλλ' ἀκού - σεσθε εἰκη̨̃ λεγόμενα τοι̃ς ἐπιτυχου̃σιν ὀνόμασιν - πιστεύω γὰρ δίκαια εἰ̃ναι ἃ λέγω - καὶ μηδεὶς ὑμω̃ν προσδοκησάτω ἄλλωσ: οὐδὲ γὰρ ἂν δήπου πρέποι, ὠ̃ ἄνδρεσ, τη̨̃δε τη̨̃ ἡλικία̨ ὥσπερ μειρακίω̨ πλάττοντι λόγους εἰς ὑμα̃ς εἰσιέναι. καὶ μέντοι καὶ πάνυ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, του̃το ὑμω̃ν δέομαι καὶ παρίεμαι: ἐὰν διὰ τω̃ν αὐτω̃ν λόγων ἀκούητέ μου ἀπο - λογουμένου δι' ὡ̃νπερ εἴωθα λέγειν καὶ ἐν ἀγορα̨̃ ἐπὶ τω̃ν τραπεζω̃ν, ἵνα ὑμω̃ν πολλοὶ ἀκηκόασι, καὶ ἄλλοθι, μήτε θαυμάζειν μήτε θορυβει̃ν τούτου ἕνεκα. ἔχει γὰρ οὑτωσί. νυ̃ν ἐγὼ πρω̃τον ἐπὶ δικαστήριον ἀναβέβηκα, ἔτη γεγονὼς ἑβδομήκοντα: ἀτεχνω̃ς οὐ̃ν ξένως ἔχω τη̃ς ἐνθάδε λέξεωσ. ὥσπερ οὐ̃ν ἄν, εἰ τω̨̃ ὄντι ξένος ἐτύγχανον ὤν, συνεγιγνώ - σκετε δήπου ἄν μοι εἰ ἐν ἐκείνη̨ τη̨̃ φωνη̨̃ τε καὶ τω̨̃ τρόπω̨ ἔλεγον ἐν οἱ̃σπερ ἐτεθράμμην, καὶ δὴ καὶ νυ̃ν του̃το ὑμω̃ν δέομαι δίκαιον, ὥς γέ μοι δοκω̃, τὸν μὲν τρόπον τη̃ς λέξεως ἐα̃ν - ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη - αὐτὸ δὲ του̃το σκοπει̃ν καὶ τούτω̨ τὸν νου̃ν προσέχειν, εἰ δίκαια λέγω ἢ μή: δικαστου̃ μὲν γὰρ αὕτη ἀρετή, ῥήτορος δὲ τἀληθη̃ λέγειν.

Πρω̃τον μὲν οὐ̃ν δίκαιός εἰμι ἀπολογήσασθαι, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, πρὸς τὰ πρω̃τά μου ψευδη̃ κατηγορημένα καὶ τοὺς πρώτους κατηγόρουσ, ἔπειτα δὲ πρὸς τὰ ὕστερον καὶ τοὺς ὑστέρουσ. ἐμου̃ γὰρ πολλοὶ κατήγοροι γεγόνασι πρὸς ὑμα̃ς καὶ πάλαι πολλὰ ἤδη ἔτη καὶ οὐδὲν ἀληθὲς λέγοντεσ, οὓς ἐγὼ μα̃λλον φοβου̃μαι ἢ τοὺς ἀμφὶ 'Άνυτον, καίπερ ὄντας καὶ τούτους δεινούσ: ἀλλ' ἐκει̃νοι δεινότεροι, ὠ̃ ἄνδρεσ, οἳ ὑμω̃ν τοὺς πολλοὺς ἐκ παίδων παραλαμβάνοντες ἔπειθόν τε καὶ κατηγόρουν ἐμου̃ μα̃λλον οὐδὲν ἀληθέσ, ὡς ἔστιν τις Σωκράτης σοφὸς ἀνήρ, τά τε μετέωρα φροντιστὴς καὶ τὰ ὑπὸ γη̃ς πάντα ἀνεζητηκὼς καὶ τὸν ἥττω λόγον κρείττω ποιω̃ν. οὑ̃τοι, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, [οἱ] ταύτην τὴν φήμην κατασκεδάσαντεσ, οἱ δεινοί εἰσίν μου κατήγοροι: οἱ γὰρ ἀκούοντες ἡγου̃νται τοὺς ταυ̃τα ζητου̃ντας οὐδὲ θεοὺς νομίζειν. ἔπειτά εἰσιν οὑ̃τοι οἱ κατήγοροι πολλοὶ καὶ πολὺν χρόνον ἤδη κατηγορηκότεσ, ἔτι δὲ καὶ ἐν ταύτη̨ τη̨̃ ἡλικία̨ λέγοντες πρὸς ὑμα̃ς ἐν ἡ̨̃ ἂν μάλιστα ἐπιστεύσατε, παι̃δες ὄντες ἔνιοι ὑμω̃ν καὶ μειράκια, ἀτεχνω̃ς ἐρήμην κατηγορου̃ντες ἀπολο - γουμένου οὐδενόσ. ὃ δὲ πάντων ἀλογώτατον, ὅτι οὐδὲ τὰ ὀνόματα οἱ̃όν τε αὐτω̃ν εἰδέναι καὶ εἰπει̃ν, πλὴν εἴ τις κωμω̨δοποιὸς τυγχάνει ὤν. ὅσοι δὲ φθόνω̨ καὶ διαβολη̨̃ χρώμενοι ὑμα̃ς ἀνέπειθον - οἱ δὲ καὶ αὐτοὶ πεπεισμένοι ἄλλους πείθοντεσ - οὑ̃τοι πάντες ἀπορώτατοί εἰσιν: οὐδὲ γὰρ ἀναβιβάσασθαι οἱ̃όν τ' ἐστὶν αὐτω̃ν ἐνταυθοι̃ οὐδ' ἐλέγξαι οὐδένα, ἀλλ' ἀνάγκη ἀτεχνω̃ς ὥσπερ σκιαμαχει̃ν ἀπολογού - μενόν τε καὶ ἐλέγχειν μηδενὸς ἀποκρινομένου. ἀξιώσατε οὐ̃ν καὶ ὑμει̃σ, ὥσπερ ἐγὼ λέγω, διττούς μου τοὺς κατηγόρους γεγονέναι, ἑτέρους μὲν τοὺς ἄρτι κατηγορήσαντασ, ἑτέρους δὲ τοὺς πάλαι οὓς ἐγὼ λέγω, καὶ οἰήθητε δει̃ν πρὸς ἐκείνους πρω̃τόν με ἀπολογήσασθαι: καὶ γὰρ ὑμει̃ς ἐκείνων πρότερον ἠκούσατε κατηγορούντων καὶ πολὺ μα̃λλον ἢ τω̃νδε τω̃ν ὕστερον.

Εἰ̃εν: ἀπολογητέον δή, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, καὶ ἐπιχειρητέον ὑμω̃ν ἐξελέσθαι τὴν διαβολὴν ἣν ὑμει̃ς ἐν πολλω̨̃ χρόνω̨ ἔσχετε ταύτην ἐν οὕτως ὀλίγω̨ χρόνω̨. βουλοίμην μὲν οὐ̃ν ἂν του̃το οὕτως γενέσθαι, εἴ τι ἄμεινον καὶ ὑμι̃ν καὶ ἐμοί, καὶ πλέον τί με ποιη̃σαι ἀπολογούμενον: οἰ̃μαι δὲ αὐτὸ χαλεπὸν εἰ̃ναι, καὶ οὐ πάνυ με λανθάνει οἱ̃όν ἐστιν. ὅμως του̃το μὲν ἴτω ὅπη̨ τω̨̃ θεω̨̃ φίλον, τω̨̃ δὲ νόμω̨ πειστέον καὶ ἀπολογητέον.

'Αναλάβωμεν οὐ̃ν ἐξ ἀρχη̃ς τίς ἡ κατηγορία ἐστὶν ἐξ ἡ̃ς ἡ ἐμὴ διαβολὴ γέγονεν, ἡ̨̃ δὴ καὶ πιστεύων Μέλητός με ἐγρά - ψατο τὴν γραφὴν ταύτην. εἰ̃εν: τί δὴ λέγοντες διέβαλλον οἱ διαβάλλοντεσ; ὥσπερ οὐ̃ν κατηγόρων τὴν ἀντωμοσίαν δει̃ ἀναγνω̃ναι αὐτω̃ν: "Σωκράτης ἀδικει̃ καὶ περιεργάζεται ζητω̃ν τά τε ὑπὸ γη̃ς καὶ οὐράνια καὶ τὸν ἥττω λόγον κρείττω ποιω̃ν καὶ ἄλλους ταὐτὰ ταυ̃τα διδάσκων." τοιαύτη τίς ἐστιν: ταυ̃τα γὰρ ἑωρα̃τε καὶ αὐτοὶ ἐν τη̨̃ 'Αριστοφάνους κωμω̨δία̨, Σωκράτη τινὰ ἐκει̃ περιφερόμενον, φάσκοντά τε ἀεροβατει̃ν καὶ ἄλλην πολλὴν φλυαρίαν φλυαρου̃ντα, ὡ̃ν ἐγὼ οὐδὲν οὔτε μέγα οὔτε μικρὸν πέρι ἐπαΐω. καὶ οὐχ ὡς ἀτιμάζων λέγω τὴν τοιαύτην ἐπιστήμην, εἴ τις περὶ τω̃ν τοιούτων σοφός ἐστιν - μή πως ἐγὼ ὑπὸ Μελήτου τοσαύτας δίκας φεύγοιμι - ἀλλὰ γὰρ ἐμοὶ τούτων, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, οὐδὲν μέτεστιν. μάρτυρας δὲ αὐ̃ ὑμω̃ν τοὺς πολλοὺς παρέχομαι, καὶ ἀξιω̃ ὑμα̃ς ἀλλήλους διδάσκειν τε καὶ φράζειν, ὅσοι ἐμου̃ πώποτε ἀκηκόατε διαλεγομένου - πολλοὶ δὲ ὑμω̃ν οἱ τοιου̃τοί εἰσιν - φράζετε οὐ̃ν ἀλλήλοις εἰ πώποτε ἢ μικρὸν ἢ μέγα ἤκουσέ τις ὑμω̃ν ἐμου̃ περὶ τω̃ν τοιούτων διαλεγομένου, καὶ ἐκ τούτου γνώσεσθε ὅτι τοιαυ̃τ' ἐστὶ καὶ τἀ̃λλα περὶ ἐμου̃ ἃ οἱ πολλοὶ λέγουσιν.

'Αλλὰ γὰρ οὔτε τούτων οὐδέν ἐστιν, οὐδέ γ' εἴ τινος ἀκηκόατε ὡς ἐγὼ παιδεύειν ἐπιχειρω̃ ἀνθρώπους καὶ χρήματα πράττομαι, οὐδὲ του̃το ἀληθέσ. ἐπεὶ καὶ του̃τό γέ μοι δοκει̃ καλὸν εἰ̃ναι, εἴ τις οἱ̃ός τ' εἴη παιδεύειν ἀνθρώπους ὥσπερ Γοργίας τε ὁ Λεοντι̃νος καὶ Πρόδικος ὁ Κει̃ος καὶ 'Ιππίας ὁ 'Ηλει̃οσ. τούτων γὰρ ἕκαστοσ, ὠ̃ ἄνδρεσ, οἱ̃ός τ' ἐστὶν ἰὼν εἰς ἑκάστην τω̃ν πόλεων τοὺς νέουσ - οἱ̃ς ἔξεστι τω̃ν ἑαυτω̃ν πολιτω̃ν προι̃κα συνει̃ναι ὡ̨̃ ἂν βούλωνται - τούτους πείθουσι τὰς ἐκείνων συνουσίας ἀπολιπόντας σφίσιν συνει̃ναι χρή - ματα διδόντας καὶ χάριν προσειδέναι. ἐπεὶ καὶ ἄλλος ἀνήρ ἐστι Πάριος ἐνθάδε σοφὸς ὃν ἐγὼ ἠ̨σθόμην ἐπιδημου̃ντα: ἔτυχον γὰρ προσελθὼν ἀνδρὶ ὃς τετέλεκε χρήματα σοφισται̃ς πλείω ἢ σύμπαντες οἱ ἄλλοι, Καλλία̨ τω̨̃ 'Ιππονίκου: του̃τον οὐ̃ν ἀνηρόμην - ἐστὸν γὰρ αὐτω̨̃ δύο ὑει̃ - "~'Ω Καλλία," ἠ̃ν δ' ἐγώ, "εἰ μέν σου τὼ ὑει̃ πώλω ἢ μόσχω ἐγενέσθην, εἴχομεν ἂν αὐτοι̃ν ἐπιστάτην λαβει̃ν καὶ μισθώσασθαι ὃς ἔμελλεν αὐτὼ καλώ τε κἀγαθὼ ποιήσειν τὴν προσήκουσαν ἀρετήν, ἠ̃ν δ' ἂν οὑ̃τος ἢ τω̃ν ἱππικω̃ν τις ἢ τω̃ν γεωργικω̃ν: νυ̃ν δ' ἐπειδὴ ἀνθρώπω ἐστόν, τίνα αὐτοι̃ν ἐν νω̨̃ ἔχεις ἐπιστάτην λαβει̃ν; τίς τη̃ς τοιαύτης ἀρετη̃σ, τη̃ς ἀνθρωπίνης τε καὶ πολιτικη̃σ, ἐπιστήμων ἐστίν; οἰ̃μαι γάρ σε ἐσκέφθαι διὰ τὴν τω̃ν ὑέων κτη̃σιν. ἔστιν τισ," ἔφην ἐγώ, "ἢ οὔ;" "Πάνυ γε," ἠ̃ δ' ὅσ. "Τίσ," ἠ̃ν δ' ἐγώ, "καὶ ποδαπόσ, καὶ πόσου διδάσκει;" "Εὔηνοσ," ἔφη, "ὠ̃ Σώκρατεσ, Πάριοσ, πέντε μνω̃ν." καὶ ἐγὼ τὸν Εὔηνον ἐμακάρισα εἰ ὡς ἀληθω̃ς ἔχοι ταύτην τὴν τέχνην καὶ οὕτως ἐμμελω̃ς διδάσκει. ἐγὼ γου̃ν καὶ αὐτὸς ἐκαλλυνόμην τε καὶ ἡβρυνόμην ἂν εἰ ἠπιστάμην ταυ̃τα: ἀλλ' οὐ γὰρ ἐπίσταμαι, ὠ̃ ἄνδρες 'Αθηναι̃οι.

