Платон. Софист

{ΘΕΟ.} Κατὰ τὴν χθὲς ὁμολογίαν, ὠ̃ Σώκρατεσ, ἥκομεν αὐτοί τε κοσμίως καὶ τόνδε τινὰ ξένον ἄγομεν, τὸ μὲν γένος ἐξ 'Ελέασ, ἑται̃ρον δὲ τω̃ν ἀμφὶ Παρμενίδην καὶ Ζήνωνα [ἑταίρων], μάλα δὲ ἄνδρα φιλόσοφον.

{ΣΩ.} ~'Αρ' οὐ̃ν, ὠ̃ Θεόδωρε, οὐ ξένον ἀλλά τινα θεὸν ἄγων κατὰ τὸν 'Ομήρου λόγον λέληθασ; ὅς φησιν ἄλλους τε θεοὺς τοι̃ς ἀνθρώποις ὁπόσοι μετέχουσιν αἰδου̃ς δικαίασ, καὶ δὴ καὶ τὸν ξένιον οὐχ ἥκιστα θεὸν συνοπαδὸν γιγνό - μενον ὕβρεις τε καὶ εὐνομίας τω̃ν ἀνθρώπων καθορα̃ν. τάχ' οὐ̃ν ἂν καὶ σοί τις οὑ̃τος τω̃ν κρειττόνων συνέποιτο, φαύλους ἡμα̃ς ὄντας ἐν τοι̃ς λόγοις ἐποψόμενός τε καὶ ἐλέγξων, θεὸς ὤν τις ἐλεγκτικόσ.

{ΘΕΟ.} Οὐχ οὑ̃τος ὁ τρόποσ, ὠ̃ Σώκρατεσ, του̃ ξένου, ἀλλὰ μετριώτερος τω̃ν περὶ τὰς ἔριδας ἐσπουδακότων. καί μοι δοκει̃ θεὸς μὲν ἁνὴρ οὐδαμω̃ς εἰ̃ναι, θει̃ος μήν: πάντας γὰρ ἐγὼ τοὺς φιλοσόφους τοιούτους προσαγορεύω.

{ΣΩ.} Καὶ καλω̃ς γε, ὠ̃ φίλε. του̃το μέντοι κινδυνεύει τὸ γένος οὐ πολύ τι ῥα̨̃ον ὡς ἔπος εἰπει̃ν εἰ̃ναι διακρίνειν ἢ τὸ του̃ θεου̃: πάνυ γὰρ ἁ̃νδρες οὑ̃τοι παντοι̃οι φανταζόμενοι διὰ τὴν τω̃ν ἄλλων ἄγνοιαν "<ἐπιστρωφω̃σι πόληασ>," οἱ μὴ πλαστω̃ς ἀλλ' ὄντως φιλόσοφοι, καθορω̃ντες ὑψόθεν τὸν τω̃ν κάτω βίον, καὶ τοι̃ς μὲν δοκου̃σιν εἰ̃ναι του̃ μηδενὸς [τίμιοι], τοι̃ς δ' ἄξιοι του̃ παντόσ: καὶ τοτὲ μὲν πολιτικοὶ φαντάζονται, τοτὲ δὲ σοφισταί, τοτὲ δ' ἔστιν οἱ̃ς δόξαν παράσχοιντ' ἂν ὡς παντάπασιν ἔχοντες μανικω̃σ. του̃ μέντοι ξένου ἡμι̃ν ἡδέως ἂν πυνθανοίμην, εἰ φίλον αὐτω̨̃, τί ταυ̃θ' οἱ περὶ τὸν ἐκει̃ τόπον ἡγου̃ντο καὶ ὠνόμαζον.

{ΘΕΟ.} Τὰ ποι̃α δή;

{ΣΩ.} Σοφιστήν, πολιτικόν, φιλόσοφον.

{ΘΕΟ.} Τί δὲ μάλιστα καὶ τὸ ποι̃όν τι περὶ αὐτω̃ν δια - πορηθεὶς ἐρέσθαι διενοήθησ;

{ΣΩ.} Τόδε: πότερον ἓν πάντα ταυ̃τα ἐνόμιζον ἢ δύο, ἢ καθάπερ τὰ ὀνόματα τρία, τρία καὶ τὰ γένη διαιρούμενοι καθ' ἓν ὄνομα [γένοσ] ἑκάστω̨ προση̃πτον;

{ΘΕΟ.} 'Αλλ' οὐδείσ, ὡς ἐγὠ̨̃μαι, φθόνος αὐτω̨̃ διελθει̃ν αὐτά: ἢ πω̃σ, ὠ̃ ξένε, λέγωμεν;

{ΞΕ.} Οὕτωσ, ὠ̃ Θεόδωρε. φθόνος μὲν γὰρ οὐδεὶς οὐδὲ χαλεπὸν εἰπει̃ν ὅτι γε τρί' ἡγου̃ντο: καθ' ἕκαστον μὴν διορί - σασθαι σαφω̃ς τί ποτ' ἔστιν, οὐ σμικρὸν οὐδὲ ῥά̨διον ἔργον.

{ΘΕΟ.} Καὶ μὲν δὴ κατὰ τύχην γε, ὠ̃ Σώκρατεσ, λόγων ἐπελάβου παραπλησίων ὡ̃ν καὶ πρὶν ἡμα̃ς δευ̃ρ' ἐλθει̃ν διερωτω̃ντες αὐτὸν ἐτυγχάνομεν, ὁ δὲ ταὐτὰ ἅπερ πρὸς σὲ νυ̃ν καὶ τότε ἐσκήπτετο πρὸς ἡμα̃σ: ἐπεὶ διακηκοέναι γέ φησιν ἱκανω̃ς καὶ οὐκ ἀμνημονει̃ν.

{ΣΩ.} Μὴ τοίνυν, ὠ̃ ξένε, ἡμω̃ν τήν γε πρώτην αἰτησάντων χάριν ἀπαρνηθεὶς γένη̨, τοσόνδε δ' ἡμι̃ν φράζε. πότερον εἴωθας ἥδιον αὐτὸς ἐπὶ σαυτου̃ μακρω̨̃ λόγω̨ διεξιέναι λέγων του̃το ὃ ἂν ἐνδείξασθαί τω̨ βουληθη̨̃σ, ἢ δι' ἐρωτήσεων, οἱ̃όν ποτε καὶ Παρμενίδη̨ χρωμένω̨ καὶ διεξιόντι λόγους παγκάλους παρεγενόμην ἐγὼ νέος ὤν, ἐκείνου μάλα δὴ τότε ὄντος πρεσβύτου;

{ΞΕ.} Τω̨̃ μέν, ὠ̃ Σώκρατεσ, ἀλύπως τε καὶ εὐηνίως προσ - διαλεγομένω̨ ῥα̨̃ον οὕτω, τὸ πρὸς ἄλλον: εἰ δὲ μή, τὸ καθ' αὑτόν.

{ΣΩ.} 'Έξεστι τοίνυν τω̃ν παρόντων ὃν ἂν βουληθη̨̃ς ἐκ - λέξασθαι, πάντες γὰρ ὑπακούσονταί σοι πρά̨ωσ: συμβούλω̨ μὴν ἐμοὶ χρώμενος τω̃ν νέων τινὰ αἱρήση̨, Θεαίτητον τόνδε, ἢ καὶ τω̃ν ἄλλων εἴ τίς σοι κατὰ νου̃ν.

{ΞΕ.} ~'Ω Σώκρατεσ, αἰδώς τίς μ' ἔχει τὸ νυ̃ν πρω̃τον συγ - γενόμενον ὑμι̃ν μὴ κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιει̃σθαι τὴν συνουσίαν, ἀλλ' ἐκτείναντα ἀπομηκύνειν λόγον συχνὸν κατ' ἐμαυτόν, εἴτε καὶ πρὸς ἕτερον, οἱ̃ον ἐπίδειξιν ποιού - μενον: τω̨̃ γὰρ ὄντι τὸ νυ̃ν ῥηθὲν οὐχ ὅσον ὡ̃δε ἐρωτηθὲν ἐλπίσειεν ἂν αὐτὸ εἰ̃ναί τισ, ἀλλὰ τυγχάνει λόγου παμμήκους ὄν. τὸ δὲ αὐ̃ σοὶ μὴ χαρίζεσθαι καὶ τοι̃σδε, ἄλλως τε καὶ σου̃ λέξαντος ὡς εἰ̃πεσ, ἄξενόν τι καταφαίνεταί μοι καὶ ἄγριον. ἐπεὶ Θεαίτητόν γε τὸν προσδιαλεγόμενον εἰ̃ναι δέχομαι παντάπασιν ἐξ ὡ̃ν αὐτός τε πρότερον διείλεγμαι καὶ σὺ τὰ νυ̃ν μοι διακελεύη̨.

{ΘΕΑΙ.} Δρα̃ τοίνυν, ὠ̃ ξένε, οὕτω καὶ καθάπερ εἰ̃πε Σωκράτης πα̃σιν κεχαρισμένος ἔση̨.

{ΞΕ.} Κινδυνεύει πρὸς μὲν ταυ̃τα οὐδὲν ἔτι λεκτέον εἰ̃ναι, Θεαίτητε: πρὸς δὲ σὲ ἤδη τὸ μετὰ του̃το, ὡς ἔοικε, γίγνοιτο ἂν ὁ λόγοσ. ἂν δ' ἄρα τι τω̨̃ μήκει πονω̃ν ἄχθη̨, μὴ ἐμὲ αἰτια̃σθαι τούτων, ἀλλὰ τούσδε τοὺς σοὺς ἑταίρουσ.

{ΘΕΑΙ.} 'Αλλ' οἰ̃μαι μὲν δὴ νυ̃ν οὕτως οὐκ ἀπερει̃ν: ἂν δ' ἄρα τι τοιου̃τον γίγνηται, καὶ τόνδε παραληψόμεθα Σωκράτη, τὸν Σωκράτους μὲν ὁμώνυμον, ἐμὸν δὲ ἡλικιώτην καὶ συγ - γυμναστήν, ὡ̨̃ συνδιαπονει̃ν μετ' ἐμου̃ τὰ πολλὰ οὐκ ἄηθεσ.

{ΞΕ.} Εὐ̃ λέγεισ, καὶ ταυ̃τα μὲν ἰδία̨ βουλεύση̨ προϊόντος του̃ λόγου: κοινη̨̃ δὲ μετ' ἐμου̃ σοι συσκεπτέον ἀρχομένω̨ πρω̃τον, ὡς ἐμοὶ φαίνεται, νυ̃ν ἀπὸ του̃ σοφιστου̃, ζητου̃ντι καὶ ἐμφανίζοντι λόγω̨ τί ποτ' ἔστι. νυ̃ν γὰρ δὴ σύ τε κἀγὼ τούτου πέρι τοὔνομα μόνον ἔχομεν κοινη̨̃, τὸ δὲ ἔργον ἐφ' ὡ̨̃ καλου̃μεν ἑκάτερος τάχ' ἂν ἰδία̨ παρ' ἡμι̃ν αὐτοι̃ς ἔχοιμεν: δει̃ δὲ ἀεὶ παντὸς πέρι τὸ πρα̃γμα αὐτὸ μα̃λλον διὰ λόγων ἢ τοὔνομα μόνον συνωμολογη̃σθαι χωρὶς λόγου. τὸ δὲ φυ̃λον ὃ νυ̃ν ἐπινοου̃μεν ζητει̃ν οὐ πάντων ῥα̨̃στον συλλαβει̃ν τί ποτ' ἔστιν, ὁ σοφιστήσ: ὅσα δ' αὐ̃ τω̃ν μεγάλων δει̃ δια - πονει̃σθαι καλω̃σ, περὶ τω̃ν τοιούτων δέδοκται πα̃σιν καὶ πάλαι τὸ πρότερον ἐν σμικροι̃ς καὶ ῥά̨οσιν αὐτὰ δει̃ν μελετα̃ν, πρὶν ἐν αὐτοι̃ς τοι̃ς μεγίστοισ. νυ̃ν οὐ̃ν, ὠ̃ Θεαίτητε, ἔγωγε καὶ νω̨̃ν οὕτω συμβουλεύω, χαλεπὸν καὶ δυσθήρευτον ἡγησαμένοις εἰ̃ναι τὸ του̃ σοφιστου̃ γένος πρότερον ἐν ἄλλω̨ ῥά̨ονι τὴν μέθοδον αὐτου̃ προμελετα̃ν, εἰ μὴ σύ ποθεν εὐπετεστέραν ἔχεις εἰπει̃ν ἄλλην ὁδόν.

{ΘΕΑΙ.} 'Αλλ' οὐκ ἔχω.

{ΞΕ.} Βούλει δη̃τα περί τινος τω̃ν φαύλων μετιόντες πειραθω̃μεν παράδειγμα αὐτὸ θέσθαι του̃ μείζονοσ;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τί δη̃τα προταξαίμεθ' ἂν εὔγνωστον μὲν καὶ σμι - κρόν, λόγον δὲ μηδενὸς ἐλάττονα ἔχον τω̃ν μειζόνων; οἱ̃ον ἀσπαλιευτήσ: ἀ̃ρ' οὐ πα̃σί τε γνώριμον καὶ σπουδη̃ς οὐ πάνυ τι πολλη̃ς τινος ἐπάξιον;

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Μέθοδον μὴν αὐτὸν ἐλπίζω καὶ λόγον οὐκ ἀνεπιτή - δειον ἡμι̃ν ἔχειν πρὸς ὃ βουλόμεθα.

{ΘΕΑΙ.} Καλω̃ς ἂν ἔχοι.

{ΞΕ.} Φέρε δή, τη̨̃δε ἀρχώμεθα αὐτου̃. καί μοι λέγε: πότερον ὡς τεχνίτην αὐτὸν ἤ τινα ἄτεχνον, ἄλλην δὲ δύναμιν ἔχοντα θήσομεν;

{ΘΕΑΙ.} 'Ήκιστά γε ἄτεχνον.

{ΞΕ.} 'Αλλὰ μὴν τω̃ν γε τεχνω̃ν πασω̃ν σχεδὸν εἴδη δύο.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Γεωργία μὲν καὶ ὅση περὶ τὸ θνητὸν πα̃ν σω̃μα θεραπεία, τό τε αὐ̃ περὶ τὸ σύνθετον καὶ πλαστόν, ὃ δὴ σκευ̃ος ὠνομάκαμεν, ἥ τε μιμητική, σύμπαντα ταυ̃τα δικαιότατ' ἂν ἑνὶ προσαγορεύοιτ' ἂν ὀνόματι.

{ΘΕΑΙ.} Πω̃ς καὶ τίνι;

{ΞΕ.} Πα̃ν ὅπερ ἂν μὴ πρότερόν τις ὂν ὕστερον εἰς οὐσίαν ἄγη̨, τὸν μὲν ἄγοντα ποιει̃ν, τὸ δὲ ἀγόμενον ποιει̃σθαί πού φαμεν.

{ΘΕΑΙ.} 'Ορθω̃σ.

{ΞΕ.} Τὰ δέ γε νυνδὴ [ἃ] διήλθομεν ἅπαντα εἰ̃χεν εἰς του̃το τὴν αὑτω̃ν δύναμιν.

{ΘΕΑΙ.} Εἰ̃χε γὰρ οὐ̃ν.

{ΞΕ.} Ποιητικὴν τοίνυν αὐτὰ συγκεφαλαιωσάμενοι προσ - είπωμεν.

{ΘΕΑΙ.} 'Έστω.

{ΞΕ.} Τὸ δὴ μαθηματικὸν αὐ̃ μετὰ του̃το εἰ̃δος ὅλον καὶ τὸ τη̃ς γνωρίσεως τό τε χρηματιστικὸν καὶ ἀγωνιστικὸν καὶ θηρευτικόν, ἐπειδὴ δημιουργει̃ μὲν οὐδὲν τούτων, τὰ δὲ ὄντα καὶ γεγονότα τὰ μὲν χειρου̃ται λόγοις καὶ πράξεσι, τὰ δὲ τοι̃ς χειρουμένοις οὐκ ἐπιτρέπει, μάλιστ' ἄν που διὰ ταυ̃τα συν - άπαντα τὰ μέρη τέχνη τις κτητικὴ λεχθει̃σα ἂν διαπρέψειεν.

{ΘΕΑΙ.} Ναί: πρέποι γὰρ ἄν.

{ΞΕ.} Κτητικη̃ς δὴ καὶ ποιητικη̃ς συμπασω̃ν οὐσω̃ν τω̃ν τεχνω̃ν ἐν ποτέρα̨ τὴν ἀσπαλιευτικήν, ὠ̃ Θεαίτητε, τιθω̃μεν;

{ΘΕΑΙ.} 'Εν κτητικη̨̃ που δη̃λον.

{ΞΕ.} Κτητικη̃ς δὲ ἀ̃ρ' οὐ δύο εἴδη; τὸ μὲν ἑκόντων πρὸς ἑκόντας μεταβλητικὸν ὂν διά τε δωρεω̃ν καὶ μισθώσεων καὶ ἀγοράσεων, τὸ δὲ λοιπόν, ἢ κατ' ἔργα ἢ κατὰ λόγους χειρού - μενον σύμπαν, χειρωτικὸν ἂν εἴη;

{ΘΕΑΙ.} Φαίνεται γου̃ν ἐκ τω̃ν εἰρημένων.

{ΞΕ.} Τί δέ; τὴν χειρωτικὴν ἀ̃ρ' οὐ διχη̨̃ τμητέον;

{ΘΕΑΙ.} Πη̨̃;

{ΞΕ.} Τὸ μὲν ἀναφανδὸν ὅλον ἀγωνιστικὸν θέντασ, τὸ δὲ κρυφαι̃ον αὐτη̃ς πα̃ν θηρευτικόν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τὴν δέ γε μὴν θηρευτικὴν ἄλογον τὸ μὴ οὐ τέμνειν διχη̨̃.

{ΘΕΑΙ.} Λέγε ὅπη̨.

{ΞΕ.} Τὸ μὲν ἀψύχου γένους διελομένουσ, τὸ δ' ἐμψύχου.

{ΘΕΑΙ.} Τί μήν; εἴπερ ἔστον γε ἄμφω.

{ΞΕ.} Πω̃ς δὲ οὐκ ἔστον; καὶ δει̃ γε ἡμα̃ς τὸ μὲν τω̃ν ἀψύχων, ἀνώνυμον ὂν πλὴν κατ' ἔνια τη̃ς κολυμ - βητικη̃ς ἄττα μέρη καὶ τοιαυ̃τ' ἄλλα βραχέα, χαίρειν ἐα̃σαι, τὸ δέ, τω̃ν ἐμψύχων ζώ̨ων οὐ̃σαν θήραν, προσειπει̃ν ζω̨οθηρικήν.

{ΘΕΑΙ.} 'Έστω.

{ΞΕ.} Ζω̨οθηρικη̃ς δὲ ἀ̃ρ' οὐ διπλου̃ν εἰ̃δος ἂν λέγοιτο ἐν δίκη̨, τὸ μὲν πεζου̃ γένουσ, πολλοι̃ς εἴδεσι καὶ ὀνόμασι διη̨ρημένον, πεζοθηρικόν, τὸ δ' ἕτερον νευστικου̃ ζώ̨ου πα̃ν ἐνυγροθηρικόν;

{ΘΕΑΙ.} Πάνυ γε.

{ΞΕ.} Νευστικου̃ μὴν τὸ μὲν πτηνὸν φυ̃λον ὁρω̃μεν, τὸ δὲ ἔνυδρον;

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Καὶ του̃ πτηνου̃ μὴν γένους πα̃σα ἡμι̃ν ἡ θήρα λέγεταί πού τις ὀρνιθευτική.

{ΘΕΑΙ.} Λέγεται γὰρ οὐ̃ν.

{ΞΕ.} Του̃ δὲ ἐνύδρου σχεδὸν τὸ σύνολον ἁλιευτική.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τί δέ; ταύτην αὐ̃ τὴν θήραν ἀ̃ρ' οὐκ ἂν κατὰ μέγιστα μέρη δύο διέλοιμεν;

{ΘΕΑΙ.} Κατὰ ποι̃α;

{ΞΕ.} Καθ' ἃ τὸ μὲν ἕρκεσιν αὐτόθεν ποιει̃ται τὴν θήραν, τὸ δὲ πληγη̨̃.

{ΘΕΑΙ.} Πω̃ς λέγεισ, καὶ πη̨̃ διαιρούμενος ἑκάτερον;

{ΞΕ.} Τὸ μέν, ὅτι πα̃ν ὅσον ἂν ἕνεκα κωλύσεως εἴργη̨ τι περιέχον, ἕρκος εἰκὸς ὀνομάζειν.

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} Κύρτους δὴ καὶ δίκτυα καὶ βρόχους καὶ πόρκους καὶ τὰ τοιαυ̃τα μω̃ν ἄλλο τι πλὴν ἕρκη χρὴ προσαγορεύειν;

{ΘΕΑΙ.} Οὐδέν.

{ΞΕ.} Του̃το μὲν ἄρα ἑρκοθηρικὸν τη̃ς ἄγρας τὸ μέρος φήσομεν ἤ τι τοιου̃τον.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τὸ δὲ ἀγκίστροις καὶ τριόδουσι πληγη̨̃ γιγνόμενον ἕτερον μὲν ἐκείνου, πληκτικὴν δέ τινα θήραν ἡμα̃ς προσ - ειπει̃ν ἑνὶ λόγω̨ νυ̃ν χρεών: ἢ τί τις ἄν, ὠ̃ Θεαίτητε, εἴποι κάλλιον;

{ΘΕΑΙ.} 'Αμελω̃μεν του̃ ὀνόματοσ: ἀρκει̃ γὰρ καὶ του̃το.

{ΞΕ.} Τη̃ς τοίνυν πληκτικη̃ς τὸ μὲν νυκτερινὸν οἰ̃μαι πρὸς πυρὸς φω̃ς γιγνόμενον ὑπ' αὐτω̃ν τω̃ν περὶ τὴν θήραν πυρευτικὴν ῥηθη̃ναι συμβέβηκεν.

{ΘΕΑΙ.} Πάνυ γε.

{ΞΕ.} Τὸ δέ γε μεθημερινόν, ὡς ἐχόντων ἐν ἄκροις ἄγ - κιστρα καὶ τω̃ν τριοδόντων, πα̃ν ἀγκιστρευτικόν.

{ΘΕΑΙ.} Λέγεται γὰρ οὐ̃ν.

{ΞΕ.} Του̃ τοίνυν ἀγκιστρευτικου̃ τη̃ς πληκτικη̃ς τὸ μὲν ἄνωθεν εἰς τὸ κάτω γιγνόμενον διὰ τὸ τοι̃ς τριόδουσιν οὕτω μάλιστα χρη̃σθαι τριοδοντία τις οἰ̃μαι κέκληται.

{ΘΕΑΙ.} Φασὶ γου̃ν τινέσ.

{ΞΕ.} Τὸ δέ γε λοιπόν ἐστιν ἓν ἔτι μόνον ὡς εἰπει̃ν εἰ̃δοσ.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} Τὸ τη̃ς ἐναντίας ταύτη̨ πληγη̃σ, ἀγκίστρω̨ τε γιγνό - μενον καὶ τω̃ν ἰχθύων οὐχ ἡ̨̃ τις ἂν τύχη̨ του̃ σώματοσ, ὥσπερ τοι̃ς τριόδουσιν, ἀλλὰ περὶ τὴν κεφαλὴν καὶ τὸ στόμα του̃ θηρευθέντος ἑκάστοτε, καὶ κάτωθεν εἰς τοὐναντίον ἄνω ῥάβδοις καὶ καλάμοις ἀνασπώμενον: οὑ̃ τί φήσομεν, ὠ̃ Θεαίτητε, δει̃ν τοὔνομα λέγεσθαι;

{ΘΕΑΙ.} Δοκω̃ μέν, ὅπερ ἄρτι προυθέμεθα δει̃ν ἐξευρει̃ν, του̃τ' αὐτὸ νυ̃ν ἀποτετελέσθαι.

{ΞΕ.} Νυ̃ν ἄρα τη̃ς ἀσπαλιευτικη̃ς πέρι σύ τε κἀγὼ συνωμολογήκαμεν οὐ μόνον τοὔνομα, ἀλλὰ καὶ τὸν λόγον περὶ αὐτὸ τοὐ̃ργον εἰλήφαμεν ἱκανω̃σ. συμπάσης γὰρ τέχνης τὸ μὲν ἥμισυ μέρος κτητικὸν ἠ̃ν, κτητικου̃ δὲ χειρωτικόν, χειρωτικου̃ δὲ θηρευτικόν, του̃ δὲ θηρευτικου̃ ζω̨οθηρικόν, ζω̨οθηρικου̃ δὲ ἐνυγροθηρικόν, ἐνυγροθηρικου̃ δὲ τὸ κάτωθεν τμη̃μα ὅλον ἁλιευτικόν, ἁλιευτικη̃ς δὲ πληκτικόν, πληκ - τικη̃ς δὲ ἀγκιστρευτικόν: τούτου δὲ τὸ περὶ τὴν κάτωθεν ἄνω πληγὴν ἀνασπωμένην, ἀπ' αὐτη̃ς τη̃ς πράξεως ἀφο- μοιωθὲν τοὔνομα, ἡ νυ̃ν ἀσπαλιευτικὴ ζητηθει̃σα ἐπίκλην γέγονεν.

{ΘΕΑΙ.} Παντάπασι μὲν οὐ̃ν του̃τό γε ἱκανω̃ς δεδήλωται.

{ΞΕ.} Φέρε δή, κατὰ του̃το τὸ παράδειγμα καὶ τὸν σοφιστὴν ἐπιχειρω̃μεν εὑρει̃ν ὅτι ποτ' ἔστιν.

{ΘΕΑΙ.} Κομιδη̨̃ μὲν οὐ̃ν.

{ΞΕ.} Καὶ μὴν ἐκει̃νό γ' ἠ̃ν τὸ ζήτημα πρω̃τον, πότερον ἰδιώτην ἤ τινα τέχνην ἔχοντα θετέον εἰ̃ναι τὸν ἀσπαλιευτήν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ νυ̃ν δὴ του̃τον ἰδιώτην θήσομεν, ὠ̃ Θεαίτητε, ἢ παντάπασιν ὡς ἀληθω̃ς σοφιστήν;

{ΘΕΑΙ.} Οὐδαμω̃ς ἰδιώτην: μανθάνω γὰρ ὃ λέγεισ, ὡς παντὸς δει̃ τοιου̃τος εἰ̃ναι τό γε ὄνομα του̃το ἔχων.

{ΞΕ.} 'Αλλά τινα τέχνην αὐτὸν ἡμι̃ν ἔχοντα, ὡς ἔοικε, θετέον.

{ΘΕΑΙ.} Τίνα ποτ' οὐ̃ν δὴ ταύτην;

{ΞΕ.} ~'Αρ' ὠ̃ πρὸς θεω̃ν ἠγνοήκαμεν τἀνδρὸς τὸν ἄνδρα ὄντα συγγενη̃;

{ΘΕΑΙ.} Τίνα του̃;

{ΞΕ.} Τὸν ἀσπαλιευτὴν του̃ σοφιστου̃.

{ΘΕΑΙ.} Πη̨̃;

{ΞΕ.} Θηρευτά τινε καταφαίνεσθον ἄμφω μοι.

{ΘΕΑΙ.} Τίνος θήρας ἅτεροσ; τὸν μὲν γὰρ ἕτερον εἴπομεν.

{ΞΕ.} Δίχα που νυνδὴ διείλομεν τὴν ἄγραν πα̃σαν, νευστι - κου̃ μέρουσ, τὸ δὲ πεζου̃ τέμνοντεσ.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ τὸ μὲν διήλθομεν, ὅσον περὶ τὰ νευστικὰ τω̃ν ἐνύδρων: τὸ δὲ πεζὸν εἰάσαμεν ἄσχιστον, εἰπόντες ὅτι πολυειδὲς εἴη.

{ΘΕΑΙ.} Πάνυ γε.

{ΞΕ.} Μέχρι μὲν τοίνυν ἐνταυ̃θα ὁ σοφιστὴς καὶ [ὁ] ἀσπαλιευτὴς ἅμα ἀπὸ τη̃ς κτητικη̃ς τέχνης πορεύεσθον.