'Υπολάβοι ἂν οὐ̃ν τις ὑμω̃ν ἴσωσ: "'Αλλ', ὠ̃ Σώκρατεσ, τὸ σὸν τί ἐστι πρα̃γμα; πόθεν αἱ διαβολαί σοι αὑ̃ται γεγό - νασιν; οὐ γὰρ δήπου σου̃ γε οὐδὲν τω̃ν ἄλλων περιττότερον πραγματευομένου ἔπειτα τοσαύτη φήμη τε καὶ λόγος γέγονεν, εἰ μή τι ἔπραττες ἀλλοι̃ον ἢ οἱ πολλοί. λέγε οὐ̃ν ἡμι̃ν τί ἐστιν, ἵνα μὴ ἡμει̃ς περὶ σου̃ αὐτοσχεδιάζωμεν." ταυτί μοι δοκει̃ δίκαια λέγειν ὁ λέγων, κἀγὼ ὑμι̃ν πειράσομαι ἀπο - δει̃ξαι τί ποτ' ἐστὶν του̃το ὃ ἐμοὶ πεποίηκεν τό τε ὄνομα καὶ τὴν διαβολήν. ἀκούετε δή. καὶ ἴσως μὲν δόξω τισὶν ὑμω̃ν παίζειν: εὐ̃ μέντοι ἴστε, πα̃σαν ὑμι̃ν τὴν ἀλήθειαν ἐρω̃. ἐγὼ γάρ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, δι' οὐδὲν ἀλλ' ἢ διὰ σοφίαν τινὰ του̃το τὸ ὄνομα ἔσχηκα. ποίαν δὴ σοφίαν ταύτην; ἥπερ ἐστὶν ἴσως ἀνθρωπίνη σοφία: τω̨̃ ὄντι γὰρ κινδυνεύω ταύτην εἰ̃ναι σοφόσ. οὑ̃τοι δὲ τάχ' ἄν, οὓς ἄρτι ἔλεγον, μείζω τινὰ ἢ κατ' ἄνθρωπον σοφίαν σοφοὶ εἰ̃εν, ἢ οὐκ ἔχω τί λέγω: οὐ γὰρ δὴ ἔγωγε αὐτὴν ἐπίσταμαι, ἀλλ' ὅστις φησὶ ψεύδεταί τε καὶ ἐπὶ διαβολη̨̃ τη̨̃ ἐμη̨̃ λέγει. καί μοι, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, μὴ θορυβήσητε, μηδ' ἐὰν δόξω τι ὑμι̃ν μέγα λέγειν: οὐ γὰρ ἐμὸν ἐρω̃ τὸν λόγον ὃν ἂν λέγω, ἀλλ' εἰς ἀξιόχρεων ὑμι̃ν τὸν λέγοντα ἀνοίσω. τη̃ς γὰρ ἐμη̃σ, εἰ δή τίς ἐστιν σοφία καὶ οἵα, μάρτυρα ὑμι̃ν παρέξομαι τὸν θεὸν τὸν ἐν Δελφοι̃σ. Χαιρεφω̃ντα γὰρ ἴστε που. οὑ̃τοσ ἐμός τε ἑται̃ρος ἠ̃ν ἐκ νέου καὶ ὑμω̃ν τω̨̃ πλήθει ἑται̃ρός τε καὶ συνέφυγε τὴν φυγὴν ταύτην καὶ μεθ' ὑμω̃ν κατη̃λθε. καὶ ἴστε δὴ οἱ̃ος ἠ̃ν Χαιρεφω̃ν, ὡς σφοδρὸς ἐφ' ὅτι ὁρμήσειεν. καὶ δή ποτε καὶ εἰς Δελφοὺς ἐλθὼν ἐτόλμησε του̃το μαντεύ - σασθαι - καί, ὅπερ λέγω, μὴ θορυβει̃τε, ὠ̃ ἄνδρεσ - ἤρετο γὰρ δὴ εἴ τις ἐμου̃ εἴη σοφώτεροσ. ἀνει̃λεν οὐ̃ν ἡ Πυθία μηδένα σοφώτερον εἰ̃ναι. καὶ τούτων πέρι ὁ ἀδελφὸς ὑμι̃ν αὐτου̃ οὑτοσὶ μαρτυρήσει, ἐπειδὴ ἐκει̃νος τετελεύτηκεν.

Σκέψασθε δὴ ὡ̃ν ἕνεκα ταυ̃τα λέγω: μέλλω γὰρ ὑμα̃ς διδά - ξειν ὅθεν μοι ἡ διαβολὴ γέγονεν. ταυ̃τα γὰρ ἐγὼ ἀκούσας ἐνεθυμούμην οὑτωσί: "Τί ποτε λέγει ὁ θεόσ, καὶ τί ποτε αἰνίττεται; ἐγὼ γὰρ δὴ οὔτε μέγα οὔτε σμικρὸν σύνοιδα ἐμαυτω̨̃ σοφὸς ὤν: τί οὐ̃ν ποτε λέγει φάσκων ἐμὲ σοφώ - τατον εἰ̃ναι; οὐ γὰρ δήπου ψεύδεταί γε: οὐ γὰρ θέμις αὐτω̨̃." καὶ πολὺν μὲν χρόνον ἠπόρουν τί ποτε λέγει: ἔπειτα μόγις πάνυ ἐπὶ ζήτησιν αὐτου̃ τοιαύτην τινὰ ἐτραπό - μην. ἠ̃λθον ἐπί τινα τω̃ν δοκούντων σοφω̃ν εἰ̃ναι, ὡς ἐνταυ̃θα εἴπερ που ἐλέγξων τὸ μαντει̃ον καὶ ἀποφανω̃ν τω̨̃ χρησμω̨̃ ὅτι "Οὑτοσὶ ἐμου̃ σοφώτερός ἐστι, σὺ δ' ἐμὲ ἔφησθα." διασκοπω̃ν οὐ̃ν του̃τον - ὀνόματι γὰρ οὐδὲν δέομαι λέγειν, ἠ̃ν δέ τις τω̃ν πολιτικω̃ν πρὸς ὃν ἐγὼ σκοπω̃ν τοιου̃τόν τι ἔπαθον, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, καὶ διαλεγόμενος αὐτω̨̃ - ἔδοξέ μοι οὑ̃τος ὁ ἀνὴρ δοκει̃ν μὲν εἰ̃ναι σοφὸς ἄλλοις τε πολλοι̃ς ἀνθρώποις καὶ μάλιστα ἑαυτω̨̃, εἰ̃ναι δ' οὔ: κἄπειτα ἐπειρώ - μην αὐτω̨̃ δεικνύναι ὅτι οἴοιτο μὲν εἰ̃ναι σοφόσ, εἴη δ' οὔ. ἐντευ̃θεν οὐ̃ν τούτω̨ τε ἀπηχθόμην καὶ πολλοι̃ς τω̃ν παρόντων: πρὸς ἐμαυτὸν δ' οὐ̃ν ἀπιὼν ἐλογιζόμην ὅτι τούτου μὲν του̃ ἀνθρώπου ἐγὼ σοφώτερός εἰμι: κινδυνεύει μὲν γὰρ ἡμω̃ν οὐδέτερος οὐδὲν καλὸν κἀγαθὸν εἰδέναι, ἀλλ' οὑ̃τος μὲν οἴεταί τι εἰδέναι οὐκ εἰδώσ, ἐγὼ δέ, ὥσπερ οὐ̃ν οὐκ οἰ̃δα, οὐδὲ οἴομαι: ἔοικα γου̃ν τούτου γε σμικρω̨̃ τινι αὐτω̨̃ τούτω̨ σοφώτερος εἰ̃ναι, ὅτι ἃ μὴ οἰ̃δα οὐδὲ οἴομαι εἰδέναι. ἐντευ̃θεν ἐπ' ἄλλον ἠ̨̃α τω̃ν ἐκείνου δοκούντων σοφωτέρων εἰ̃ναι καί μοι ταὐτὰ ταυ̃τα ἔδοξε, καὶ ἐνταυ̃θα κἀκείνω̨ καὶ ἄλλοις πολλοι̃ς ἀπηχθόμην.

Μετὰ ταυ̃τ' οὐ̃ν ἤδη ἐφεξη̃ς ἠ̨̃α, αἰσθανόμενος μὲν [καὶ] λυπούμενος καὶ δεδιὼς ὅτι ἀπηχθανόμην, ὅμως δὲ ἀναγκαι̃ον ἐδόκει εἰ̃ναι τὸ του̃ θεου̃ περὶ πλείστου ποιει̃σθαι - ἰτέον οὐ̃ν, σκοπου̃ντι τὸν χρησμὸν τί λέγει, ἐπὶ ἅπαντας τούς τι δοκου̃ντας εἰδέναι. καὶ νὴ τὸν κύνα, ὠ̃ ἄνδρες 'Αθηναι̃οι - δει̃ γὰρ πρὸς ὑμα̃ς τἀληθη̃ λέγειν - ἠ̃ μὴν ἐγὼ ἔπαθόν τι τοιου̃τον: οἱ μὲν μάλιστα εὐδοκιμου̃ντες ἔδοξάν μοι ὀλίγου δει̃ν του̃ πλείστου ἐνδεει̃ς εἰ̃ναι ζητου̃ντι κατὰ τὸν θεόν, ἄλλοι δὲ δοκου̃ντες φαυλότεροι ἐπιεικέστεροι εἰ̃ναι ἄνδρες πρὸς τὸ φρονίμως ἔχειν. δει̃ δὴ ὑμι̃ν τὴν ἐμὴν πλάνην ἐπιδει̃ξαι ὥσπερ πόνους τινὰς πονου̃ντος ἵνα μοι καὶ ἀν - έλεγκτος ἡ μαντεία γένοιτο. μετὰ γὰρ τοὺς πολιτικοὺς ἠ̨̃α ἐπὶ τοὺς ποιητὰς τούς τε τω̃ν τραγω̨διω̃ν καὶ τοὺς τω̃ν διθυράμβων καὶ τοὺς ἄλλουσ, ὡς ἐνταυ̃θα ἐπ' αὐτοφώρω̨ καταληψόμενος ἐμαυτὸν ἀμαθέστερον ἐκείνων ὄντα. ἀνα - λαμβάνων οὐ̃ν αὐτω̃ν τὰ ποιήματα ἅ μοι ἐδόκει μάλιστα πεπραγματευ̃σθαι αὐτοι̃σ, διηρώτων ἂν αὐτοὺς τί λέγοιεν, ἵν' ἅμα τι καὶ μανθάνοιμι παρ' αὐτω̃ν. αἰσχύνομαι οὐ̃ν ὑμι̃ν εἰπει̃ν, ὠ̃ ἄνδρεσ, τἀληθη̃: ὅμως δὲ ῥητέον. ὡς ἔπος γὰρ εἰπει̃ν ὀλίγου αὐτω̃ν ἅπαντες οἱ παρόντες ἂν βέλτιον ἔλεγον περὶ ὡ̃ν αὐτοὶ ἐπεποιήκεσαν. ἔγνων οὐ̃ν αὐ̃ καὶ περὶ τω̃ν ποιητω̃ν ἐν ὀλίγω̨ του̃το, ὅτι οὐ σοφία̨ ποιοι̃εν ἃ ποιοι̃εν, ἀλλὰ φύσει τινὶ καὶ ἐνθουσιάζοντες ὥσπερ οἱ θεομάντεις καὶ οἱ χρησμω̨δοί: καὶ γὰρ οὑ̃τοι λέγουσι μὲν πολλὰ καὶ καλά, ἴσασιν δὲ οὐδὲν ὡ̃ν λέγουσι. τοιου̃τόν τί μοι ἐφάνησαν πάθος καὶ οἱ ποιηταὶ πεπονθότεσ, καὶ ἅμα ἠ̨σθόμην αὐτω̃ν διὰ τὴν ποίησιν οἰομένων καὶ τἀ̃λλα σοφωτάτων εἰ̃ναι ἀνθρώπων ἃ οὐκ ἠ̃σαν. ἀπη̨̃α οὐ̃ν καὶ ἐντευ̃θεν τω̨̃ αὐτω̨̃ οἰόμενος περιγεγονέναι ὡ̨̃περ καὶ τω̃ν πολιτικω̃ν.

Τελευτω̃ν οὐ̃ν ἐπὶ τοὺς χειροτέχνας ἠ̨̃α: ἐμαυτω̨̃ γὰρ συνή̨δη οὐδὲν ἐπισταμένω̨ ὡς ἔπος εἰπει̃ν, τούτους δέ γ' ἤ̨δη ὅτι εὑρήσοιμι πολλὰ καὶ καλὰ ἐπισταμένουσ. καὶ τούτου μὲν οὐκ ἐψεύσθην, ἀλλ' ἠπίσταντο ἃ ἐγὼ οὐκ ἠπιστάμην καί μου ταύτη̨ σοφώτεροι ἠ̃σαν. ἀλλ', ὠ̃ ἄνδρες 'Αθηναι̃οι, ταὐτόν μοι ἔδοξαν ἔχειν ἁμάρτημα ὅπερ καὶ οἱ ποιηταὶ καὶ οἱ ἀγαθοὶ δημιουργοί - διὰ τὸ τὴν τέχνην καλω̃ς ἐξεργά - ζεσθαι ἕκαστος ἠξίου καὶ τἀ̃λλα τὰ μέγιστα σοφώτατος εἰ̃ναι - καὶ αὐτω̃ν αὕτη ἡ πλημμέλεια ἐκείνην τὴν σοφίαν ἀποκρύπτειν: ὥστε με ἐμαυτὸν ἀνερωτα̃ν ὑπὲρ του̃ χρησμου̃ πότερα δεξαίμην ἂν οὕτως ὥσπερ ἔχω ἔχειν, μήτε τι σοφὸς ὢν τὴν ἐκείνων σοφίαν μήτε ἀμαθὴς τὴν ἀμαθίαν, ἢ ἀμ - φότερα ἃ ἐκει̃νοι ἔχουσιν ἔχειν. ἀπεκρινάμην οὐ̃ν ἐμαυτω̨̃ καὶ τω̨̃ χρησμω̨̃ ὅτι μοι λυσιτελοι̃ ὥσπερ ἔχω ἔχειν.

'Εκ ταυτησὶ δὴ τη̃ς ἐξετάσεωσ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, πολλαὶ μὲν ἀπέχθειαί μοι γεγόνασι καὶ οἱ̃αι χαλεπώταται καὶ βαρύταται, ὥστε πολλὰς διαβολὰς ἀπ' αὐτω̃ν γεγονέναι, ὄνομα δὲ του̃το λέγεσθαι, σοφὸς εἰ̃ναι: οἴονται γάρ με ἑκάστοτε οἱ παρόντες ταυ̃τα αὐτὸν εἰ̃ναι σοφὸν ἃ ἂν ἄλλον ἐξελέγξω. τὸ δὲ κινδυνεύει, ὠ̃ ἄνδρεσ, τω̨̃ ὄντι ὁ θεὸς σοφὸς εἰ̃ναι, καὶ ἐν τω̨̃ χρησμω̨̃ τούτω̨ του̃το λέγειν, ὅτι ἡ ἀνθρωπίνη σοφία ὀλίγου τινὸς ἀξία ἐστὶν καὶ οὐδενόσ. καὶ φαίνεται του̃τον λέγειν τὸν Σωκράτη, προσκεχρη̃σθαι δὲ τω̨̃ ἐμω̨̃ ὀνόματι, ἐμὲ παράδειγμα ποιούμενοσ, ὥσπερ ἂν [εἰ] εἴποι ὅτι "Οὑ̃τος ὑμω̃ν, ὠ̃ ἄνθρωποι, σοφώτατός ἐστιν, ὅστις ὥσπερ Σωκράτης ἔγνωκεν ὅτι οὐδενὸς ἄξιός ἐστι τη̨̃ ἀληθεία̨ πρὸς σοφίαν." ταυ̃τ' οὐ̃ν ἐγὼ μὲν ἔτι καὶ νυ̃ν περιιὼν ζητω̃ καὶ ἐρευνω̃ κατὰ τὸν θεὸν καὶ τω̃ν ἀστω̃ν καὶ ξένων ἄν τινα οἴωμαι σοφὸν εἰ̃ναι: καὶ ἐπειδάν μοι μὴ δοκη̨̃, τω̨̃ θεω̨̃ βοηθω̃ν ἐνδείκνυμαι ὅτι οὐκ ἔστι σοφόσ. καὶ ὑπὸ ταύτης τη̃ς ἀσχολίας οὔτε τι τω̃ν τη̃ς πόλεως πρα̃ξαί μοι σχολὴ γέγονεν ἄξιον λόγου οὔτε τω̃ν οἰκείων, ἀλλ' ἐν πενία̨ μυρία̨ εἰμὶ διὰ τὴν του̃ θεου̃ λατρείαν.

Πρὸς δὲ τούτοις οἱ νέοι μοι ἐπακολουθου̃ντεσ - οἱ̃ς μά - λιστα σχολή ἐστιν, οἱ τω̃ν πλουσιωτάτων - αὐτόματοι, χαίρουσιν ἀκούοντες ἐξεταζομένων τω̃ν ἀνθρώπων, καὶ αὐτοὶ πολλάκις ἐμὲ μιμου̃νται, εἰ̃τα ἐπιχειρου̃σιν ἄλλους ἐξετάζειν: κἄπειτα οἰ̃μαι εὑρίσκουσι πολλὴν ἀφθονίαν οἰομένων μὲν εἰδέναι τι ἀνθρώπων, εἰδότων δὲ ὀλίγα ἢ οὐδέν. ἐντευ̃θεν οὐ̃ν οἱ ὑπ' αὐτω̃ν ἐξεταζόμενοι ἐμοὶ ὀργίζονται, οὐχ αὑτοι̃σ, καὶ λέγουσιν ὡς Σωκράτης τίς ἐστι μιαρώτατος καὶ δια - φθείρει τοὺς νέουσ: καὶ ἐπειδάν τις αὐτοὺς ἐρωτα̨̃ ὅτι ποιω̃ν καὶ ὅτι διδάσκων, ἔχουσι μὲν οὐδὲν εἰπει̃ν ἀλλ' ἀγνοου̃σιν, ἵνα δὲ μὴ δοκω̃σιν ἀπορει̃ν, τὰ κατὰ πάντων τω̃ν φιλοσο - φούντων πρόχειρα ταυ̃τα λέγουσιν, ὅτι "τὰ μετέωρα καὶ τὰ ὑπὸ γη̃σ" καὶ "θεοὺς μὴ νομίζειν" καὶ "τὸν ἥττω λόγον κρείττω ποιει̃ν." τὰ γὰρ ἀληθη̃ οἴομαι οὐκ ἂν ἐθέλοιεν λέγειν, ὅτι κατάδηλοι γίγνονται προσποιούμενοι μὲν εἰδέναι, εἰδότες δὲ οὐδέν. ἅτε οὐ̃ν οἰ̃μαι φιλότιμοι ὄντες καὶ σφοδροὶ καὶ πολλοί, καὶ συντεταμένως καὶ πι - θανω̃ς λέγοντες περὶ ἐμου̃, ἐμπεπλήκασιν ὑμω̃ν τὰ ὠ̃τα καὶ πάλαι καὶ σφοδρω̃ς διαβάλλοντεσ. ἐκ τούτων καὶ Μέλητός μοι ἐπέθετο καὶ 'Άνυτος καὶ Λύκων, Μέλητος μὲν ὑπὲρ τω̃ν ποιητω̃ν ἀχθόμενοσ, 'Άνυτος δὲ ὑπὲρ τω̃ν δημιουργω̃ν καὶ τω̃ν πολιτικω̃ν, Λύκων δὲ ὑπὲρ τω̃ν ῥητόρων: ὥστε, ὅπερ ἀρχόμενος ἐγὼ ἔλεγον, θαυμάζοιμ' ἂν εἰ οἱ̃ός τ' εἴην ἐγὼ ὑμω̃ν ταύτην τὴν διαβολὴν ἐξελέσθαι ἐν οὕτως ὀλίγω̨ χρόνω̨ οὕτω πολλὴν γεγονυι̃αν. ταυ̃τ' ἔστιν ὑμι̃ν, ὠ̃ ἄνδρες 'Αθη - ναι̃οι, τἀληθη̃, καὶ ὑμα̃ς οὔτε μέγα οὔτε μικρὸν ἀποκρυψά - μενος ἐγὼ λέγω οὐδ' ὑποστειλάμενοσ. καίτοι οἰ̃δα σχεδὸν ὅτι αὐτοι̃ς τούτοις ἀπεχθάνομαι, ὃ καὶ τεκμήριον ὅτι ἀληθη̃ λέγω καὶ ὅτι αὕτη ἐστὶν ἡ διαβολὴ ἡ ἐμὴ καὶ τὰ αἴτια ταυ̃τά ἐστιν. καὶ ἐάντε νυ̃ν ἐάντε αὐ̃θις ζητήσητε ταυ̃τα, οὕτως εὑρήσετε.

Περὶ μὲν οὐ̃ν ὡ̃ν οἱ πρω̃τοί μου κατήγοροι κατηγόρουν αὕτη ἔστω ἱκανὴ ἀπολογία πρὸς ὑμα̃σ: πρὸς δὲ Μέλητον τὸν ἀγαθὸν καὶ φιλόπολιν, ὥς φησι, καὶ τοὺς ὑστέρους μετὰ ταυ̃τα πειράσομαι ἀπολογήσασθαι. αὐ̃θις γὰρ δή, ὥσπερ ἑτέρων τούτων ὄντων κατηγόρων, λάβωμεν αὐ̃ τὴν τούτων ἀντωμοσίαν. ἔχει δέ πως ὡ̃δε: Σωκράτη φησὶν ἀδικει̃ν τούς τε νέους διαφθείροντα καὶ θεοὺς οὓς ἡ πόλις νομίζει οὐ νομίζοντα, ἕτερα δὲ δαιμόνια καινά. τὸ μὲν δὴ ἔγκλημα τοιου̃τόν ἐστιν: τούτου δὲ του̃ ἐγκλήματος ἓν ἕκαστον ἐξετάσωμεν.

 

Φησὶ γὰρ δὴ τοὺς νέους ἀδικει̃ν με διαφθείροντα. ἐγὼ δέ γε, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, ἀδικει̃ν φημι Μέλητον, ὅτι σπουδη̨̃ χαριεντίζεται, ῥα̨δίως εἰς ἀγω̃να καθιστὰς ἀνθρώπουσ, περὶ πραγμάτων προσποιούμενος σπουδάζειν καὶ κήδεσθαι ὡ̃ν οὐδὲν τούτω̨ πώποτε ἐμέλησεν: ὡς δὲ του̃το οὕτως ἔχει, πειράσομαι καὶ ὑμι̃ν ἐπιδει̃ξαι. καί μοι δευ̃ρο, ὠ̃ Μέλητε, εἰπέ: ἄλλο τι ἢ περὶ πλείστου ποιη̨̃ ὅπως ὡς βέλτιστοι οἱ νεώτεροι ἔσονται;

'Έγωγε.

'Ίθι δή νυν εἰπὲ τούτοισ, τίς αὐτοὺς βελτίους ποιει̃; δη̃λον γὰρ ὅτι οἰ̃σθα, μέλον γέ σοι. τὸν μὲν γὰρ δια - φθείροντα ἐξευρών, ὡς φή̨σ, ἐμέ, εἰσάγεις τουτοισὶ καὶ κατη - γορει̃σ: τὸν δὲ δὴ βελτίους ποιου̃ντα ἴθι εἰπὲ καὶ μήνυσον αὐτοι̃ς τίς ἐστιν. - 'Ορα̨̃σ, ὠ̃ Μέλητε, ὅτι σιγα̨̃ς καὶ οὐκ ἔχεις εἰπει̃ν; καίτοι οὐκ αἰσχρόν σοι δοκει̃ εἰ̃ναι καὶ ἱκανὸν τεκμήριον οὑ̃ δὴ ἐγὼ λέγω, ὅτι σοι οὐδὲν μεμέληκεν; ἀλλ' εἰπέ, ὠγαθέ, τίς αὐτοὺς ἀμείνους ποιει̃;

Οἱ νόμοι.

'Αλλ' οὐ του̃το ἐρωτω̃, ὠ̃ βέλτιστε, ἀλλὰ τίς ἄνθρωποσ, ὅστις πρω̃τον καὶ αὐτὸ του̃το οἰ̃δε, τοὺς νόμουσ;

Οὑ̃τοι, ὠ̃ Σώκρατεσ, οἱ δικασταί.

Πω̃ς λέγεισ, ὠ̃ Μέλητε; οἵδε τοὺς νέους παιδεύειν οἱ̃οί τέ εἰσι καὶ βελτίους ποιου̃σιν;

Μάλιστα.

Πότερον ἅπαντεσ, ἢ οἱ μὲν αὐτω̃ν, οἱ δ' οὔ;

'Άπαντεσ.

Εὐ̃ γε νὴ τὴν 'Ήραν λέγεις καὶ πολλὴν ἀφθονίαν τω̃ν ὠφελούντων. τί δὲ δή; οἱ δὲ ἀκροαταὶ βελτίους ποιου̃σιν ἢ οὔ;

Καὶ οὑ̃τοι.

Τί δέ, οἱ βουλευταί;

Καὶ οἱ βουλευταί.

'Αλλ' ἄρα, ὠ̃ Μέλητε, μὴ οἱ ἐν τη̨̃ ἐκκλησία̨, οἱ ἐκκλη - σιασταί, διαφθείρουσι τοὺς νεωτέρουσ; ἢ κἀκει̃νοι βελτίους ποιου̃σιν ἅπαντεσ;

Κἀκει̃νοι.

Πάντες ἄρα, ὡς ἔοικεν, 'Αθηναι̃οι καλοὺς κἀγαθοὺς ποιου̃σι πλὴν ἐμου̃, ἐγὼ δὲ μόνος διαφθείρω. οὕτω λέγεισ;

Πάνυ σφόδρα ταυ̃τα λέγω.

Πολλήν γέ μου κατέγνωκας δυστυχίαν. καί μοι ἀπό - κριναι: ἠ̃ καὶ περὶ ἵππους οὕτω σοι δοκει̃ ἔχειν; οἱ μὲν βελτίους ποιου̃ντες αὐτοὺς πάντες ἄνθρωποι εἰ̃ναι, εἱ̃ς δέ τις ὁ διαφθείρων; ἢ τοὐναντίον τούτου πα̃ν εἱ̃ς μέν τις ὁ βελτίους οἱ̃ός τ' ὢν ποιει̃ν ἢ πάνυ ὀλίγοι, οἱ ἱππικοί, οἱ δὲ πολλοὶ ἐάνπερ συνω̃σι καὶ χρω̃νται ἵπποισ, διαφθείρουσιν; οὐχ οὕτως ἔχει, ὠ̃ Μέλητε, καὶ περὶ ἵππων καὶ τω̃ν ἄλλων ἁπάντων ζώ̨ων; πάντως δήπου, ἐάντε σὺ καὶ 'Άνυτος οὐ φη̃τε ἐάντε φη̃τε: πολλὴ γὰρ ἄν τις εὐδαιμονία εἴη περὶ τοὺς νέους εἰ εἱ̃ς μὲν μόνος αὐτοὺς διαφθείρει, οἱ δ' ἄλλοι ὠφελου̃σιν. ἀλλὰ γάρ, ὠ̃ Μέλητε, ἱκανω̃ς ἐπιδείκνυσαι ὅτι οὐδεπώποτε ἐφρόντισας τω̃ν νέων, καὶ σαφω̃ς ἀποφαί - νεις τὴν σαυτου̃ ἀμέλειαν, ὅτι οὐδέν σοι μεμέληκεν περὶ ὡ̃ν ἐμὲ εἰσάγεισ.

'Έτι δὲ ἡμι̃ν εἰπέ, ὠ̃ πρὸς Διὸς Μέλητε, πότερόν ἐστιν οἰκει̃ν ἄμεινον ἐν πολίταις χρηστοι̃ς ἢ πονηροι̃σ; ὠ̃ τάν, ἀπό - κριναι: οὐδὲν γάρ τοι χαλεπὸν ἐρωτω̃. οὐχ οἱ μὲν πονηροὶ κακόν τι ἐργάζονται τοὺς ἀεὶ ἐγγυτάτω αὑτω̃ν ὄντασ, οἱ δ' ἀγαθοὶ ἀγαθόν τι;

Πάνυ γε.

'Έστιν οὐ̃ν ὅστις βούλεται ὑπὸ τω̃ν συνόντων βλάπτεσθαι μα̃λλον ἢ ὠφελει̃σθαι; ἀποκρίνου, ὠ̃ ἀγαθέ: καὶ γὰρ ὁ νόμος κελεύει ἀποκρίνεσθαι. ἔσθ' ὅστις βούλεται βλάπτεσθαι;

Οὐ δη̃τα.

Φέρε δή, πότερον ἐμὲ εἰσάγεις δευ̃ρο ὡς διαφθείροντα τοὺς νέους καὶ πονηροτέρους ποιου̃ντα ἑκόντα ἢ ἄκοντα;

'Εκόντα ἔγωγε.

Τί δη̃τα, ὠ̃ Μέλητε; τοσου̃τον σὺ ἐμου̃ σοφώτερος εἰ̃ τη - λικούτου ὄντος τηλικόσδε ὤν, ὥστε σὺ μὲν ἔγνωκας ὅτι οἱ μὲν κακοὶ κακόν τι ἐργάζονται ἀεὶ τοὺς μάλιστα πλησίον ἑαυτω̃ν, οἱ δὲ ἀγαθοὶ ἀγαθόν, ἐγὼ δὲ δὴ εἰς τοσου̃τον ἀμα - θίας ἥκω ὥστε καὶ του̃τ' ἀγνοω̃, ὅτι ἐάν τινα μοχθηρὸν ποιήσω τω̃ν συνόντων, κινδυνεύσω κακόν τι λαβει̃ν ὑπ' αὐτου̃, ὥστε του̃το [τὸ] τοσου̃τον κακὸν ἑκὼν ποιω̃, ὡς φὴ̨ς σύ; ταυ̃τα ἐγώ σοι οὐ πείθομαι, ὠ̃ Μέλητε, οἰ̃μαι δὲ οὐδὲ ἄλλον ἀνθρώπων οὐδένα: ἀλλ' ἢ οὐ διαφθείρω, ἢ εἰ διαφθείρω, ἄκων, ὥστε σύ γε κατ' ἀμφότερα ψεύδη̨. εἰ δὲ ἄκων δια - φθείρω, τω̃ν τοιούτων [καὶ ἀκουσίων] ἁμαρτημάτων οὐ δευ̃ρο νόμος εἰσάγειν ἐστίν, ἀλλὰ ἰδία̨ λαβόντα διδάσκειν καὶ νου - θετει̃ν: δη̃λον γὰρ ὅτι ἐὰν μάθω, παύσομαι ὅ γε ἄκων ποιω̃. σὺ δὲ συγγενέσθαι μέν μοι καὶ διδάξαι ἔφυγες καὶ οὐκ ἠθέλησασ, δευ̃ρο δὲ εἰσάγεισ, οἱ̃ νόμος ἐστὶν εἰσάγειν τοὺς κολάσεως δεομένους ἀλλ' οὐ μαθήσεωσ.

'Αλλὰ γάρ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, του̃το μὲν ἤδη δη̃λον οὑγὼ ἔλεγον, ὅτι Μελήτω̨ τούτων οὔτε μέγα οὔτε μικρὸν πώποτε ἐμέλησεν. ὅμως δὲ δὴ λέγε ἡμι̃ν, πω̃ς με φὴ̨ς διαφθείρειν, ὠ̃ Μέλητε, τοὺς νεωτέρουσ; ἢ δη̃λον δὴ ὅτι κατὰ τὴν γραφὴν ἣν ἐγράψω θεοὺς διδάσκοντα μὴ νομίζειν οὓς ἡ πόλις νομίζει, ἕτερα δὲ δαιμόνια καινά; οὐ ταυ̃τα λέγεις ὅτι διδάσκων διαφθείρω;

Πάνυ μὲν οὐ̃ν σφόδρα ταυ̃τα λέγω.

Πρὸς αὐτω̃ν τοίνυν, ὠ̃ Μέλητε, τούτων τω̃ν θεω̃ν ὡ̃ν νυ̃ν ὁ λόγος ἐστίν, εἰπὲ ἔτι σαφέστερον καὶ ἐμοὶ καὶ τοι̃ς ἀνδράσιν τουτοισί. ἐγὼ γὰρ οὐ δύναμαι μαθει̃ν πότερον λέγεις διδάσκειν με νομίζειν εἰ̃ναί τινας θεούσ - καὶ αὐτὸς ἄρα νομίζω εἰ̃ναι θεοὺς καὶ οὐκ εἰμὶ τὸ παράπαν ἄθεος οὐδὲ ταύτη̨ ἀδικω̃ οὐ μέντοι οὕσπερ γε ἡ πόλις ἀλλὰ ἑτέρουσ, καὶ του̃τ' ἔστιν ὅ μοι ἐγκαλει̃σ, ὅτι ἑτέρουσ, ἢ παντάπασί με φὴ̨ς οὔτε αὐτὸν νομίζειν θεοὺς τούς τε ἄλλους ταυ̃τα διδάσκειν.

Ταυ̃τα λέγω, ὡς τὸ παράπαν οὐ νομίζεις θεούσ.

~'Ω θαυμάσιε Μέλητε, ἵνα τί ταυ̃τα λέγεισ; οὐδὲ ἥλιον οὐδὲ σελήνην ἄρα νομίζω θεοὺς εἰ̃ναι, ὥσπερ οἱ ἄλλοι ἄν - θρωποι;

Μὰ Δί', ὠ̃ ἄνδρες δικασταί, ἐπεὶ τὸν μὲν ἥλιον λίθον φησὶν εἰ̃ναι, τὴν δὲ σελήνην γη̃ν.

'Αναξαγόρου οἴει κατηγορει̃ν, ὠ̃ φίλε Μέλητε; καὶ οὕτω καταφρονει̃ς τω̃νδε καὶ οἴει αὐτοὺς ἀπείρους γραμμάτων εἰ̃ναι ὥστε οὐκ εἰδέναι ὅτι τὰ 'Αναξαγόρου βιβλία του̃ Κλαζομε - νίου γέμει τούτων τω̃ν λόγων; καὶ δὴ καὶ οἱ νέοι ταυ̃τα παρ' ἐμου̃ μανθάνουσιν, ἃ ἔξεστιν ἐνίοτε εἰ πάνυ πολλου̃ δραχμη̃ς ἐκ τη̃ς ὀρχήστρας πριαμένοις Σωκράτους καταγελα̃ν, ἐὰν προσποιη̃ται ἑαυτου̃ εἰ̃ναι, ἄλλως τε καὶ οὕτως ἄτοπα ὄντα; ἀλλ', ὠ̃ πρὸς Διόσ, οὑτωσί σοι δοκω̃; οὐδένα νομίζω θεὸν εἰ̃ναι;

Οὐ μέντοι μὰ Δία οὐδ' ὁπωστιου̃ν.