{ΘΕΑΙ.} 'Εοίκατον γου̃ν.

{ΞΕ.} 'Εκτρέπεσθον δέ γε ἀπὸ τη̃ς ζω̨οθηρικη̃σ, ὁ μὲν ἐπὶ θάλαττάν που καὶ ποταμοὺς καὶ λίμνασ, τὰ ἐν τούτοις ζω̨̃α θηρευσόμενοσ.

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} 'Ο δέ γε ἐπὶ [τὴν] γη̃ν καὶ ποταμοὺς ἑτέρους αὐ̃ τινασ, πλούτου καὶ νεότητος οἱ̃ον λειμω̃νας ἀφθόνουσ, τἀν τούτοις θρέμματα χειρωσόμενοσ.

{ΘΕΑΙ.} Πω̃ς λέγεισ;

{ΞΕ.} Τη̃ς πεζη̃ς θήρας γίγνεσθον δύο μεγίστω τινὲ μέρει.

{ΘΕΑΙ.} Ποι̃ον ἑκάτερον;

{ΞΕ.} Τὸ μὲν τω̃ν ἡμέρων, τὸ δὲ τω̃ν ἀγρίων.

{ΘΕΑΙ.} Εἰ̃τ' ἔστι τις θήρα τω̃ν ἡμέρων;

{ΞΕ.} Εἴπερ γέ ἐστιν ἄνθρωπος ἥμερον ζω̨̃ον. θὲς δὲ ὅπη̨ χαίρεισ, εἴτε μηδὲν τιθεὶς ἥμερον, εἴτε ἄλλο μὲν ἥμερόν τι, τὸν δὲ ἄνθρωπον ἄγριον, εἴτε ἥμερον μὲν λέγεις αὐ̃ τὸν ἄνθρωπον, ἀνθρώπων δὲ μηδεμίαν ἡγη̨̃ θήραν: τούτων ὁπότερ' ἂν ἡγη̨̃ φίλον εἰρη̃σθαί σοι, του̃το ἡμι̃ν διόρισον.

{ΘΕΑΙ.} 'Αλλ' ἡμα̃ς τε ἥμερον, ὠ̃ ξένε, ἡγου̃μαι ζω̨̃ον, θήραν τε ἀνθρώπων εἰ̃ναι λέγω.

{ΞΕ.} Διττὴν τοίνυν καὶ τὴν ἡμεροθηρικὴν εἴπωμεν.

{ΘΕΑΙ.} Κατὰ τί λέγοντεσ;

{ΞΕ.} Τὴν μὲν λη̨στικὴν καὶ ἀνδραποδιστικὴν καὶ τυραν- νικὴν καὶ σύμπασαν τὴν πολεμικήν, ἓν πάντα, βίαιον θήραν, ὁρισάμενοι.

{ΘΕΑΙ.} Καλω̃σ.

{ΞΕ.} Τὴν δέ γε δικανικὴν καὶ δημηγορικὴν καὶ προσ - ομιλητικήν, ἓν αὐ̃ τὸ σύνολον, πιθανουργικήν τινα μίαν τέχνην προσειπόντεσ.

{ΘΕΑΙ.} 'Ορθω̃σ.

{ΞΕ.} Τη̃ς δὴ πιθανουργικη̃ς διττὰ λέγωμεν γένη.

{ΘΕΑΙ.} Ποι̃α;

{ΞΕ.} Τὸ μὲν ἕτερον ἰδία̨, τὸ δὲ δημοσία̨ γιγνόμενον.

{ΘΕΑΙ.} Γίγνεσθον γὰρ οὐ̃ν εἰ̃δος ἑκάτερον.

{ΞΕ.} Οὐκου̃ν αὐ̃ τη̃ς ἰδιοθηρευτικη̃ς τὸ μὲν μισθαρνητικόν ἐστιν, τὸ δὲ δωροφορικόν;

{ΘΕΑΙ.} Οὐ μανθάνω.

{ΞΕ.} Τη̨̃ τω̃ν ἐρώντων θήρα̨ τὸν νου̃ν, ὡς ἔοικασ, οὔπω προσέσχεσ.

{ΘΕΑΙ.} Του̃ πέρι;

{ΞΕ.} 'Ότι τοι̃ς θηρευθει̃σι δω̃ρα προσεπιδιδόασιν.

{ΘΕΑΙ.} 'Αληθέστατα λέγεισ.

{ΞΕ.} Του̃το μὲν τοίνυν ἐρωτικη̃ς τέχνης ἔστω εἰ̃δοσ.

{ΘΕΑΙ.} Πάνυ γε.

{ΞΕ.} Του̃ δέ γε μισθαρνητικου̃ τὸ μὲν προσομιλου̃ν διὰ χάριτος καὶ παντάπασι δι' ἡδονη̃ς τὸ δέλεαρ πεποιημένον καὶ τὸν μισθὸν πραττόμενον τροφὴν ἑαυτω̨̃ μόνον κολακικήν, ὡσ ἐγὠ̨̃μαι, πάντες φαι̃μεν ἂν [ἢ] ἡδυντικήν τινα τέχνην εἰ̃ναι.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Τὸ δὲ ἐπαγγελλόμενον μὲν ὡς ἀρετη̃ς ἕνεκα τὰς ὁμιλίας ποιούμενον, μισθὸν δὲ νόμισμα πραττόμενον, ἀ̃ρα οὐ του̃το τὸ γένος ἑτέρω̨ προσειπει̃ν ἄξιον ὀνόματι;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Τίνι δὴ τούτω̨; πειρω̃ λέγειν.

{ΘΕΑΙ.} Δη̃λον δή: τὸν γὰρ σοφιστήν μοι δοκου̃μεν ἀνηυρηκέναι. του̃τ' οὐ̃ν ἔγωγε εἰπὼν τὸ προση̃κον ὄνομ' ἂν ἡγου̃μαι καλει̃ν αὐτόν.

{ΞΕ.} Κατὰ δὴ τὸν νυ̃ν, ὠ̃ Θεαίτητε, λόγον, ὡς ἔοικεν, ἡ τέχνης οἰκειωτικη̃σ, [χειρωτικη̃σ], [κτητικη̃σ,] θηρευτικη̃σ, ζω̨οθηρίασ, [πεζοθηρίασ,] χερσαίασ, [ἡμεροθηρικη̃σ,] ἀνθρω - ποθηρίασ, [πιθανοθηρίασ], ἰδιοθηρίασ, [μισθαρνικη̃σ,] νομισ - ματοπωλικη̃σ, δοξοπαιδευτικη̃σ, νέων πλουσίων καὶ ἐνδόξων γιγνομένη θήρα προσρητέον, ὡς ὁ νυ̃ν λόγος ἡμι̃ν συμβαίνει, σοφιστική.

{ΘΕΑΙ.} Παντάπασι μὲν οὐ̃ν.

{ΞΕ.} 'Έτι δὲ καὶ τη̨̃δε ἴδωμεν: οὐ γάρ τι φαύλης μέτοχόν ἐστι τέχνης τὸ νυ̃ν ζητούμενον, ἀλλ' εὐ̃ μάλα ποικίλησ. καὶ γὰρ οὐ̃ν ἐν τοι̃ς πρόσθεν εἰρημένοις φάντασμα παρέχεται μὴ του̃το ὃ νυ̃ν αὐτὸ ἡμει̃ς φαμεν ἀλλ' ἕτερον εἰ̃ναί τι γένοσ.

{ΘΕΑΙ.} Πη̨̃ δή;

{ΞΕ.} Τὸ τη̃ς κτητικη̃ς τέχνης διπλου̃ν ἠ̃ν εἰ̃δός που, τὸ μὲν θηρευτικὸν μέρος ἔχον, τὸ δὲ ἀλλακτικόν.

{ΘΕΑΙ.} ~'Ην γὰρ οὐ̃ν.

{ΞΕ.} Τη̃ς τοίνυν ἀλλακτικη̃ς δύο εἴδη λέγωμεν, τὸ μὲν δωρητικόν, τὸ δὲ ἕτερον ἀγοραστικόν;

{ΘΕΑΙ.} Εἰρήσθω.

{ΞΕ.} Καὶ μὴν αὐ̃ φήσομεν ἀγοραστικὴν διχη̨̃ τέμνεσθαι.

{ΘΕΑΙ.} Πη̨̃;

{ΞΕ.} Τὴν μὲν τω̃ν αὐτουργω̃ν αὐτοπωλικὴν διαιρουμένην, τὴν δὲ τὰ ἀλλότρια ἔργα μεταβαλλομένην μεταβλητικήν.

{ΘΕΑΙ.} Πάνυ γε.

{ΞΕ.} Τί δέ; τη̃ς μεταβλητικη̃ς οὐχ ἡ μὲν κατὰ πόλιν ἀλλαγή, σχεδὸν αὐτη̃ς ἥμισυ μέρος ὄν, καπηλικὴ προσαγο - ρεύεται;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τὸ δέ γε ἐξ ἄλλης εἰς ἄλλην πόλιν διαλλάττον ὠνη̨̃ καὶ πράσει ἐμπορική;

{ΘΕΑΙ.} Τί δ' οὔ;

{ΞΕ.} Τη̃ς δ' ἐμπορικη̃ς ἀ̃ρ' οὐκ ἠ̨σθήμεθα ὅτι τὸ μὲν ὅσοις τὸ σω̃μα τρέφεται καὶ χρη̃ται, τὸ δὲ ὅσοις ἡ ψυχή, πωλου̃ν διὰ νομίσματος ἀλλάττεται;

{ΘΕΑΙ.} Πω̃ς του̃το λέγεισ;

{ΞΕ.} Τὸ περὶ τὴν ψυχὴν ἴσως ἀγνοου̃μεν, ἐπεὶ τό γε ἕτερόν που συνίεμεν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Μουσικήν τε τοίνυν συνάπασαν λέγωμεν, ἐκ πόλεως ἑκάστοτε εἰς πόλιν ἔνθεν μὲν ὠνηθει̃σαν, ἑτέρωσε δὲ ἀγο - μένην [καὶ πιπρασκομένην], καὶ γραφικὴν καὶ θαυματοποιικὴν καὶ πολλὰ ἕτερα τη̃ς ψυχη̃σ, τὰ μὲν παραμυθίασ, τὰ δὲ καὶ σπουδη̃ς χάριν ἀχθέντα καὶ πωλούμενα, τὸν ἄγοντα καὶ πωλου̃ντα μηδὲν ἡ̃ττον τη̃ς τω̃ν σιτίων καὶ ποτω̃ν πράσεως ἔμπορον ὀρθω̃ς ἂν λεγόμενον παρασχει̃ν.

{ΘΕΑΙ.} 'Αληθέστατα λέγεισ.

{ΞΕ.} Οὐκου̃ν καὶ τὸν μαθήματα συνωνούμενον πόλιν τε ἐκ πόλεως νομίσματος ἀμείβοντα ταὐτὸν προσερει̃ς ὄνομα;

{ΘΕΑΙ.} Σφόδρα γε.

{ΞΕ.} Τη̃ς δὴ ψυχεμπορικη̃ς ταύτης ἀ̃ρ' οὐ τὸ μὲν ἐπι - δεικτικὴ δικαιότατα λέγοιτ' ἄν, τὸ δὲ γελοίω̨ μὲν οὐχ ἡ̃ττον του̃ πρόσθεν, ὅμως δὲ μαθημάτων οὐ̃σαν πρα̃σιν αὐτὴν ἀδελφω̨̃ τινι τη̃ς πράξεως ὀνόματι προσειπει̃ν ἀνάγκη;

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} Ταύτης τοίνυν τη̃ς μαθηματοπωλικη̃ς τὸ μὲν περὶ τὰ τω̃ν ἄλλων τεχνω̃ν μαθήματα ἑτέρω̨, τὸ δὲ περὶ τὸ τη̃ς ἀρετη̃ς ἄλλω̨ προσρητέον.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Τεχνοπωλικὸν μὴν τό γε περὶ τἀ̃λλα ἂν ἁρμόττοι: τὸ δὲ περὶ ταυ̃τα σὺ προθυμήθητι λέγειν ὄνομα.

{ΘΕΑΙ.} Καὶ τί τις ἂν ἄλλο ὄνομα εἰπὼν οὐκ ἂν πλημ - μελοίη πλὴν τὸ νυ̃ν ζητούμενον αὐτὸ εἰ̃ναι τὸ σοφιστικὸν γένοσ;

{ΞΕ.} Οὐδὲν ἄλλο. ἴθι δὴ νυ̃ν συναγάγωμεν αὐτὸ λέ - γοντες ὡς τὸ τη̃ς κτητικη̃σ, μεταβλητικη̃σ, ἀγοραστικη̃σ, ἐμπορικη̃σ, ψυχεμπορικη̃ς περὶ λόγους καὶ μαθήματα ἀρετη̃ς πωλητικὸν δεύτερον ἀνεφάνη σοφιστική.

{ΘΕΑΙ.} Μάλα γε.

{ΞΕ.} Τρίτον δέ γ' οἰ̃μαί σε, κἂν εἴ τις αὐτου̃ καθιδρυμένος ἐν πόλει, τὰ μὲν ὠνούμενοσ, τὰ δὲ καὶ τεκταινόμενος αὐτὸς μαθήματα περὶ τὰ αὐτὰ ταυ̃τα καὶ πωλω̃ν, ἐκ τούτου τὸ ζη̃ν προυτάξατο, καλει̃ν οὐδὲν ἄλλο πλὴν ὅπερ νυνδή.

{ΘΕΑΙ.} Τί δ' οὐ μέλλω;

{ΞΕ.} Καὶ τὸ κτητικη̃ς ἄρα μεταβλητικόν, ἀγοραστικόν, καπηλικὸν εἴτε αὐτοπωλικόν, ἀμφοτέρωσ, ὅτιπερ ἂν ἠ̨̃ περὶ τὰ τοιαυ̃τα μαθηματοπωλικὸν γένοσ, ἀεὶ σὺ προσερει̃σ, ὡς φαίνη̨, σοφιστικόν.

{ΘΕΑΙ.} 'Ανάγκη: τω̨̃ γὰρ λόγω̨ δει̃ συνακολουθει̃ν.

{ΞΕ.} 'Έτι δὴ σκοπω̃μεν εἴ τινι τοιω̨̃δε προσέοικεν ἄρα τὸ νυ̃ν μεταδιωκόμενον γένοσ.

{ΘΕΑΙ.} Ποίω̨ δή;

{ΞΕ.} Τη̃ς κτητικη̃ς ἀγωνιστική τι μέρος ἡμι̃ν ἠ̃ν.

{ΘΕΑΙ.} ~'Ην γὰρ οὐ̃ν.

{ΞΕ.} Οὐκ ἀπὸ τρόπου τοίνυν ἐστὶ διαιρει̃ν αὐτὴν δίχα.

{ΘΕΑΙ.} Καθ' ὁποι̃α λέγε.

{ΞΕ.} Τὸ μὲν ἁμιλλητικὸν αὐτη̃ς τιθέντασ, τὸ δὲ μαχητικόν.

{ΘΕΑΙ.} 'Έστιν.

{ΞΕ.} Τη̃ς τοίνυν μαχητικη̃ς τω̨̃ μὲν σώματι πρὸς σώματα γιγνομένω̨ σχεδὸν εἰκὸς καὶ πρέπον ὄνομα λέγειν τι τοιου̃τον τιθεμένους οἱ̃ον βιαστικόν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τω̨̃ δὲ λόγοις πρὸς λόγους τί τισ, ὠ̃ Θεαίτητε, ἄλλο εἴπη̨ πλὴν ἀμφισβητητικόν;

{ΘΕΑΙ.} Οὐδέν.

{ΞΕ.} Τὸ δέ γε περὶ τὰς ἀμφισβητήσεις θετέον διττόν.

{ΘΕΑΙ.} Πη̨̃;

{ΞΕ.} Καθ' ὅσον μὲν γὰρ γίγνεται μήκεσί τε πρὸς ἐναντία μήκη λόγων καὶ περὶ [τὰ] δίκαια καὶ ἄδικα δημοσία̨, δικανικόν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τὸ δ' ἐν ἰδίοις αὐ̃ καὶ κατακεκερματισμένον ἐρωτή - σεσι πρὸς ἀποκρίσεις μω̃ν εἰθίσμεθα καλει̃ν ἄλλο πλὴν ἀντιλογικόν;

{ΘΕΑΙ.} Οὐδέν.

{ΞΕ.} Του̃ δὲ ἀντιλογικου̃ τὸ μὲν ὅσον περὶ τὰ συμβόλαια ἀμφισβητει̃ται μέν, εἰκη̨̃ δὲ καὶ ἀτέχνως περὶ αὐτὸ πράτ - τεται, ταυ̃τα θετέον μὲν εἰ̃δοσ, ἐπείπερ αὐτὸ διέγνωκεν ὡς ἕτερον ὂν ὁ λόγοσ, ἀτὰρ ἐπωνυμίας οὔθ' ὑπὸ τω̃ν ἔμπροσθεν ἔτυχεν οὔτε νυ̃ν ὑφ' ἡμω̃ν τυχει̃ν ἄξιον.

{ΘΕΑΙ.} 'Αληθη̃: κατὰ σμικρὰ γὰρ λίαν καὶ παντοδαπὰ διή̨ρηται.

{ΞΕ.} Τὸ δέ γε ἔντεχνον, καὶ περὶ δικαίων αὐτω̃ν καὶ ἀδίκων καὶ περὶ τω̃ν ἄλλων ὅλως ἀμφισβητου̃ν, ἀ̃ρ' οὐκ ἐριστικὸν αὐ̃ λέγειν εἰθίσμεθα;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Του̃ μὴν ἐριστικου̃ τὸ μὲν χρηματοφθορικόν, τὸ δὲ χρηματιστικὸν ὂν τυγχάνει.

{ΘΕΑΙ.} Παντάπασί γε.

{ΞΕ.} Τὴν ἐπωνυμίαν τοίνυν ἣν ἑκάτερον δει̃ καλει̃ν αὐτω̃ν πειραθω̃μεν εἰπει̃ν.

{ΘΕΑΙ.} Οὐκου̃ν χρή.

{ΞΕ.} Δοκω̃ μὴν τό γε δι' ἡδονὴν τη̃ς περὶ ταυ̃τα διατριβη̃ς ἀμελὲς τω̃ν οἰκείων γιγνόμενον, περὶ δὲ τὴν λέξιν τοι̃ς πολλοι̃ς τω̃ν ἀκουόντων οὐ μεθ' ἡδονη̃ς ἀκουόμενον καλει̃σθαι κατὰ γνώμην τὴν ἐμὴν οὐχ ἕτερον ἀδολεσχικου̃.

{ΘΕΑΙ.} Λέγεται γὰρ οὐ̃ν οὕτω πωσ.

{ΞΕ.} Τούτου τοίνυν τοὐναντίον, ἀπὸ τω̃ν ἰδιωτικω̃ν ἐρίδων χρηματιζόμενον, ἐν τω̨̃ μέρει σὺ πειρω̃ νυ̃ν εἰπει̃ν.

{ΘΕΑΙ.} Καὶ [τί] τις ἂν αὐ̃ εἰπὼν ἕτερον οὐκ ἐξαμάρτοι πλήν γε τὸν θαυμαστὸν πάλιν ἐκει̃νον ἥκειν αὐ̃ νυ̃ν τέταρτον τὸν μεταδιωκόμενον ὑφ' ἡμω̃ν σοφιστήν;

{ΞΕ.} Οὐδὲν ἀλλ' ἢ τὸ χρηματιστικὸν γένοσ, ὡς ἔοικεν, ἐριστικη̃ς ὂν τέχνησ, τη̃ς ἀντιλογικη̃σ, τη̃ς ἀμφισβητητικη̃σ, τη̃ς μαχητικη̃σ, τη̃ς ἀγωνιστικη̃σ, τη̃ς κτητικη̃ς ἔστιν, ὡς ὁ λόγος αὐ̃ μεμήνυκε νυ̃ν, ὁ σοφιστήσ.

{ΘΕΑΙ.} Κομιδη̨̃ μὲν οὐ̃ν.

{ΞΕ.} 'Ορα̨̃ς οὐ̃ν ὡς ἀληθη̃ λέγεται τὸ ποικίλον εἰ̃ναι του̃το τὸ θηρίον καὶ τὸ λεγόμενον οὐ τη̨̃ ἑτέρα̨ ληπτόν;

{ΘΕΑΙ.} Οὐκου̃ν ἀμφοι̃ν χρή.

{ΞΕ.} Χρὴ γὰρ οὐ̃ν, καὶ κατὰ δύναμίν γε οὕτω ποιητέον, τοιόνδε τι μεταθέοντας ἴχνος αὐτου̃. καί μοι λέγε: τω̃ν οἰκετικω̃ν ὀνομάτων καλου̃μεν ἄττα που;

{ΘΕΑΙ.} Καὶ πολλά: ἀτὰρ ποι̃α δὴ τω̃ν πολλω̃ν πυνθάνη̨;

{ΞΕ.} Τὰ τοιάδε, οἱ̃ον διηθει̃ν τε λέγομεν καὶ διαττα̃ν καὶ βράττειν καὶ %διακρίνειν.%

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} Καὶ πρός γε τούτοις ἔτι ξαίνειν, κατάγειν, κερκίζειν, καὶ μυρία ἐν ται̃ς τέχναις ἄλλα τοιαυ̃τα ἐνόντα ἐπιστάμεθα. ἠ̃ γάρ;

{ΘΕΑΙ.} Τὸ ποι̃ον αὐτω̃ν πέρι βουληθεὶς δηλω̃σαι παρα - δείγματα προθεὶς ταυ̃τα κατὰ πάντων ἤρου;

{ΞΕ.} Διαιρετικά που τὰ λεχθέντα εἴρηται σύμπαντα.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Κατὰ τὸν ἐμὸν τοίνυν λόγον ὡς περὶ ταυ̃τα μίαν οὐ̃σαν ἐν ἅπασι τέχνην ἑνὸς ὀνόματος ἀξιώσομεν αὐτήν.

{ΘΕΑΙ.} Τίνα προσειπόντεσ;

{ΞΕ.} Διακριτικήν.

{ΘΕΑΙ.} 'Έστω.

{ΞΕ.} Σκόπει δὴ ταύτης αὐ̃ δύο ἄν πη̨ δυνώμεθα κατιδει̃ν εἴδη.

{ΘΕΑΙ.} Ταχει̃αν ὡς ἐμοὶ σκέψιν ἐπιτάττεισ.

{ΞΕ.} Καὶ μὴν ἔν γε ται̃ς εἰρημέναις διακρίσεσι τὸ μὲν χει̃ρον ἀπὸ βελτίονος ἀποχωρίζειν ἠ̃ν, τὸ δ' ὅμοιον ἀφ' ὁμοίου.

{ΘΕΑΙ.} Σχεδὸν οὕτω νυ̃ν λεχθὲν φαίνεται.

{ΞΕ.} Τη̃ς μὲν τοίνυν ὄνομα οὐκ ἔχω λεγόμενον: τη̃ς δὲ καταλειπούσης μὲν τὸ βέλτιον διακρίσεωσ, τὸ δὲ χει̃ρον ἀποβαλλούσης ἔχω.

{ΘΕΑΙ.} Λέγε τί.

{ΞΕ.} Πα̃σα ἡ τοιαύτη διάκρισισ, ὡς ἐγὼ συννοω̃, λέγεται παρὰ πάντων καθαρμός τισ.

{ΘΕΑΙ.} Λέγεται γὰρ οὐ̃ν.

{ΞΕ.} Οὐκου̃ν τό γε καθαρτικὸν εἰ̃δος αὐ̃ διπλου̃ν ὂν πα̃ς ἂν ἴδοι;

{ΘΕΑΙ.} Ναί, κατὰ σχολήν γε ἴσωσ: οὐ μὴν ἔγωγε καθορω̃ νυ̃ν.

{ΞΕ.} Καὶ μὴν τά γε περὶ τὰ σώματα πολλὰ εἴδη καθάρ - σεων ἑνὶ περιλαβει̃ν ὀνόματι προσήκει.

{ΘΕΑΙ.} Ποι̃α καὶ τίνι;

{ΞΕ.} Τά τε τω̃ν ζώ̨ων, ὅσα ἐντὸς σωμάτων ὑπὸ γυμναστικη̃ς ἰατρικη̃ς τε ὀρθω̃ς διακρινόμενα καθαίρεται καὶ περὶ τἀκτόσ, εἰπει̃ν μὲν φαυ̃λα, ὅσα βαλανευτικὴ παρέχεται: καὶ τω̃ν ἀψύχων σωμάτων, ὡ̃ν γναφευτικὴ καὶ σύμπασα κοσμη - τικὴ τὴν ἐπιμέλειαν παρεχομένη κατὰ σμικρὰ πολλὰ καὶ γελοι̃α δοκου̃ντα ὀνόματα ἔσχεν.

{ΘΕΑΙ.} Μάλα γε.

{ΞΕ.} Παντάπασι μὲν οὐ̃ν, ὠ̃ Θεαίτητε. ἀλλὰ γὰρ τη̨̃ τω̃ν λόγων μεθόδω̨ σπογγιστικη̃ς ἢ φαρμακοποσίας οὐδὲν ἡ̃ττον οὐδέ τι μα̃λλον τυγχάνει μέλον εἰ τὸ μὲν σμικρά, τὸ δὲ μεγάλα ἡμα̃ς ὠφελει̃ καθαι̃ρον. του̃ κτήσασθαι γὰρ ἕνεκα νου̃ν πασω̃ν τεχνω̃ν τὸ συγγενὲς καὶ τὸ μὴ συγγενὲς κατανοει̃ν πειρωμένη τιμα̨̃ πρὸς του̃το ἐξ ἴσου πάσασ, καὶ θάτερα τω̃ν ἑτέρων κατὰ τὴν ὁμοιότητα οὐδὲν ἡγει̃ται γελοιό - τερα, σεμνότερον δέ τι τὸν διὰ στρατηγικη̃ς ἢ φθειριστικη̃ς δηλου̃ντα θηρευτικὴν οὐδὲν νενόμικεν, ἀλλ' ὡς τὸ πολὺ χαυνότερον. καὶ δὴ καὶ νυ̃ν, ὅπερ ἤρου, τί προσερου̃μεν ὄνομα συμπάσας δυνάμεις ὅσαι σω̃μα εἴτε ἔμψυχον εἴτε ἄψυχον εἰλήχασι καθαίρειν, οὐδὲν αὐτη̨̃ διοίσει ποι̃όν τι λεχθὲν εὐπρεπέστατον εἰ̃ναι δόξει: μόνον ἐχέτω χωρὶς τω̃ν τη̃ς ψυχη̃ς καθάρσεων πάντα συνδη̃σαν ὅσα ἄλλο τι καθαίρει. τὸν γὰρ περὶ τὴν διάνοιαν καθαρμὸν ἀπὸ τω̃ν ἄλλων ἐπι - κεχείρηκεν ἀφορίσασθαι τὰ νυ̃ν, εἴ γε ὅπερ βούλεται μανθάνομεν.

{ΘΕΑΙ.} 'Αλλὰ μεμάθηκα, καὶ συγχωρω̃ δύο μὲν εἴδη καθάρσεωσ, ἓν δὲ τὸ περὶ τὴν ψυχὴν εἰ̃δος εἰ̃ναι, του̃ περὶ τὸ σω̃μα χωρὶς ὄν.

{ΞΕ.} Πάντων κάλλιστα. καί μοι τὸ μετὰ του̃το ἐπάκουε πειρώμενος αὐ̃ τὸ λεχθὲν διχη̨̃ τέμνειν.

{ΘΕΑΙ.} Καθ' ὁποι̃' ἂν ὑφηγη̨̃ πειράσομαί σοι συν - τέμνειν.

{ΞΕ.} Πονηρίαν ἕτερον ἀρετη̃ς ἐν ψυχη̨̃ λέγομέν τι;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Καὶ μὴν καθαρμός γ' ἠ̃ν τὸ λείπειν μὲν θάτερον, ἐκβάλλειν δὲ ὅσον ἂν ἠ̨̃ πού τι φλαυ̃ρον.

{ΘΕΑΙ.} ~'Ην γὰρ οὐ̃ν.

{ΞΕ.} Καὶ ψυχη̃ς ἄρα, καθ' ὅσον ἂν εὑρίσκωμεν κακίας ἀφαίρεσίν τινα, καθαρμὸν αὐτὸν λέγοντες ἐν μέλει φθεγ - ξόμεθα.

{ΘΕΑΙ.} Καὶ μάλα γε.

{ΞΕ.} Δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον.

{ΘΕΑΙ.} Ποι̃α;

{ΞΕ.} Τὸ μὲν οἱ̃ον νόσον ἐν σώματι, τὸ δ' οἱ̃ον αἰ̃σχος ἐγγιγνόμενον.

{ΘΕΑΙ.} Οὐκ ἔμαθον.

{ΞΕ.} Νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικασ;

{ΘΕΑΙ.} Οὐδ' αὐ̃ πρὸς του̃το ἔχω τί χρή με ἀποκρί - νασθαι.

{ΞΕ.} Πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν του̃ φύσει συγγενου̃ς ἔκ τινος διαφθορα̃ς διαφοράν;

{ΘΕΑΙ.} Οὐδέν.

{ΞΕ.} 'Αλλ' αἰ̃σχος ἄλλο τι πλὴν τὸ τη̃ς ἀμετρίας πανταχου̃ δυσειδὲς ἐνὸν γένοσ;

{ΘΕΑΙ.} Οὐδαμω̃ς ἄλλο.

{ΞΕ.} Τί δέ; ἐν ψυχη̨̃ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναι̃ς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταυ̃τα τω̃ν φλαύρως ἐχόντων οὐκ ἠ̨σθήμεθα διαφερόμενα;

{ΘΕΑΙ.} Καὶ σφόδρα γε.

{ΞΕ.} Συγγενη̃ γε μὴν ἐξ ἀνάγκης σύμπαντα γέγονεν.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Στάσιν ἄρα καὶ νόσον τη̃ς ψυχη̃ς πονηρίαν λέγοντες ὀρθω̃ς ἐρου̃μεν.

{ΘΕΑΙ.} 'Ορθότατα μὲν οὐ̃ν.

{ΞΕ.} Τί δ'; ὅσ' [ἂν] κινήσεως μετασχόντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθ' ἑκάστην ὁρμὴν παράφορα αὐτου̃ γίγνηται καὶ ἀποτυγχάνη̨, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τη̃ς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν;

{ΘΕΑΙ.} Δη̃λον ὡς ὑπὸ ἀμετρίασ.

{ΞΕ.} 'Αλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πα̃σαν πα̃ν ἀγνοου̃σαν.

{ΘΕΑΙ.} Σφόδρα γε.

{ΞΕ.} Τό γε μὴν ἀγνοει̃ν ἐστιν ἐπ' ἀλήθειαν ὁρμωμένης ψυχη̃σ, παραφόρου συνέσεως γιγνομένησ, οὐδὲν ἄλλο πλὴν παραφροσύνη.

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} Ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον.

{ΘΕΑΙ.} 'Έοικεν.

{ΞΕ.} 'Έστι δὴ δύο ταυ̃τα, ὡς φαίνεται, κακω̃ν ἐν αὐτη̨̃ γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τω̃ν πολλω̃ν, νόσος αὐτη̃ς σαφέστατα ὄν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τὸ δέ γε ἄγνοιαν μὲν καλου̃σι, κακίαν δὲ αὐτὸ ἐν ψυχη̨̃ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογει̃ν.

{ΘΕΑΙ.} Κομιδη̨̃ συγχωρητέον, ὃ νυνδὴ λέξαντος ἠμφε - γνόησά σου, τὸ δύο εἰ̃ναι γένη κακίας ἐν ψυχη̨̃, καὶ δειλίαν μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν σύμπαντα ἡγητέον νόσον ἐν ἡμι̃ν, τὸ δὲ τη̃ς πολλη̃ς καὶ παντοδαπη̃ς ἀγνοίας πάθος αἰ̃σχος θετέον.

{ΞΕ.} Οὐκου̃ν ἔν γε σώματι περὶ δύο παθήματε τούτω δύο τέχνα τινὲ ἐγενέσθην;

{ΘΕΑΙ.} Τίνε τούτω;

{ΞΕ.} Περὶ μὲν αἰ̃σχος γυμναστική, περὶ δὲ νόσον ἰατρική.

{ΘΕΑΙ.} Φαίνεσθον.

{ΞΕ.} Οὐκου̃ν καὶ περὶ μὲν ὕβριν καὶ ἀδικίαν καὶ δειλίαν ἡ κολαστικὴ πέφυκε τεχνω̃ν μάλιστα δὴ πασω̃ν προσήκουσα Δίκη̨.

{ΘΕΑΙ.} Τὸ γου̃ν εἰκόσ, ὡς εἰπει̃ν κατὰ τὴν ἀνθρωπίνην δόξαν.

{ΞΕ.} Τί δέ; περὶ σύμπασαν ἄγνοιαν μω̃ν ἄλλην τινὰ ἢ διδασκαλικὴν ὀρθότερον εἴποι τις ἄν;

{ΘΕΑΙ.} Οὐδεμίαν.

{ΞΕ.} Φέρε δή: διδασκαλικη̃ς δὲ ἀ̃ρα ἓν μόνον γένος φατέον [εἰ̃ναι] ἢ πλείω, δύο δέ τινε αὐτη̃ς εἰ̃ναι μεγίστω; σκόπει.

{ΘΕΑΙ.} Σκοπω̃.

{ΞΕ.} Καί μοι δοκου̃μεν τη̨̃δε ἄν πη̨ τάχιστα εὑρει̃ν.

{ΘΕΑΙ.} Πη̨̃;

{ΞΕ.} Τὴν ἄγνοιαν ἰδόντες εἴ πη̨ κατὰ μέσον αὑτη̃ς τομὴν ἔχει τινά. διπλη̃ γὰρ αὕτη γιγνομένη δη̃λον ὅτι καὶ τὴν διδασκαλικὴν δύο ἀναγκάζει μόρια ἔχειν, ἓν ἐφ' ἑνὶ [γένει] τω̃ν αὑτη̃ς ἑκατέρω̨.

{ΘΕΑΙ.} Τί οὐ̃ν; καταφανές πή̨ σοι τὸ νυ̃ν ζητούμενον;

{ΞΕ.} 'Αγνοίας γου̃ν μέγα τί μοι δοκω̃ καὶ χαλεπὸν ἀφω - ρισμένον ὁρα̃ν εἰ̃δοσ, πα̃σι τοι̃ς ἄλλοις αὐτη̃ς ἀντίσταθμον μέρεσιν.

{ΘΕΑΙ.} Ποι̃ον δή;

{ΞΕ.} Τὸ μὴ κατειδότα τι δοκει̃ν εἰδέναι: δι' οὑ̃ κινδυνεύει πάντα ὅσα διανοία̨ σφαλλόμεθα γίγνεσθαι πα̃σιν.

{ΘΕΑΙ.} 'Αληθη̃.

{ΞΕ.} Καὶ δὴ καὶ τούτω̨ γε οἰ̃μαι μόνω̨ τη̃ς ἀγνοίας ἀμαθίαν τοὔνομα προσρηθη̃ναι.

{ΘΕΑΙ.} Πάνυ γε.

{ΞΕ.} Τί δὲ δὴ τω̨̃ τη̃ς διδασκαλικη̃ς ἄρα μέρει τω̨̃ του̃το ἀπαλλάττοντι λεκτέον;

{ΘΕΑΙ.} Οἰ̃μαι μὲν [οὐ̃ν], ὠ̃ ξένε, τὸ μὲν ἄλλο δημιουρ - γικὰς διδασκαλίασ, του̃το δὲ ἐνθάδε γε παιδείαν δι' ἡμω̃ν κεκλη̃σθαι.

{ΞΕ.} Καὶ γὰρ σχεδόν, ὠ̃ Θεαίτητε, ἐν πα̃σιν 'Έλλησιν. ἀλλὰ γὰρ ἡμι̃ν ἔτι καὶ του̃το σκεπτέον, ἀ̃ρ' ἄτομον ἤδη ἐστὶ πα̃ν ἤ τινα ἔχον διαίρεσιν ἀξίαν ἐπωνυμίασ.

{ΘΕΑΙ.} Οὐκου̃ν χρὴ σκοπει̃ν.

{ΞΕ.} Δοκει̃ τοίνυν μοι καὶ του̃το ἔτι πη̨ σχίζεσθαι.

{ΘΕΑΙ.} Κατὰ τί;

{ΞΕ.} Τη̃ς ἐν τοι̃ς λόγοις διδασκαλικη̃ς ἡ μὲν τραχυτέρα τις ἔοικεν ὁδὸς εἰ̃ναι, τὸ δ' ἕτερον αὐτη̃ς μόριον λειότερον.

{ΘΕΑΙ.} Τὸ ποι̃ον δὴ τούτων ἑκάτερον λέγομεν;

{ΞΕ.} Τὸ μὲν ἀρχαιοπρεπές τι πάτριον, ὡ̨̃ πρὸς τοὺς ὑει̃ς μάλιστ' ἐχρω̃ντό τε καὶ ἔτι πολλοὶ χρω̃νται τὰ νυ̃ν, ὅταν αὐτοι̃ς ἐξαμαρτάνωσί τι, τὰ μὲν χαλεπαίνοντεσ, τὰ δὲ μαλθα - κωτέρως παραμυθούμενοι: τὸ δ' οὐ̃ν σύμπαν αὐτὸ ὀρθότατα εἴποι τις ἂν νουθετητικήν.

{ΘΕΑΙ.} 'Έστιν οὕτωσ.

{ΞΕ.} Τὸ δέ γε, εἴξασί τινες αὐ̃ λόγον ἑαυτοι̃ς δόντες ἡγήσασθαι πα̃σαν ἀκούσιον ἀμαθίαν εἰ̃ναι, καὶ μαθει̃ν οὐδέν ποτ' ἂν ἐθέλειν τὸν οἰόμενον εἰ̃ναι σοφὸν τούτων ὡ̃ν οἴοιτο πέρι δεινὸς εἰ̃ναι, μετὰ δὲ πολλου̃ πόνου τὸ νουθετητικὸν εἰ̃δος τη̃ς παιδείας σμικρὸν ἀνύτειν.

{ΘΕΑΙ.} 'Ορθω̃ς γε νομίζοντεσ.

{ΞΕ.} Τω̨̃ τοι ταύτης τη̃ς δόξης ἐπὶ ἐκβολὴν ἄλλω̨ τρόπω̨ στέλλονται.

{ΘΕΑΙ.} Τίνι δή;

{ΞΕ.} Διερωτω̃σιν ὡ̃ν ἂν οἴηταί τίς τι πέρι λέγειν λέγων μηδέν: εἰ̃θ' ἅτε πλανωμένων τὰς δόξας ῥα̨δίως ἐξετάζουσι, καὶ συνάγοντες δὴ τοι̃ς λόγοις εἰς ταὐτὸν τιθέασι παρ' ἀλλήλασ, τιθέντες δὲ ἐπιδεικνύουσιν αὐτὰς αὑται̃ς ἅμα περὶ τω̃ν αὐτω̃ν πρὸς τὰ αὐτὰ κατὰ ταὐτὰ ἐναντίασ. οἱ δ' ὁρω̃ντες ἑαυτοι̃ς μὲν χαλεπαίνουσι, πρὸς δὲ τοὺς ἄλλους ἡμερου̃νται, καὶ τούτω̨ δὴ τω̨̃ τρόπω̨ τω̃ν περὶ αὑτοὺς μεγάλων καὶ σκλη - ρω̃ν δοξω̃ν ἀπαλλάττονται πασω̃ν [τε] ἀπαλλαγω̃ν ἀκούειν τε ἡδίστην καὶ τω̨̃ πάσχοντι βεβαιότατα γιγνομένην. νομίζοντες γάρ, ὠ̃ παι̃ φίλε, οἱ καθαίροντες αὐτούσ, ὥσπερ οἱ περὶ τὰ σώματα ἰατροὶ νενομίκασι μὴ πρότερον ἂν τη̃ς προσφερομένης τροφη̃ς ἀπολαύειν δύνασθαι σω̃μα, πρὶν ἂν τὰ ἐμποδίζοντα ἐντός τις ἐκβάλη̨, ταὐτὸν καὶ περὶ ψυχη̃ς διενοήθησαν ἐκει̃νοι, μὴ πρότερον αὐτὴν ἕξειν τω̃ν προσφερομένων μαθημάτων ὄνησιν, πρὶν ἂν ἐλέγχων τις τὸν ἐλεγχόμενον εἰς αἰσχύνην καταστήσασ, τὰς τοι̃ς μαθήμασιν ἐμποδίους δόξας ἐξελών, καθαρὸν ἀποφήνη̨ καὶ ταυ̃τα ἡγούμενον ἅπερ οἰ̃δεν εἰδέναι μόνα, πλείω δὲ μή.

{ΘΕΑΙ.} Βελτίστη γου̃ν καὶ σωφρονεστάτη τω̃ν ἕξεων αὕτη.

{ΞΕ.} Διὰ ταυ̃τα δὴ πάντα ἡμι̃ν, ὠ̃ Θεαίτητε, καὶ τὸν ἔλεγχον λεκτέον ὡς ἄρα μεγίστη καὶ κυριωτάτη τω̃ν καθάρ - σεών ἐστι, καὶ τὸν ἀνέλεγκτον αὐ̃ νομιστέον, ἂν καὶ τυγχάνη̨ βασιλεὺς ὁ μέγας ὤν, τὰ μέγιστα ἀκάθαρτον ὄντα, ἀπαίδευτόν τε καὶ αἰσχρὸν γεγονέναι ταυ̃τα ἃ καθαρώτατον καὶ κάλλιστον ἔπρεπε τὸν ὄντως ἐσόμενον εὐδαίμονα εἰ̃ναι.

{ΘΕΑΙ.} Παντάπασι μὲν οὐ̃ν.

{ΞΕ.} Τί δέ; τοὺς ταύτη̨ χρωμένους τη̨̃ τέχνη̨ τίνασ φήσομεν; ἐγὼ μὲν γὰρ φοβου̃μαι σοφιστὰς φάναι.

{ΘΕΑΙ.} Τί δή;

{ΞΕ.} Μὴ μει̃ζον αὐτοι̃ς προσάπτωμεν γέρασ.

{ΘΕΑΙ.} 'Αλλὰ μὴν προσέοικέ γε τοιούτω̨ τινὶ τὰ νυ̃ν εἰρημένα.

{ΞΕ.} Καὶ γὰρ κυνὶ λύκοσ, ἀγριώτατον ἡμερωτάτω̨. τὸν δὲ ἀσφαλη̃ δει̃ πάντων μάλιστα περὶ τὰς ὁμοιότητας ἀεὶ ποιει̃σθαι τὴν φυλακήν: ὀλισθηρότατον γὰρ τὸ γένοσ. ὅμως δὲ ἔστω: οὐ γὰρ περὶ σμικρω̃ν ὅρων τὴν ἀμφισβήτησιν οἴομαι γενήσεσθαι τότε ὁπόταν ἱκανω̃ς φυλάττωσιν.

{ΘΕΑΙ.} Οὔκουν τό γε εἰκόσ.

{ΞΕ.} 'Έστω δὴ διακριτικη̃ς τέχνης καθαρτική, καθαρτικη̃ς δὲ τὸ περὶ ψυχὴν μέρος ἀφωρίσθω, τούτου δὲ διδασκαλική, διδασκαλικη̃ς δὲ παιδευτική: τη̃ς δὲ παιδευτικη̃ς ὁ περὶ τὴν μάταιον δοξοσοφίαν γιγνόμενος ἔλεγχος ἐν τω̨̃ νυ̃ν λόγω̨ παραφανέντι μηδὲν ἄλλ' ἡμι̃ν εἰ̃ναι λεγέσθω πλὴν ἡ γένει γενναία σοφιστική.

{ΘΕΑΙ.} Λεγέσθω μέν: ἀπορω̃ δὲ ἔγωγε ἤδη διὰ τὸ πολλὰ πεφάνθαι, τί χρή ποτε ὡς ἀληθη̃ λέγοντα καὶ διισχυριζόμενον εἰπει̃ν ὄντως εἰ̃ναι τὸν σοφιστήν.

{ΞΕ.} Εἰκότως γε σὺ ἀπορω̃ν. ἀλλά τοι κἀκει̃νον ἡγει̃σθαι χρὴ νυ̃ν ἤδη σφόδρα ἀπορει̃ν ὅπη̨ ποτὲ ἔτι διαδύσεται τὸν λόγον: ὀρθὴ γὰρ ἡ παροιμία, τὸ τὰς ἁπάσας μὴ ῥά̨διον εἰ̃ναι διαφεύγειν. νυ̃ν οὐ̃ν καὶ μάλιστα ἐπιθετέον αὐτω̨̃.

{ΘΕΑΙ.} Καλω̃ς λέγεισ.

{ΞΕ.} Πρω̃τον δὴ στάντες οἱ̃ον ἐξαναπνεύσωμεν, καὶ πρὸς ἡμα̃ς αὐτοὺς διαλογισώμεθα ἅμα ἀναπαυόμενοι, φέρε, ὁπόσα ἡμι̃ν ὁ σοφιστὴς πέφανται. δοκω̃ μὲν γάρ, τὸ πρω̃τον ηὑρέθη νέων καὶ πλουσίων ἔμμισθος θηρευτήσ.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τὸ δέ γε δεύτερον ἔμπορός τις περὶ τὰ τη̃ς ψυχη̃ς μαθήματα.

{ΘΕΑΙ.} Πάνυ γε.

{ΞΕ.} Τρίτον δὲ ἀ̃ρα οὐ περὶ αὐτὰ ταυ̃τα κάπηλος ἀνεφάνη;

{ΘΕΑΙ.} Ναί, καὶ τέταρτόν γε αὐτοπώλης περὶ τὰ μαθήματα ἡμι̃ν [ἠ̃ν].

{ΞΕ.} 'Ορθω̃ς ἐμνημόνευσασ. πέμπτον δ' ἐγὼ πειράσομαι μνημονεύειν: τη̃ς γὰρ ἀγωνιστικη̃ς περὶ λόγους ἠ̃ν τις ἀθλητήσ, τὴν ἐριστικὴν τέχνην ἀφωρισμένοσ.

{ΘΕΑΙ.} ~'Ην γὰρ οὐ̃ν.

{ΞΕ.} Τό γε μὴν ἕκτον ἀμφισβητήσιμον μέν, ὅμως δ' ἔθεμεν αὐτω̨̃ συγχωρήσαντες δοξω̃ν ἐμποδίων μαθήμασιν περὶ ψυχὴν καθαρτὴν αὐτὸν εἰ̃ναι.

{ΘΕΑΙ.} Παντάπασι μὲν οὐ̃ν.

{ΞΕ.} ~'Αρ' οὐ̃ν ἐννοει̃σ, ὅταν ἐπιστήμων τις πολλω̃ν φαί - νηται, μια̃ς δὲ τέχνης ὀνόματι προσαγορεύηται, τὸ φάντασμα του̃το ὡς οὐκ ἔσθ' ὑγιέσ, ἀλλὰ δη̃λον ὡς ὁ πάσχων αὐτὸ πρός τινα τέχνην οὐ δύναται κατιδει̃ν ἐκει̃νο αὐτη̃ς εἰς ὃ πάντα τὰ μαθήματα ταυ̃τα βλέπει, διὸ καὶ πολλοι̃ς ὀνόμασιν ἀνθ' ἑνὸς τὸν ἔχοντα αὐτὰ προσαγορεύει;

{ΘΕΑΙ.} Κινδυνεύει του̃το ταύτη̨ πη̨ μάλιστα πεφυκέναι.

{ΞΕ.} Μὴ τοίνυν ἡμει̃ς γε αὐτὸ ἐν τη̨̃ ζητήσει δι' ἀργίαν πάσχωμεν, ἀλλ' ἀναλάβωμεν [ἓν] πρω̃τον τω̃ν περὶ τὸν σοφιστὴν εἰρημένων. ἓν γάρ τί μοι μάλιστα κατεφάνη αὐτὸν μηνυ̃ον.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} 'Αντιλογικὸν αὐτὸν ἔφαμεν εἰ̃ναί που.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τί δ'; οὐ καὶ τω̃ν ἄλλων αὐτου̃ τούτου διδάσκαλον γίγνεσθαι;

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} Σκοπω̃μεν δή, περὶ τίνος ἄρα καί φασιν οἱ τοιου̃τοι ποιει̃ν ἀντιλογικούσ. ἡ δὲ σκέψις ἡμι̃ν ἐξ ἀρχη̃ς ἔστω τη̨̃δέ πη̨. φέρε, περὶ τω̃ν θείων, ὅσ' ἀφανη̃ τοι̃ς πολλοι̃σ, ἀ̃ρ' ἱκανοὺς ποιου̃σι του̃το δρα̃ν;

{ΘΕΑΙ.} Λέγεται γου̃ν δὴ περὶ αὐτω̃ν ταυ̃τα.

{ΞΕ.} Τί δ' ὅσα φανερὰ γη̃ς τε καὶ οὐρανου̃ καὶ τω̃ν περὶ τὰ τοιαυ̃τα;

{ΘΕΑΙ.} Τί γάρ;

{ΞΕ.} 'Αλλὰ μὴν ἔν γε ται̃ς ἰδίαις συνουσίαισ, ὁπόταν γενέσεώς τε καὶ οὐσίας πέρι κατὰ πάντων λέγηταί τι, σύνισμεν ὡς αὐτοί τε ἀντειπει̃ν δεινοὶ τούς τε ἄλλους ὅτι ποιου̃σιν ἅπερ αὐτοὶ δυνατούσ;

{ΘΕΑΙ.} Παντάπασί γε.

{ΞΕ.} Τί δ' αὐ̃ περὶ νόμων καὶ συμπάντων τω̃ν πολιτικω̃ν, ἀ̃ρ' οὐχ ὑπισχνου̃νται ποιει̃ν ἀμφισβητητικούσ;

{ΘΕΑΙ.} Οὐδεὶς γὰρ ἂν αὐτοι̃ς ὡς ἔπος εἰπει̃ν διελέγετο μὴ του̃το ὑπισχνουμένοισ.

{ΞΕ.} Τά γε μὴν περὶ πασω̃ν τε καὶ κατὰ μίαν ἑκάστην τέχνην, ἃ δει̃ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπει̃ν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τω̨̃ βουλομένω̨ μαθει̃ν.

{ΘΕΑΙ.} Τὰ Πρωταγόρειά μοι φαίνη̨ περί τε πάλης καὶ τω̃ν ἄλλων τεχνω̃ν εἰρηκέναι.

{ΞΕ.} Καὶ πολλω̃ν γε, ὠ̃ μακάριε, ἑτέρων. ἀτὰρ δὴ τὸ τη̃ς ἀντιλογικη̃ς τέχνης ἀ̃ρ' οὐκ ἐν κεφαλαίω̨ περὶ πάντων πρὸς ἀμφισβήτησιν ἱκανή τις δύναμις ἔοικ' εἰ̃ναι;

{ΘΕΑΙ.} Φαίνεται γου̃ν δὴ σχεδὸν οὐδὲν ὑπολιπει̃ν.

{ΞΕ.} Σὺ δὴ πρὸς θεω̃ν, ὠ̃ παι̃, δυνατὸν ἡγη̨̃ του̃το; τάχα γὰρ ἂν ὑμει̃ς μὲν ὀξύτερον οἱ νέοι πρὸς αὐτὸ βλέποιτε, ἡμει̃ς δὲ ἀμβλύτερον.

{ΘΕΑΙ.} Τὸ ποι̃ον, καὶ πρὸς τί μάλιστα λέγεισ; οὐ γάρ που κατανοω̃ τὸ νυ̃ν ἐρωτώμενον.

{ΞΕ.} Εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν.

{ΘΕΑΙ.} Μακάριον μεντἂν ἡμω̃ν, ὠ̃ ξένε, ἠ̃ν τὸ γένοσ.

{ΞΕ.} Πω̃ς οὐ̃ν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτ' ἂν ὑγιές τι λέγων ἀντειπει̃ν;

{ΘΕΑΙ.} Οὐδαμω̃σ.

{ΞΕ.} Τί ποτ' οὐ̃ν ἂν εἴη τὸ τη̃ς σοφιστικη̃ς δυνάμεως θαυ̃μα;

{ΘΕΑΙ.} Του̃ δὴ πέρι;

{ΞΕ.} Καθ' ὅντινα τρόπον ποτὲ δυνατοὶ τοι̃ς νέοις δόξαν παρασκευάζειν ὡς εἰσὶ πάντα πάντων αὐτοὶ σοφώτατοι. δη̃λον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθω̃ς μήτε ἐκείνοις ἐφαί - νοντο, φαινόμενοί τε εἰ μηδὲν αὐ̃ μα̃λλον ἐδόκουν διὰ τὴν ἀμφισβήτησιν εἰ̃ναι φρόνιμοι, τὸ σὸν δὴ του̃το, σχολη̨̃ ποτ' ἂν αὐτοι̃ς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτω̃ν μαθητὴς γίγνεσθαι.

{ΘΕΑΙ.} Σχολη̨̃ μεντἄν.

{ΞΕ.} Νυ̃ν δέ γ' ἐθέλουσιν;

{ΘΕΑΙ.} Καὶ μάλα.

{ΞΕ.} Δοκου̃σι γὰρ οἰ̃μαι πρὸς ταυ̃τα ἐπιστημόνως ἔχειν αὐτοὶ πρὸς ἅπερ ἀντιλέγουσιν.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Δρω̃σι δέ γε του̃το πρὸς ἅπαντα, φαμέν;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Πάντα ἄρα σοφοὶ τοι̃ς μαθηται̃ς φαίνονται.

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} Οὐκ ὄντες γε: ἀδύνατον γὰρ του̃τό γε ἐφάνη.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὐκ ἀδύνατον;

{ΞΕ.} Δοξαστικὴν ἄρα τινὰ περὶ πάντων ἐπιστήμην ὁ σοφιστὴς ἡμι̃ν ἀλλ' οὐκ ἀλήθειαν ἔχων ἀναπέφανται.

{ΘΕΑΙ.} Παντάπασι μὲν οὐ̃ν, καὶ κινδυνεύει γε τὸ νυ̃ν εἰρημένον ὀρθότατα περὶ αὐτω̃ν εἰρη̃σθαι.

{ΞΕ.} Λάβωμεν τοίνυν σαφέστερόν τι παράδειγμα περὶ τούτων.

{ΘΕΑΙ.} Τὸ ποι̃ον δή;

{ΞΕ.} Τόδε. καί μοι πειρω̃ προσέχων τὸν νου̃ν εὐ̃ μάλα ἀποκρίνασθαι.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} Εἴ τις φαίη μὴ λέγειν μηδ' ἀντιλέγειν, ἀλλὰ ποιει̃ν καὶ δρα̃ν μια̨̃ τέχνη̨ συνάπαντα ἐπίστασθαι πράγματα -

{ΘΕΑΙ.} Πω̃ς πάντα εἰ̃πεσ;

{ΞΕ.} Τὴν ἀρχὴν του̃ ῥηθέντος σύ γ' ἡμι̃ν εὐθὺς ἀγνοει̃σ: τὰ γὰρ σύμπαντα, ὡς ἔοικασ, οὐ μανθάνεισ.

{ΘΕΑΙ.} Οὐ γὰρ οὐ̃ν.

{ΞΕ.} Λέγω τοίνυν σὲ καὶ ἐμὲ τω̃ν πάντων καὶ πρὸς ἡμι̃ν τἀ̃λλα ζω̨̃α καὶ δένδρα.

{ΘΕΑΙ.} Πω̃ς λέγεισ;

{ΞΕ.} Εἴ τις ἐμὲ καὶ σὲ καὶ τἀ̃λλα φυτὰ πάντα ποιήσειν φαίη -

{ΘΕΑΙ.} Τίνα δὴ λέγων τὴν ποίησιν; οὐ γὰρ δὴ γεωργόν γε ἐρει̃ς τινα: καὶ γὰρ ζώ̨ων αὐτὸν εἰ̃πες ποιητήν.