'Άπιστός γ' εἰ̃, ὠ̃ Μέλητε, καὶ ταυ̃τα μέντοι, ὡς ἐμοὶ δοκει̃σ, σαυτω̨̃. ἐμοὶ γὰρ δοκει̃ οὑτοσί, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, πάνυ εἰ̃ναι ὑβριστὴς καὶ ἀκόλαστοσ, καὶ ἀτεχνω̃ς τὴν γρα - φὴν ταύτην ὕβρει τινὶ καὶ ἀκολασία̨ καὶ νεότητι γράψασθαι. ἔοικεν γὰρ ὥσπερ αἴνιγμα συντιθέντι διαπειρωμένω̨ "~'Αρα γνώσεται Σωκράτης ὁ σοφὸς δὴ ἐμου̃ χαριεντιζομένου καὶ ἐναντί' ἐμαυτω̨̃ λέγοντοσ, ἢ ἐξαπατήσω αὐτὸν καὶ τοὺς ἄλ - λους τοὺς ἀκούοντασ;" οὑ̃τος γὰρ ἐμοὶ φαίνεται τὰ ἐναντία λέγειν αὐτὸς ἑαυτω̨̃ ἐν τη̨̃ γραφη̨̃ ὥσπερ ἂν εἰ εἴποι: "'Αδικει̃ Σωκράτης θεοὺς οὐ νομίζων, ἀλλὰ θεοὺς νομίζων." καίτοι του̃τό ἐστι παίζοντοσ.

Συνεπισκέψασθε δή, ὠ̃ ἄνδρεσ, ἡ̨̃ μοι φαίνεται ταυ̃τα λέγειν: σὺ δὲ ἡμι̃ν ἀπόκριναι, ὠ̃ Μέλητε. ὑμει̃ς δέ, ὅπερ κατ' ἀρχὰς ὑμα̃ς παρη̨τησάμην, μέμνησθέ μοι μὴ θορυβει̃ν ἐὰν ἐν τω̨̃ εἰωθότι τρόπω̨ τοὺς λόγους ποιω̃μαι.

'Έστιν ὅστις ἀνθρώπων, ὠ̃ Μέλητε, ἀνθρώπεια μὲν νομίζει πράγματ' εἰ̃ναι, ἀνθρώπους δὲ οὐ νομίζει; ἀποκρινέσθω, ὠ̃ ἄνδρεσ, καὶ μὴ ἄλλα καὶ ἄλλα θορυβείτω: ἔσθ' ὅστις ἵππους μὲν οὐ νομίζει, ἱππικὰ δὲ πράγματα; ἢ αὐλητὰς μὲν οὐ νομίζει εἰ̃ναι, αὐλητικὰ δὲ πράγματα; οὐκ ἔστιν, ὠ̃ ἄριστε ἀνδρω̃ν: εἰ μὴ σὺ βούλει ἀποκρίνεσθαι, ἐγὼ σοὶ λέγω καὶ τοι̃ς ἄλλοις τουτοισί. ἀλλὰ τὸ ἐπὶ τούτω̨ γε ἀπόκριναι: ἔσθ' ὅστις δαιμόνια μὲν νομίζει πράγματ' εἰ̃ναι, δαίμονας δὲ οὐ νομίζει;

Οὐκ ἔστιν.

'Ως ὤνησας ὅτι μόγις ἀπεκρίνω ὑπὸ τουτωνὶ ἀναγκαζό - μενοσ. οὐκου̃ν δαιμόνια μὲν φή̨ς με καὶ νομίζειν καὶ διδά - σκειν, εἴτ' οὐ̃ν καινὰ εἴτε παλαιά, ἀλλ' οὐ̃ν δαιμόνιά γε νομίζω κατὰ τὸν σὸν λόγον, καὶ ταυ̃τα καὶ διωμόσω ἐν τη̨̃ ἀντιγραφη̨̃. εἰ δὲ δαιμόνια νομίζω, καὶ δαίμονας δήπου πολλὴ ἀνάγκη νομίζειν μέ ἐστιν: οὐχ οὕτως ἔχει; ἔχει δή: τίθημι γάρ σε ὁμολογου̃ντα, ἐπειδὴ οὐκ ἀποκρίνη̨. τοὺς δὲ δαίμονας οὐχὶ ἤτοι θεούς γε ἡγούμεθα ἢ θεω̃ν παι̃δασ; φὴ̨ς ἢ οὔ;

Πάνυ γε.

Οὐκου̃ν εἴπερ δαίμονας ἡγου̃μαι, ὡς σὺ φή̨σ, εἰ μὲν θεοί τινές εἰσιν οἱ δαίμονεσ, του̃τ' ἂν εἴη ὃ ἐγώ φημί σε αἰνίτ - τεσθαι καὶ χαριεντίζεσθαι, θεοὺς οὐχ ἡγούμενον φάναι με θεοὺς αὐ̃ ἡγει̃σθαι πάλιν, ἐπειδήπερ γε δαίμονας ἡγου̃μαι: εἰ δ' αὐ̃ οἱ δαίμονες θεω̃ν παι̃δές εἰσιν νόθοι τινὲς ἢ ἐκ νυμ - φω̃ν ἢ ἔκ τινων ἄλλων ὡ̃ν δὴ καὶ λέγονται, τίς ἂν ἀνθρώ - πων θεω̃ν μὲν παι̃δας ἡγοι̃το εἰ̃ναι, θεοὺς δὲ μή; ὁμοίως γὰρ ἂν ἄτοπον εἴη ὥσπερ ἂν εἴ τις ἵππων μὲν παι̃δας ἡγοι̃το ἢ καὶ ὄνων, τοὺς ἡμιόνουσ, ἵππους δὲ καὶ ὄνους μὴ ἡγοι̃το εἰ̃ναι. ἀλλ', ὠ̃ Μέλητε, οὐκ ἔστιν ὅπως σὺ ταυ̃τα οὐχὶ ἀποπειρώμενος ἡμω̃ν ἐγράψω τὴν γραφὴν ταύτην ἢ ἀπορω̃ν ὅτι ἐγκαλοι̃ς ἐμοὶ ἀληθὲς ἀδίκημα: ὅπως δὲ σύ τινα πείθοις ἂν καὶ σμικρὸν νου̃ν ἔχοντα ἀνθρώπων, ὡς οὐ του̃ αὐτου̃ ἔστιν καὶ δαιμόνια καὶ θει̃α ἡγει̃σθαι, καὶ αὐ̃ του̃ αὐτου̃ μήτε δαίμονας μήτε θεοὺς μήτε ἥρωασ, οὐδεμία μηχανή ἐστιν.

'Αλλὰ γάρ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, ὡς μὲν ἐγὼ οὐκ ἀδικω̃ κατὰ τὴν Μελήτου γραφήν, οὐ πολλη̃ς μοι δοκει̃ εἰ̃ναι ἀπο - λογίασ, ἀλλὰ ἱκανὰ καὶ ταυ̃τα: ὃ δὲ καὶ ἐν τοι̃ς ἔμπροσθεν ἔλεγον, ὅτι πολλή μοι ἀπέχθεια γέγονεν καὶ πρὸς πολλούσ, εὐ̃ ἴστε ὅτι ἀληθές ἐστιν. καὶ του̃τ' ἔστιν ὃ ἐμὲ αἱρει̃, ἐάν - περ αἱρη̨̃, οὐ Μέλητος οὐδὲ 'Άνυτος ἀλλ' ἡ τω̃ν πολλω̃ν δια - βολή τε καὶ φθόνοσ. ἃ δὴ πολλοὺς καὶ ἄλλους καὶ ἀγαθοὺς ἄνδρας ἥ̨ρηκεν, οἰ̃μαι δὲ καὶ αἱρήσει: οὐδὲν δὲ δεινὸν μὴ ἐν ἐμοὶ στη̨̃.

'Ίσως ἂν οὐ̃ν εἴποι τισ: "Εἰ̃τ' οὐκ αἰσχύνη̨, ὠ̃ Σώκρατεσ, τοιου̃τον ἐπιτήδευμα ἐπιτηδεύσας ἐξ οὑ̃ κινδυνεύεις νυνὶ ἀπο - θανει̃ν;" ἐγὼ δὲ τούτω̨ ἂν δίκαιον λόγον ἀντείποιμι, ὅτι "Οὐ καλω̃ς λέγεισ, ὠ̃ ἄνθρωπε, εἰ οἴει δει̃ν κίνδυνον ὑπολογίζεσθαι του̃ ζη̃ν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλ' οὐκ ἐκει̃νο μόνον σκοπει̃ν ὅταν πράττη̨, πότερον δίκαια ἢ ἄδικα πράττει, καὶ ἀνδρὸς ἀγαθου̃ ἔργα ἢ κακου̃. φαυ̃λοι γὰρ ἂν τω̨̃ γε σω̨̃ λόγω̨ εἰ̃εν τω̃ν ἡμιθέων ὅσοι ἐν Τροία̨ τετελευτήκασιν οἵ τε ἄλλοι καὶ ὁ τη̃ς Θέτιδος ὑόσ, ὃς τοσου̃τον του̃ κινδύνου κατεφρόνησεν παρὰ τὸ αἰσχρόν τι ὑπομει̃ναι ὥστε, ἐπειδὴ εἰ̃πεν ἡ μήτηρ αὐτω̨̃ προθυμουμένω̨ 'Έκτορα ἀποκτει̃ναι, θεὸς οὐ̃σα, οὑτωσί πωσ, ὡς ἐγὼ οἰ̃μαι: "~'Ω παι̃, εἰ τιμωρήσεις Πατρόκλω̨ τω̨̃ ἑταίρω̨ τὸν φόνον καὶ 'Έκτορα ἀποκτενει̃σ, αὐτὸς ἀποθανη̨̃ - αὐτίκα γάρ τοι," φησί, "μεθ' 'Έκτορα πότμος ἑτοι̃μοσ" - ὁ δὲ του̃το ἀκούσας του̃ μὲν θανάτου καὶ του̃ κινδύνου ὠλιγώρησε, πολὺ δὲ μα̃λλον δείσας τὸ ζη̃ν κακὸς ὢν καὶ τοι̃ς φίλοις μὴ τιμωρει̃ν, "Αὐτίκα," φησί, "τεθναίην, δίκην ἐπιθεὶς τω̨̃ ἀδικου̃ντι, ἵνα μὴ ἐνθάδε μένω καταγέλαστος παρὰ νηυσὶ κορωνίσιν ἄχθος ἀρούρησ." μὴ αὐτὸν οἴει φροντίσαι θανάτου καὶ κινδύνου;"

Οὕτω γὰρ ἔχει, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, τη̨̃ ἀληθεία̨: οὑ̃ ἄν τις ἑαυτὸν τάξη̨ ἡγησάμενος βέλτιστον εἰ̃ναι ἢ ὑπ' ἄρχοντος ταχθη̨̃, ἐνταυ̃θα δει̃, ὡς ἐμοὶ δοκει̃, μένοντα κινδυνεύειν, μηδὲν ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο μηδὲν πρὸ του̃ αἰσχρου̃. ἐγὼ οὐ̃ν δεινὰ ἂν εἴην εἰργασμένοσ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, εἰ ὅτε μέν με οἱ ἄρχοντες ἔταττον, οὓς ὑμει̃ς εἵλεσθε ἄρχειν μου, καὶ ἐν Ποτειδαία̨ καὶ ἐν 'Αμφιπόλει καὶ ἐπὶ Δηλίω̨, τότε μὲν οὑ̃ ἐκει̃νοι ἔταττον ἔμενον ὥσπερ καὶ ἄλλος τις καὶ ἐκινδύνευον ἀποθανει̃ν, του̃ δὲ θεου̃ τάττοντοσ, ὡς ἐγὼ ὠ̨ήθην τε καὶ ὑπέλαβον, φιλοσοφου̃ντά με δει̃ν ζη̃ν καὶ ἐξετά - ζοντα ἐμαυτὸν καὶ τοὺς ἄλλουσ, ἐνταυ̃θα δὲ φοβηθεὶς ἢ θάνατον ἣ ἄλλ' ὁτιου̃ν πρα̃γμα λίποιμι τὴν τάξιν. δεινόν τἂν εἴη, καὶ ὡς ἀληθω̃ς τότ' ἄν με δικαίως εἰσάγοι τις εἰς δικαστήριον, ὅτι οὐ νομίζω θεοὺς εἰ̃ναι ἀπειθω̃ν τη̨̃ μαντεία̨ καὶ δεδιὼς θάνατον καὶ οἰόμενος σοφὸς εἰ̃ναι οὐκ ὤν. τὸ γάρ τοι θάνατον δεδιέναι, ὠ̃ ἄνδρεσ, οὐδὲν ἄλλο ἐστὶν ἢ δοκει̃ν σοφὸν εἰ̃ναι μὴ ὄντα: δοκει̃ν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἰ̃δεν. οἰ̃δε μὲν γὰρ οὐδεὶς τὸν θάνατον οὐδ' εἰ τυγχάνει τω̨̃ ἀνθρώπω̨ πάντων μέγιστον ὂν τω̃ν ἀγαθω̃ν, δεδίασι δ' ὡς εὐ̃ εἰδότες ὅτι μέγιστον τω̃ν κακω̃ν ἐστι. καίτοι πω̃ς οὐκ ἀμαθία ἐστὶν αὕτη ἡ ἐπονείδιστοσ, ἡ του̃ οἴεσθαι εἰδέναι ἃ οὐκ οἰ̃δεν; ἐγὼ δ', ὠ̃ ἄνδρεσ, τούτω̨ καὶ ἐνταυ̃θα ἴσως διαφέρω τω̃ν πολλω̃ν ἀνθρώπων, καὶ εἰ δή τω̨ σοφώτερός του φαίην εἰ̃ναι, τούτω̨ ἄν, ὅτι οὐκ εἰδὼς ἱκανω̃ς περὶ τω̃ν ἐν 'Άιδου οὕτω καὶ οἴομαι οὐκ εἰδέναι: τὸ δὲ ἀδικει̃ν καὶ ἀπειθει̃ν τω̨̃ βελτίονι καὶ θεω̨̃ καὶ ἀνθρώπω̨, ὅτι κακὸν καὶ αἰσχρόν ἐστιν οἰ̃δα. πρὸ οὐ̃ν τω̃ν κακω̃ν ὡ̃ν οἰ̃δα ὅτι κακά ἐστιν, ἃ μὴ οἰ̃δα εἰ καὶ ἀγαθὰ ὄντα τυγχάνει οὐδέποτε φοβήσομαι οὐδὲ φεύξομαι: ὥστε οὐδ' εἴ με νυ̃ν ὑμει̃ς ἀφίετε 'Ανύτω̨ ἀπιστήσαντεσ, ὃς ἔφη ἢ τὴν ἀρχὴν οὐ δει̃ν ἐμὲ δευ̃ρο εἰσελθει̃ν ἤ, ἐπειδὴ εἰση̃λθον, οὐχ οἱ̃όν τ' εἰ̃ναι τὸ μὴ ἀποκτει̃ναί με, λέγων πρὸς ὑμα̃ς ὡς εἰ διαφευξοίμην ἤδη [ἂν] ὑμω̃ν οἱ ὑει̃ς ἐπιτηδεύοντες ἃ Σωκρά - της διδάσκει πάντες παντάπασι διαφθαρήσονται, - εἴ μοι πρὸς ταυ̃τα εἴποιτε: "~'Ω Σώκρατεσ, νυ̃ν μὲν 'Ανύτω̨ οὐ πεισόμεθα ἀλλ' ἀφίεμέν σε, ἐπὶ τούτω̨ μέντοι, ἐφ' ὡ̨̃τε μηκέτι ἐν ταύτη̨ τη̨̃ ζητήσει διατρίβειν μηδὲ φιλοσοφει̃ν: ἐὰν δὲ ἁλω̨̃ς ἔτι του̃το πράττων, ἀποθανη̨̃" - εἰ οὐ̃ν με, ὅπερ εἰ̃πον, ἐπὶ τούτοις ἀφίοιτε, εἴποιμ' ἂν ὑμι̃ν ὅτι "'Εγὼ ὑμα̃σ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, ἀσπάζομαι μὲν καὶ φιλω̃, πείσομαι δὲ μα̃λλον τω̨̃ θεω̨̃ ἢ ὑμι̃ν, καὶ ἕωσπερ ἂν ἐμπνέω καὶ οἱ̃ός τε ὠ̃, οὐ μὴ παύσωμαι φιλοσοφω̃ν καὶ ὑμι̃ν παρακελευόμενός τε καὶ ἐνδεικνύμενος ὅτω̨ ἂν ἀεὶ ἐντυγχάνω ὑμω̃ν, λέγων οἱ̃άπερ εἴωθα, ὅτι "~'Ω ἄριστε ἀνδρω̃ν, 'Αθηναι̃ος ὤν, πόλεως τη̃ς μεγίστης καὶ εὐδοκιμωτάτης εἰς σοφίαν καὶ ἰσχύν, χρημάτων μὲν οὐκ αἰσχύνη̨ ἐπιμελούμενος ὅπως σοι ἔσται ὡς πλει̃στα, καὶ δόξης καὶ τιμη̃σ, φρονήσεως δὲ καὶ ἀληθείας καὶ τη̃ς ψυ& #967;η̃ς ὅπως ὡς βελτίστη ἔσται οὐκ ἐπιμελη̨̃ οὐδὲ φροντί - ζεισ;" καὶ ἐάν τις ὑμω̃ν ἀμφισβητήση̨ καὶ φη̨̃ ἐπιμελει̃σθαι, οὐκ εὐθὺς ἀφήσω αὐτὸν οὐδ' ἄπειμι, ἀλλ' ἐρήσομαι αὐτὸν καὶ ἐξετάσω καὶ ἐλέγξω, καὶ ἐάν μοι μὴ δοκη̨̃ κεκτη̃σθαι ἀρετήν, φάναι δέ, ὀνειδιω̃ ὅτι τὰ πλείστου ἄξια περὶ ἐλαχίστου ποι - ει̃ται, τὰ δὲ φαυλότερα περὶ πλείονοσ. ταυ̃τα καὶ νεωτέρω̨ καὶ πρεσβυτέρω̨ ὅτω̨ ἂν ἐντυγχάνω ποιήσω, καὶ ξένω̨ καὶ ἀστω̨̃, μα̃λλον δὲ τοι̃ς ἀστοι̃σ, ὅσω̨ μου ἐγγυτέρω ἐστὲ γένει. ταυ̃τα γὰρ κελεύει ὁ θεόσ, εὐ̃ ἴστε, καὶ ἐγὼ οἴομαι οὐδέν πω ὑμι̃ν μει̃ζον ἀγαθὸν γενέσθαι ἐν τη̨̃ πόλει ἢ τὴν ἐμὴν τω̨̃ θεω̨̃ ὑπηρεσίαν. οὐδὲν γὰρ ἄλλο πράττων ἐγὼ περιέρχομαι ἢ πείθων ὑμω̃ν καὶ νεωτέρους καὶ πρεσβυτέρους μήτε σωμάτων ἐπιμελει̃σθαι μήτε χρημάτων πρότερον μηδὲ οὕτω σφόδρα ὡς τη̃ς ψυχη̃ς ὅπως ὡς ἀρίστη ἔσται, λέγων ὅτι "Οὐκ ἐκ χρημάτων ἀρετὴ γίγνεται, ἀλλ' ἐξ ἀρετη̃ς χρήματα καὶ τὰ ἄλλα ἀγαθὰ τοι̃ς ἀνθρώποις ἅπαντα καὶ ἰδία̨ καὶ δημοσία̨." εἰ μὲν οὐ̃ν ταυ̃τα λέγων διαφθείρω τοὺς νέουσ, ταυ̃τ' ἂν εἴη βλαβερά: εἰ δέ τίς μέ φησιν ἄλλα λέγειν ἢ ταυ̃τα, οὐδὲν λέγει. πρὸς ταυ̃τα," φαίην ἄν, "ὠ̃ ἄνδρες 'Αθηναι̃οι, ἢ πείθεσθε 'Ανύτω̨ ἢ μή, καὶ ἢ ἀφίετέ με ἢ μή, ὡς ἐμου̃ οὐκ ἂν ποιήσαντος ἄλλα, οὐδ' εἰ μέλλω πολλάκις τεθνάναι."

Μὴ θορυβει̃τε, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, ἀλλ' ἐμμείνατέ μοι οἱ̃ς ἐδεήθην ὑμω̃ν, μὴ θορυβει̃ν ἐφ' οἱ̃ς ἂν λέγω ἀλλ' ἀκούειν: καὶ γάρ, ὡς ἐγὼ οἰ̃μαι, ὀνήσεσθε ἀκούοντεσ. μέλλω γὰρ οὐ̃ν ἄττα ὑμι̃ν ἐρει̃ν καὶ ἄλλα ἐφ' οἱ̃ς ἴσως βοήσεσθε: ἀλλὰ μηδαμω̃ς ποιει̃τε του̃το. εὐ̃ γὰρ ἴστε, ἐάν με ἀποκτείνητε τοιου̃τον ὄντα οἱ̃ον ἐγὼ λέγω, οὐκ ἐμὲ μείζω βλάψετε ἢ ὑμα̃ς αὐτούσ: ἐμὲ μὲν γὰρ οὐδὲν ἂν βλάψειεν οὔτε Μέλητος οὔτε 'Άνυτοσ - οὐδὲ γὰρ ἂν δύναιτο - οὐ γὰρ οἴομαι θεμιτὸν εἰ̃ναι ἀμείνονι ἀνδρὶ ὑπὸ χείρονος βλάπτεσθαι. ἀποκτείνειε μεντἂν ἴσως ἢ ἐξελάσειεν ἢ ἀτιμώσειεν: ἀλλὰ ταυ̃τα οὑ̃τος μὲν ἴσως οἴεται καὶ ἄλλος τίς που μεγάλα κακά, ἐγὼ δ' οὐκ οἴομαι, ἀλλὰ πολὺ μα̃λλον ποιει̃ν ἃ οὑτοσὶ νυ̃ν ποιει̃, ἄνδρα ἀδίκως ἐπιχειρει̃ν ἀποκτεινύναι. νυ̃ν οὐ̃ν, ὠ̃ ἄνδρες 'Αθη - ναι̃οι, πολλου̃ δέω ἐγὼ ὑπὲρ ἐμαυτου̃ ἀπολογει̃σθαι, ὥς τις ἂν οἴοιτο, ἀλλὰ ὑπὲρ ὑμω̃ν, μή τι ἐξαμάρτητε περὶ τὴν του̃ θεου̃ δόσιν ὑμι̃ν ἐμου̃ καταψηφισάμενοι. ἐὰν γάρ με ἀπο - κτείνητε, οὐ ῥα̨δίως ἄλλον τοιου̃τον εὑρήσετε, ἀτεχνω̃σ - εἰ καὶ γελοιότερον εἰπει̃ν - προσκείμενον τη̨̃ πόλει ὑπὸ του̃ θεου̃ ὥσπερ ἵππω̨ μεγάλω̨ μὲν καὶ γενναίω̨, ὑπὸ μεγέθους δὲ νωθε - στέρω̨ καὶ δεομένω̨ ἐγείρεσθαι ὑπὸ μύωπός τινοσ, οἱ̃ον δή μοι δοκει̃ ὁ θεὸς ἐμὲ τη̨̃ πόλει προστεθηκέναι τοιου̃τόν τινα, ὃς ὑμα̃ς ἐγείρων καὶ πείθων καὶ ὀνειδίζων ἕνα ἕκαστον οὐδὲν παύομαι τὴν ἡμέραν ὅλην πανταχου̃ προσκαθίζων. τοιου̃τος οὐ̃ν ἄλλος οὐ ῥα̨δίως ὑμι̃ν γενήσεται, ὠ̃ ἄνδρεσ, ἀλλ' ἐὰν ἐμοὶ πείθησθε, φείσεσθέ μου: ὑμει̃ς δ' ἴσως τάχ' ἂν ἀχθόμενοι, ὥσπερ οἱ νυστάζοντες ἐγειρόμενοι, κρούσαντες ἄν με, πειθόμενοι 'Ανύτω̨, ῥα̨δίως ἂν ἀποκτείναιτε, εἰ̃τα τὸν λοιπὸν βίον καθεύδοντες διατελοι̃τε ἄν, εἰ μή τινα ἄλλον ὁ θεὸς ὑμι̃ν ἐπιπέμψειεν κηδόμενος ὑμω̃ν. ὅτι δ' ἐγὼ τυγχάνω ὢν τοιου̃τος οἱ̃ος ὑπὸ του̃ θεου̃ τη̨̃ πόλει δεδόσθαι, ἐνθένδε ἂν κατανοήσαιτε: οὐ γὰρ ἀνθρωπίνω̨ ἔοικε τὸ ἐμὲ τω̃ν μὲν ἐμαυτου̃ πάντων ἠμεληκέναι καὶ ἀνέχεσθαι τω̃ν οἰκείων ἀμελουμένων τοσαυ̃τα ἤδη ἔτη, τὸ δὲ ὑμέτερον πράττειν ἀεί, ἰδία̨ ἑκάστω̨ προσιόντα ὥσπερ πατέρα ἢ ἀδελφὸν πρεσβύ - τερον πείθοντα ἐπιμελει̃σθαι ἀρετη̃σ. καὶ εἰ μέν τι ἀπὸ τούτων ἀπέλαυον καὶ μισθὸν λαμβάνων ταυ̃τα παρεκε - λευόμην, εἰ̃χον ἄν τινα λόγον: νυ̃ν δὲ ὁρα̃τε δὴ καὶ αὐτοὶ ὅτι οἱ κατήγοροι τἀ̃λλα πάντα ἀναισχύντως οὕτω κατη - γορου̃ντες του̃τό γε οὐχ οἱ̃οί τε ἐγένοντο ἀπαναισχυντη̃σαι παρασχόμενοι μάρτυρα, ὡς ἐγώ ποτέ τινα ἢ ἐπραξάμην μισθὸν ἢ ἤ̨τησα. ἱκανὸν γάρ, οἰ̃μαι, ἐγὼ παρέχομαι τὸν μάρτυρα ὡς ἀληθη̃ λέγω, τὴν πενίαν.

'Ίσως ἂν οὐ̃ν δόξειεν ἄτοπον εἰ̃ναι, ὅτι δὴ ἐγὼ ἰδία̨ μὲν ταυ̃τα συμβουλεύω περιιὼν καὶ πολυπραγμονω̃, δημοσία̨ δὲ οὐ τολμω̃ ἀναβαίνων εἰς τὸ πλη̃θος τὸ ὑμέτερον συμβου - λεύειν τη̨̃ πόλει. τούτου δὲ αἴτιόν ἐστιν ὃ ὑμει̃ς ἐμου̃ πολλάκις ἀκηκόατε πολλαχου̃ λέγοντοσ, ὅτι μοι θει̃όν τι καὶ δαιμόνιον γίγνεται [φωνή], ὃ δὴ καὶ ἐν τη̨̃ γραφη̨̃ ἐπικω - μω̨δω̃ν Μέλητος ἐγράψατο. ἐμοὶ δὲ του̃τ' ἔστιν ἐκ παιδὸς ἀρξάμενον, φωνή τις γιγνομένη, ἣ ὅταν γένηται, ἀεὶ ἀπο - τρέπει με του̃το ὃ ἂν μέλλω πράττειν, προτρέπει δὲ οὔποτε. του̃τ' ἔστιν ὅ μοι ἐναντιου̃ται τὰ πολιτικὰ πράττειν, καὶ παγκάλως γέ μοι δοκει̃ ἐναντιου̃σθαι: εὐ̃ γὰρ ἴστε, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, εἰ ἐγὼ πάλαι ἐπεχείρησα πράττειν τὰ πολιτικὰ πράγματα, πάλαι ἂν ἀπολώλη καὶ οὔτ' ἂν ὑμα̃ς ὠφελήκη οὐδὲν οὔτ' ἂν ἐμαυτόν. καί μοι μὴ ἄχθεσθε λέγοντι τἀληθη̃: οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔτε ὑμι̃ν οὔτε ἄλλω̨ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πολλὰ ἄδικα καὶ παράνομα ἐν τη̨̃ πόλει γίγνεσθαι, ἀλλ' ἀναγκαι̃όν ἐστι τὸν τω̨̃ ὄντι μαχούμενον ὑπὲρ του̃ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν ἀλλὰ μὴ δημοσιεύειν.

Μεγάλα δ' ἔγωγε ὑμι̃ν τεκμήρια παρέξομαι τούτων, οὐ λόγους ἀλλ' ὃ ὑμει̃ς τιμα̃τε, ἔργα. ἀκούσατε δή μοι τὰ συμβεβηκότα, ἵνα εἰδη̃τε ὅτι οὐδ' ἂν ἑνὶ ὑπεικάθοιμι παρὰ τὸ δίκαιον δείσας θάνατον, μὴ ὑπείκων δὲ ἀλλὰ κἂν ἀπο - λοίμην. ἐρω̃ δὲ ὑμι̃ν φορτικὰ μὲν καὶ δικανικά, ἀληθη̃ δέ. ἐγὼ γάρ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, ἄλλην μὲν ἀρχὴν οὐδεμίαν πώποτε ἠ̃ρξα ἐν τη̨̃ πόλει, ἐβούλευσα δέ: καὶ ἔτυχεν ἡμω̃ν ἡ φυλὴ 'Αντιοχὶς πρυτανεύουσα ὅτε ὑμει̃ς τοὺς δέκα στρατηγοὺς τοὺς οὐκ ἀνελομένους τοὺς ἐκ τη̃ς ναυμαχίας ἐβουλεύσασθε ἁθρόους κρίνειν, παρανόμωσ, ὡς ἐν τω̨̃ ὑστέρω̨ χρόνω̨ πα̃σιν ὑμι̃ν ἔδοξεν. τότ' ἐγὼ μόνος τω̃ν πρυτάνεων ἠναντιώθην ὑμι̃ν μηδὲν ποιει̃ν παρὰ τοὺς νόμους καὶ ἐναντία ἐψηφισάμην: καὶ ἑτοίμων ὄντων ἐνδεικνύναι με καὶ ἀπάγειν τω̃ν ῥητόρων, καὶ ὑμω̃ν κελευόντων καὶ βοώντων, μετὰ του̃ νόμου καὶ του̃ δικαίου ὤ̨μην μα̃λλόν με δει̃ν διακινδυνεύειν ἢ μεθ' ὑμω̃ν γενέσθαι μὴ δίκαια βουλευομένων, φοβηθέντα δεσμὸν ἢ θάνατον. καὶ ταυ̃τα μὲν ἠ̃ν ἔτι δημοκρατουμένης τη̃ς πόλεωσ: ἐπειδὴ δὲ ὀλιγαρχία ἐγένετο, οἱ τριάκοντα αὐ̃ μεταπεμψάμενοί με πέμπτον αὐτὸν εἰς τὴν θόλον προσέταξαν ἀγαγει̃ν ἐκ Σαλαμι̃νος Λέοντα τὸν Σαλαμίνιον ἵνα ἀποθάνοι, οἱ̃α δὴ καὶ ἄλλοις ἐκει̃νοι πολλοι̃ς πολλὰ προσέταττον, βου - λόμενοι ὡς πλείστους ἀναπλη̃σαι αἰτιω̃ν. τότε μέντοι ἐγὼ οὐ λόγω̨ ἀλλ' ἔργω̨ αὐ̃ ἐνεδειξάμην ὅτι ἐμοὶ θανάτου μὲν μέλει, εἰ μὴ ἀγροικότερον ἠ̃ν εἰπει̃ν, οὐδ' ὁτιου̃ν, του̃ δὲ μηδὲν ἄδικον μηδ' ἀνόσιον ἐργάζεσθαι, τούτου δὲ τὸ πα̃ν μέλει. ἐμὲ γὰρ ἐκείνη ἡ ἀρχὴ οὐκ ἐξέπληξεν, οὕτως ἰσχυρὰ οὐ̃σα, ὥστε ἄδικόν τι ἐργάσασθαι, ἀλλ' ἐπειδὴ ἐκ τη̃ς θόλου ἐξήλθομεν, οἱ μὲν τέτταρες ὤ̨χοντο εἰς Σαλαμι̃να καὶ ἤγαγον Λέοντα, ἐγὼ δὲ ὠ̨χόμην ἀπιὼν οἴκαδε. καὶ ἴσως ἂν διὰ ταυ̃τα ἀπέθανον, εἰ μὴ ἡ ἀρχὴ διὰ ταχέων κατελύθη. καὶ τούτων ὑμι̃ν ἔσονται πολλοὶ μάρτυρεσ.