{ΞΕ.} Φημί, καὶ πρός γε θαλάττης καὶ γη̃ς καὶ οὐρανου̃ καὶ θεω̃ν καὶ τω̃ν ἄλλων συμπάντων: καὶ τοίνυν καὶ ταχὺ ποιή - σας αὐτω̃ν ἕκαστα πάνυ σμικρου̃ νομίσματος ἀποδίδοται.

{ΘΕΑΙ.} Παιδιὰν λέγεις τινά.

{ΞΕ.} Τί δέ; τὴν του̃ λέγοντος ὅτι πάντα οἰ̃δε καὶ ταυ̃τα ἕτερον ἂν διδάξειεν ὀλίγου καὶ ἐν ὀλίγω̨ χρόνω̨, μω̃ν οὐ παιδιὰν νομιστέον;

{ΘΕΑΙ.} Πάντως που.

{ΞΕ.} Παιδια̃ς δὲ ἔχεις ἤ τι τεχνικώτερον ἢ καὶ χαριέστερον εἰ̃δος ἢ τὸ μιμητικόν;

{ΘΕΑΙ.} Οὐδαμω̃σ: πάμπολυ γὰρ εἴρηκας εἰ̃δος εἰς ἓν πάντα συλλαβὼν καὶ σχεδὸν ποικιλώτατον.

{ΞΕ.} Οὐκου̃ν τόν γ' ὑπισχνούμενον δυνατὸν εἰ̃ναι μια̨̃ τέχνη̨ πάντα ποιει̃ν γιγνώσκομέν που του̃το, ὅτι μιμήματα καὶ ὁμώνυμα τω̃ν ὄντων ἀπεργαζόμενος τη̨̃ γραφικη̨̃ τέχνη̨ δυνατὸς ἔσται τοὺς ἀνοήτους τω̃ν νέων παίδων, πόρρωθεν τὰ γεγραμμένα ἐπιδεικνύσ, λανθάνειν ὡς ὅτιπερ ἂν βουληθη̨̃ δρα̃ν, του̃το ἱκανώτατος ὢν ἀποτελει̃ν ἔργω̨.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Τί δὲ δή; περὶ τοὺς λόγους ἀ̃ρ' οὐ προσδοκω̃μεν εἰ̃ναί τινα ἄλλην τέχνην, ἡ̨̃ αὐ̃ δυνατὸν [ὂν] [αὐ̃] τυγχάνει τοὺς νέους καὶ ἔτι πόρρω τω̃ν πραγμάτων τη̃ς ἀληθείας ἀφεστω̃τας διὰ τω̃ν ὤτων τοι̃ς λόγοις γοητεύειν, δεικνύντας εἴδωλα λεγόμενα περὶ πάντων, ὥστε ποιει̃ν ἀληθη̃ δοκει̃ν λέ - γεσθαι καὶ τὸν λέγοντα δὴ σοφώτατον πάντων ἅπαντ' εἰ̃ναι;

{ΘΕΑΙ.} Τί γὰρ οὐκ ἂν εἴη ἄλλη τις τοιαύτη τέχνη;

{ΞΕ.} Τοὺς πολλοὺς οὐ̃ν, ὠ̃ Θεαίτητε, τω̃ν τότε ἀκουόντων ἀ̃ρ' οὐκ ἀνάγκη χρόνου τε ἐπελθόντος αὐτοι̃ς ἱκανου̃ καὶ προϊούσης ἡλικίας τοι̃ς τε οὐ̃σι προσπίπτοντας ἐγγύθεν καὶ διὰ παθημάτων ἀναγκαζομένους ἐναργω̃ς ἐφάπτεσθαι τω̃ν ὄντων, μεταβάλλειν τὰς τότε γενομένας δόξασ, ὥστε σμικρὰ μὲν φαίνεσθαι τὰ μεγάλα, χαλεπὰ δὲ τὰ ῥά̨δια, καὶ πάντα πάντη̨ ἀνατετράφθαι τὰ ἐν τοι̃ς λόγοις φαντάσματα ὑπὸ τω̃ν ἐν ται̃ς πράξεσιν ἔργων παραγενομένων;

{ΘΕΑΙ.} 'Ως γου̃ν ἐμοὶ τηλικω̨̃δε ὄντι κρι̃ναι. οἰ̃μαι δὲ καὶ ἐμὲ τω̃ν ἔτι πόρρωθεν ἀφεστηκότων εἰ̃ναι.

{ΞΕ.} Τοιγαρου̃ν ἡμει̃ς σε οἵδε πάντες πειρασόμεθα καὶ νυ̃ν πειρώμεθα ὡς ἐγγύτατα ἄνευ τω̃ν παθημάτων προσάγειν. περὶ δ' οὐ̃ν του̃ σοφιστου̃ τόδε μοι λέγε: πότερον ἤδη του̃το σαφέσ, ὅτι τω̃ν γοήτων ἐστί τισ, μιμητὴς ὢν τω̃ν ὄντων, ἢ διστάζομεν ἔτι μὴ περὶ ὅσωνπερ ἀντιλέγειν δοκει̃ δυνατὸς εἰ̃ναι, περὶ τοσούτων καὶ τὰς ἐπιστήμας ἀληθω̃ς ἔχων τυγχάνει;

{ΘΕΑΙ.} Καὶ πω̃ς ἄν, ὠ̃ ξένε; ἀλλὰ σχεδὸν ἤδη σαφὲς ἐκ τω̃ν εἰρημένων, ὅτι τω̃ν τη̃ς παιδια̃ς μετεχόντων ἐστί τις %μερω̃ν% εἱ̃σ.

{ΞΕ.} Γόητα μὲν δὴ καὶ μιμητὴν ἄρα θετέον αὐτόν τινα.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὐ θετέον;

{ΞΕ.} 'Άγε δή, νυ̃ν ἡμέτερον ἔργον ἤδη τὸν θη̃ρα μηκέτ' ἀνει̃ναι: σχεδὸν γὰρ αὐτὸν περιειλήφαμεν ἐν ἀμφιβληστρικω̨̃ τινι τω̃ν ἐν τοι̃ς λόγοις περὶ τὰ τοιαυ̃τα ὀργάνων, ὥστε οὐκέτ' ἐκφεύξεται τόδε γε.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} Τὸ μὴ οὐ του̃ γένους εἰ̃ναι του̃ τω̃ν θαυματοποιω̃ν τις εἱ̃σ.

{ΘΕΑΙ.} Κἀμοὶ του̃τό γε οὕτω περὶ αὐτου̃ συνδοκει̃.

{ΞΕ.} Δέδοκται τοίνυν ὅτι τάχιστα διαιρει̃ν τὴν εἰδωλο - ποιικὴν τέχνην, καὶ καταβάντας εἰς αὐτήν, ἐὰν μὲν ἡμα̃ς εὐθὺς ὁ σοφιστὴς ὑπομείνη̨, συλλαβει̃ν αὐτὸν κατὰ τὰ ἐπεσταλμένα ὑπὸ του̃ βασιλικου̃ λόγου, κἀκείνω̨ παραδόντας ἀποφη̃ναι τὴν ἄγραν: ἐὰν δ' ἄρα κατὰ μέρη τη̃ς μιμητικη̃ς δύηταί πη̨, συνακολουθει̃ν αὐτω̨̃ διαιρου̃ντας ἀεὶ τὴν ὑποδεχομένην αὐτὸν μοι̃ραν, ἕωσπερ ἂν ληφθη̨̃. πάντως οὔτε οὑ̃τος οὔτε ἄλλο γένος οὐδὲν μή ποτε ἐκφυγὸν ἐπεύξηται τὴν τω̃ν οὕτω δυναμένων μετιέναι καθ' ἕκαστά τε καὶ ἐπὶ πάντα μέθοδον.

{ΘΕΑΙ.} Λέγεις εὐ̃, καὶ ταυ̃τα ταύτη̨ ποιητέον.

{ΞΕ.} Κατὰ δὴ τὸν παρεληλυθότα τρόπον τη̃ς διαιρέσεως ἔγωγέ μοι καὶ νυ̃ν φαίνομαι δύο καθορα̃ν εἴδη τη̃ς μιμητικη̃σ: τὴν δὲ ζητουμένην ἰδέαν, ἐν ὁποτέρω̨ ποθ' ἡμι̃ν οὐ̃σα τυγχάνει, καταμαθει̃ν οὐδέπω μοι δοκω̃ νυ̃ν δυνατὸς εἰ̃ναι.

{ΘΕΑΙ.} Σὺ δ' ἀλλ' εἰπὲ πρω̃τον καὶ δίελε ἡμι̃ν τίνε τὼ δύο λέγεισ.

{ΞΕ.} Μίαν μὲν τὴν εἰκαστικὴν ὁρω̃ν ἐν αὐτη̨̃ τέχνην. ἔστι δ' αὕτη μάλιστα ὁπόταν κατὰ τὰς του̃ παραδείγματος συμμετρίας τις ἐν μήκει καὶ πλάτει καὶ βάθει, καὶ πρὸς τούτοις ἔτι χρώματα ἀποδιδοὺς τὰ προσήκοντα ἑκάστοισ, τὴν του̃ μιμήματος γένεσιν ἀπεργάζηται.

{ΘΕΑΙ.} Τί δ'; οὐ πάντες οἱ μιμούμενοί τι του̃τ' ἐπιχειρου̃σι δρα̃ν;

{ΞΕ.} Οὔκουν ὅσοι γε τω̃ν μεγάλων πού τι πλάττουσιν ἔργων ἢ γράφουσιν. εἰ γὰρ ἀποδιδοι̃εν τὴν τω̃ν καλω̃ν ἀληθινὴν συμμετρίαν, οἰ̃σθ' ὅτι σμικρότερα μὲν του̃ δέοντοσ τὰ ἄνω, μείζω δὲ τὰ κάτω φαίνοιτ' ἂν διὰ τὸ τὰ μὲν πόρρωθεν, τὰ δ' ἐγγύθεν ὑφ' ἡμω̃ν ὁρα̃σθαι.

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} ~'Αρ' οὐ̃ν οὐ χαίρειν τὸ ἀληθὲς ἐάσαντες οἱ δημιουργοὶ νυ̃ν οὐ τὰς οὔσας συμμετρίας ἀλλὰ τὰς δοξούσας εἰ̃ναι καλὰς τοι̃ς εἰδώλοις ἐναπεργάζονται;

{ΘΕΑΙ.} Παντάπασί γε.

{ΞΕ.} Τὸ μὲν ἄρα ἕτερον οὐ δίκαιον, εἰκός γε ὄν, εἰκόνα καλει̃ν;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ τη̃ς γε μιμητικη̃ς τὸ ἐπὶ τούτω̨ μέρος κλητέον ὅπερ εἴπομεν ἐν τω̨̃ πρόσθεν, εἰκαστικήν;

{ΘΕΑΙ.} Κλητέον.

{ΞΕ.} Τί δέ; τὸ φαινόμενον μὲν διὰ τὴν οὐκ ἐκ καλου̃ θέαν ἐοικέναι τω̨̃ καλω̨̃, δύναμιν δὲ εἴ τις λάβοι τὰ τηλικαυ̃τα ἱκανω̃ς ὁρα̃ν, μηδ' εἰκὸς ὡ̨̃ φησιν ἐοικέναι, τί καλου̃μεν; ἀ̃ρ' οὐκ, ἐπείπερ φαίνεται μέν, ἔοικε δὲ οὔ, φάντασμα;

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} Οὐκου̃ν πάμπολυ καὶ κατὰ τὴν ζωγραφίαν του̃το τὸ μέρος ἐστὶ καὶ κατὰ σύμπασαν μιμητικήν;

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Τὴν δὴ φάντασμα ἀλλ' οὐκ εἰκόνα ἀπεργαζομένην τέχνην ἀ̃ρ' οὐ φανταστικὴν ὀρθότατ' ἂν προσαγορεύοιμεν;

{ΘΕΑΙ.} Πολύ γε.

{ΞΕ.} Τούτω τοίνυν τὼ δύο ἔλεγον εἴδη τη̃ς εἰδωλοποιικη̃σ, εἰκαστικὴν καὶ φανταστικήν.

{ΘΕΑΙ.} 'Ορθω̃σ.

{ΞΕ.} '`Ο δέ γε καὶ τότ' ἠμφεγνόουν, [ἐν] ποτέρα̨ τὸν σοφιστὴν θετέον, οὐδὲ νυ̃ν πω δύναμαι θεάσασθαι σαφω̃σ, ἀλλ' ὄντως θαυμαστὸς ἁνὴρ καὶ κατιδει̃ν παγχάλεποσ, ἐπεὶ καὶ νυ̃ν μάλα εὐ̃ καὶ κομψω̃ς εἰς ἄπορον εἰ̃δος διερευνήσασθαι καταπέφευγεν.

{ΘΕΑΙ.} 'Έοικεν.

{ΞΕ.} ~'Αρ' οὐ̃ν αὐτὸ γιγνώσκων σύμφησ, ἤ σε οἱ̃ον ῥύμη τις ὑπὸ του̃ λόγου συνειθισμένον συνεπεσπάσατο πρὸς τὸ ταχὺ συμφη̃σαι;

{ΘΕΑΙ.} Πω̃ς καὶ πρὸς τί του̃το εἴρηκασ;

{ΞΕ.} 'Όντωσ, ὠ̃ μακάριε, ἐσμὲν ἐν παντάπασι χαλεπη̨̃ σκέψει. τὸ γὰρ φαίνεσθαι του̃το καὶ τὸ δοκει̃ν, εἰ̃ναι δὲ μή, καὶ τὸ λέγειν μὲν ἄττα, ἀληθη̃ δὲ μή, πάντα ταυ̃τά ἐστι μεστὰ ἀπορίας ἀεὶ ἐν τω̨̃ πρόσθεν χρόνω̨ καὶ νυ̃ν. ὅπως γὰρ εἰπόντα χρὴ ψευδη̃ λέγειν ἢ δοξάζειν ὄντως εἰ̃ναι, καὶ του̃το φθεγξάμενον ἐναντιολογία̨ μὴ συνέχεσθαι, παντάπασιν, ὠ̃ Θεαίτητε, χαλεπόν.

{ΘΕΑΙ.} Τί δή;

{ΞΕ.} Τετόλμηκεν ὁ λόγος οὑ̃τος ὑποθέσθαι τὸ μὴ ὂν εἰ̃ναι: ψευ̃δος γὰρ οὐκ ἂν ἄλλως ἐγίγνετο ὄν. Παρμενίδης δὲ ὁ μέγασ, ὠ̃ παι̃, παισὶν ἡμι̃ν οὐ̃σιν ἀρχόμενός τε καὶ διὰ τέλους του̃το ἀπεμαρτύρατο, πεζη̨̃ τε ὡ̃δε ἑκάστοτε λέγων καὶ μετὰ μέτρων -

Οὐ γὰρ μή ποτε του̃το δαμη̨̃, φησίν, εἰ̃ναι μὴ ἐόντα:
ἀλλὰ σὺ τη̃σδ' ἀφ' ὁδου̃ διζήμενος εἰ̃ργε νόημα.

παρ' ἐκείνου τε οὐ̃ν μαρτυρει̃ται, καὶ μάλιστά γε δὴ πάντων ὁ λόγος αὐτὸς ἂν δηλώσειε μέτρια βασανισθείσ. του̃το οὐ̃ν αὐτὸ πρω̃τον θεασώμεθα, εἰ μή τί σοι διαφέρει.

{ΘΕΑΙ.} Τὸ μὲν ἐμὸν ὅπη̨ βούλει τίθεσο, τὸν δὲ λόγον ἡ̨̃ βέλτιστα διέξεισι σκοπω̃ν αὐτός τε ἴθι κἀμὲ κατὰ ταύτην τὴν ὁδὸν ἄγε.

{ΞΕ.} 'Αλλὰ χρὴ δρα̃ν ταυ̃τα. καί μοι λέγε: τὸ μηδαμω̃ς ὂν τολμω̃μέν που φθέγγεσθαι;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Μὴ τοίνυν ἔριδος ἕνεκα μηδὲ παιδια̃σ, ἀλλ' εἰ σπουδη̨̃ δέοι συννοήσαντά τινα ἀποκρίνασθαι τω̃ν ἀκροατω̃ν ποι̃ χρὴ τοὔνομ' ἐπιφέρειν του̃το, τὸ μὴ ὄν, τί δοκου̃μεν ἂν εἰς τί καὶ ἐπὶ ποι̃ον αὐτόν τε καταχρήσασθαι καὶ τω̨̃ πυνθανομένω̨ δεικνύναι;

{ΘΕΑΙ.} Χαλεπὸν ἤρου καὶ σχεδὸν εἰπει̃ν οἵω̨ γε ἐμοὶ παντάπασιν ἄπορον.

{ΞΕ.} 'Αλλ' οὐ̃ν του̃τό γε δη̃λον, ὅτι τω̃ν ὄντων ἐπί [τι] τὸ μὴ ὂν οὐκ οἰστέον.

{ΘΕΑΙ.} Πω̃ς γὰρ ἄν;

{ΞΕ.} Οὐκου̃ν ἐπείπερ οὐκ ἐπὶ τὸ ὄν, οὐδ' ἐπὶ τὸ τὶ φέρων ὀρθω̃ς ἄν τις φέροι.

{ΘΕΑΙ.} Πω̃ς δή;

{ΞΕ.} Καὶ του̃το ἡμι̃ν που φανερόν, ὡς καὶ τὸ "τὶ" του̃το [ῥη̃μα] ἐπ' ὄντι λέγομεν ἑκάστοτε: μόνον γὰρ αὐτὸ λέγειν, ὥσπερ γυμνὸν καὶ ἀπηρημωμένον ἀπὸ τω̃ν ὄντων ἁπάντων, ἀδύνατον: ἠ̃ γάρ;

{ΘΕΑΙ.} 'Αδύνατον.

{ΞΕ.} ~'Αρα τη̨̃δε σκοπω̃ν σύμφησ, ὡς ἀνάγκη τόν τι λέγοντα ἕν γέ τι λέγειν;

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} 'Ενὸς γὰρ δὴ τό γε "τὶ" φήσεις σημει̃ον εἰ̃ναι, τὸ δὲ "τινὲ" δυοι̃ν, τὸ δὲ "τινὲσ" πολλω̃ν.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Τὸν δὲ δὴ μὴ τὶ λέγοντα ἀναγκαιότατον, ὡς ἔοικε, παντάπασι μηδὲν λέγειν.

{ΘΕΑΙ.} 'Αναγκαιότατον μὲν οὐ̃ν.

{ΞΕ.} ~'Αρ' οὐ̃ν οὐδὲ του̃το συγχωρητέον, τὸ τὸν τοιου̃τον λέγειν μέν [τι], λέγειν μέντοι μηδέν, ἀλλ' οὐδὲ λέγειν φατέον, ὅς γ' ἂν ἐπιχειρη̨̃ μὴ ὂν φθέγγεσθαι;

{ΘΕΑΙ.} Τέλος γου̃ν ἂν ἀπορίας ὁ λόγος ἔχοι.

{ΞΕ.} <Μήπω μέγ' εἴπη̨σ>: ἔτι γάρ, ὠ̃ μακάριε, ἔστι, καὶ ταυ̃τά γε τω̃ν ἀποριω̃ν ἡ μεγίστη καὶ πρώτη. περὶ γὰρ αὐτὴν αὐτου̃ τὴν ἀρχὴν οὐ̃σα τυγχάνει.

{ΘΕΑΙ.} Πω̃ς φή̨σ; λέγε καὶ μηδὲν ἀποκνήση̨σ.

{ΞΕ.} Τω̨̃ μὲν ὄντι που προσγένοιτ' ἄν τι τω̃ν ὄντων ἕτερον.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Μὴ ὄντι δέ τι τω̃ν ὄντων ἀ̃ρά ποτε προσγίγνεσθαι φήσομεν δυνατὸν εἰ̃ναι;

{ΘΕΑΙ.} Καὶ πω̃σ;

{ΞΕ.} 'Αριθμὸν δὴ τὸν σύμπαντα τω̃ν ὄντων τίθεμεν.

{ΘΕΑΙ.} Εἴπερ γε καὶ ἄλλο τι θετέον ὡς ὄν.

{ΞΕ.} Μὴ τοίνυν μηδ' ἐπιχειρω̃μεν ἀριθμου̃ μήτε πλη̃θος μήτε ἓν πρὸς τὸ μὴ ὂν προσφέρειν.

{ΘΕΑΙ.} Οὔκουν ἂν ὀρθω̃ς γε, ὡς ἔοικεν, ἐπιχειροι̃μεν, ὥς φησιν ὁ λόγοσ.

{ΞΕ.} Πω̃ς οὐ̃ν ἂν ἢ διὰ του̃ στόματος φθέγξαιτο ἄν τις ἢ καὶ τη̨̃ διανοία̨ τὸ παράπαν λάβοι τὰ μὴ ὄντα ἢ τὸ μὴ ὂν χωρὶς ἀριθμου̃;

{ΘΕΑΙ.} Λέγε πη̨̃;

{ΞΕ.} Μὴ ὄντα μὲν ἐπειδὰν λέγωμεν, ἀ̃ρα οὐ πλη̃θος ἐπιχειρου̃μεν ἀριθμου̃ προστιθέναι;

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} Μὴ ὂν δέ, ἀ̃ρα οὐ τὸ ἓν αὐ̃;

{ΘΕΑΙ.} Σαφέστατά γε.

{ΞΕ.} Καὶ μὴν οὔτε δίκαιόν γε οὔτε ὀρθόν φαμεν ὂν ἐπιχειρει̃ν μὴ ὄντι προσαρμόττειν.

{ΘΕΑΙ.} Λέγεις ἀληθέστατα.

{ΞΕ.} Συννοει̃ς οὐ̃ν ὡς οὔτε φθέγξασθαι δυνατὸν ὀρθω̃ς οὔτ' εἰπει̃ν οὔτε διανοηθη̃ναι τὸ μὴ ὂν αὐτὸ καθ' αὑτό, ἀλλ' ἔστιν ἀδιανόητόν τε καὶ ἄρρητον καὶ ἄφθεγκτον καὶ ἄλογον;

{ΘΕΑΙ.} Παντάπασι μὲν οὐ̃ν.

{ΞΕ.} ~'Αρ' οὐ̃ν ἐψευσάμην ἄρτι λέγων τὴν μεγίστην ἀπορίαν ἐρει̃ν αὐτου̃ πέρι, τὸ δὲ ἔτι μείζω τινὰ λέγειν ἄλλην ἔχομεν;

{ΘΕΑΙ.} Τίνα δή;

{ΞΕ.} ~'Ω θαυμάσιε, οὐκ ἐννοει̃ς αὐτοι̃ς τοι̃ς λεχθει̃σιν ὅτι καὶ τὸν ἐλέγχοντα εἰς ἀπορίαν καθίστησι τὸ μὴ ὂν οὕτωσ, ὥστε, ὁπόταν αὐτὸ ἐπιχειρη̨̃ τις ἐλέγχειν, ἐναντία αὐτὸν αὑτω̨̃ περὶ ἐκει̃νο ἀναγκάζεσθαι λέγειν;

{ΘΕΑΙ.} Πω̃ς φή̨σ; εἰπὲ ἔτι σαφέστερον.

{ΞΕ.} Οὐδὲν δει̃ τὸ σαφέστερον ἐν ἐμοὶ σκοπει̃ν. ἐγὼ μὲν γὰρ ὑποθέμενος οὔτε ἑνὸς οὔτε τω̃ν πολλω̃ν τὸ μὴ ὂν δει̃ν μετέχειν, ἄρτι τε καὶ νυ̃ν οὕτως ἓν αὐτὸ εἴρηκα: τὸ μὴ ὂν γὰρ φημί. συνίης τοι.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ μὴν αὐ̃ καὶ σμικρὸν ἔμπροσθεν ἄφθεγκτόν τε αὐτὸ καὶ ἄρρητον καὶ ἄλογον ἔφην εἰ̃ναι. συνέπη̨;

{ΘΕΑΙ.} Συνέπομαι. πω̃ς γὰρ οὔ;

{ΞΕ.} Οὐκου̃ν τό γε εἰ̃ναι προσάπτειν πειρώμενος ἐναντία τοι̃ς πρόσθεν ἔλεγον;

{ΘΕΑΙ.} Φαίνη̨.

{ΞΕ.} Τί δέ; του̃το προσάπτων οὐχ ὡς ἑνὶ διελεγόμην;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ μὴν ἄλογόν γε λέγων καὶ ἄρρητον καὶ ἄφθεγκτον ὥς γε πρὸς ἓν τὸν λόγον ἐποιούμην.

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Φαμὲν δέ γε δει̃ν, εἴπερ ὀρθω̃ς τις λέξει, μήτε ὡς ἓν μήτε ὡς πολλὰ διορίζειν αὐτό, μηδὲ τὸ παράπαν <αὐτὸ> καλει̃ν: ἑνὸς γὰρ εἴδει καὶ κατὰ ταύτην ἂν τὴν πρόσρησιν προσαγορεύοιτο.

{ΘΕΑΙ.} Παντάπασί γε.

{ΞΕ.} Τὸν μὲν τοίνυν ἐμέ γε τί τις ἂν λέγοι; καὶ γὰρ πάλαι καὶ τὰ νυ̃ν ἡττημένον ἂν εὕροι περὶ τὸν του̃ μὴ ὄντος ἔλεγχον. ὥστε ἐν ἔμοιγε λέγοντι, καθάπερ εἰ̃πον, μὴ σκοπω̃μεν τὴν ὀρθολογίαν περὶ τὸ μὴ ὄν, ἀλλ' εἰ̃α δὴ νυ̃ν ἐν σοὶ σκεψώμεθα.

{ΘΕΑΙ.} Πω̃ς φή̨σ;

{ΞΕ.} 'Ίθι ἡμι̃ν εὐ̃ καὶ γενναίωσ, ἅτε νέος ὤν, ὅτι μάλιστα δύνασαι συντείνας πειράθητι, μήτε οὐσίαν μήτε τὸ ἓν μήτε πλη̃θος ἀριθμου̃ προστιθεὶς τω̨̃ μὴ ὄντι, κατὰ τὸ ὀρθὸν φθέγξασθαί τι περὶ αὐτου̃.

{ΘΕΑΙ.} Πολλὴ μεντἄν με καὶ ἄτοπος ἔχοι προθυμία τη̃ς ἐπιχειρήσεωσ, εἰ σὲ τοιαυ̃θ' ὁρω̃ν πάσχοντα αὐτὸς ἐπιχειροίην.

{ΞΕ.} 'Αλλ' εἰ δοκει̃, σὲ μὲν καὶ ἐμὲ χαίρειν ἐω̃μεν: ἕως δ' ἄν τινι δυναμένω̨ δρα̃ν του̃το ἐντυγχάνωμεν, μέχρι τούτου λέγωμεν ὡς παντὸς μα̃λλον πανούργως εἰς ἄπορον ὁ σοφιστὴς τόπον καταδέδυκεν.

{ΘΕΑΙ.} Καὶ μάλα δὴ φαίνεται.

{ΞΕ.} Τοιγαρου̃ν εἴ τινα φήσομεν αὐτὸν ἔχειν φανταστικὴν τέχνην, ῥα̨δίως ἐκ ταύτης τη̃ς χρείας τω̃ν λόγων ἀντιλαμβα - νόμενος ἡμω̃ν εἰς τοὐναντίον ἀποστρέψει τοὺς λόγουσ, ὅταν εἰδωλοποιὸν αὐτὸν καλω̃μεν, ἀνερωτω̃ν τί ποτε τὸ παράπαν εἴδωλον λέγομεν. σκοπει̃ν οὐ̃ν, ὠ̃ Θεαίτητε, χρὴ τί τις τω̨̃ νεανία̨ πρὸς τὸ ἐρωτώμενον ἀποκρινει̃ται.

{ΘΕΑΙ.} Δη̃λον ὅτι φήσομεν τά τε ἐν τοι̃ς ὕδασι καὶ κατόπτροις εἴδωλα, ἔτι καὶ τὰ γεγραμμένα καὶ τὰ τετυπωμένα καὶ τἀ̃λλα ὅσα που τοιαυ̃τ' ἔσθ' ἕτερα.

{ΞΕ.} Φανερόσ, ὠ̃ Θεαίτητε, εἰ̃ σοφιστὴν οὐχ ἑωρακώσ.

{ΘΕΑΙ.} Τί δή;

{ΞΕ.} Δόξει σοι μύειν ἢ παντάπασιν οὐκ ἔχειν ὄμματα.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Τὴν ἀπόκρισιν ὅταν οὕτως αὐτω̨̃ διδω̨̃ς ἐὰν ἐν κατό - πτροις ἢ πλάσμασι λέγη̨ς τι, καταγελάσεταί σου τω̃ν λόγων, ὅταν ὡς βλέποντι λέγη̨ς αὐτω̨̃, προσποιούμενος οὔτε κάτοπτρα οὔτε ὕδατα γιγνώσκειν οὔτε τὸ παράπαν ὄψιν, τὸ δ' ἐκ τω̃ν λόγων ἐρωτήσει σε μόνον.

{ΘΕΑΙ.} Ποι̃ον;

{ΞΕ.} Τὸ διὰ πάντων τούτων ἃ πολλὰ εἰπὼν ἠξίωσας ἑνὶ προσειπει̃ν ὀνόματι φθεγξάμενος εἴδωλον ἐπὶ πα̃σιν ὡς ἓν ὄν. λέγε οὐ̃ν καὶ ἀμύνου μηδὲν ὑποχωρω̃ν τὸν ἄνδρα.

{ΘΕΑΙ.} Τί δη̃τα, ὠ̃ ξένε, εἴδωλον ἂν φαι̃μεν εἰ̃ναι πλήν γε τὸ πρὸς τἀληθινὸν ἀφωμοιωμένον ἕτερον τοιου̃τον;

{ΞΕ.} 'Έτερον δὲ λέγεις τοιου̃τον ἀληθινόν, ἢ ἐπὶ τίνι τὸ τοιου̃τον εἰ̃πεσ;

{ΘΕΑΙ.} Οὐδαμω̃ς ἀληθινόν γε, ἀλλ' ἐοικὸς μέν.

{ΞΕ.} ~'Αρα τὸ ἀληθινὸν ὄντως ὂν λέγων;

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Τί δέ; τὸ μὴ ἀληθινὸν ἀ̃ρ' ἐναντίον ἀληθου̃σ;

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} Οὐκ ὄντως [οὐκ] ὂν ἄρα λέγεις τὸ ἐοικόσ, εἴπερ αὐτό γε μὴ ἀληθινὸν ἐρει̃σ.

{ΘΕΑΙ.} 'Αλλ' ἔστι γε μήν πωσ.

{ΞΕ.} Οὔκουν ἀληθω̃ς γε, φή̨σ.

{ΘΕΑΙ.} Οὐ γὰρ οὐ̃ν: πλήν γ' εἰκὼν ὄντωσ.

{ΞΕ.} Οὐκ ὂν ἄρα [οὐκ] ὄντως ἐστὶν ὄντως ἣν λέγομεν εἰκόνα;

{ΘΕΑΙ.} Κινδυνεύει τοιαύτην τινὰ πεπλέχθαι συμπλοκὴν τὸ μὴ ὂν τω̨̃ ὄντι, καὶ μάλα ἄτοπον.

{ΞΕ.} Πω̃ς γὰρ οὐκ ἄτοπον; ὁρα̨̃ς γου̃ν ὅτι καὶ νυ̃ν διὰ τη̃ς ἐπαλλάξεως ταύτης ὁ πολυκέφαλος σοφιστὴς ἠνάγκακεν ἡμα̃ς τὸ μὴ ὂν οὐχ ἑκόντας ὁμολογει̃ν εἰ̃ναί πωσ.

{ΘΕΑΙ.} 'Ορω̃ καὶ μάλα.

{ΞΕ.} Τί δὲ δή; τὴν τέχνην αὐτου̃ τίνα ἀφορίσαντες ἡμι̃ν αὐτοι̃ς συμφωνει̃ν οἱ̃οί τε ἐσόμεθα;

{ΘΕΑΙ.} Πη̨̃ καὶ τὸ ποι̃όν τι φοβούμενος οὕτω λέγεισ;

{ΞΕ.} 'Όταν περὶ τὸ φάντασμα αὐτὸν ἀπατα̃ν φω̃μεν καὶ τὴν τέχνην εἰ̃ναί τινα ἀπατητικὴν αὐτου̃, τότε πότερον ψευδη̃ δοξάζειν τὴν ψυχὴν ἡμω̃ν φήσομεν ὑπὸ τη̃ς ἐκείνου τέχνησ, ἢ τί ποτ' ἐρου̃μεν;

{ΘΕΑΙ.} Του̃το: τί γὰρ ἂν ἄλλο εἴπαιμεν;

{ΞΕ.} Ψευδὴς δ' αὐ̃ δόξα ἔσται τἀναντία τοι̃ς οὐ̃σι δοξά - ζουσα, ἢ πω̃σ;

{ΘΕΑΙ.} Οὕτωσ: τἀναντία.

{ΞΕ.} Λέγεις ἄρα τὰ μὴ ὄντα δοξάζειν τὴν ψευδη̃ δόξαν;

{ΘΕΑΙ.} 'Ανάγκη.

{ΞΕ.} Πότερον μὴ εἰ̃ναι τὰ μὴ ὄντα δοξάζουσαν, ἤ πως εἰ̃ναι τὰ μηδαμω̃ς ὄντα;

{ΘΕΑΙ.} Εἰ̃ναί πως τὰ μὴ ὄντα δει̃ γε, εἴπερ ψεύσεταί ποτέ τίς τι καὶ κατὰ βραχύ.

{ΞΕ.} Τί δ'; οὐ καὶ μηδαμω̃ς εἰ̃ναι τὰ πάντως ὄντα δοξάζεται;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ του̃το δὴ ψευ̃δοσ;

{ΘΕΑΙ.} Καὶ του̃το.

{ΞΕ.} Καὶ λόγος οἰ̃μαι ψευδὴς οὕτω κατὰ ταὐτὰ νομισθήσεται τά τε ὄντα λέγων μὴ εἰ̃ναι καὶ τὰ μὴ ὄντα εἰ̃ναι.

{ΘΕΑΙ.} Πω̃ς γὰρ ἂν ἄλλως τοιου̃τος γένοιτο;

{ΞΕ.} Σχεδὸν οὐδαμω̃σ: ἀλλὰ ταυ̃τα ὁ σοφιστὴς οὐ φήσει. ἢ τίς μηχανὴ συγχωρει̃ν τινα τω̃ν εὐ̃ φρονούντων, ὅταν [ἄφθεγκτα καὶ ἄρρητα καὶ ἄλογα καὶ ἀδιανόητα] προσ - διωμολογημένα ἠ̨̃ τὰ πρὸ τούτων ὁμολογηθέντα; μανθάνομεν, ὠ̃ Θεαίτητε, ἃ λέγει;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὐ μανθάνομεν ὅτι τἀναντία φήσει λέγειν ἡμα̃ς τοι̃ς νυνδή, ψευδη̃ τολμήσαντας εἰπει̃ν ὡς ἔστιν ἐν δόξαις τε καὶ κατὰ λόγουσ; τω̨̃ γὰρ μὴ ὄντι τὸ ὂν προσ - άπτειν ἡμα̃ς πολλάκις ἀναγκάζεσθαι, διομολογησαμένους νυνδὴ του̃το εἰ̃ναι πάντων ἀδυνατώτατον.

{ΞΕ.} 'Ορθω̃ς ἀπεμνημόνευσασ. ἀλλ' ὅρα δὴ [βουλεύεσθαι] τί χρὴ δρα̃ν του̃ σοφιστου̃ πέρι: τὰς γὰρ ἀντιλήψεις καὶ ἀπορίασ, ἐὰν αὐτὸν διερευνω̃μεν ἐν τη̨̃ τω̃ν ψευδουργω̃ν καὶ γοήτων τέχνη̨ τιθέντεσ, ὁρα̨̃ς ὡς εὔποροι καὶ πολλαί.

{ΘΕΑΙ.} Καὶ μάλα.

{ΞΕ.} Μικρὸν μέρος τοίνυν αὐτω̃ν διεληλύθαμεν, οὐσω̃ν ὡς ἔπος εἰπει̃ν ἀπεράντων.

{ΘΕΑΙ.} 'Αδύνατόν γ' ἄν, ὡς ἔοικεν, εἴη τὸν σοφιστὴν ἑλει̃ν, εἰ ταυ̃τα οὕτως ἔχει.

{ΞΕ.} Τί οὐ̃ν; οὕτως ἀποστησόμεθα νυ̃ν μαλθακισθέντεσ;

{ΘΕΑΙ.} Οὔκουν ἔγωγέ φημι δει̃ν, εἰ καὶ κατὰ σμικρὸν οἱ̃οί τ' ἐπιλαβέσθαι πη̨ τἀνδρός ἐσμεν.

{ΞΕ.} 'Έξεις οὐ̃ν συγγνώμην καὶ καθάπερ νυ̃ν εἰ̃πες ἀγα - πήσεις ἐάν πη̨ καὶ κατὰ βραχὺ παρασπασώμεθα οὕτως ἰσχυρου̃ λόγου;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὐχ ἕξω;

{ΞΕ.} Τόδε τοίνυν ἔτι μα̃λλον παραιτου̃μαί σε.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} Μή με οἱ̃ον πατραλοίαν ὑπολάβη̨ς γίγνεσθαί τινα.

{ΘΕΑΙ.} Τί δή;

{ΞΕ.} Τὸν του̃ πατρὸς Παρμενίδου λόγον ἀναγκαι̃ον ἡμι̃ν ἀμυνομένοις ἔσται βασανίζειν, καὶ βιάζεσθαι τό τε μὴ ὂν ὡς ἔστι κατά τι καὶ τὸ ὂν αὐ̃ πάλιν ὡς οὐκ ἔστι πη̨.

{ΘΕΑΙ.} Φαίνεται τὸ τοιου̃τον διαμαχετέον ἐν τοι̃ς λόγοισ.

{ΞΕ.} Πω̃ς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ του̃το τυφλω̨̃; τούτων γὰρ μήτ' ἐλεγχθέντων μήτε ὁμολογηθέντων σχολη̨̃ ποτέ τις οἱ̃ός τε ἔσται περὶ λόγων ψευδω̃ν λέγων ἢ δόξησ, εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων εἴτε φαντασμάτων αὐτω̃ν, ἢ καὶ περὶ τεχνω̃ν τω̃ν ὅσαι περὶ ταυ̃τά εἰσι, μὴ κατα - γέλαστος εἰ̃ναι τά [γ'] ἐναντία ἀναγκαζόμενος αὑτω̨̃ λέγειν.

{ΘΕΑΙ.} 'Αληθέστατα.

{ΞΕ.} Διὰ ταυ̃τα μέντοι τολμητέον ἐπιτίθεσθαι τω̨̃ πα - τρικω̨̃ λόγω̨ νυ̃ν, ἢ τὸ παράπαν ἐατέον, εἰ του̃τό τις εἴργει δρα̃ν ὄκνοσ.

{ΘΕΑΙ.} 'Αλλ' ἡμα̃ς του̃τό γε μηδὲν μηδαμη̨̃ εἴρξη̨.

{ΞΕ.} Τρίτον τοίνυν ἔτι σε σμικρόν τι παραιτήσομαι.

{ΘΕΑΙ.} Λέγε μόνον.

{ΞΕ.} Εἰ̃πόν που νυνδὴ λέγων ὡς πρὸς τὸν περὶ ταυ̃τ' ἔλεγχον ἀεί τε ἀπειρηκὼς ἐγὼ τυγχάνω καὶ δὴ καὶ τὰ νυ̃ν.

{ΘΕΑΙ.} Εἰ̃πεσ.

{ΞΕ.} Φοβου̃μαι δὴ τὰ εἰρημένα, μή ποτε διὰ ταυ̃τά σοι μανικὸς εἰ̃ναι δόξω παρὰ πόδα μεταβαλὼν ἐμαυτὸν ἄνω καὶ κάτω. σὴν γὰρ δὴ χάριν ἐλέγχειν τὸν λόγον ἐπιθησόμεθα, ἐάνπερ ἐλέγχωμεν.

{ΘΕΑΙ.} 'Ως τοίνυν ἔμοιγε μηδαμη̨̃ δόξων μηδὲν πλημ - μελει̃ν, ἂν ἐπὶ τὸν ἔλεγχον του̃τον καὶ τὴν ἀπόδειξιν ἴη̨σ, θαρρω̃ν ἴθι τούτου γε ἕνεκα.

{ΞΕ.} Φέρε δή, τίνα ἀρχήν τις ἂν ἄρξαιτο παρακινδυνευ - τικου̃ λόγου; δοκω̃ μὲν γὰρ τήνδ', ὠ̃ παι̃, τὴν ὁδὸν ἀναγκαιο - τάτην ἡμι̃ν εἰ̃ναι τρέπεσθαι.

{ΘΕΑΙ.} Ποίαν δή;

{ΞΕ.} Τὰ δοκου̃ντα νυ̃ν ἐναργω̃ς ἔχειν ἐπισκέψασθαι πρω̃τον μή πη̨ τεταραγμένοι μὲν ὠ̃μεν περὶ ταυ̃τα, ῥα̨δίως δ' ἀλλήλοις ὁμολογω̃μεν ὡς εὐκρινω̃ς ἔχοντεσ.

{ΘΕΑΙ.} Λέγε σαφέστερον ὃ λέγεισ.

{ΞΕ.} Εὐκόλως μοι δοκει̃ Παρμενίδης ἡμι̃ν διειλέχθαι καὶ πα̃ς ὅστις πώποτε ἐπὶ κρίσιν ὥρμησε του̃ τὰ ὄντα διορίσασθαι πόσα τε καὶ ποι̃ά ἐστιν.

{ΘΕΑΙ.} Πη̨̃;

{ΞΕ.} Μυ̃θόν τινα ἕκαστος φαίνεταί μοι διηγει̃σθαι παισὶν ὡς οὐ̃σιν ἡμι̃ν, ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμει̃ δὲ ἀλλήλοις ἐνίοτε αὐτω̃ν ἄττα πη̨, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμους τε καὶ τόκους καὶ τροφὰς τω̃ν ἐκγόνων παρέχεται: δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρόν, συνοι - κίζει τε αὐτὰ καὶ ἐκδίδωσι: τὸ δὲ παρ' ἡμι̃ν 'Ελεατικὸν ἔθνοσ, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τω̃ν πάντων καλουμένων οὕτω διεξέρχεται τοι̃ς μύθοισ. 'Ιάδες δὲ καὶ Σικελαί τινες ὕστερον Μου̃σαι συνενόησαν ὅτι συμπλέκειν ἀσφαλέστατον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρα̨ δὲ καὶ φιλία̨ συνέχεται. διαφερόμενον γὰρ ἀεὶ συμφέρεται, φασὶν αἱ συντονώτεραι τω̃ν Μουσω̃ν: αἱ δὲ μαλακώτεραι τὸ μὲν ἀεὶ ταυ̃τα οὕτως ἔχειν ἐχάλασαν, ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἰ̃ναί φασι τὸ πα̃ν καὶ φίλον ὑπ' 'Αφροδίτησ, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτω̨̃ διὰ νει̃κός τι. ταυ̃τα δὲ πάντα εἰ μὲν ἀληθω̃ς τις ἢ μὴ τούτων εἴρηκε, χαλεπὸν καὶ πλημμελὲς οὕτω μεγάλα κλεινοι̃ς καὶ παλαιοι̃ς ἀνδράσιν ἐπιτιμα̃ν: ἐκει̃νο δὲ ἀνεπίφθονον ἀποφήνασθαι -

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} 'Ότι λίαν τω̃ν πολλω̃ν ἡμω̃ν ὑπεριδόντες ὠλιγώρησαν: οὐδὲν γὰρ φροντίσαντες εἴτ' ἐπακολουθου̃μεν αὐτοι̃ς λέγουσιν εἴτε ἀπολειπόμεθα, περαίνουσι τὸ σφέτερον αὐτω̃ν ἕκαστοι.

{ΘΕΑΙ.} Πω̃ς λέγεισ;

{ΞΕ.} 'Όταν τις αὐτω̃ν φθέγξηται λέγων ὡς ἔστιν ἢ γέγονεν ἢ γίγνεται πολλὰ ἢ ἓν ἢ δύο, καὶ θερμὸν αὐ̃ ψυχρω̨̃ συγκεραννύμενον, ἄλλοθί πη̨ διακρίσεις καὶ συγκρίσεις ὑπο - τιθείσ, τούτων, ὠ̃ Θεαίτητε, ἑκάστοτε σύ τι πρὸς θεω̃ν συνίης ὅτι λέγουσιν; ἐγὼ μὲν γὰρ ὅτε μὲν ἠ̃ν νεώτεροσ, του̃τό τε τὸ νυ̃ν ἀπορούμενον ὁπότε τις εἴποι, τὸ μὴ ὄν, ἀκριβω̃ς ὤ̨μην συνιέναι. νυ̃ν δὲ ὁρα̨̃ς ἵν' ἐσμὲν αὐτου̃ πέρι τη̃ς ἀπορίασ.

{ΘΕΑΙ.} 'Ορω̃.

{ΞΕ.} Τάχα τοίνυν ἴσως οὐχ ἡ̃ττον κατὰ τὸ ὂν ταὐτὸν του̃το πάθος εἰληφότες ἐν τη̨̃ ψυχη̨̃ περὶ μὲν του̃το εὐπορει̃ν φαμεν καὶ μανθάνειν ὁπόταν τις αὐτὸ φθέγξηται, περὶ δὲ θάτερον οὔ, πρὸς ἀμφότερα ὁμοίως ἔχοντεσ.

{ΘΕΑΙ.} 'Ίσωσ.

{ΞΕ.} Καὶ περὶ τω̃ν ἄλλων δὴ τω̃ν προειρημένων ἡμι̃ν ταὐτὸν του̃το εἰρήσθω.

{ΘΕΑΙ.} Πάνυ γε.

{ΞΕ.} Τω̃ν μὲν τοίνυν πολλω̃ν πέρι καὶ μετὰ του̃το σκεψόμεθ', ἂν δόξη̨, περὶ δὲ του̃ μεγίστου τε καὶ ἀρχηγου̃ πρώτου νυ̃ν σκεπτέον.

{ΘΕΑΙ.} Τίνος δὴ λέγεισ; ἢ δη̃λον ὅτι τὸ ὂν φὴ̨ς πρω̃τον δει̃ν διερευνήσασθαι τί ποθ' οἱ λέγοντες αὐτὸ δηλου̃ν ἡγου̃νται;

{ΞΕ.} Κατὰ πόδα γε, ὠ̃ Θεαίτητε, ὑπέλαβεσ. λέγω γὰρ δὴ ταύτη̨ δει̃ν ποιει̃σθαι τὴν μέθοδον ἡμα̃σ, οἱ̃ον αὐτω̃ν παρόντων ἀναπυνθανομένους ὡ̃δε: "Φέρε, ὁπόσοι θερμὸν καὶ ψυχρὸν ἤ τινε δύο τοιούτω τὰ πάντ' εἰ̃ναί φατε, τί ποτε ἄρα του̃τ' ἐπ' ἀμφοι̃ν φθέγγεσθε, λέγοντες ἄμφω καὶ ἑκάτερον εἰ̃ναι; τί τὸ εἰ̃ναι του̃το ὑπολάβωμεν ὑμω̃ν; πότερον τρίτον παρὰ τὰ δύο ἐκει̃να, καὶ τρία τὸ πα̃ν ἀλλὰ μὴ δύο ἔτι καθ' ὑμα̃ς τιθω̃μεν; οὐ γάρ που τοι̃ν γε δυοι̃ν καλου̃ντες θάτερον ὂν ἀμφότερα ὁμοίως εἰ̃ναι λέγετε: σχεδὸν γὰρ ἂν ἀμφοτέρως ἕν, ἀλλ' οὐ δύο εἴτην."

{ΘΕΑΙ.} 'Αληθη̃ λέγεισ.

{ΞΕ.} "'Αλλ' ἀ̃ρά γε τὰ ἄμφω βούλεσθε καλει̃ν ὄν;"

{ΘΕΑΙ.} 'Ίσωσ.

{ΞΕ.} "'Αλλ', ὠ̃ φίλοι," φήσομεν, "κἂν οὕτω τὰ δύο λέγοιτ' ἂν σαφέστατα ἕν."

{ΘΕΑΙ.} 'Ορθότατα εἴρηκασ.

{ΞΕ.} "'Επειδὴ τοίνυν ἡμει̃ς ἠπορήκαμεν, ὑμει̃ς αὐτὰ ἡμι̃ν ἐμφανίζετε ἱκανω̃σ, τί ποτε βούλεσθε σημαίνειν ὁπόταν ὂν φθέγγησθε. δη̃λον γὰρ ὡς ὑμει̃ς μὲν ταυ̃τα πάλαι γιγνώσκετε, ἡμει̃ς δὲ πρὸ του̃ μὲν ὠ̨όμεθα, νυ̃ν δ' ἠπορή - καμεν. διδάσκετε οὐ̃ν πρω̃τον του̃τ' αὐτὸ ἡμα̃σ, ἵνα μὴ δοξάζωμεν μανθάνειν μὲν τὰ λεγόμενα παρ' ὑμω̃ν, τὸ δὲ τούτου γίγνηται πα̃ν τοὐναντίον." ταυ̃τα δὴ λέγοντές τε καὶ ἀξιου̃ντες παρά τε τούτων καὶ παρὰ τω̃ν ἄλλων ὅσοι πλει̃ον ἑνὸς λέγουσι τὸ πα̃ν εἰ̃ναι, μω̃ν, ὠ̃ παι̃, τὶ πλημ - μελήσομεν;

{ΘΕΑΙ.} 'Ήκιστά γε.

{ΞΕ.} Τί δέ; παρὰ τω̃ν ἓν τὸ πα̃ν λεγόντων ἀ̃ρ' οὐ πευστέον εἰς δύναμιν τί ποτε λέγουσι τὸ ὄν;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Τόδε τοίνυν ἀποκρινέσθων. "'Έν πού φατε μόνον εἰ̃ναι;" - "Φαμὲν γάρ," φήσουσιν. ἠ̃ γάρ;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} "Τί δέ; ὂν καλει̃τέ τι;"

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} "Πότερον ὅπερ ἕν, ἐπὶ τω̨̃ αὐτω̨̃ προσχρώμενοι δυοι̃ν ὀνόμασιν, ἢ πω̃σ;"

{ΘΕΑΙ.} Τίς οὐ̃ν αὐτοι̃ς ἡ μετὰ του̃τ', ὠ̃ ξένε, ἀπόκρισισ;

{ΞΕ.} Δη̃λον, ὠ̃ Θεαίτητε, ὅτι τω̨̃ ταύτην τὴν ὑπόθεσιν ὑποθεμένω̨ πρὸς τὸ νυ̃ν ἐρωτηθὲν καὶ πρὸς ἄλλο δὲ ὁτιου̃ν οὐ πάντων ῥα̨̃στον ἀποκρίνασθαι.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Τό τε δύο ὀνόματα ὁμολογει̃ν εἰ̃ναι μηδὲν θέμενον πλὴν ἓν καταγέλαστόν που.

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Καὶ τὸ παράπαν γε ἀποδέχεσθαί του λέγοντος ὡς ἔστιν ὄνομά τι, λόγον οὐκ ἂν ἔχον.

{ΘΕΑΙ.} Πη̨̃;

{ΞΕ.} Τιθείς τε τοὔνομα του̃ πράγματος ἕτερον δύο λέγει πού τινε.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ μὴν ἂν ταὐτόν γε αὐτω̨̃ τιθη̨̃ τοὔνομα, ἢ μηδενὸς ὄνομα ἀναγκασθήσεται λέγειν, εἰ δέ τινος αὐτὸ φήσει, συμβήσεται τὸ ὄνομα ὀνόματος ὄνομα μόνον, ἄλλου δὲ οὐδενὸς ὄν.

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Καὶ τὸ ἕν γε, ἑνὸς ὄνομα ὂν καὶ του̃ ὀνόματος αὐ̃ τὸ ἓν ὄν.

{ΘΕΑΙ.} 'Ανάγκη.

{ΞΕ.} Τί δέ; τὸ ὅλον ἕτερον του̃ ὄντος ἑνὸς ἢ ταὐτὸν φήσουσι τούτω̨;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὐ φήσουσί τε καὶ φασίν;

{ΞΕ.} Εἰ τοίνυν ὅλον ἐστίν, ὥσπερ καὶ Παρμενίδης λέγει,

Πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκω̨,
μεσσόθεν ἰσοπαλὲς πάντη̨: τὸ γὰρ οὔτε τι μει̃ζον
οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τη̨̃ ἢ τη̨̃,

τοιου̃τόν γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταυ̃τα δὲ ἔχον πα̃σα ἀνάγκη μέρη ἔχειν: ἢ πω̃σ;

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} 'Αλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν του̃ ἑνὸς ἔχειν ἐπὶ τοι̃ς μέρεσι πα̃σιν οὐδὲν ἀποκωλύει, καὶ ταύτη̨ δὴ πα̃ν τε ὂν καὶ ὅλον ἓν εἰ̃ναι.

{ΘΕΑΙ.} Τί δ' οὔ;

{ΞΕ.} Τὸ δὲ πεπονθὸς ταυ̃τα ἀ̃ρ' οὐκ ἀδύνατον αὐτό γε τὸ ἓν αὐτὸ εἰ̃ναι;

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} 'Αμερὲς δήπου δει̃ παντελω̃ς τό γε ἀληθω̃ς ἓν κατὰ τὸν ὀρθὸν λόγον εἰρη̃σθαι.

{ΘΕΑΙ.} Δει̃ γὰρ οὐ̃ν.

{ΞΕ.} Τὸ δέ γε τοιου̃τον ἐκ πολλω̃ν μερω̃ν ὂν οὐ συμ - φωνήσει τω̨̃ [ὅλω̨] λόγω̨.

{ΘΕΑΙ.} Μανθάνω.

{ΞΕ.} Πότερον δὴ πάθος ἔχον τὸ ὂν του̃ ἑνὸς οὕτως ἕν τε ἔσται καὶ ὅλον, ἢ παντάπασι μὴ λέγωμεν ὅλον εἰ̃ναι τὸ ὄν;

{ΘΕΑΙ.} Χαλεπὴν προβέβληκας αἵρεσιν.

{ΞΕ.} 'Αληθέστατα μέντοι λέγεισ. πεπονθός τε γὰρ τὸ ὂν ἓν εἰ̃ναί πως οὐ ταὐτὸν ὂν τω̨̃ ἑνὶ φανει̃ται, καὶ πλέονα δὴ τὰ πάντα ἑνὸς ἔσται.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ μὴν ἐάν γε τὸ ὂν ἠ̨̃ μὴ ὅλον διὰ τὸ πεπονθέναι τὸ ὑπ' ἐκείνου πάθοσ, ἠ̨̃ δὲ αὐτὸ τὸ ὅλον, ἐνδεὲς τὸ ὂν ἑαυτου̃ συμβαίνει.

{ΘΕΑΙ.} Πάνυ γε.

{ΞΕ.} Καὶ κατὰ του̃τον δὴ τὸν λόγον ἑαυτου̃ στερόμενον οὐκ ὂν ἔσται τὸ ὄν.

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Καὶ ἑνός γε αὐ̃ πλείω τὰ πάντα γίγνεται, του̃ τε ὄντος καὶ του̃ ὅλου χωρὶς ἰδίαν ἑκατέρου φύσιν εἰληφότοσ.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Μὴ ὄντος δέ γε τὸ παράπαν του̃ ὅλου, ταὐτά τε ταυ̃τα ὑπάρχει τω̨̃ ὄντι, καὶ πρὸς τω̨̃ μὴ εἰ̃ναι μηδ' ἂν γενέσθαι ποτὲ ὄν.