~'Αρ' οὐ̃ν ἄν με οἴεσθε τοσάδε ἔτη διαγενέσθαι εἰ ἔπραττον τὰ δημόσια, καὶ πράττων ἀξίως ἀνδρὸς ἀγαθου̃ ἐβοήθουν τοι̃ς δικαίοις καὶ ὥσπερ χρὴ του̃το περὶ πλείστου ἐποιούμην; πολλου̃ γε δει̃, ὠ̃ ἄνδρες 'Αθηναι̃οι: οὐδὲ γὰρ ἂν ἄλλοσ ἀνθρώπων οὐδείσ. ἀλλ' ἐγὼ διὰ παντὸς του̃ βίου δημοσία̨ τε εἴ πού τι ἔπραξα τοιου̃τος φανου̃μαι, καὶ ἰδία̨ ὁ αὐτὸς οὑ̃τοσ, οὐδενὶ πώποτε συγχωρήσας οὐδὲν παρὰ τὸ δίκαιον οὔτε ἄλλω̨ οὔτε τούτων οὐδενὶ οὓς δὴ διαβάλλοντες ἐμέ φασιν ἐμοὺς μαθητὰς εἰ̃ναι. ἐγὼ δὲ διδάσκαλος μὲν οὐδενὸς πώποτ' ἐγενόμην: εἰ δέ τίς μου λέγοντος καὶ τὰ ἐμαυτου̃ πράττοντος ἐπιθυμοι̃ ἀκούειν, εἴτε νεώτερος εἴτε πρεσβύτεροσ, οὐδενὶ πώποτε ἐφθόνησα, οὐδὲ χρήματα μὲν λαμβάνων διαλέγομαι μὴ λαμβάνων δὲ οὔ, ἀλλ' ὁμοίως καὶ πλουσίω̨ καὶ πένητι παρέχω ἐμαυτὸν ἐρωτα̃ν, καὶ ἐάν τις βούληται ἀποκρινόμενος ἀκούειν ὡ̃ν ἂν λέγω. καὶ τούτων ἐγὼ εἴτε τις χρηστὸς γίγνεται εἴτε μή, οὐκ ἂν δικαίως τὴν αἰτίαν ὑπέχοιμι, ὡ̃ν μήτε ὑπεσχόμην μηδενὶ μηδὲν πώποτε μάθημα μήτε ἐδίδαξα: εἰ δέ τίς φησι παρ' ἐμου̃ πώποτέ τι μαθει̃ν ἢ ἀκου̃σαι ἰδία̨ ὅτι μὴ καὶ οἱ ἄλλοι πάντεσ, εὐ̃ ἴστε ὅτι οὐκ ἀληθη̃ λέγει.

'Αλλὰ διὰ τί δή ποτε μετ' ἐμου̃ χαίρουσί τινες πολὺν χρόνον διατρίβοντεσ; ἀκηκόατε, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, πα̃σαν ὑμι̃ν τὴν ἀλήθειαν ἐγὼ εἰ̃πον: ὅτι ἀκούοντες χαίρουσιν ἐξεταζομένοις τοι̃ς οἰομένοις μὲν εἰ̃ναι σοφοι̃σ, οὐ̃σι δ' οὔ. ἔστι γὰρ οὐκ ἀηδέσ. ἐμοὶ δὲ του̃το, ὡς ἐγώ φημι, προστέ - τακται ὑπὸ του̃ θεου̃ πράττειν καὶ ἐκ μαντείων καὶ ἐξ ἐνυπνίων καὶ παντὶ τρόπω̨ ὡ̨̃πέρ τίς ποτε καὶ ἄλλη θεία μοι̃ρα ἀνθρώπω̨ καὶ ὁτιου̃ν προσέταξε πράττειν. ταυ̃τα, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, καὶ ἀληθη̃ ἐστιν καὶ εὐέλεγκτα. εἰ γὰρ δὴ ἔγωγε τω̃ν νέων τοὺς μὲν διαφθείρω τοὺς δὲ διέφθαρκα, χρη̃ν δήπου, εἴτε τινὲς αὐτω̃ν πρεσβύτεροι γενόμενοι ἔγνωσαν ὅτι νέοις οὐ̃σιν αὐτοι̃ς ἐγὼ κακὸν πώποτέ τι συνεβούλευσα, νυνὶ αὐτοὺς ἀναβαίνοντας ἐμου̃ κατηγορει̃ν καὶ τιμωρει̃σθαι: εἰ δὲ μὴ αὐτοὶ ἤθελον, τω̃ν οἰκείων τινὰς τω̃ν ἐκείνων, πατέρας καὶ ἀδελφοὺς καὶ ἄλλους τοὺς προσήκοντασ, εἴπερ ὑπ' ἐμου̃ τι κακὸν ἐπεπόνθεσαν αὐτω̃ν οἱ οἰκει̃οι, νυ̃ν μεμνη̃σθαι καὶ τιμωρει̃σθαι. πάντως δὲ πάρεισιν αὐτω̃ν πολλοὶ ἐνταυθοι̃ οὓς ἐγὼ ὁρω̃, πρω̃τον μὲν Κρίτων οὑτοσί, ἐμὸς ἡλικιώτης καὶ δημότησ, Κριτοβούλου του̃δε πατήρ, ἔπειτα Λυσανίας ὁ Σφήττιοσ, Αἰσχίνου του̃δε πατήρ, ἔτι δ' 'Αντιφω̃ν ὁ Κηφι - σιεὺς οὑτοσί, 'Επιγένους πατήρ, ἄλλοι τοίνυν οὑ̃τοι ὡ̃ν οἱ ἀδελφοὶ ἐν ταύτη̨ τη̨̃ διατριβη̨̃ γεγόνασιν, Νικόστρατος Θεοζοτίδου, ἀδελφὸς Θεοδότου - καὶ ὁ μὲν Θεόδοτος τετε - λεύτηκεν, ὥστε οὐκ ἂν ἐκει̃νός γε αὐτου̃ καταδεηθείη - καὶ Παράλιος ὅδε, ὁ Δημοδόκου, οὑ̃ ἠ̃ν Θεάγης ἀδελφόσ: ὅδε δὲ 'Αδείμαντοσ, ὁ 'Αρίστωνοσ, οὑ̃ ἀδελφὸς οὑτοσὶ Πλάτων, καὶ Αἰαντόδωροσ, οὑ̃ 'Απολλόδωρος ὅδε ἀδελφόσ. καὶ ἄλλους πολλοὺς ἐγὼ ἔχω ὑμι̃ν εἰπει̃ν, ὡ̃ν τινα ἐχρη̃ν μάλιστα μὲν ἐν τω̨̃ ἑαυτου̃ λόγω̨ παρασχέσθαι Μέλητον μάρτυρα: εἰ δὲ τότε ἐπελάθετο, νυ̃ν παρασχέσθω - ἐγὼ παραχωρω̃ - καὶ λεγέτω εἴ τι ἔχει τοιου̃τον. ἀλλὰ τούτου πα̃ν τοὐναντίον εὑρήσετε, ὠ̃ ἄνδρεσ, πάντας ἐμοὶ βοηθει̃ν ἑτοίμους τω̨̃ διαφθείροντι, τω̨̃ κακὰ ἐργαζομένω̨ τοὺς οἰκείους αὐτω̃ν, ὥς φασι Μέλητος καὶ 'Άνυτοσ. αὐτοὶ μὲν γὰρ οἱ διεφθαρμένοι τάχ' ἂν λόγον ἔχοιεν βοηθου̃ντεσ: οἱ δὲ ἀδιάφθαρτοι, πρεσβύτεροι ἤδη ἄνδρεσ, οἱ τούτων προσήκοντεσ, τίνα ἄλλον ἔχουσι λόγον βοηθου̃ντες ἐμοὶ ἀλλ' ἢ τὸν ὀρθόν τε καὶ δίκαιον, ὅτι συνίσασι Μελήτω̨ μὲν ψευδομένω̨, ἐμοὶ δὲ ἀληθεύοντι;

Εἰ̃εν δή, ὠ̃ ἄνδρεσ: ἃ μὲν ἐγὼ ἔχοιμ' ἂν ἀπολογει̃σθαι, σχεδόν ἐστι ταυ̃τα καὶ ἄλλα ἴσως τοιαυ̃τα. τάχα δ' ἄν τις ὑμω̃ν ἀγανακτήσειεν ἀναμνησθεὶς ἑαυτου̃, εἰ ὁ μὲν καὶ ἐλάττω τουτουὶ̈ του̃ ἀγω̃νος ἀγω̃να ἀγωνιζόμενος ἐδεήθη τε καὶ ἱκέτευσε τοὺς δικαστὰς μετὰ πολλω̃ν δακρύων, παιδία τε αὑτου̃ ἀναβιβασάμενος ἵνα ὅτι μάλιστα ἐλεηθείη, καὶ ἄλλους τω̃ν οἰκείων καὶ φίλων πολλούσ, ἐγὼ δὲ οὐδὲν ἄρα τούτων ποιήσω, καὶ ταυ̃τα κινδυνεύων, ὡς ἂν δόξαιμι, τὸν ἔσχατον κίνδυνον. τάχ' ἂν οὐ̃ν τις ταυ̃τα ἐννοήσας αὐθαδέστερον ἂν πρός με σχοίη καὶ ὀργισθεὶς αὐτοι̃ς τούτοις θει̃το ἂν μετ' ὀργη̃ς τὴν ψη̃φον. εἰ δή τις ὑμω̃ν οὕτως ἔχει - οὐκ ἀξιω̃ μὲν γὰρ ἔγωγε, εἰ δ' οὐ̃ν - ἐπιεικη̃ ἄν μοι δοκω̃ πρὸς του̃τον λέγειν λέγων ὅτι "'Εμοί, ὠ̃ ἄριστε, εἰσὶν μέν πού τινες καὶ οἰκει̃οι: καὶ γὰρ του̃το αὐτὸ τὸ του̃ 'Ομήρου, οὐδ' ἐγὼ "ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρησ" πέφυκα ἀλλ' ἐξ ἀνθρώπων, ὥστε καὶ οἰκει̃οί μοί εἰσι καὶ ὑει̃ς γε, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, τρει̃σ, εἱ̃ς μὲν μειράκιον ἤδη, δύο δὲ παιδία: ἀλλ' ὅμως οὐδένα αὐτω̃ν δευ̃ρο ἀναβιβασάμενος δεήσομαι ὑμω̃ν ἀποψηφίσασθαι." τί δὴ οὐ̃ν οὐδὲν τούτων ποιήσω; οὐκ αὐθαδιζόμενοσ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, οὐδ' ὑμα̃ς ἀτιμάζων, ἀλλ' εἰ μὲν θαρραλέως ἐγὼ ἔχω πρὸς θάνατον ἢ μή, ἄλλος λόγοσ, πρὸς δ' οὐ̃ν δόξαν καὶ ἐμοὶ καὶ ὑμι̃ν καὶ ὅλη̨ τη̨̃ πόλει οὔ μοι δοκει̃ καλὸν εἰ̃ναι ἐμὲ τούτων οὐδὲν ποιει̃ν καὶ τηλικόνδε ὄντα καὶ του̃το τοὔνομα ἔχοντα, εἴτ' οὐ̃ν ἀληθὲς εἴτ' οὐ̃ν ψευ̃δοσ, ἀλλ' οὐ̃ν δεδογμένον γέ ἐστί τω̨ Σωκράτη διαφέρειν τω̃ν πολλω̃ν ἀνθρώπων. εἰ οὐ̃ν ὑμω̃ν οἱ δοκου̃ντες διαφέρειν εἴτε σοφία̨ εἴτε ἀνδρεία̨ εἴτε ἄλλη̨ ἡ̨τινιου̃ν ἀρετη̨̃ τοιου̃τοι ἔσονται, αἰσχρὸν ἂν εἴη: οἵουσπερ ἐγὼ πολλάκις ἑώρακά τινας ὅταν κρίνωνται, δο - κου̃ντας μέν τι εἰ̃ναι, θαυμάσια δὲ ἐργαζομένουσ, ὡς δεινόν τι οἰομένους πείσεσθαι εἰ ἀποθανου̃νται, ὥσπερ ἀθανάτων ἐσομένων ἂν ὑμει̃ς αὐτοὺς μὴ ἀποκτείνητε: οἳ ἐμοὶ δοκου̃σιν αἰσχύνην τη̨̃ πόλει περιάπτειν, ὥστ' ἄν τινα καὶ τω̃ν ξένων ὑπολαβει̃ν ὅτι οἱ διαφέροντες 'Αθηναίων εἰς ἀρετήν, οὓς αὐτοὶ ἑαυτω̃ν ἔν τε ται̃ς ἀρχαι̃ς καὶ ται̃ς ἄλλαις τιμαι̃ς προκρίνουσιν, οὑ̃τοι γυναικω̃ν οὐδὲν διαφέρουσιν. ταυ̃τα γάρ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, οὔτε ὑμα̃ς χρὴ ποιει̃ν τοὺς δοκου̃ντας καὶ ὁπη̨ου̃ν τι εἰ̃ναι, οὔτ', ἂν ἡμει̃ς ποιω̃μεν, ὑμα̃ς ἐπι - τρέπειν, ἀλλὰ του̃το αὐτὸ ἐνδείκνυσθαι, ὅτι πολὺ μα̃λλον καταψηφιει̃σθε του̃ τὰ ἐλεινὰ ταυ̃τα δράματα εἰσάγοντος καὶ καταγέλαστον τὴν πόλιν ποιου̃ντος ἢ του̃ ἡσυχίαν ἄγοντοσ.

Χωρὶς δὲ τη̃ς δόξησ, ὠ̃ ἄνδρεσ, οὐδὲ δίκαιόν μοι δοκει̃ εἰ̃ναι δει̃σθαι του̃ δικαστου̃ οὐδὲ δεόμενον ἀποφεύγειν, ἀλλὰ διδάσκειν καὶ πείθειν. οὐ γὰρ ἐπὶ τούτω̨ κάθηται ὁ δικα - στήσ, ἐπὶ τω̨̃ καταχαρίζεσθαι τὰ δίκαια, ἀλλ' ἐπὶ τω̨̃ κρίνειν ταυ̃τα: καὶ ὀμώμοκεν οὐ χαριει̃σθαι οἱ̃ς ἂν δοκη̨̃ αὐτω̨̃, ἀλλὰ δικάσειν κατὰ τοὺς νόμουσ. οὔκουν χρὴ οὔτε ἡμα̃ς ἐθίζειν ὑμα̃ς ἐπιορκει̃ν οὔθ' ὑμα̃ς ἐθίζεσθαι: οὐδέτεροι γὰρ ἂν ἡμω̃ν εὐσεβοι̃εν. μὴ οὐ̃ν ἀξιου̃τέ με, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, τοιαυ̃τα δει̃ν πρὸς ὑμα̃ς πράττειν ἃ μήτε ἡγου̃μαι καλὰ εἰ̃ναι μήτε δίκαια μήτε ὅσια, ἄλλως τε μέντοι νὴ Δία πάντως καὶ ἀσε - βείας φεύγοντα ὑπὸ Μελήτου τουτουΐ. σαφω̃ς γὰρ ἄν, εἰ πείθοιμι ὑμα̃ς καὶ τω̨̃ δει̃σθαι βιαζοίμην ὀμωμοκότασ, θεοὺς ἂν διδάσκοιμι μὴ ἡγει̃σθαι ὑμα̃ς εἰ̃ναι, καὶ ἀτεχνω̃ς ἀπολο - γούμενος κατηγοροίην ἂν ἐμαυτου̃ ὡς θεοὺς οὐ νομίζω. ἀλλὰ πολλου̃ δει̃ οὕτως ἔχειν: νομίζω τε γάρ, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, ὡς οὐδεὶς τω̃ν ἐμω̃ν κατηγόρων, καὶ ὑμι̃ν ἐπιτρέπω καὶ τω̨̃ θεω̨̃ κρι̃ναι περὶ ἐμου̃ ὅπη̨ μέλλει ἐμοί τε ἄριστα εἰ̃ναι καὶ ὑμι̃ν.