{ΘΕΑΙ.} Τί δή;

{ΞΕ.} Τὸ γενόμενον ἀεὶ γέγονεν ὅλον: ὥστε οὔτε οὐσίαν οὔτε γένεσιν ὡς οὐ̃σαν δει̃ προσαγορεύειν [τὸ ἓν ἢ] τὸ ὅλον ἐν τοι̃ς οὐ̃σι μὴ τιθέντα.

{ΘΕΑΙ.} Παντάπασιν ἔοικε ταυ̃θ' οὕτως ἔχειν.

{ΞΕ.} Καὶ μὴν οὐδ' ὁποσονου̃ν τι δει̃ τὸ μὴ ὅλον εἰ̃ναι: ποσόν τι γὰρ ὄν, ὁπόσον ἂν ἠ̨̃, τοσου̃τον ὅλον ἀναγκαι̃ον αὐτὸ εἰ̃ναι.

{ΘΕΑΙ.} Κομιδη̨̃ γε.

{ΞΕ.} Καὶ τοίνυν ἄλλα μυρία ἀπεράντους ἀπορίας ἕκαστον εἰληφὸς φανει̃ται τω̨̃ τὸ ὂν εἴτε δύο τινὲ εἴτε ἓν μόνον εἰ̃ναι λέγοντι.

{ΘΕΑΙ.} Δηλοι̃ σχεδὸν καὶ τὰ νυ̃ν ὑποφαίνοντα: συν - άπτεται γὰρ ἕτερον ἐξ ἄλλου, μείζω καὶ χαλεπωτέραν φέρον περὶ τω̃ν ἔμπροσθεν ἀεὶ ῥηθέντων πλάνην.

{ΞΕ.} Τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μή, πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δὲ ἱκανω̃ς ἐχέτω: τοὺς δὲ ἄλλως λέγοντας αὐ̃ θεατέον, ἵν' ἐκ πάντων ἴδωμεν ὅτι τὸ ὂν του̃ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπει̃ν ὅτι ποτ' ἔστιν.

{ΘΕΑΙ.} Οὐκου̃ν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτουσ.

{ΞΕ.} Καὶ μὴν ἔοικέ γε ἐν αὐτοι̃ς οἱ̃ον γιγαντομαχία τις εἰ̃ναι διὰ τὴν ἀμφισβήτησιν περὶ τη̃ς οὐσίας πρὸς ἀλλήλουσ.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Οἱ μὲν εἰς γη̃ν ἐξ οὐρανου̃ καὶ του̃ ἀοράτου πάντα ἕλκουσι, ται̃ς χερσὶν ἀτεχνω̃ς πέτρας καὶ δρυ̃ς περιλαμ - βάνοντεσ. τω̃ν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρί- ζονται του̃το εἰ̃ναι μόνον ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σω̃μα καὶ οὐσίαν ὁριζόμενοι, τω̃ν δὲ ἄλλων εἴ τίς [τι] φήσει μὴ σω̃μα ἔχον εἰ̃ναι, καταφρονου̃ντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν.

{ΘΕΑΙ.} ~'Η δεινοὺς εἴρηκας ἄνδρασ: ἤδη γὰρ καὶ ἐγὼ τούτων συχνοι̃ς προσέτυχον.

{ΞΕ.} Τοιγαρου̃ν οἱ πρὸς αὐτοὺς ἀμφισβητου̃ντες μάλα εὐλαβω̃ς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἰ̃ναι: τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπ' αὐτω̃ν ἀλήθειαν κατὰ σμικρὰ διαθραύοντες ἐν τοι̃ς λόγοις γένεσιν ἀντ' οὐσίας φερομένην τινὰ προσαγορεύουσιν. ἐν μέσω̨ δὲ περὶ ταυ̃τα ἄπλετος ἀμφοτέρων μάχη τισ, ὠ̃ Θεαίτητε, ἀεὶ συνέστηκεν.

{ΘΕΑΙ.} 'Αληθη̃.

{ΞΕ.} Παρ' ἀμφοι̃ν τοίνυν τοι̃ν γενοι̃ν κατὰ μέρος λάβωμεν λόγον ὑπὲρ ἡ̃ς τίθενται τη̃ς οὐσίασ.

{ΘΕΑΙ.} Πω̃ς οὐ̃ν δὴ ληψόμεθα;

{ΞΕ.} Παρὰ μὲν τω̃ν ἐν εἴδεσιν αὐτὴν τιθεμένων ῥα̨̃ον, ἡμερώτεροι γάρ: παρὰ δὲ τω̃ν εἰς σω̃μα πάντα ἑλκόντων βία̨ χαλεπώτερον, ἴσως δὲ καὶ σχεδὸν ἀδύνατον. ἀλλ' ὡ̃δέ μοι δει̃ν δοκει̃ περὶ αὐτω̃ν δρα̃ν.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Μάλιστα μέν, εἴ πη̨ δυνατὸν ἠ̃ν, ἔργω̨ βελτίους αὐτοὺς ποιει̃ν: εἰ δὲ του̃το μὴ ἐγχωρει̃, λόγω̨ ποιω̃μεν, ὑποτιθέμενοι νομιμώτερον αὐτοὺς ἢ νυ̃ν ἐθέλοντας ἂν ἀποκρί - νασθαι. τὸ γὰρ ὁμολογηθὲν παρὰ βελτιόνων που κυριώτερον ἢ τὸ παρὰ χειρόνων: ἡμει̃ς δὲ οὐ τούτων φροντίζομεν, ἀλλὰ τἀληθὲς ζητου̃μεν.

{ΘΕΑΙ.} 'Ορθότατα.

{ΞΕ.} Κέλευε δὴ τοὺς βελτίους γεγονότας ἀποκρίνασθαί σοι, καὶ τὸ λεχθὲν παρ' αὐτω̃ν ἀφερμήνευε.

{ΘΕΑΙ.} Ταυ̃τ' ἔσται.

{ΞΕ.} Λεγόντων δὴ θνητὸν ζω̨̃ον εἴ φασιν εἰ̃ναί τι.

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Του̃το δὲ οὐ σω̃μα ἔμψυχον ὁμολογου̃σιν;

{ΘΕΑΙ.} Πάνυ γε.

{ΞΕ.} Τιθέντες τι τω̃ν ὄντων ψυχήν;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τί δέ; ψυχὴν οὐ τὴν μὲν δικαίαν, τὴν δὲ ἄδικόν φασιν εἰ̃ναι, καὶ τὴν μὲν φρόνιμον, τὴν δὲ ἄφρονα;

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} 'Αλλ' οὐ δικαιοσύνης ἕξει καὶ παρουσία̨ τοιαύτην αὐτω̃ν ἑκάστην γίγνεσθαι, καὶ τω̃ν ἐναντίων τὴν ἐναντίαν;

{ΘΕΑΙ.} Ναί, καὶ ταυ̃τα σύμφασιν.

{ΞΕ.} 'Αλλὰ μὴν τό γε δυνατόν τω̨ παραγίγνεσθαι καὶ ἀπογίγνεσθαι πάντως εἰ̃ναί τι φήσουσιν.

{ΘΕΑΙ.} Φασὶ μὲν οὐ̃ν.

{ΞΕ.} Οὔσης οὐ̃ν δικαιοσύνης καὶ φρονήσεως καὶ τη̃ς ἄλλης ἀρετη̃ς καὶ τω̃ν ἐναντίων, καὶ δὴ καὶ ψυχη̃ς ἐν ἡ̨̃ ταυ̃τα ἐγγίγνεται, πότερον ὁρατὸν καὶ ἁπτὸν εἰ̃ναί φασί τι αὐτω̃ν ἢ πάντα ἀόρατα;

{ΘΕΑΙ.} Σχεδὸν οὐδὲν τούτων γε ὁρατόν.

{ΞΕ.} Τί δὲ τω̃ν τοιούτων; μω̃ν σω̃μά τι λέγουσιν ἴσχειν;

{ΘΕΑΙ.} Του̃το οὐκέτι κατὰ ταὐτὰ ἀποκρίνονται πα̃ν, ἀλλὰ τὴν μὲν ψυχὴν αὐτὴν δοκει̃ν σφίσι σω̃μά τι κεκτη̃σθαι, φρόνησιν δὲ καὶ τω̃ν ἄλλων ἕκαστον ὡ̃ν ἠρώτηκασ, αἰσχύνονται τὸ τολμα̃ν ἢ μηδὲν τω̃ν ὄντων αὐτὰ ὁμολογει̃ν ἢ πάντ' εἰ̃ναι σώματα διισχυρίζεσθαι.

{ΞΕ.} Σαφω̃ς γὰρ ἡμι̃ν, ὠ̃ Θεαίτητε, βελτίους γεγόνασιν ἁ̃νδρεσ: ἐπεὶ τούτων οὐδ' ἂν ἓν ἐπαισχυνθει̃εν οἵ γε αὐτω̃ν σπαρτοί τε καὶ αὐτόχθονεσ, ἀλλὰ διατείνοιντ' ἂν πα̃ν ὃ μὴ δυνατοὶ ται̃ς χερσὶ συμπιέζειν εἰσίν, ὡς ἄρα του̃το οὐδὲν τὸ παράπαν ἐστίν.

{ΘΕΑΙ.} Σχεδὸν οἱ̃α διανοου̃νται λέγεισ.

{ΞΕ.} Πάλιν τοίνυν ἀνερωτω̃μεν αὐτούσ: εἰ γάρ τι καὶ σμικρὸν ἐθέλουσι τω̃ν ὄντων συγχωρει̃ν ἀσώματον, ἐξαρκει̃. τὸ γὰρ ἐπί τε τούτοις ἅμα καὶ ἐπ' ἐκείνοις ὅσα ἔχει σω̃μα συμφυὲς γεγονόσ, εἰς ὃ βλέποντες ἀμφότερα εἰ̃ναι λέγουσι, του̃το αὐτοι̃ς ῥητέον. τάχ' οὐ̃ν ἴσως ἂν ἀποροι̃εν: εἰ δή τι τοιου̃τον πεπόνθασι, σκόπει, προτεινομένων ἡμω̃ν, ἀ̃ρ' ἐθέλοιεν ἂν δέχεσθαι καὶ ὁμολογει̃ν τοιόνδ' εἰ̃ναι τὸ ὄν.

{ΘΕΑΙ.} Τὸ ποι̃ον δή; λέγε, καὶ τάχα εἰσόμεθα.

{ΞΕ.} Λέγω δὴ τὸ καὶ ὁποιανου̃ν [τινα] κεκτημένον δύναμιν εἴτ' εἰς τὸ ποιει̃ν ἕτερον ὁτιου̃ν πεφυκὸς εἴτ' εἰς τὸ παθει̃ν καὶ σμικρότατον ὑπὸ του̃ φαυλοτάτου, κἂν εἰ μόνον εἰς ἅπαξ, πα̃ν του̃το ὄντως εἰ̃ναι: τίθεμαι γὰρ ὅρον [ὁρίζειν] τὰ ὄντα ὡς ἔστιν οὐκ ἄλλο τι πλὴν δύναμισ.

{ΘΕΑΙ.} 'Αλλ' ἐπείπερ αὐτοί γε οὐκ ἔχουσιν ἐν τω̨̃ παρόντι τούτου βέλτιον λέγειν, δέχονται του̃το.

{ΞΕ.} Καλω̃σ: ἴσως γὰρ ἂν εἰς ὕστερον ἡμι̃ν τε καὶ τούτοισ ἕτερον ἂν φανείη. πρὸς μὲν οὐ̃ν τούτους του̃το ἡμι̃ν ἐνταυ̃θα μενέτω συνομολογηθέν.

{ΘΕΑΙ.} Μένει.

{ΞΕ.} Πρὸς δὴ τοὺς ἑτέρους ἴωμεν, τοὺς τω̃ν εἰδω̃ν φίλουσ: σὺ δ' ἡμι̃ν καὶ τὰ παρὰ τούτων ἀφερμήνευε.

{ΘΕΑΙ.} Ταυ̃τ' ἔσται.

{ΞΕ.} Γένεσιν, τὴν δὲ οὐσίαν χωρίς που διελόμενοι λέγετε; ἠ̃ γάρ;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ σώματι μὲν ἡμα̃ς γενέσει δι' αἰσθήσεως κοι - νωνει̃ν, διὰ λογισμου̃ δὲ ψυχη̨̃ πρὸς τὴν ὄντως οὐσίαν, ἣν ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχειν φατέ, γένεσιν δὲ ἄλλοτε ἄλλωσ.

{ΘΕΑΙ.} Φαμὲν γὰρ οὐ̃ν.

{ΞΕ.} Τὸ δὲ δὴ κοινωνει̃ν, ὠ̃ πάντων ἄριστοι, τί του̃θ' ὑμα̃ς ἐπ' ἀμφοι̃ν λέγειν φω̃μεν; ἀ̃ρ' οὐ τὸ νυνδὴ παρ' ἡμω̃ν ῥηθέν;

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} Πάθημα ἢ ποίημα ἐκ δυνάμεώς τινος ἀπὸ τω̃ν πρὸς ἄλληλα συνιόντων γιγνόμενον. τάχ' οὐ̃ν, ὠ̃ Θεαίτητε, αὐτω̃ν τὴν πρὸς ταυ̃τα ἀπόκρισιν σὺ μὲν οὐ κατακούεισ, ἐγὼ δὲ ἴσως διὰ συνήθειαν.

{ΘΕΑΙ.} Τίν' οὐ̃ν δὴ λέγουσι λόγον;

{ΞΕ.} Οὐ συγχωρου̃σιν ἡμι̃ν τὸ νυνδὴ ῥηθὲν πρὸς τοὺς γηγενει̃ς οὐσίας πέρι.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} 'Ικανὸν ἔθεμεν ὅρον που τω̃ν ὄντων, ὅταν τω̨ παρη̨̃ ἡ του̃ πάσχειν ἢ δρα̃ν καὶ πρὸς τὸ σμικρότατον δύναμισ;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Πρὸς δὴ ταυ̃τα τόδε λέγουσιν, ὅτι γενέσει μὲν μέτεστι του̃ πάσχειν καὶ ποιει̃ν δυνάμεωσ, πρὸς δὲ οὐσίαν τούτων οὐδετέρου τὴν δύναμιν ἁρμόττειν φασίν.

{ΘΕΑΙ.} Οὐκου̃ν λέγουσί τι;

{ΞΕ.} Πρὸς ὅ γε λεκτέον ἡμι̃ν ὅτι δεόμεθα παρ' αὐτω̃ν ἔτι πυθέσθαι σαφέστερον εἰ προσομολογου̃σι τὴν μὲν ψυχὴν γιγνώσκειν, τὴν δ' οὐσίαν γιγνώσκεσθαι.

{ΘΕΑΙ.} Φασὶ μὴν του̃τό γε.

{ΞΕ.} Τί δέ; τὸ γιγνώσκειν ἢ τὸ γιγνώσκεσθαί φατε ποίημα ἢ πάθος ἢ ἀμφότερον; ἢ τὸ μὲν πάθημα, τὸ δὲ θάτερον; ἢ παντάπασιν οὐδέτερον οὐδετέρου τούτων μετα - λαμβάνειν;

{ΘΕΑΙ.} Δη̃λον ὡς οὐδέτερον οὐδετέρου: τἀναντία γὰρ ἂν τοι̃ς ἔμπροσθεν λέγοιεν.

{ΞΕ.} Μανθάνω: τόδε γε, ὡς τὸ γιγνώσκειν εἴπερ ἔσται ποιει̃ν τι, τὸ γιγνωσκόμενον ἀναγκαι̃ον αὐ̃ συμβαίνει πάσχειν. τὴν οὐσίαν δὴ κατὰ τὸν λόγον του̃τον γιγνωσκομένην ὑπὸ τη̃ς γνώσεωσ, καθ' ὅσον γιγνώσκεται, κατὰ τοσου̃τον κινει̃σθαι διὰ τὸ πάσχειν, ὃ δή φαμεν οὐκ ἂν γενέσθαι περὶ τὸ ἠρεμου̃ν.

{ΘΕΑΙ.} 'Ορθω̃σ.

{ΞΕ.} Τί δὲ πρὸς Διόσ; ὡς ἀληθω̃ς κίνησιν καὶ ζωὴν καὶ ψυχὴν καὶ φρόνησιν ἠ̃ ῥα̨δίως πεισθησόμεθα τω̨̃ παντελω̃σ ὄντι μὴ παρει̃ναι, μηδὲ ζη̃ν αὐτὸ μηδὲ φρονει̃ν, ἀλλὰ σεμνὸν καὶ ἅγιον, νου̃ν οὐκ ἔχον, ἀκίνητον ἑστὸς εἰ̃ναι;

{ΘΕΑΙ.} Δεινὸν μεντἄν, ὠ̃ ξένε, λόγον συγχωροι̃μεν.

{ΞΕ.} 'Αλλὰ νου̃ν μὲν ἔχειν, ζωὴν δὲ μὴ φω̃μεν;

{ΘΕΑΙ.} Καὶ πω̃σ;

{ΞΕ.} 'Αλλὰ ταυ̃τα μὲν ἀμφότερα ἐνόντ' αὐτω̨̃ λέγομεν, οὐ μὴν ἐν ψυχη̨̃ γε φήσομεν αὐτὸ ἔχειν αὐτά;

{ΘΕΑΙ.} Καὶ τίν' ἂν ἕτερον ἔχοι τρόπον;

{ΞΕ.} 'Αλλὰ δη̃τα νου̃ν μὲν καὶ ζωὴν καὶ ψυχὴν [ἔχειν], ἀκίνητον μέντοι τὸ παράπαν ἔμψυχον ὂν ἑστάναι;

{ΘΕΑΙ.} Πάντα ἔμοιγε ἄλογα ταυ̃τ' εἰ̃ναι φαίνεται.

{ΞΕ.} Καὶ τὸ κινούμενον δὴ καὶ κίνησιν συγχωρητέον ὡς ὄντα.

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Συμβαίνει δ' οὐ̃ν, ὠ̃ Θεαίτητε, ἀκινήτων τε ὄντων νου̃ν μηδενὶ περὶ μηδενὸς εἰ̃ναι μηδαμου̃.

{ΘΕΑΙ.} Κομιδη̨̃ μὲν οὐ̃ν.

{ΞΕ.} Καὶ μὴν ἐὰν αὐ̃ φερόμενα καὶ κινούμενα πάντ' εἰ̃ναι συγχωρω̃μεν, καὶ τούτω̨ τω̨̃ λόγω̨ ταὐτὸν του̃το ἐκ τω̃ν ὄντων ἐξαιρήσομεν.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ δοκει̃ σοι χωρὶς στάσεως γενέσθαι ποτ' ἄν;

{ΘΕΑΙ.} Οὐδαμω̃σ.

{ΞΕ.} Τί δ'; ἄνευ τούτων νου̃ν καθορα̨̃ς ὄντα ἢ γενόμενον ἂν καὶ ὁπουου̃ν;

{ΘΕΑΙ.} 'Ήκιστα.

{ΞΕ.} Καὶ μὴν πρός γε του̃τον παντὶ λόγω̨ μαχετέον, ὃς ἂν ἐπιστήμην ἢ φρόνησιν ἢ νου̃ν ἀφανίζων ἰσχυρίζηται περί τινος ὁπη̨ου̃ν.

{ΘΕΑΙ.} Σφόδρα γε.

{ΞΕ.} Τω̨̃ δὴ φιλοσόφω̨ καὶ ταυ̃τα μάλιστα τιμω̃ντι πα̃σα, ὡς ἔοικεν, ἀνάγκη διὰ ταυ̃τα μήτε τω̃ν ἓν ἢ καὶ τὰ πολλὰ εἴδη λεγόντων τὸ πα̃ν ἑστηκὸς ἀποδέχεσθαι, τω̃ν τε αὐ̃ πανταχη̨̃ τὸ ὂν κινούντων μηδὲ τὸ παράπαν ἀκούειν, ἀλλὰ κατὰ τὴν τω̃ν παίδων εὐχήν, ὅσα ἀκίνητα καὶ κεκινημένα, τὸ ὄν τε καὶ τὸ πα̃ν συναμφότερα λέγειν.

{ΘΕΑΙ.} 'Αληθέστατα.

{ΞΕ.} Τί οὐ̃ν; ἀ̃ρ' οὐκ ἐπιεικω̃ς ἤδη φαινόμεθα περιειλη - φέναι τω̨̃ λόγω̨ τὸ ὄν;

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} Βαβαὶ %μέντ' ἂν ἄρα,% ὠ̃ Θεαίτητε, ὥς μοι δοκου̃μεν νυ̃ν αὐτου̃ γνώσεσθαι πέρι τὴν ἀπορίαν τη̃ς σκέψεωσ.

{ΘΕΑΙ.} Πω̃ς αὐ̃ καὶ τί του̃τ' εἴρηκασ;

{ΞΕ.} ~'Ω μακάριε, οὐκ ἐννοει̃ς ὅτι νυ̃ν ἐσμεν ἐν ἀγνοία̨ τη̨̃ πλείστη̨ περὶ αὐτου̃, φαινόμεθα δέ τι λέγειν ἡμι̃ν αὐτοι̃σ;

{ΘΕΑΙ.} 'Εμοὶ γου̃ν: ὅπη̨ δ' αὐ̃ λελήθαμεν οὕτως ἔχοντεσ, οὐ πάνυ συνίημι.

{ΞΕ.} Σκόπει δὴ σαφέστερον εἰ τὰ νυ̃ν συνομολογου̃ντες δικαίως ἂν ἐπερωτηθει̃μεν ἅπερ αὐτοὶ τότε ἠρωτω̃μεν τοὺς λέγοντας εἰ̃ναι τὸ πα̃ν θερμὸν καὶ ψυχρόν.

{ΘΕΑΙ.} Ποι̃α; ὑπόμνησόν με.

{ΞΕ.} Πάνυ μὲν οὐ̃ν: καὶ πειράσομαί γε δρα̃ν του̃το ἐρωτω̃ν σὲ καθάπερ ἐκείνους τότε, ἵνα ἅμα τι καὶ προΐωμεν.

{ΘΕΑΙ.} 'Ορθω̃σ.

{ΞΕ.} Εἰ̃εν δή, κίνησιν καὶ στάσιν ἀ̃ρ' οὐκ ἐναντιώτατα λέγεις ἀλλήλοισ;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Καὶ μὴν εἰ̃ναί γε ὁμοίως φὴ̨ς ἀμφότερα αὐτὰ καὶ ἑκάτερον;

{ΘΕΑΙ.} Φημὶ γὰρ οὐ̃ν.

{ΞΕ.} ~'Αρα κινει̃σθαι λέγων ἀμφότερα καὶ ἑκάτερον, ὅταν εἰ̃ναι συγχωρη̨̃σ;

{ΘΕΑΙ.} Οὐδαμω̃σ.

{ΞΕ.} 'Αλλ' ἑστάναι σημαίνεις λέγων αὐτὰ ἀμφότερα εἰ̃ναι;

{ΘΕΑΙ.} Καὶ πω̃σ;

{ΞΕ.} Τρίτον ἄρα τι παρὰ ταυ̃τα τὸ ὂν ἐν τη̨̃ ψυχη̨̃ τιθείσ, ὡς ὑπ' ἐκείνου τήν τε στάσιν καὶ τὴν κίνησιν περιεχομένην, συλλαβὼν καὶ ἀπιδὼν αὐτω̃ν πρὸς τὴν τη̃ς οὐσίας κοινωνίαν, οὕτως εἰ̃ναι προσει̃πας ἀμφότερα;

{ΘΕΑΙ.} Κινδυνεύομεν ὡς ἀληθω̃ς τρίτον ἀπομαντεύεσθαί τι τὸ ὄν, ὅταν κίνησιν καὶ στάσιν εἰ̃ναι λέγωμεν.

{ΞΕ.} Οὐκ ἄρα κίνησις καὶ στάσις ἐστὶ συναμφότερον τὸ ὂν ἀλλ' ἕτερον δή τι τούτων.

{ΘΕΑΙ.} 'Έοικεν.

{ΞΕ.} Κατὰ τὴν αὑτου̃ φύσιν ἄρα τὸ ὂν οὔτε ἕστηκεν οὔτε κινει̃ται.

{ΘΕΑΙ.} Σχεδόν.

{ΞΕ.} Ποι̃ δὴ χρὴ τὴν διάνοιαν ἔτι τρέπειν τὸν βουλόμενον ἐναργές τι περὶ αὐτου̃ παρ' ἑαυτω̨̃ βεβαιώσασθαι;

{ΘΕΑΙ.} Ποι̃ γάρ;

{ΞΕ.} Οἰ̃μαι μὲν οὐδαμόσε ἔτι ῥά̨διον. εἰ γάρ τι μὴ κινει̃ται, πω̃ς οὐχ ἕστηκεν; ἢ τὸ μηδαμω̃ς ἑστὸς πω̃ς οὐκ αὐ̃ κινει̃ται; τὸ δὲ ὂν ἡμι̃ν νυ̃ν ἐκτὸς τούτων ἀμφοτέρων ἀναπέφανται. ἠ̃ δυνατὸν οὐ̃ν του̃το;

{ΘΕΑΙ.} Πάντων μὲν οὐ̃ν ἀδυνατώτατον.

{ΞΕ.} Τόδε τοίνυν μνησθη̃ναι δίκαιον ἐπὶ τούτοισ.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} 'Ότι του̃ μὴ ὄντος ἐρωτηθέντες τοὔνομα ἐφ' ὅτι ποτὲ δει̃ φέρειν, πάση̨ συνεσχόμεθα ἀπορία̨. μέμνησαι;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Μω̃ν οὐ̃ν ἐν ἐλάττονί τινι νυ̃ν ἐσμεν ἀπορία̨ περὶ τὸ ὄν;

{ΘΕΑΙ.} 'Εμοὶ μέν, ὠ̃ ξένε, εἰ δυνατὸν εἰπει̃ν, ἐν πλείονι φαινόμεθα.

{ΞΕ.} Του̃το μὲν τοίνυν ἐνταυ̃θα κείσθω διηπορημένον: ἐπειδὴ δὲ ἐξ ἴσου τό τε ὂν καὶ τὸ μὴ ὂν ἀπορίας μετειλή - φατον, νυ̃ν ἐλπὶς ἤδη καθάπερ ἂν αὐτω̃ν θάτερον εἴτε ἀμυδρότερον εἴτε σαφέστερον ἀναφαίνηται, καὶ θάτερον οὕτωσ ἀναφαίνεσθαι: καὶ ἐὰν αὐ̃ μηδέτερον ἰδει̃ν δυνώμεθα, τὸν γου̃ν λόγον ὅπη̨περ ἂν οἱ̃οί τε ὠ̃μεν εὐπρεπέστατα διωσόμεθα οὕτως ἀμφοι̃ν ἅμα.

{ΘΕΑΙ.} Καλω̃σ.

{ΞΕ.} Λέγωμεν δὴ καθ' ὅντινά ποτε τρόπον πολλοι̃ς ὀνόμασι ταὐτὸν του̃το ἑκάστοτε προσαγορεύομεν.

{ΘΕΑΙ.} Οἱ̃ον δὴ τί; παράδειγμα εἰπέ.

{ΞΕ.} Λέγομεν ἄνθρωπον δήπου πόλλ' ἄττα ἐπονομάζοντεσ, τά τε χρώματα ἐπιφέροντες αὐτω̨̃ καὶ τὰ σχήματα καὶ μεγέθη καὶ κακίας καὶ ἀρετάσ, ἐν οἱ̃ς πα̃σι καὶ ἑτέροις μυρίοις οὐ μόνον ἄνθρωπον αὐτὸν εἰ̃ναί φαμεν, ἀλλὰ καὶ ἀγαθὸν καὶ ἕτερα ἄπειρα, καὶ τἀ̃λλα δὴ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἓν ἕκαστον ὑποθέμενοι πάλιν αὐτὸ πολλὰ καὶ πολλοι̃ς ὀνόμασι λέγομεν.

{ΘΕΑΙ.} 'Αληθη̃ λέγεισ.

{ΞΕ.} 'Όθεν γε οἰ̃μαι τοι̃ς τε νέοις καὶ τω̃ν γερόντων τοι̃ς ὀψιμαθέσι θοίνην παρεσκευάκαμεν: εὐθὺς γὰρ ἀντιλαβέσθαι παντὶ πρόχειρον ὡς ἀδύνατον τά τε πολλὰ ἓν καὶ τὸ ἓν πολλὰ εἰ̃ναι, καὶ δήπου χαίρουσιν οὐκ ἐω̃ντες ἀγαθὸν λέγειν ἄνθρωπον, ἀλλὰ τὸ μὲν ἀγαθὸν ἀγαθόν, τὸν δὲ ἄνθρωπον ἄνθρωπον. ἐντυγχάνεις γάρ, ὠ̃ Θεαίτητε, ὡς ἐγὠ̨̃μαι, πολλάκις τὰ τοιαυ̃τα ἐσπουδακόσιν, ἐνίοτε πρεσβυτέροις ἀνθρώποισ, καὶ ὑπὸ πενίας τη̃ς περὶ φρόνησιν κτήσεως τὰ τοιαυ̃τα τεθαυμακόσι, καὶ δή τι καὶ πάσσοφον οἰομένοις του̃το αὐτὸ ἀνηυρηκέναι.

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} 'Ίνα τοίνυν πρὸς ἅπαντας ἡμι̃ν ὁ λόγος ἠ̨̃ τοὺς πώποτε περὶ οὐσίας καὶ ὁτιου̃ν διαλεχθέντασ, ἔστω καὶ πρὸς τούτους καὶ πρὸς τοὺς ἄλλουσ, ὅσοις ἔμπροσθεν διειλέγμεθα, τὰ νυ̃ν ὡς ἐν ἐρωτήσει λεχθησόμενα.

{ΘΕΑΙ.} Τὰ ποι̃α δή;

{ΞΕ.} Πότερον μήτε τὴν οὐσίαν κινήσει καὶ στάσει προσ - άπτωμεν μήτε ἄλλο ἄλλω̨ μηδὲν μηδενί, ἀλλ' ὡς ἄμεικτα ὄντα καὶ ἀδύνατον μεταλαμβάνειν ἀλλήλων οὕτως αὐτὰ ἐν τοι̃ς παρ' ἡμι̃ν λόγοις τιθω̃μεν; ἢ πάντα εἰς ταὐτὸν συναγάγωμεν ὡς δυνατὰ ἐπικοινωνει̃ν ἀλλήλοισ; ἢ τὰ μέν, τὰ δὲ μή; τούτων, ὠ̃ Θεαίτητε, τί ποτ' ἂν αὐτοὺς προαιρει̃σθαι φήσομεν;

{ΘΕΑΙ.} 'Εγὼ μὲν ὑπὲρ αὐτω̃ν οὐδὲν ἔχω πρὸς ταυ̃τα ἀποκρίνασθαι.

{ΞΕ.} Τί οὐ̃ν οὐ καθ' ἓν ἀποκρινόμενος ἐφ' ἑκάστου τὰ συμβαίνοντα ἐσκέψω;

{ΘΕΑΙ.} Καλω̃ς λέγεισ.

{ΞΕ.} Καὶ τιθω̃μέν γε αὐτοὺς λέγειν, εἰ βούλει, πρω̃τον μηδενὶ μηδὲν μηδεμίαν δύναμιν ἔχειν κοινωνίας εἰς μηδέν. οὐκου̃ν κίνησίς τε καὶ στάσις οὐδαμη̨̃ μεθέξετον οὐσίασ;

{ΘΕΑΙ.} Οὐ γὰρ οὐ̃ν.

{ΞΕ.} Τί δέ; ἔσται πότερον αὐτω̃ν οὐσίας μὴ προσκοι - νωνου̃ν;

{ΘΕΑΙ.} Οὐκ ἔσται.

{ΞΕ.} Ταχὺ δὴ ταύτη̨ γε τη̨̃ συνομολογία̨ πάντα ἀνάστατα γέγονεν, ὡς ἔοικεν, ἅμα τε τω̃ν τὸ πα̃ν κινούντων καὶ τω̃ν ὡς ἓν ἱστάντων καὶ ὅσοι κατ' εἴδη τὰ ὄντα κατὰ ταὐτὰ ὡσαύτως ἔχοντα εἰ̃ναί φασιν ἀεί: πάντες γὰρ οὑ̃τοι τό γε εἰ̃ναι προσάπτουσιν, οἱ μὲν ὄντως κινει̃σθαι λέγοντεσ, οἱ δὲ ὄντως ἑστηκότ' εἰ̃ναι.

{ΘΕΑΙ.} Κομιδη̨̃ μὲν οὐ̃ν.

{ΞΕ.} Καὶ μὴν καὶ ὅσοι τοτὲ μὲν συντιθέασι τὰ πάντα, τοτὲ δὲ διαιρου̃σιν, εἴτε εἰς ἓν καὶ ἐξ ἑνὸς ἄπειρα εἴτε εἰς πέρας ἔχοντα στοιχει̃α διαιρούμενοι καὶ ἐκ τούτων συντι - θέντεσ, ὁμοίως μὲν ἐὰν ἐν μέρει του̃το τιθω̃σι γιγνόμενον, ὁμοίως δὲ καὶ ἐὰν ἀεί, κατὰ πάντα ταυ̃τα λέγοιεν ἂν οὐδέν, εἴπερ μηδεμία ἔστι σύμμειξισ.

{ΘΕΑΙ.} 'Ορθω̃σ.

{ΞΕ.} 'Έτι τοίνυν ἂν αὐτοὶ πάντων καταγελαστότατα μετίοιεν τὸν λόγον οἱ μηδὲν ἐω̃ντες κοινωνία̨ παθήματος ἑτέρου θάτερον προσαγορεύειν.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Τω̨̃ τε "<εἰ̃ναί>" που περὶ πάντα ἀναγκάζονται χρη̃σθαι καὶ τω̨̃ "<χωρὶσ>" καὶ τω̨̃ "<τω̃ν ἄλλων>" καὶ τω̨̃ "<καθ' αὑτὸ>" καὶ μυρίοις ἑτέροισ, ὡ̃ν ἀκρατει̃ς ὄντες εἴργεσθαι καὶ μὴ συνάπτειν ἐν τοι̃ς λόγοις οὐκ ἄλλων δέονται τω̃ν ἐξελεγξόντων, ἀλλὰ τὸ λεγόμενον οἴκοθεν τὸν πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντεσ, ἐντὸς ὑποφθεγ - γόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ πορεύονται.

{ΘΕΑΙ.} Κομιδη̨̃ λέγεις ὅμοιόν τε καὶ ἀληθέσ.

{ΞΕ.} Τί δ', ἂν πάντα ἀλλήλοις ἐω̃μεν δύναμιν ἔχειν ἐπικοινωνίασ;

{ΘΕΑΙ.} Του̃το μὲν οἱ̃ός τε κἀγὼ διαλύειν.

{ΞΕ.} Πω̃σ;

{ΘΕΑΙ.} 'Ότι κίνησίς τε αὐτὴ παντάπασιν ἵσταιτ' ἂν καὶ στάσις αὐ̃ πάλιν αὐτὴ κινοι̃το, εἴπερ ἐπιγιγνοίσθην ἐπ' ἀλλήλοιν.

{ΞΕ.} 'Αλλὰ μὴν του̃τό γέ που ται̃ς μεγίσταις ἀνάγκαις ἀδύνατον, κίνησίν τε ἵστασθαι καὶ στάσιν κινει̃σθαι;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Τὸ τρίτον δὴ μόνον λοιπόν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ μὴν ἕν γέ τι τούτων ἀναγκαι̃ον, ἢ πάντα ἢ μηδὲν ἢ τὰ μὲν ἐθέλειν, τὰ δὲ μὴ συμμείγνυσθαι.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Καὶ μὴν τά γε δύο ἀδύνατον ηὑρέθη.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Πα̃ς ἄρα ὁ βουλόμενος ὀρθω̃ς ἀποκρίνεσθαι τὸ λοιπὸν τω̃ν τριω̃ν θήσει.

{ΘΕΑΙ.} Κομιδη̨̃ μὲν οὐ̃ν.

{ΞΕ.} 'Ότε δὴ τὰ μὲν ἐθέλει του̃το δρα̃ν, τὰ δ' οὔ, σχεδὸν οἱ̃ον τὰ γράμματα πεπονθότ' ἂν εἴη. καὶ γὰρ ἐκείνων τὰ μὲν ἀναρμοστει̃ που πρὸς ἄλληλα, τὰ δὲ συναρμόττει.

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Τὰ δέ γε φωνήεντα διαφερόντως τω̃ν ἄλλων οἱ̃ον δεσμὸς διὰ πάντων κεχώρηκεν, ὥστε ἄνευ τινὸς αὐτω̃ν ἀδύνατον ἁρμόττειν καὶ τω̃ν ἄλλων ἕτερον ἑτέρω̨.

{ΘΕΑΙ.} Καὶ μάλα γε.

{ΞΕ.} Πα̃ς οὐ̃ν οἰ̃δεν ὁποι̃α ὁποίοις δυνατὰ κοινωνει̃ν, ἢ τέχνης δει̃ τω̨̃ μέλλοντι δρα̃ν ἱκανω̃ς αὐτό;

{ΘΕΑΙ.} Τέχνησ.

{ΞΕ.} Ποίασ;

{ΘΕΑΙ.} Τη̃ς γραμματικη̃σ.

{ΞΕ.} Τί δέ; περὶ τοὺς τω̃ν ὀξέων καὶ βαρέων φθόγγους ἀ̃ρ' οὐχ οὕτωσ; ὁ μὲν τοὺς συγκεραννυμένους τε καὶ μὴ τέχνην ἔχων γιγνώσκειν μουσικόσ, ὁ δὲ μὴ συνιεὶς ἄμουσοσ;

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Καὶ κατὰ τω̃ν ἄλλων δὴ τεχνω̃ν καὶ ἀτεχνιω̃ν τοιαυ̃τα εὑρήσομεν ἕτερα.

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Τί δ'; ἐπειδὴ καὶ τὰ γένη πρὸς ἄλληλα κατὰ ταὐτὰ μείξεως ἔχειν ὡμολογήκαμεν, ἀ̃ρ' οὐ μετ' ἐπιστήμης τινὸς ἀναγκαι̃ον διὰ τω̃ν λόγων πορεύεσθαι τὸν ὀρθω̃ς μέλλοντα δείξειν ποι̃α ποίοις συμφωνει̃ τω̃ν γενω̃ν καὶ ποι̃α ἄλληλα οὐ δέχεται; καὶ δὴ καὶ διὰ πάντων εἰ συνέχοντ' ἄττ' αὔτ' ἐστιν, ὥστε συμμείγνυσθαι δυνατὰ εἰ̃ναι, καὶ πάλιν ἐν ται̃ς διαιρέσεσιν, εἰ δι' ὅλων ἕτερα τη̃ς διαιρέσεως αἴτια;

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὐκ ἐπιστήμης δει̃, καὶ σχεδόν γε ἴσως τη̃ς μεγίστησ;

{ΞΕ.} Τίν' οὐ̃ν αὐ̃ [νυ̃ν] προσερου̃μεν, ὠ̃ Θεαίτητε, ταύτην; ἢ πρὸς Διὸς ἐλάθομεν εἰς τὴν τω̃ν ἐλευθέρων ἐμπεσόντες ἐπιστήμην, καὶ κινδυνεύομεν ζητου̃ντες τὸν σοφιστὴν πρότερον ἀνηυρηκέναι τὸν φιλόσοφον;

{ΘΕΑΙ.} Πω̃ς λέγεισ;

{ΞΕ.} Τὸ κατὰ γένη διαιρει̃σθαι καὶ μήτε ταὐτὸν εἰ̃δος ἕτερον ἡγήσασθαι μήτε ἕτερον ὂν ταὐτὸν μω̃ν οὐ τη̃ς διαλεκ - τικη̃ς φήσομεν ἐπιστήμης εἰ̃ναι;

{ΘΕΑΙ.} Ναί, φήσομεν.

{ΞΕ.} Οὐκου̃ν ὅ γε του̃το δυνατὸς δρα̃ν μίαν ἰδέαν διὰ πολλω̃ν, ἑνὸς ἑκάστου κειμένου χωρίσ, πάντη̨ διατεταμένην ἱκανω̃ς διαισθάνεται, καὶ πολλὰς ἑτέρας ἀλλήλων ὑπὸ μια̃ς ἔξωθεν περιεχομένασ, καὶ μίαν αὐ̃ δι' ὅλων πολλω̃ν ἐν ἑνὶ συνημμένην, καὶ πολλὰς χωρὶς πάντη̨ διωρισμένασ: του̃το δ' ἔστιν, ἡ̨̃ τε κοινωνει̃ν ἕκαστα δύναται καὶ ὅπη̨ μή, διακρίνειν κατὰ γένος ἐπίστασθαι.

{ΘΕΑΙ.} Παντάπασι μὲν οὐ̃ν.

{ΞΕ.} 'Αλλὰ μὴν τό γε διαλεκτικὸν οὐκ ἄλλω̨ δώ - σεισ, ὡς ἐγὠ̨̃μαι, πλὴν τω̨̃ καθαρω̃ς τε καὶ δικαίως φιλο - σοφου̃ντι.

{ΘΕΑΙ.} Πω̃ς γὰρ ἂν ἄλλω̨ δοίη τισ;

{ΞΕ.} Τὸν μὲν δὴ φιλόσοφον ἐν τοιούτω̨ τινὶ τόπω̨ καὶ νυ̃ν καὶ ἔπειτα ἀνευρήσομεν ἐὰν ζητω̃μεν, ἰδει̃ν μὲν χαλεπὸν ἐναργω̃ς καὶ του̃τον, ἕτερον μὴν τρόπον ἥ τε του̃ σοφιστου̃ χαλεπότης ἥ τε τούτου.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} 'Ο μὲν ἀποδιδράσκων εἰς τὴν του̃ μὴ ὄντος σκοτει - νότητα, τριβη̨̃ προσαπτόμενος αὐτη̃σ, διὰ τὸ σκοτεινὸν του̃ τόπου κατανοη̃σαι χαλεπόσ: ἠ̃ γάρ;

{ΘΕΑΙ.} 'Έοικεν.

{ΞΕ.} 'Ο δέ γε φιλόσοφοσ, τη̨̃ του̃ ὄντος ἀεὶ διὰ λογισμω̃ν προσκείμενος ἰδέα̨, διὰ τὸ λαμπρὸν αὐ̃ τη̃ς χώρας οὐδαμω̃ς εὐπετὴς ὀφθη̃ναι: τὰ γὰρ τη̃ς τω̃ν πολλω̃ν ψυχη̃ς ὄμματα καρτερει̃ν πρὸς τὸ θει̃ον ἀφορω̃ντα ἀδύνατα.

{ΘΕΑΙ.} Καὶ ταυ̃τα εἰκὸς οὐχ ἡ̃ττον ἐκείνων οὕτως ἔχειν.

{ΞΕ.} Οὐκου̃ν περὶ μὲν τούτου καὶ τάχα ἐπισκεψόμεθα σαφέστερον, ἂν ἔτι βουλομένοις ἡμι̃ν ἠ̨̃: περὶ δὲ του̃ σοφιστου̃ που δη̃λον ὡς οὐκ ἀνετέον πρὶν ἂν ἱκανω̃ς αὐτὸν θεασώμεθα.

{ΘΕΑΙ.} Καλω̃ς εἰ̃πεσ.

{ΞΕ.} 'Ότ' οὐ̃ν δὴ τὰ μὲν ἡμι̃ν τω̃ν γενω̃ν ὡμολόγηται κοινωνει̃ν ἐθέλειν ἀλλήλοισ, τὰ δὲ μή, καὶ τὰ μὲν ἐπ' ὀλίγον, τὰ δ' ἐπὶ πολλά, τὰ δὲ καὶ διὰ πάντων οὐδὲν κωλύειν τοι̃ς πα̃σι κεκοινωνηκέναι, τὸ δὴ μετὰ του̃το συνεπισπώμεθα τω̨̃ λόγω̨ τη̨̃δε σκοπου̃ντεσ, μὴ περὶ πάντων τω̃ν εἰδω̃ν, ἵνα μὴ ταραττώμεθα ἐν πολλοι̃σ, ἀλλὰ προελόμενοι τω̃ν μεγίστων λεγομένων ἄττα, πρω̃τον μὲν ποι̃α ἕκαστά ἐστιν, ἔπειτα κοινωνίας ἀλλήλων πω̃ς ἔχει δυνάμεωσ, ἵνα τό τε ὂν καὶ μὴ ὂν εἰ μὴ πάση̨ σαφηνεία̨ δυνάμεθα λαβει̃ν, ἀλλ' οὐ̃ν λόγου γε ἐνδεει̃ς μηδὲν γιγνώμεθα περὶ αὐτω̃ν, καθ' ὅσον ὁ τρόπος ἐνδέχεται τη̃ς νυ̃ν σκέψεωσ, ἐὰν ἄρα ἡμι̃ν πη̨ παρεικάθη̨ τὸ μὴ ὂν λέγουσιν ὡς ἔστιν ὄντως μὴ ὂν ἀθώ̨οις ἀπαλλάττειν.

{ΘΕΑΙ.} Οὐκου̃ν χρή.

{ΞΕ.} Μέγιστα μὴν τω̃ν γενω̃ν ἃ νυνδὴ διη̨̃μεν τό τε ὂν αὐτὸ καὶ στάσις καὶ κίνησισ.

{ΘΕΑΙ.} Πολύ γε.

{ΞΕ.} Καὶ μὴν τώ γε δύο φαμὲν αὐτοι̃ν ἀμείκτω πρὸς ἀλλήλω.

{ΘΕΑΙ.} Σφόδρα γε.

{ΞΕ.} Τὸ δέ γε ὂν μεικτὸν ἀμφοι̃ν: ἐστὸν γὰρ ἄμφω που.

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Τρία δὴ γίγνεται ταυ̃τα.

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} Οὐκου̃ν αὐτω̃ν ἕκαστον τοι̃ν μὲν δυοι̃ν ἕτερόν ἐστιν, αὐτὸ δ' ἑαυτω̨̃ ταὐτόν.

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Τί ποτ' αὐ̃ νυ̃ν οὕτως εἰρήκαμεν τό τε ταὐτὸν καὶ θάτερον; πότερα δύο γένη τινὲ αὐτώ, τω̃ν μὲν τριω̃ν ἄλλω, συμμειγνυμένω μὴν ἐκείνοις ἐξ ἀνάγκης ἀεί, καὶ περὶ πέντε ἀλλ' οὐ περὶ τριω̃ν ὡς ὄντων αὐτω̃ν σκεπτέον, ἢ τό τε ταὐτὸν του̃το καὶ θάτερον ὡς ἐκείνων τι προσαγορεύοντες λανθάνομεν ἡμα̃ς αὐτούσ;

{ΘΕΑΙ.} 'Ίσωσ.

{ΞΕ.} 'Αλλ' οὔ τι μὴν κίνησίς γε καὶ στάσις οὔθ' ἕτερον οὔτε ταὐτόν ἐστι.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} 'Ότιπερ ἂν κοινη̨̃ προσείπωμεν κίνησιν καὶ στάσιν, του̃το οὐδέτερον αὐτοι̃ν οἱ̃όν τε εἰ̃ναι.

{ΘΕΑΙ.} Τί δή;

{ΞΕ.} Κίνησίς τε στήσεται καὶ στάσις αὐ̃ κινηθήσεται: περὶ γὰρ ἀμφότερα θάτερον ὁποτερονου̃ν γιγνόμενον αὐτοι̃ν ἀναγκάσει μεταβάλλειν αὐ̃ θάτερον ἐπὶ τοὐναντίον τη̃ς αὑτου̃ φύσεωσ, ἅτε μετασχὸν του̃ ἐναντίου.

{ΘΕΑΙ.} Κομιδη̨̃ γε.

{ΞΕ.} Μετέχετον μὴν ἄμφω ταὐτου̃ καὶ θατέρου.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Μὴ τοίνυν λέγωμεν κίνησίν γ' εἰ̃ναι ταὐτὸν ἢ θάτερον, μηδ' αὐ̃ στάσιν.

{ΘΕΑΙ.} Μὴ γάρ.

{ΞΕ.} 'Αλλ' ἀ̃ρα τὸ ὂν καὶ τὸ ταὐτὸν ὡς ἕν τι διανοητέον ἡμι̃ν;

{ΘΕΑΙ.} 'Ίσωσ.

{ΞΕ.} 'Αλλ' εἰ τὸ ὂν καὶ τὸ ταὐτὸν μηδὲν διάφορον σημαί- νετον, κίνησιν αὐ̃ πάλιν καὶ στάσιν ἀμφότερα εἰ̃ναι λέγοντες ἀμφότερα οὕτως αὐτὰ ταὐτὸν ὡς ὄντα προσερου̃μεν.

{ΘΕΑΙ.} 'Αλλὰ μὴν του̃τό γε ἀδύνατον.

{ΞΕ.} 'Αδύνατον ἄρα ταὐτὸν καὶ τὸ ὂν ἓν εἰ̃ναι.

{ΘΕΑΙ.} Σχεδόν.

{ΞΕ.} Τέταρτον δὴ πρὸς τοι̃ς τρισὶν εἴδεσιν τὸ ταὐτὸν τιθω̃μεν;

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} Τί δέ; τὸ θάτερον ἀ̃ρα ἡμι̃ν λεκτέον πέμπτον; ἢ του̃το καὶ τὸ ὂν ὡς δύ' ἄττα ὀνόματα ἐφ' ἑνὶ γένει διανοει̃ - σθαι δει̃;

{ΘΕΑΙ.} Τάχ' ἄν.

{ΞΕ.} 'Αλλ' οἰ̃μαί σε συγχωρει̃ν τω̃ν ὄντων τὰ μὲν αὐτὰ καθ' αὑτά, τὰ δὲ πρὸς ἄλλα ἀεὶ λέγεσθαι.

{ΘΕΑΙ.} Τί δ' οὔ;

{ΞΕ.} Τὸ δέ γ' ἕτερον ἀεὶ πρὸς ἕτερον: ἠ̃ γάρ;

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Οὐκ ἄν, εἴ γε τὸ ὂν καὶ τὸ θάτερον μὴ πάμπολυ διεφερέτην: ἀλλ' εἴπερ θάτερον ἀμφοι̃ν μετει̃χε τοι̃ν εἰδοι̃ν ὥσπερ τὸ ὄν, ἠ̃ν ἄν ποτέ τι καὶ τω̃ν ἑτέρων ἕτερον οὐ πρὸς ἕτερον: νυ̃ν δὲ ἀτεχνω̃ς ἡμι̃ν ὅτιπερ ἂν ἕτερον ἠ̨̃, συμβέβηκεν ἐξ ἀνάγκης ἑτέρου του̃το ὅπερ ἐστὶν εἰ̃ναι.

{ΘΕΑΙ.} Λέγεις καθάπερ ἔχει.

{ΞΕ.} Πέμπτον δὴ τὴν θατέρου φύσιν λεκτέον ἐν τοι̃ς εἴδεσιν οὐ̃σαν, ἐν οἱ̃ς προαιρούμεθα.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ διὰ πάντων γε αὐτὴν αὐτω̃ν φήσομεν εἰ̃ναι διεληλυθυι̃αν: ἓν ἕκαστον γὰρ ἕτερον εἰ̃ναι τω̃ν ἄλλων οὐ διὰ τὴν αὑτου̃ φύσιν, ἀλλὰ διὰ τὸ μετέχειν τη̃ς ἰδέας τη̃ς θατέρου.

{ΘΕΑΙ.} Κομιδη̨̃ μὲν οὐ̃ν.

{ΞΕ.} '~Ωδε δὴ λέγωμεν ἐπὶ τω̃ν πέντε καθ' ἓν ἀναλαμ - βάνοντεσ.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Πρω̃τον μὲν κίνησιν, ὡς ἔστι παντάπασιν ἕτερον στάσεωσ. ἢ πω̃ς λέγομεν;

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Οὐ στάσις ἄρ' ἐστίν.

{ΘΕΑΙ.} Οὐδαμω̃σ.

{ΞΕ.} 'Έστι δέ γε διὰ τὸ μετέχειν του̃ ὄντοσ.

{ΘΕΑΙ.} 'Έστιν.

{ΞΕ.} Αὐ̃θις δὴ πάλιν ἡ κίνησις ἕτερον ταὐτου̃ ἐστιν.

{ΘΕΑΙ.} Σχεδόν.

{ΞΕ.} Οὐ ταὐτὸν ἄρα ἐστίν.

{ΘΕΑΙ.} Οὐ γὰρ οὐ̃ν.

{ΞΕ.} 'Αλλὰ μὴν αὕτη γ' ἠ̃ν ταὐτὸν διὰ τὸ μετέχειν αὐ̃ πάντ' αὐτου̃.

{ΘΕΑΙ.} Καὶ μάλα.

{ΞΕ.} Τὴν κίνησιν δὴ ταὐτόν τ' εἰ̃ναι καὶ μὴ ταὐτὸν ὁμολο - γητέον καὶ οὐ δυσχεραντέον. οὐ γὰρ ὅταν εἴπωμεν αὐτὴν ταὐτὸν καὶ μὴ ταὐτόν, ὁμοίως εἰρήκαμεν, ἀλλ' ὁπόταν μὲν ταὐτόν, διὰ τὴν μέθεξιν ταὐτου̃ πρὸς ἑαυτὴν οὕτω λέγομεν, ὅταν δὲ μὴ ταὐτόν, διὰ τὴν κοινωνίαν αὐ̃ θατέρου, δι' ἣν ἀποχωριζομένη ταὐτου̃ γέγονεν οὐκ ἐκει̃νο ἀλλ' ἕτερον, ὥστε ὀρθω̃ς αὐ̃ λέγεται πάλιν οὐ ταὐτόν.

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} Οὐκου̃ν κἂν εἴ πη̨ μετελάμβανεν αὐτὴ κίνησις στά - σεωσ, οὐδὲν ἂν ἄτοπον ἠ̃ν στάσιμον αὐτὴν προσαγορεύειν;

{ΘΕΑΙ.} 'Ορθότατά γε, εἴπερ τω̃ν γενω̃ν συγχωρησόμεθα τὰ μὲν ἀλλήλοις ἐθέλειν μείγνυσθαι, τὰ δὲ μή.

{ΞΕ.} Καὶ μὴν ἐπί γε τὴν τούτου πρότερον ἀπόδειξιν ἢ τω̃ν νυ̃ν ἀφικόμεθα, ἐλέγχοντες ὡς ἔστι κατὰ φύσιν ταύτη̨.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Λέγωμεν δὴ πάλιν: ἡ κίνησίς ἐστιν ἕτερον του̃ ἑτέρου, καθάπερ ταὐτου̃ τε ἠ̃ν ἄλλο καὶ τη̃ς στάσεωσ;

{ΘΕΑΙ.} 'Αναγκαι̃ον.

{ΞΕ.} Οὐχ ἕτερον ἄρ' ἐστί πη̨ καὶ ἕτερον κατὰ τὸν νυνδὴ λόγον.

{ΘΕΑΙ.} 'Αληθη̃.

{ΞΕ.} Τί οὐ̃ν δὴ τὸ μετὰ του̃το; ἀ̃ρ' αὐ̃ τω̃ν μὲν τριω̃ν ἕτερον αὐτὴν φήσομεν εἰ̃ναι, του̃ δὲ τετάρτου μὴ φω̃μεν, ὁμολογήσαντες αὐτὰ εἰ̃ναι πέντε, περὶ ὡ̃ν καὶ ἐν οἱ̃ς προυθέμεθα σκοπει̃ν;

{ΘΕΑΙ.} Καὶ πω̃σ; ἀδύνατον γὰρ συγχωρει̃ν ἐλάττω τὸν ἀριθμὸν του̃ νυνδὴ φανέντοσ.

{ΞΕ.} 'Αδεω̃ς ἄρα τὴν κίνησιν ἕτερον εἰ̃ναι του̃ ὄντος διαμαχόμενοι λέγωμεν;

{ΘΕΑΙ.} 'Αδεέστατα μὲν οὐ̃ν.