 

- - -

Τὸ μὲν μὴ ἀγανακτει̃ν, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, ἐπὶ τούτω̨ τω̨̃ γεγονότι, ὅτι μου κατεψηφίσασθε, ἄλλα τέ μοι πολλὰ συμβάλλεται, καὶ οὐκ ἀνέλπιστόν μοι γέγονεν τὸ γεγονὸς του̃το, ἀλλὰ πολὺ μα̃λλον θαυμάζω ἑκατέρων τω̃ν ψήφων τὸν γεγονότα ἀριθμόν. οὐ γὰρ ὠ̨όμην ἔγωγε οὕτω παρ' ὀλίγον ἔσεσθαι ἀλλὰ παρὰ πολύ: νυ̃ν δέ, ὡς ἔοικεν, εἰ τριάκοντα μόναι μετέπεσον τω̃ν ψήφων, ἀπεπεφεύγη ἄν. Μέλητον μὲν οὐ̃ν, ὡς ἐμοὶ δοκω̃, καὶ νυ̃ν ἀποπέφευγα, καὶ οὐ μόνον ἀποπέφευγα, ἀλλὰ παντὶ δη̃λον του̃τό γε, ὅτι εἰ μὴ ἀνέβη 'Άνυτος καὶ Λύκων κατηγορήσοντες ἐμου̃, κἂν ὠ̃φλε χιλίας δραχμάσ, οὐ μεταλαβὼν τὸ πέμπτον μέρος τω̃ν ψήφων.

Τιμα̃ται δ' οὐ̃ν μοι ὁ ἀνὴρ θανάτου. εἰ̃εν: ἐγὼ δὲ δὴ τίνος ὑμι̃ν ἀντιτιμήσομαι, ὠ̃ ἄνδρες 'Αθηναι̃οι; ἢ δη̃λον ὅτι τη̃ς ἀξίασ; τί οὐ̃ν; τί ἄξιός εἰμι παθει̃ν ἢ ἀποτει̃σαι, ὅτι μαθὼν ἐν τω̨̃ βίω̨ οὐχ ἡσυχίαν ἠ̃γον, ἀλλ' ἀμελήσας ὡ̃νπερ οἱ πολλοί, χρηματισμου̃ τε καὶ οἰκονομίας καὶ στρατηγιω̃ν καὶ δημηγοριω̃ν καὶ τω̃ν ἄλλων ἀρχω̃ν καὶ συνωμοσιω̃ν καὶ στάσεων τω̃ν ἐν τη̨̃ πόλει γιγνομένων, ἡγησάμενος ἐμαυτὸν τω̨̃ ὄντι ἐπιεικέστερον εἰ̃ναι ἢ ὥστε εἰς ταυ̃τ' ἰόντα σώ̨ζεσθαι, ἐνταυ̃θα μὲν οὐκ ἠ̨̃α οἱ̃ ἐλθὼν μήτε ὑμι̃ν μήτε ἐμαυτω̨̃ ἔμελ - λον μηδὲν ὄφελος εἰ̃ναι, ἐπὶ δὲ τὸ ἰδία̨ ἕκαστον ἰὼν εὐεργε - τει̃ν τὴν μεγίστην εὐεργεσίαν, ὡς ἐγώ φημι, ἐνταυ̃θα ἠ̨̃α, ἐπιχειρω̃ν ἕκαστον ὑμω̃ν πείθειν μὴ πρότερον μήτε τω̃ν ἑαυτου̃ μηδενὸς ἐπιμελει̃σθαι πρὶν ἑαυτου̃ ἐπιμεληθείη ὅπως ὡς βέλτιστος καὶ φρονιμώτατος ἔσοιτο, μήτε τω̃ν τη̃ς πό - λεωσ, πρὶν αὐτη̃ς τη̃ς πόλεωσ, τω̃ν τε ἄλλων οὕτω κατὰ τὸν αὐτὸν τρόπον ἐπιμελει̃σθαι - τί οὐ̃ν εἰμι ἄξιος παθει̃ν τοιου̃ - τος ὤν; ἀγαθόν τι, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, εἰ δει̃ γε κατὰ τὴν ἀξίαν τη̨̃ ἀληθεία̨ τιμα̃σθαι: καὶ ταυ̃τά γε ἀγαθὸν τοιου̃τον ὅτι ἂν πρέποι ἐμοί. τί οὐ̃ν πρέπει ἀνδρὶ πένητι εὐεργέτη̨ δεομένω̨ ἄγειν σχολὴν ἐπὶ τη̨̃ ὑμετέρα̨ παρακελεύσει; οὐκ ἔσθ' ὅτι μα̃λλον, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, πρέπει οὕτως ὡς τὸν τοιου̃τον ἄνδρα ἐν πρυτανείω̨ σιτει̃σθαι, πολύ γε μα̃λλον ἢ εἴ τις ὑμω̃ν ἵππω̨ ἢ συνωρίδι ἢ ζεύγει νενίκηκεν 'Ολυμπία - σιν: ὁ μὲν γὰρ ὑμα̃ς ποιει̃ εὐδαίμονας δοκει̃ν εἰ̃ναι, ἐγὼ δὲ εἰ̃ναι, καὶ ὁ μὲν τροφη̃ς οὐδὲν δει̃ται, ἐγὼ δὲ δέομαι. εἰ οὐ̃ν δει̃ με κατὰ τὸ δίκαιον τη̃ς ἀξίας τιμα̃σθαι, τούτου τιμω̃μαι, ἐν πρυτανείω̨ σιτήσεωσ.

'Ίσως οὐ̃ν ὑμι̃ν καὶ ταυτὶ λέγων παραπλησίως δοκω̃ λέγειν ὥσπερ περὶ του̃ οἴκτου καὶ τη̃ς ἀντιβολήσεωσ, ἀπαυθαδιζό - μενοσ: τὸ δὲ οὐκ ἔστιν, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, τοιου̃τον ἀλλὰ τοιόνδε μα̃λλον. πέπεισμαι ἐγὼ ἑκὼν εἰ̃ναι μηδένα ἀδικει̃ν ἀνθρώπων, ἀλλὰ ὑμα̃ς του̃το οὐ πείθω: ὀλίγον γὰρ χρόνον ἀλλήλοις διειλέγμεθα. ἐπεί, ὡς ἐγὠ̨̃μαι, εἰ ἠ̃ν ὑμι̃ν νόμοσ, ὥσπερ καὶ ἄλλοις ἀνθρώποισ, περὶ θανάτου μὴ μίαν ἡμέραν μόνον κρίνειν ἀλλὰ πολλάσ, ἐπείσθητε ἄν: νυ̃ν δ' οὐ ῥά̨διον ἐν χρόνω̨ ὀλίγω̨ μεγάλας διαβολὰς ἀπολύεσθαι. πεπεισμέ - νος δὴ ἐγὼ μηδένα ἀδικει̃ν πολλου̃ δέω ἐμαυτόν γε ἀδικήσειν καὶ κατ' ἐμαυτου̃ ἐρει̃ν αὐτὸς ὡς ἄξιός εἰμί του κακου̃ καὶ τιμήσεσθαι τοιούτου τινὸς ἐμαυτω̨̃. τί δείσασ; ἠ̃ μὴ πάθω του̃το οὑ̃ Μέλητός μοι τιμα̃ται, ὅ φημι οὐκ εἰδέναι οὔτ' εἰ ἀγαθὸν οὔτ' εἰ κακόν ἐστιν; ἀντὶ τούτου δὴ ἕλωμαι ὡ̃ν εὐ̃ οἰ̃δά τι κακω̃ν ὄντων τούτου τιμησάμενοσ; πότερον δεσμου̃; καὶ τί με δει̃ ζη̃ν ἐν δεσμωτηρίω̨, δουλεύοντα τη̨̃ ἀεὶ καθι - σταμένη̨ ἀρχη̨̃, τοι̃ς ἕνδεκα; ἀλλὰ χρημάτων καὶ δεδέσθαι ἕως ἂν ἐκτείσω; ἀλλὰ ταὐτόν μοί ἐστιν ὅπερ νυνδὴ ἔλεγον: οὐ γὰρ ἔστι μοι χρήματα ὁπόθεν ἐκτείσω. ἀλλὰ δὴ φυγη̃ς τιμήσωμαι; ἴσως γὰρ ἄν μοι τούτου τιμήσαιτε. πολλὴ μεντἄν με φιλοψυχία ἔχοι, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, εἰ οὕτως ἀλόγιστός εἰμι ὥστε μὴ δύνασθαι λογίζεσθαι ὅτι ὑμει̃ς μὲν ὄντες πολι̃ταί μου οὐχ οἱ̃οί τε ἐγένεσθε ἐνεγκει̃ν τὰς ἐμὰς διατριβὰς καὶ τοὺς λόγουσ, ἀλλ' ὑμι̃ν βαρύτεραι γεγόνασιν καὶ ἐπιφθονώτεραι, ὥστε ζητει̃τε αὐτω̃ν νυνὶ ἀπαλλαγη̃ναι: ἄλλοι δὲ ἄρα αὐτὰς οἴσουσι ῥα̨δίωσ; πολλου̃ γε δει̃, ὠ̃ ἄνδρες 'Αθηναι̃οι. καλὸς οὐ̃ν ἄν μοι ὁ βίος εἴη ἐξελθόντι τηλικω̨̃δε ἀνθρώπω̨ ἄλλην ἐξ ἄλλης πόλεως ἀμειβομένω̨ καὶ ἐξελαυνο - μένω̨ ζη̃ν. εὐ̃ γὰρ οἰ̃δ' ὅτι ὅποι ἂν ἔλθω, λέγοντος ἐμου̃ ἀκροάσονται οἱ νέοι ὥσπερ ἐνθάδε: κἂν μὲν τούτους ἀπ - ελαύνω, οὑ̃τοί με αὐτοὶ ἐξελω̃σι πείθοντες τοὺς πρεσβυτέρουσ: ἐὰν δὲ μὴ ἀπελαύνω, οἱ τούτων πατέρες δὲ καὶ οἰκει̃οι δι' αὐτοὺς τούτουσ.

'Ίσως οὐ̃ν ἄν τις εἴποι: "Σιγω̃ν δὲ καὶ ἡσυχίαν ἄγων, ὠ̃ Σώκρατεσ, οὐχ οἱ̃ός τ' ἔση̨ ἡμι̃ν ἐξελθὼν ζη̃ν;" τουτὶ δή ἐστι πάντων χαλεπώτατον πει̃σαί τινας ὑμω̃ν. ἐάντε γὰρ λέγω ὅτι τω̨̃ θεω̨̃ ἀπειθει̃ν του̃τ' ἐστὶν καὶ διὰ του̃τ' ἀδύνατον ἡσυχίαν ἄγειν, οὐ πείσεσθέ μοι ὡς εἰρωνευομένω̨: ἐάντ' αὐ̃ λέγω ὅτι καὶ τυγχάνει μέγιστον ἀγαθὸν ὂν ἀνθρώπω̨ του̃το, ἑκάστης ἡμέρας περὶ ἀρετη̃ς τοὺς λόγους ποιει̃σθαι καὶ τω̃ν ἄλλων περὶ ὡ̃ν ὑμει̃ς ἐμου̃ ἀκούετε διαλεγομένου καὶ ἐμαυτὸν καὶ ἄλλους ἐξετάζοντοσ, ὁ δὲ ἀνεξέταστος βίος οὐ βιωτὸς ἀνθρώπω̨, ταυ̃τα δ' ἔτι ἡ̃ττον πείσεσθέ μοι λέγοντι. τὰ δὲ ἔχει μὲν οὕτωσ, ὡς ἐγώ φημι, ὠ̃ ἄνδρεσ, πείθειν δὲ οὐ ῥά̨διον. καὶ ἐγὼ ἅμα οὐκ εἴθισμαι ἐμαυτὸν ἀξιου̃ν κακου̃ οὐδενόσ. εἰ μὲν γὰρ ἠ̃ν μοι χρήματα, ἐτιμησάμην ἂν χρη - μάτων ὅσα ἔμελλον ἐκτείσειν, οὐδὲν γὰρ ἂν ἐβλάβην: νυ̃ν δὲ οὐ γὰρ ἔστιν, εἰ μὴ ἄρα ὅσον ἂν ἐγὼ δυναίμην ἐκτει̃σαι, τοσούτου βούλεσθέ μοι τιμη̃σαι. ἴσως δ' ἂν δυναίμην ἐκ - τει̃σαι ὑμι̃ν που μνα̃ν ἀργυρίου: τοσούτου οὐ̃ν τιμω̃μαι.

Πλάτων δὲ ὅδε, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, καὶ Κρίτων καὶ Κριτόβουλος καὶ 'Απολλόδωρος κελεύουσί με τριάκοντα μνω̃ν τιμήσασθαι, αὐτοὶ δ' ἐγγυα̃σθαι: τιμω̃μαι οὐ̃ν τοσούτου, ἐγγυηταὶ δὲ ὑμι̃ν ἔσονται του̃ ἀργυρίου οὑ̃τοι ἀξιόχρεω̨.

 

 

- - -

Οὐ πολλου̃ γ' ἕνεκα χρόνου, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, ὄνομα ἕξετε καὶ αἰτίαν ὑπὸ τω̃ν βουλομένων τὴν πόλιν λοιδορει̃ν ὡς Σωκράτη ἀπεκτόνατε, ἄνδρα σοφόν - φήσουσι γὰρ δὴ σοφὸν εἰ̃ναι, εἰ καὶ μή εἰμι, οἱ βουλόμενοι ὑμι̃ν ὀνειδίζειν - εἰ γου̃ν περιεμείνατε ὀλίγον χρόνον, ἀπὸ του̃ αὐτομάτου ἂν ὑμι̃ν του̃το ἐγένετο: ὁρα̃τε γὰρ δὴ τὴν ἡλικίαν ὅτι πόρρω ἤδη ἐστὶ του̃ βίου θανάτου δὲ ἐγγύσ. λέγω δὲ του̃το οὐ πρὸς πάντας ὑμα̃σ, ἀλλὰ πρὸς τοὺς ἐμου̃ καταψηφισα - μένους θάνατον. λέγω δὲ καὶ τόδε πρὸς τοὺς αὐτοὺς τούτουσ. ἴσως με οἴεσθε, ὠ̃ ἄνδρες 'Αθηναι̃οι, ἀπορία̨ λόγων ἑαλωκέναι τοιούτων οἱ̃ς ἂν ὑμα̃ς ἔπεισα, εἰ ὤ̨μην δει̃ν ἅπαντα ποιει̃ν καὶ λέγειν ὥστε ἀποφυγει̃ν τὴν δίκην. πολλου̃ γε δει̃. ἀλλ' ἀπορία̨ μὲν ἑάλωκα, οὐ μέντοι λόγων, ἀλλὰ τόλμης καὶ ἀναισχυντίας καὶ του̃ μὴ ἐθέλειν λέγειν πρὸς ὑμα̃ς τοιαυ̃τα οἱ̃' ἂν ὑμι̃ν μὲν ἥδιστα ἠ̃ν ἀκούειν - θρηνου̃ντός τέ μου καὶ ὀδυρομένου καὶ ἄλλα ποιου̃ντος καὶ λέγοντος πολλὰ καὶ ἀνάξια ἐμου̃, ὡς ἐγώ φημι, οἱ̃α δὴ καὶ εἴθισθε ὑμει̃ς τω̃ν ἄλλων ἀκούειν. ἀλλ' οὔτε τότε ὠ̨ήθην δει̃ν ἕνεκα του̃ κινδύνου πρα̃ξαι οὐδὲν ἀνελεύθερον, οὔτε νυ̃ν μοι μεταμέλει οὕτως ἀπολογησαμένω̨, ἀλλὰ πολὺ μα̃λλον αἱρου̃μαι ὡ̃δε ἀπολογησάμενος τεθνάναι ἢ ἐκείνως ζη̃ν. οὔτε γὰρ ἐν δίκη̨ οὔτ' ἐν πολέμω̨ οὔτ' ἐμὲ οὔτ' ἄλλον οὐδένα δει̃ του̃το μηχανα̃σθαι, ὅπως ἀποφεύξεται πα̃ν ποιω̃ν θάνατον. καὶ γὰρ ἐν ται̃ς μάχαις πολλάκις δη̃λον γίγνεται ὅτι τό γε ἀποθανει̃ν ἄν τις ἐκφύγοι καὶ ὅπλα ἀφεὶς καὶ ἐφ' ἱκετείαν τραπόμενος τω̃ν διωκόντων: καὶ ἄλλαι μηχαναὶ πολλαί εἰσιν ἐν ἑκάστοις τοι̃ς κινδύνοις ὥστε διαφεύγειν θάνατον, ἐάν τις τολμα̨̃ πα̃ν ποιει̃ν καὶ λέγειν. ἀλλὰ μὴ οὐ του̃τ' ἠ̨̃ χαλεπόν, ὠ̃ ἄνδρεσ, θάνατον ἐκφυγει̃ν, ἀλλὰ πολὺ χαλεπώτερον πονηρίαν: θα̃ττον γὰρ θανάτου θει̃. καὶ νυ̃ν ἐγὼ μὲν ἅτε βραδὺς ὢν καὶ πρεσβύτης ὑπὸ του̃ βραδυτέρου ἑάλων, οἱ δ' ἐμοὶ κατήγοροι ἅτε δεινοὶ καὶ ὀξει̃ς ὄντες ὑπὸ του̃ θάττονοσ, τη̃ς κακίασ. καὶ νυ̃ν ἐγὼ μὲν ἄπειμι ὑφ' ὑμω̃ν θανάτου δίκην ὀφλών, οὑ̃τοι δ' ὑπὸ τη̃ς ἀληθείας ὠφληκότες μοχθηρίαν καὶ ἀδικίαν. καὶ ἐγώ τε τω̨̃ τιμήματι ἐμμένω καὶ οὑ̃τοι. ταυ̃τα μέν που ἴσως οὕτως καὶ ἔδει σχει̃ν, καὶ οἰ̃μαι αὐτὰ μετρίως ἔχειν.

Τὸ δὲ δὴ μετὰ του̃το ἐπιθυμω̃ ὑμι̃ν χρησμω̨δη̃σαι, ὠ̃ κατα - ψηφισάμενοί μου: καὶ γάρ εἰμι ἤδη ἐνταυ̃θα ἐν ὡ̨̃ μάλιστα ἄνθρωποι χρησμω̨δου̃σιν, ὅταν μέλλωσιν ἀποθανει̃σθαι. φημὶ γάρ, ὠ̃ ἄνδρες οἳ ἐμὲ ἀπεκτόνατε, τιμωρίαν ὑμι̃ν ἥξειν εὐθὺς μετὰ τὸν ἐμὸν θάνατον πολὺ χαλεπωτέραν νὴ Δία ἢ οἵαν ἐμὲ ἀπεκτόνατε: νυ̃ν γὰρ του̃το εἴργασθε οἰόμενοι μὲν ἀπαλ - λάξεσθαι του̃ διδόναι ἔλεγχον του̃ βίου, τὸ δὲ ὑμι̃ν πολὺ ἐναντίον ἀποβήσεται, ὡς ἐγώ φημι. πλείους ἔσονται ὑμα̃ς οἱ ἐλέγχοντεσ, οὓς νυ̃ν ἐγὼ κατει̃χον, ὑμει̃ς δὲ οὐκ ἠ̨σθά - νεσθε: καὶ χαλεπώτεροι ἔσονται ὅσω̨ νεώτεροί εἰσιν, καὶ ὑμει̃ς μα̃λλον ἀγανακτήσετε. εἰ γὰρ οἴεσθε ἀποκτείνοντες ἀνθρώπους ἐπισχήσειν του̃ ὀνειδίζειν τινὰ ὑμι̃ν ὅτι οὐκ ὀρθω̃ς ζη̃τε, οὐ καλω̃ς διανοει̃σθε: οὐ γάρ ἐσθ' αὕτη ἡ ἀπαλ - λαγὴ οὔτε πάνυ δυνατὴ οὔτε καλή, ἀλλ' ἐκείνη καὶ καλλίστη καὶ ῥά̨στη, μὴ τοὺς ἄλλους κολούειν ἀλλ' ἑαυτὸν παρασκευά - ζειν ὅπως ἔσται ὡς βέλτιστοσ. ταυ̃τα μὲν οὐ̃ν ὑμι̃ν τοι̃ς καταψηφισαμένοις μαντευσάμενος ἀπαλλάττομαι.

Τοι̃ς δὲ ἀποψηφισαμένοις ἡδέως ἂν διαλεχθείην ὑπὲρ του̃ γεγονότος τουτουὶ̈ πράγματοσ, ἐν ὡ̨̃ οἱ ἄρχοντες ἀσχολίαν ἄγουσι καὶ οὔπω ἔρχομαι οἱ̃ ἐλθόντα με δει̃ τεθνάναι. ἀλλά μοι, ὠ̃ ἄνδρεσ, παραμείνατε τοσου̃τον χρόνον: οὐδὲν γὰρ κωλύει διαμυθολογη̃σαι πρὸς ἀλλήλους ἕως ἔξεστιν. ὑμι̃ν γὰρ ὡς φίλοις οὐ̃σιν ἐπιδει̃ξαι ἐθέλω τὸ νυνί μοι συμβεβη - κὸς τί ποτε νοει̃. ἐμοὶ γάρ, ὠ̃ ἄνδρες δικασταί - ὑμα̃ς γὰρ δικαστὰς καλω̃ν ὀρθω̃ς ἂν καλοίην - θαυμάσιόν τι γέγονεν. ἡ γὰρ εἰωθυι̃ά μοι μαντικὴ ἡ του̃ δαιμονίου ἐν μὲν τω̨̃ πρόσθεν χρόνω̨ παντὶ πάνυ πυκνὴ ἀεὶ ἠ̃ν καὶ πάνυ ἐπὶ σμικροι̃ς ἐναντιουμένη, εἴ τι μέλλοιμι μὴ ὀρθω̃ς πράξειν. νυνὶ δὲ συμβέβηκέ μοι ἅπερ ὁρα̃τε καὶ αὐτοί, ταυτὶ ἅ γε δὴ οἰηθείη ἄν τις καὶ νομίζεται ἔσχατα κακω̃ν εἰ̃ναι: ἐμοὶ δὲ οὔτε ἐξιόντι ἕωθεν οἴκοθεν ἠναντιώθη τὸ του̃ θεου̃ σημει̃ον, οὔτε ἡνίκα ἀνέβαινον ἐνταυθοι̃ ἐπὶ τὸ δικαστήριον, οὔτε ἐν τω̨̃ λόγω̨ οὐδαμου̃ μέλλοντί τι ἐρει̃ν. καίτοι ἐν ἄλλοις λόγοις πολλαχου̃ δή με ἐπέσχε λέγοντα μεταξύ: νυ̃ν δὲ οὐδαμου̃ περὶ ταύτην τὴν πρα̃ξιν οὔτ' ἐν ἔργω̨ οὐδενὶ οὔτ' ἐν λόγω̨ ἠναντίωταί μοι. τί οὐ̃ν αἴτιον εἰ̃ναι ὑπολαμβάνω; ἐγὼ ὑμι̃ν ἐρω̃: κινδυνεύει γάρ μοι τὸ συμβεβηκὸς του̃το ἀγαθὸν γεγονέναι, καὶ οὐκ ἔσθ' ὅπως ἡμει̃ς ὀρθω̃ς ὑπολαμβάνομεν, ὅσοι οἰόμεθα κακὸν εἰ̃ναι τὸ τεθνάναι. μέγα μοι τεκμήριον τούτου γέγονεν: οὐ γὰρ ἔσθ' ὅπως οὐκ ἠναντιώθη ἄν μοι τὸ εἰωθὸς σημει̃ον, εἰ μή τι ἔμελλον ἐγὼ ἀγαθὸν πράξειν.

'Εννοήσωμεν δὲ καὶ τη̨̃δε ὡς πολλὴ ἐλπίς ἐστιν ἀγαθὸν αὐτὸ εἰ̃ναι. δυοι̃ν γὰρ θάτερόν ἐστιν τὸ τεθνάναι: ἢ γὰρ οἱ̃ον μηδὲν εἰ̃ναι μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεω̃τα, ἢ κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὐ̃σα καὶ μετοίκησις τη̨̃ ψυχη̨̃ του̃ τόπου του̃ ἐνθένδε εἰς ἄλλον τόπον. καὶ εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν ἀλλ' οἱ̃ον ὕπνος ἐπειδάν τις καθεύδων μηδ' ὄναρ μηδὲν ὁρα̨̃, θαυ - μάσιον κέρδος ἂν εἴη ὁ θάνατοσ - ἐγὼ γὰρ ἂν οἰ̃μαι, εἴ τινα ἐκλεξάμενον δέοι ταύτην τὴν νύκτα ἐν ἡ̨̃ οὕτω κατέδαρθεν ὥστε μηδὲ ὄναρ ἰδει̃ν, καὶ τὰς ἄλλας νύκτας τε καὶ ἡμέρας τὰς του̃ βίου του̃ ἑαυτου̃ ἀντιπαραθέντα ταύτη̨ τη̨̃ νυκτὶ δέοι σκεψάμενον εἰπει̃ν πόσας ἄμεινον καὶ ἥδιον ἡμέρας καὶ νύκτας ταύτης τη̃ς νυκτὸς βεβίωκεν ἐν τω̨̃ ἑαυτου̃ βίω̨, οἰ̃μαι ἂν μὴ ὅτι ἰδιώτην τινά, ἀλλὰ τὸν μέγαν βασιλέα εὐαριθμήτους ἂν εὑρει̃ν αὐτὸν ταύτας πρὸς τὰς ἄλλας ἡμέρας καὶ νύκτασ - εἰ οὐ̃ν τοιου̃τον ὁ θάνατός ἐστιν, κέρδος ἔγωγε λέγω: καὶ γὰρ οὐδὲν πλείων ὁ πα̃ς χρόνος φαίνεται οὕτω δὴ εἰ̃ναι ἢ μία νύξ. εἰ δ' αὐ̃ οἱ̃ον ἀποδημη̃σαί ἐστιν ὁ θάνατος ἐνθένδε εἰς ἄλλον τόπον, καὶ ἀληθη̃ ἐστιν τὰ λεγόμενα, ὡς ἄρα ἐκει̃ εἰσι πάντες οἱ τεθνεω̃τεσ, τί μει̃ζον ἀγαθὸν τούτου εἴη ἄν, ὠ̃ ἄνδρες δικασταί; εἰ γάρ τισ ἀφικόμενος εἰς 'Άιδου, ἀπαλλαγεὶς τουτωνὶ τω̃ν φασκόντων δικαστω̃ν εἰ̃ναι, εὑρήσει τοὺς ὡς ἀληθω̃ς δικαστάσ, οἵπερ καὶ λέγονται ἐκει̃ δικάζειν, Μίνως τε καὶ 'Ραδάμανθυς καὶ Αἰακὸς καὶ Τριπτόλεμος καὶ ἄλλοι ὅσοι τω̃ν ἡμιθέων δίκαιοι ἐγένοντο ἐν τω̨̃ ἑαυτω̃ν βίω̨, ἀ̃ρα φαύλη ἂν εἴη ἡ ἀποδημία; ἢ αὐ̃ 'Ορφει̃ συγγενέσθαι καὶ Μουσαίω̨ καὶ 'Ησιόδω̨ καὶ 'Ομήρω̨ ἐπὶ πόσω̨ ἄν τις δέξαιτ' ἂν ὑμω̃ν; ἐγὼ μὲν γὰρ πολλάκις ἐθέλω τεθνάναι εἰ ταυ̃τ' ἔστιν ἀληθη̃. ἐπεὶ ἔμοιγε καὶ αὐτω̨̃ θαυμαστὴ ἂν εἴη ἡ διατριβὴ αὐτόθι, ὁπότε ἐντύχοιμι Παλαμήδει καὶ Αἴαντι τω̨̃ Τελαμω̃νος καὶ εἴ τις ἄλλος τω̃ν παλαιω̃ν διὰ κρίσιν ἄδικον τέθνηκεν, ἀντιπαρα - βάλλοντι τὰ ἐμαυτου̃ πάθη πρὸς τὰ ἐκείνων - ὡς ἐγὼ οἰ̃μαι, οὐκ ἂν ἀηδὲς εἴη - καὶ δὴ τὸ μέγιστον, τοὺς ἐκει̃ ἐξετάζοντα καὶ ἐρευνω̃ντα ὥσπερ τοὺς ἐνταυ̃θα διάγειν, τίς αὐτω̃ν σοφός ἐστιν καὶ τίς οἴεται μέν, ἔστιν δ' οὔ. ἐπὶ πόσω̨ δ' ἄν τισ, ὠ̃ ἄνδρες δικασταί, δέξαιτο ἐξετάσαι τὸν ἐπὶ Τροίαν ἀγαγόντα τὴν πολλὴν στρατιὰν ἢ 'Οδυσσέα ἢ Σίσυφον ἢ ἄλλους μυρίους ἄν τις εἴποι καὶ ἄνδρας καὶ γυναι̃κασ, οἱ̃ς ἐκει̃ διαλέγεσθαι καὶ συνει̃ναι καὶ ἐξετάζειν ἀμήχανον ἂν εἴη εὐδαιμονίασ; πάντως οὐ δήπου τούτου γε ἕνεκα οἱ ἐκει̃ ἀποκτείνουσι: τά τε γὰρ ἄλλα εὐδαιμονέστεροί εἰσιν οἱ ἐκει̃ τω̃ν ἐνθάδε, καὶ ἤδη τὸν λοιπὸν χρόνον ἀθάνατοί εἰσιν, εἴπερ γε τὰ λεγόμενα ἀληθη̃.

'Αλλὰ καὶ ὑμα̃ς χρή, ὠ̃ ἄνδρες δικασταί, εὐέλπιδας εἰ̃ναι πρὸς τὸν θάνατον, καὶ ἕν τι του̃το διανοει̃σθαι ἀληθέσ, ὅτι οὐκ ἔστιν ἀνδρὶ ἀγαθω̨̃ κακὸν οὐδὲν οὔτε ζω̃ντι οὔτε τελευ - ήσαντι, οὐδὲ ἀμελει̃ται ὑπὸ θεω̃ν τὰ τούτου πράγματα: οὐδὲ τὰ ἐμὰ νυ̃ν ἀπὸ του̃ αὐτομάτου γέγονεν, ἀλλά μοι δη̃λόν ἐστι του̃το, ὅτι ἤδη τεθνάναι καὶ ἀπηλλάχθαι πρα - γμάτων βέλτιον ἠ̃ν μοι. διὰ του̃το καὶ ἐμὲ οὐδαμου̃ ἀπέτρεψεν τὸ σημει̃ον, καὶ ἔγωγε τοι̃ς καταψηφισαμένοις μου καὶ τοι̃ς κατηγόροις οὐ πάνυ χαλεπαίνω. καίτοι οὐ ταύτη̨ τη̨̃ διανοία̨ κατεψηφίζοντό μου καὶ κατηγόρουν, ἀλλ' οἰόμενοι βλάπτειν: του̃το αὐτοι̃ς ἄξιον μέμφεσθαι. τοσόνδε μέντοι αὐτω̃ν δέομαι: τοὺς ὑει̃ς μου, ἐπειδὰν ἡβήσωσι, τιμωρήσασθε, ὠ̃ ἄνδρεσ, ταὐτὰ ταυ̃τα λυπου̃ντες ἅπερ ἐγὼ ὑμα̃ς ἐλύπουν, ἐὰν ὑμι̃ν δοκω̃σιν ἢ χρημάτων ἢ ἄλλου του πρότερον ἐπι - μελει̃σθαι ἢ ἀρετη̃σ, καὶ ἐὰν δοκω̃σί τι εἰ̃ναι μηδὲν ὄντεσ, ὀνειδίζετε αὐτοι̃ς ὥσπερ ἐγὼ ὑμι̃ν, ὅτι οὐκ ἐπιμελου̃νται ὡ̃ν δει̃, καὶ οἴονταί τι εἰ̃ναι ὄντες οὐδενὸς ἄξιοι. καὶ ἐὰν ταυ̃τα ποιη̃τε, δίκαια πεπονθὼς ἐγὼ ἔσομαι ὑφ' ὑμω̃ν αὐτός τε καὶ οἱ ὑει̃σ. ἀλλὰ γὰρ ἤδη ὥρα ἀπιέναι, ἐμοὶ μὲν ἀποθανουμένω̨, ὑμι̃ν δὲ βιωσομένοισ: ὁπότεροι δὲ ἡμω̃ν ἔρχονται ἐπὶ ἄμεινον πρα̃γμα, ἄδηλον παντὶ πλὴν ἢ τω̨̃ θεω̨̃.

 

Книго

[X]