{ΞΕ.} Οὐκου̃ν δὴ σαφω̃ς ἡ κίνησις ὄντως οὐκ ὄν ἐστι καὶ ὄν, ἐπείπερ του̃ ὄντος μετέχει;

{ΘΕΑΙ.} Σαφέστατά γε.

{ΞΕ.} 'Έστιν ἄρα ἐξ ἀνάγκης τὸ μὴ ὂν ἐπί τε κινήσεως εἰ̃ναι καὶ κατὰ πάντα τὰ γένη: κατὰ πάντα γὰρ ἡ θατέρου φύσις ἕτερον ἀπεργαζομένη του̃ ὄντος ἕκαστον οὐκ ὂν ποιει̃, καὶ σύμπαντα δὴ κατὰ ταὐτὰ οὕτως οὐκ ὄντα ὀρθω̃ς ἐρου̃μεν, καὶ πάλιν, ὅτι μετέχει του̃ ὄντοσ, εἰ̃ναί τε καὶ ὄντα.

{ΘΕΑΙ.} Κινδυνεύει.

{ΞΕ.} Περὶ ἕκαστον ἄρα τω̃ν εἰδω̃ν πολὺ μέν ἐστι τὸ ὄν, ἄπειρον δὲ πλήθει τὸ μὴ ὄν.

{ΘΕΑΙ.} 'Έοικεν.

{ΞΕ.} Οὐκου̃ν καὶ τὸ ὂν αὐτὸ τω̃ν ἄλλων ἕτερον εἰ̃ναι λεκτέον.

{ΘΕΑΙ.} 'Ανάγκη.

{ΞΕ.} Καὶ τὸ ὂν ἄρ' ἡμι̃ν, ὅσαπέρ ἐστι τὰ ἄλλα, κατὰ τοσαυ̃τα οὐκ ἔστιν: ἐκει̃να γὰρ οὐκ ὂν ἓν μὲν αὐτό ἐστιν, ἀπέραντα δὲ τὸν ἀριθμὸν τἀ̃λλα οὐκ ἔστιν αὐ̃.

{ΘΕΑΙ.} Σχεδὸν οὕτωσ.

{ΞΕ.} Οὐκου̃ν δὴ καὶ ταυ̃τα οὐ δυσχεραντέον, ἐπείπερ ἔχει κοινωνίαν ἀλλήλοις ἡ τω̃ν γενω̃ν φύσισ. εἰ δέ τις ταυ̃τα μὴ συγχωρει̃, πείσας ἡμω̃ν τοὺς ἔμπροσθεν λόγους οὕτω πειθέτω τὰ μετὰ ταυ̃τα.

{ΘΕΑΙ.} Δικαιότατα εἴρηκασ.

{ΞΕ.} 'Ίδωμεν δὴ καὶ τόδε.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} 'Οπόταν τὸ μὴ ὂν λέγωμεν, ὡς ἔοικεν, οὐκ ἐναντίον τι λέγομεν του̃ ὄντος ἀλλ' ἕτερον μόνον.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Οἱ̃ον ὅταν εἴπωμέν τι μὴ μέγα, τότε μα̃λλόν τί σοι φαινόμεθα τὸ σμικρὸν ἢ τὸ ἴσον δηλου̃ν τω̨̃ ῥήματι;

{ΘΕΑΙ.} Καὶ πω̃σ;

{ΞΕ.} Οὐκ ἄρ', ἐναντίον ὅταν ἀπόφασις λέγηται σημαίνειν, συγχωρησόμεθα, τοσου̃τον δὲ μόνον, ὅτι τω̃ν ἄλλων τὶ μηνύει τὸ μὴ καὶ τὸ οὒ προτιθέμενα τω̃ν ἐπιόντων ὀνομάτων, μα̃λλον δὲ τω̃ν πραγμάτων περὶ ἅττ' ἂν κέηται τὰ ἐπιφθεγγόμενα ὕστερον τη̃ς ἀποφάσεως ὀνόματα.

{ΘΕΑΙ.} Παντάπασι μὲν οὐ̃ν.

{ΞΕ.} Τόδε δὲ διανοηθω̃μεν, εἰ καὶ σοὶ συνδοκει̃.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} 'Η θατέρου μοι φύσις φαίνεται κατακεκερματίσθαι καθάπερ ἐπιστήμη.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Μία μέν ἐστί που καὶ ἐκείνη, τὸ δ' ἐπί τω̨ γιγνό - μενον μέρος αὐτη̃ς ἕκαστον ἀφορισθὲν ἐπωνυμίαν ἴσχει τινὰ ἑαυτη̃ς ἰδίαν: διὸ πολλαὶ τέχναι τ' εἰσὶ λεγόμεναι καὶ ἐπιστη̃μαι.

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} Οὐκου̃ν καὶ τὰ τη̃ς θατέρου φύσεως μόρια μια̃ς οὔσης ταὐτὸν πέπονθε του̃το.

{ΘΕΑΙ.} Τάχ' ἄν: ἀλλ' ὅπη̨ δὴ λέγωμεν;

{ΞΕ.} 'Έστι τω̨̃ καλω̨̃ τι θατέρου μόριον ἀντιτιθέμενον;

{ΘΕΑΙ.} 'Έστιν.

{ΞΕ.} Του̃τ' οὐ̃ν ἀνώνυμον ἐρου̃μεν ἤ τιν' ἔχον ἐπωνυμίαν;

{ΘΕΑΙ.} 'Έχον: ὃ γὰρ μὴ καλὸν ἑκάστοτε φθεγγόμεθα, του̃το οὐκ ἄλλου τινὸς ἕτερόν ἐστιν ἢ τη̃ς του̃ καλου̃ φύσεωσ.

{ΞΕ.} 'Ίθι νυν τόδε μοι λέγε.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} 'Άλλο τι τω̃ν ὄντων τινὸς ἑνὸς γένους ἀφορισθὲν καὶ πρός τι τω̃ν ὄντων αὐ̃ πάλιν ἀντιτεθὲν οὕτω συμβέβηκεν εἰ̃ναι τὸ μὴ καλόν;

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} 'Όντος δὴ πρὸς ὂν ἀντίθεσισ, ὡς ἔοικ', εἰ̃ναί τις συμβαίνει τὸ μὴ καλόν.

{ΘΕΑΙ.} 'Ορθότατα.

{ΞΕ.} Τί οὐ̃ν; κατὰ του̃τον τὸν λόγον ἀ̃ρα μα̃λλον μὲν τὸ καλὸν ἡμι̃ν ἐστι τω̃ν ὄντων, ἡ̃ττον δὲ τὸ μὴ καλόν;

{ΘΕΑΙ.} Οὐδέν.

{ΞΕ.} 'Ομοίως ἄρα τὸ μὴ μέγα καὶ τὸ μέγα αὐτὸ εἰ̃ναι λεκτέον;

{ΘΕΑΙ.} 'Ομοίωσ.

{ΞΕ.} Οὐκου̃ν καὶ τὸ μὴ δίκαιον τω̨̃ δικαίω̨ κατὰ ταὐτὰ θετέον πρὸς τὸ μηδέν τι μα̃λλον εἰ̃ναι θάτερον θατέρου;

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} Καὶ τἀ̃λλα δὴ ταύτη̨ λέξομεν, ἐπείπερ ἡ θατέρου φύσις ἐφάνη τω̃ν ὄντων οὐ̃σα, ἐκείνης δὲ οὔσης ἀνάγκη δὴ καὶ τὰ μόρια αὐτη̃ς μηδενὸς ἡ̃ττον ὄντα τιθέναι.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Οὐκου̃ν, ὡς ἔοικεν, ἡ τη̃ς θατέρου μορίου φύσεως καὶ τη̃ς του̃ ὄντος πρὸς ἄλληλα ἀντικειμένων ἀντίθεσις οὐδὲν ἡ̃ττον, εἰ θέμις εἰπει̃ν, αὐτου̃ του̃ ὄντος οὐσία ἐστίν, οὐκ ἐναν - τίον ἐκείνω̨ σημαίνουσα ἀλλὰ τοσου̃τον μόνον, ἕτερον ἐκείνου.

{ΘΕΑΙ.} Σαφέστατά γε.

{ΞΕ.} Τίν' οὐ̃ν αὐτὴν προσείπωμεν;

{ΘΕΑΙ.} Δη̃λον ὅτι τὸ μὴ ὄν, ὃ διὰ τὸν σοφιστὴν ἐζητου̃μεν, αὐτό ἐστι του̃το.

{ΞΕ.} Πότερον οὐ̃ν, ὥσπερ εἰ̃πεσ, ἔστιν οὐδενὸς τω̃ν ἄλλων οὐσίας ἐλλειπόμενον, καὶ δει̃ θαρρου̃ντα ἤδη λέγειν ὅτι τὸ μὴ ὂν βεβαίως ἐστὶ τὴν αὑτου̃ φύσιν ἔχον, ὥσπερ τὸ μέγα ἠ̃ν μέγα καὶ τὸ καλὸν ἠ̃ν καλὸν καὶ τὸ μὴ μέγα [μὴ μέγα] καὶ τὸ μὴ καλὸν [μὴ καλόν], οὕτω δὲ καὶ τὸ μὴ ὂν κατὰ ταὐτὸν ἠ̃ν τε καὶ ἔστι μὴ ὄν, ἐνάριθμον τω̃ν πολλω̃ν ὄντων εἰ̃δος ἕν; ἤ τινα ἔτι πρὸς αὐτό, ὠ̃ Θεαίτητε, ἀπιστίαν ἔχομεν;

{ΘΕΑΙ.} Οὐδεμίαν.

{ΞΕ.} Οἰ̃σθ' οὐ̃ν ὅτι Παρμενίδη̨ μακροτέρως τη̃ς ἀπορρήσεως ἠπιστήκαμεν;

{ΘΕΑΙ.} Τί δή;

{ΞΕ.} Πλει̃ον ἢ 'κει̃νος ἀπει̃πε σκοπει̃ν, ἡμει̃ς εἰς τὸ πρόσθεν ἔτι ζητήσαντες ἀπεδείξαμεν αὐτω̨̃.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} 'Ότι ὁ μέν πού φησιν -

Οὐ γὰρ μή ποτε του̃το δαμη̨̃, εἰ̃ναι μὴ ἐόντα,
ἀλλὰ σὺ τη̃σδ' ἀφ' ὁδου̃ διζήσιος εἰ̃ργε νόημα.

{ΘΕΑΙ.} Λέγει γὰρ οὐ̃ν οὕτωσ.

{ΞΕ.} 'Ημει̃ς δέ γε οὐ μόνον τὰ μὴ ὄντα ὡς ἔστιν ἀπε - δείξαμεν, ἀλλὰ καὶ τὸ εἰ̃δος ὃ τυγχάνει ὂν του̃ μὴ ὄντος ἀπεφηνάμεθα: τὴν γὰρ θατέρου φύσιν ἀποδείξαντες οὐ̃σάν τε καὶ κατακεκερματισμένην ἐπὶ πάντα τὰ ὄντα πρὸς ἄλληλα, τὸ πρὸς τὸ ὂν ἕκαστον μόριον αὐτη̃ς ἀντιτιθέμενον ἐτολμή - σαμεν εἰπει̃ν ὡς αὐτὸ του̃τό ἐστιν ὄντως τὸ μὴ ὄν.

{ΘΕΑΙ.} Καὶ παντάπασί γε, ὠ̃ ξένε, ἀληθέστατά μοι δοκου̃μεν εἰρηκέναι.

{ΞΕ.} Μὴ τοίνυν ἡμα̃ς εἴπη̨ τις ὅτι τοὐναντίον του̃ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμω̃μεν λέγειν ὡς ἔστιν. ἡμει̃ς γὰρ περὶ μὲν ἐναντίου τινὸς αὐτω̨̃ χαίρειν πάλαι λέγομεν, εἴτ' ἔστιν εἴτε μή, λόγον ἔχον ἢ καὶ παντάπασιν ἄλογον: ὃ δὲ νυ̃ν εἰρήκαμεν εἰ̃ναι τὸ μὴ ὄν, ἢ πεισάτω τις ὡς οὐ καλω̃ς λέγομεν ἐλέγξασ, ἢ μέχριπερ ἂν ἀδυνατη̨̃, λεκτέον καὶ ἐκείνω̨ καθάπερ ἡμει̃ς λέγομεν, ὅτι συμμείγνυταί τε ἀλλήλοις τὰ γένη καὶ τό τε ὂν καὶ θάτερον διὰ πάντων καὶ δι' ἀλλήλων διεληλυθότε τὸ μὲν ἕτερον μετασχὸν του̃ ὄντος ἔστι μὲν διὰ ταύτην τὴν μέθεξιν, οὐ μὴν ἐκει̃νό γε οὑ̃ μετέσχεν ἀλλ' ἕτερον, ἕτερον δὲ του̃ ὄντος ὂν ἔστι σαφέστατα ἐξ ἀνάγκης εἰ̃ναι μὴ ὄν: τὸ δὲ ὂν αὐ̃ θατέρου μετειληφὸς ἕτερον τω̃ν ἄλλων ἂν εἴη γενω̃ν, ἕτερον δ' ἐκείνων ἁπάντων ὂν οὐκ ἔστιν ἕκαστον αὐτω̃ν οὐδὲ σύμπαντα τὰ ἄλλα πλὴν αὐτό, ὥστε τὸ ὂν ἀναμφισβητήτως αὐ̃ μυρία ἐπὶ μυρίοις οὐκ ἔστι, καὶ τἀ̃λλα δὴ καθ' ἕκαστον οὕτω καὶ σύμπαντα πολλαχη̨̃ μὲν ἔστι, πολλαχη̨̃ δ' οὐκ ἔστιν.

{ΘΕΑΙ.} 'Αληθη̃.

{ΞΕ.} Καὶ ταύταις δὴ ται̃ς ἐναντιώσεσιν εἴτε ἀπιστει̃ τισ, σκεπτέον αὐτω̨̃ καὶ λεκτέον βέλτιόν τι τω̃ν νυ̃ν εἰρημένων: εἴτε ὥς τι χαλεπὸν κατανενοηκὼς χαίρει τοτὲ μὲν ἐπὶ θάτερα τοτὲ δ' ἐπὶ θάτερα τοὺς λόγους ἕλκων, οὐκ ἄξια πολλη̃ς σπουδη̃ς ἐσπούδακεν, ὡς οἱ νυ̃ν λόγοι φασί. του̃το μὲν γὰρ οὔτε τι κομψὸν οὔτε χαλεπὸν εὑρει̃ν, ἐκει̃νο δ' ἤδη καὶ χαλεπὸν ἅμα καὶ καλόν.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} '`Ο καὶ πρόσθεν εἴρηται, τὸ ταυ̃τα ἐάσαντα ὡς %δυνατὰ% τοι̃ς λεγομένοις οἱ̃όν τ' εἰ̃ναι καθ' ἕκαστον ἐλέγχοντα ἐπακολουθει̃ν, ὅταν τέ τις ἕτερον ὄν πη̨ ταὐτὸν εἰ̃ναι φη̨̃ καὶ ὅταν ταὐτὸν ὂν ἕτερον, ἐκείνη̨ καὶ κατ' ἐκει̃νο ὅ φησι τούτων πεπονθέναι πότερον. τὸ δὲ ταὐτὸν ἕτερον ἀποφαίνειν ἁμη̨̃ γέ πη̨ καὶ τὸ θάτερον ταὐτὸν καὶ τὸ μέγα σμικρὸν καὶ τὸ ὅμοιον ἀνόμοιον, καὶ χαίρειν οὕτω τἀναντία ἀεὶ προφέροντα ἐν τοι̃ς λόγοισ, οὔτε τις ἔλεγχος οὑ̃τος ἀληθινὸς ἄρτι τε τω̃ν ὄντων τινὸς ἐφαπτομένου δη̃λος νεογενὴς ὤν.

{ΘΕΑΙ.} Κομιδη̨̃ μὲν οὐ̃ν.

{ΞΕ.} Καὶ γάρ, ὠγαθέ, τό γε πα̃ν ἀπὸ παντὸς ἐπιχειρει̃ν ἀποχωρίζειν ἄλλως τε οὐκ ἐμμελὲς καὶ δὴ καὶ παντάπασιν ἀμούσου τινὸς καὶ ἀφιλοσόφου.

{ΘΕΑΙ.} Τί δή;

{ΞΕ.} Τελεωτάτη πάντων λόγων ἐστὶν ἀφάνισις τὸ δια - λύειν ἕκαστον ἀπὸ πάντων: διὰ γὰρ τὴν ἀλλήλων τω̃ν εἰδω̃ν συμπλοκὴν ὁ λόγος γέγονεν ἡμι̃ν.

{ΘΕΑΙ.} 'Αληθη̃.

{ΞΕ.} Σκόπει τοίνυν ὡς ἐν καιρω̨̃ νυνδὴ τοι̃ς τοιού - τοις διεμαχόμεθα καὶ προσηναγκάζομεν ἐα̃ν ἕτερον ἑτέρω̨ μείγνυσθαι.

{ΘΕΑΙ.} Πρὸς δὴ τί;

{ΞΕ.} Πρὸς τὸ τὸν λόγον ἡμι̃ν τω̃ν ὄντων ἕν τι γενω̃ν εἰ̃ναι. τούτου γὰρ στερηθέντεσ, τὸ μὲν μέγιστον, φιλοσοφίας ἂν στερηθει̃μεν: ἔτι δ' ἐν τω̨̃ παρόντι δει̃ λόγον ἡμα̃ς διομολογήσασθαι τί ποτ' ἔστιν, εἰ δὲ ἀφη̨ρέθημεν αὐτὸ μηδ' εἰ̃ναι τὸ παράπαν, οὐδὲν ἂν ἔτι που λέγειν οἱ̃οί τ' ἠ̃μεν. ἀφη̨ρέθημεν δ' ἄν, εἰ συνεχωρήσαμεν μηδεμίαν εἰ̃ναι μει̃ξιν μηδενὶ πρὸς μηδέν.

{ΘΕΑΙ.} 'Ορθω̃ς του̃τό γε: λόγον δὲ δι' ὅτι νυ̃ν διομολογητέον οὐκ ἔμαθον.

{ΞΕ.} 'Αλλ' ἴσως τη̨̃δ' ἑπόμενος ῥα̨̃στ' ἂν μάθοισ.

{ΘΕΑΙ.} Πη̨̃;

{ΞΕ.} Τὸ μὲν δὴ μὴ ὂν ἡμι̃ν ἕν τι τω̃ν ἄλλων γένος ὂν ἀνεφάνη, κατὰ πάντα τὰ ὄντα διεσπαρμένον.

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Οὐκου̃ν τὸ μετὰ του̃το σκεπτέον εἰ δόξη̨ τε καὶ λόγω̨ μείγνυται.

{ΘΕΑΙ.} Τί δή;

{ΞΕ.} Μὴ μειγνυμένου μὲν αὐτου̃ τούτοις ἀναγκαι̃ον ἀληθη̃ πάντ' εἰ̃ναι, μειγνυμένου δὲ δόξα τε ψευδὴς γίγνεται καὶ λόγοσ: τὸ γὰρ τὰ μὴ ὄντα δοξάζειν ἢ λέγειν, του̃τ' ἔστι που τὸ ψευ̃δος ἐν διανοία̨ τε καὶ λόγοις γιγνόμενον.

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} 'Όντος δέ γε ψεύδους ἔστιν ἀπάτη.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ μὴν ἀπάτης οὔσης εἰδώλων τε καὶ εἰκόνων ἤδη καὶ φαντασίας πάντα ἀνάγκη μεστὰ εἰ̃ναι.

{ΘΕΑΙ.} Πω̃ς γὰρ οὔ;

{ΞΕ.} Τὸν δέ γε σοφιστὴν ἔφαμεν ἐν τούτω̨ που τω̨̃ τόπω̨ καταπεφευγέναι μέν, ἔξαρνον δὲ γεγονέναι τὸ παράπαν μηδ' εἰ̃ναι ψευ̃δοσ: τὸ γὰρ μὴ ὂν οὔτε διανοει̃σθαί τινα οὔτε λέγειν: οὐσίας γὰρ οὐδὲν οὐδαμη̨̃ τὸ μὴ ὂν μετέχειν.

{ΘΕΑΙ.} ~'Ην ταυ̃τα.

{ΞΕ.} Νυ̃ν δέ γε του̃το μὲν ἐφάνη μετέχον του̃ ὄντοσ, ὥστε ταύτη̨ μὲν ἴσως οὐκ ἂν μάχοιτο ἔτι: τάχα δ' ἂν φαίη τω̃ν εἰδω̃ν τὰ μὲν μετέχειν του̃ μὴ ὄντοσ, τὰ δ' οὔ, καὶ λόγον δὴ καὶ δόξαν εἰ̃ναι τω̃ν οὐ μετεχόντων, ὥστε τὴν εἰδωλοποιικὴν καὶ φανταστικήν, ἐν ἡ̨̃ φαμεν αὐτὸν εἰ̃ναι, διαμάχοιτ' ἂν πάλιν ὡς παντάπασιν οὐκ ἔστιν, ἐπειδὴ δόξα καὶ λόγος οὐ κοινωνει̃ του̃ μὴ ὄντοσ: ψευ̃δος γὰρ τὸ παράπαν οὐκ εἰ̃ναι ταύτης μὴ συνισταμένης τη̃ς κοινωνίασ. διὰ ταυ̃τ' οὐ̃ν λόγον πρω̃τον καὶ δόξαν καὶ φαντασίαν διερευνητέον ὅτι ποτ' ἔστιν, ἵνα φανέντων καὶ τὴν κοινωνίαν αὐτω̃ν τω̨̃ μὴ ὄντι κατίδωμεν, κατιδόντες δὲ τὸ ψευ̃δος ὂν ἀποδείξωμεν, ἀποδείξαντες δὲ τὸν σοφιστὴν εἰς αὐτὸ ἐνδήσωμεν, εἴπερ ἔνοχός ἐστιν, ἢ καὶ ἀπολύσαντες ἐν ἄλλω̨ γένει ζητω̃μεν.

{ΘΕΑΙ.} Κομιδη̨̃ δέ γε, ὠ̃ ξένε, ἔοικεν ἀληθὲς εἰ̃ναι τὸ περὶ τὸν σοφιστὴν κατ' ἀρχὰς λεχθέν, ὅτι δυσθήρευτον εἴη τὸ γένοσ. φαίνεται γὰρ οὐ̃ν προβλημάτων γέμειν, ὡ̃ν ἐπειδάν τι προβάλη̨, του̃το πρότερον ἀναγκαι̃ον διαμάχεσθαι πρὶν ἐπ' αὐτὸν ἐκει̃νον ἀφικέσθαι. νυ̃ν γὰρ μόγις μὲν τὸ μὴ ὂν ὡς οὐκ ἔστι προβληθὲν διεπεράσαμεν, ἕτερον δὲ προβέβληται, καὶ δει̃ δὴ ψευ̃δος ὡς ἔστι καὶ περὶ λόγον καὶ περὶ δόξαν ἀποδει̃ξαι, καὶ μετὰ του̃το ἴσως ἕτερον, καὶ ἔτ' ἄλλο μετ' ἐκει̃νο: καὶ πέρασ, ὡς ἔοικεν, οὐδὲν φανήσεταί ποτε.

{ΞΕ.} Θαρρει̃ν, ὠ̃ Θεαίτητε, χρὴ τὸν καὶ σμικρόν τι δυνά - μενον εἰς τὸ πρόσθεν ἀεὶ προϊέναι. τί γὰρ ὅ γ' ἀθυμω̃ν ἐν τούτοις δράσειεν ἂν ἐν ἄλλοισ, ἢ μηδὲν ἐν ἐκείνοις ἀνύτων ἢ καὶ πάλιν εἰς τοὔπισθεν ἀπωσθείσ; σχολη̨̃ που, τὸ κατὰ τὴν παροιμίαν λεγόμενον, ὅ γε τοιου̃τος ἄν ποτε ἕλοι πόλιν. νυ̃ν δ' ἐπεί, ὠγαθέ, του̃το ὃ λέγεις διαπεπέρανται, τό τοι μέγιστον ἡμι̃ν τει̃χος ἡ̨ρημένον ἂν εἴη, τὰ δ' ἄλλα ἤδη ῥά̨ω καὶ σμικρότερα.

{ΘΕΑΙ.} Καλω̃ς εἰ̃πεσ.

{ΞΕ.} Λόγον δὴ πρω̃τον καὶ δόξαν, καθάπερ ἐρρήθη νυνδή, λάβωμεν, ἵνα ἐναργέστερον ἀπολογισώμεθα πότερον αὐτω̃ν ἅπτεται τὸ μὴ ὂν ἢ παντάπασιν ἀληθη̃ μέν ἐστιν ἀμφότερα ταυ̃τα, ψευ̃δος δὲ οὐδέποτε οὐδέτερον.

{ΘΕΑΙ.} 'Ορθω̃σ.

{ΞΕ.} Φέρε δή, καθάπερ περὶ τω̃ν εἰδω̃ν καὶ τω̃ν γραμμάτων ἐλέγομεν, περὶ τω̃ν ὀνομάτων πάλιν ὡσαύτως ἐπισκεψώμεθα. φαίνεται γάρ πη̨ ταύτη̨ τὸ νυ̃ν ζητούμενον.

{ΘΕΑΙ.} Τὸ ποι̃ον οὐ̃ν δὴ περὶ τω̃ν ὀνομάτων ὑπακουστέον;

{ΞΕ.} Εἴτε πάντα ἀλλήλοις συναρμόττει εἴτε μηδέν, εἴτε τὰ μὲν ἐθέλει, τὰ δὲ μή.

{ΘΕΑΙ.} Δη̃λον του̃τό γε, ὅτι τὰ μὲν ἐθέλει, τὰ δ' οὔ.

{ΞΕ.} Τὸ τοιόνδε λέγεις ἴσωσ, ὅτι τὰ μὲν ἐφεξη̃ς λεγόμενα καὶ δηλου̃ντά τι συναρμόττει, τὰ δὲ τη̨̃ συνεχεία̨ μηδὲν σημαίνοντα ἀναρμοστει̃.

{ΘΕΑΙ.} Πω̃ς τί του̃τ' εἰ̃πασ;

{ΞΕ.} 'Όπερ ὠ̨ήθην ὑπολαβόντα σε προσομολογει̃ν. ἔστι γὰρ ἡμι̃ν που τω̃ν τη̨̃ φωνη̨̃ περὶ τὴν οὐσίαν δηλωμάτων διττὸν γένοσ.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Τὸ μὲν ὀνόματα, τὸ δὲ ῥήματα κληθέν.

{ΘΕΑΙ.} Εἰπὲ ἑκάτερον.

{ΞΕ.} Τὸ μὲν ἐπὶ ται̃ς πράξεσιν ὂν δήλωμα ῥη̃μά που λέγομεν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τὸ δέ γ' ἐπ' αὐτοι̃ς τοι̃ς ἐκείνας πράττουσι σημει̃ον τη̃ς φωνη̃ς ἐπιτεθὲν ὄνομα.

{ΘΕΑΙ.} Κομιδη̨̃ μὲν οὐ̃ν.

{ΞΕ.} Οὐκου̃ν ἐξ ὀνομάτων μὲν μόνων συνεχω̃ς λεγο - μένων οὐκ ἔστι ποτὲ λόγοσ, οὐδ' αὐ̃ ῥημάτων χωρὶς ὀνομάτων λεχθέντων.

{ΘΕΑΙ.} Ταυ̃τ' οὐκ ἔμαθον.

{ΞΕ.} Δη̃λον γὰρ ὡς πρὸς ἕτερόν τι βλέπων ἄρτι συνωμο - λόγεισ: ἐπεὶ του̃τ' αὐτὸ ἐβουλόμην εἰπει̃ν, ὅτι συνεχω̃ς ὡ̃δε λεγόμενα ταυ̃τα οὐκ ἔστι λόγοσ.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Οἱ̃ον "<βαδίζει>" "<τρέχει>" "<καθεύδει,>" καὶ τἀ̃λλα ὅσα πράξεις σημαίνει ῥήματα, κἂν πάντα τις ἐφεξη̃ς αὔτ' εἴπη̨, λόγον οὐδέν τι μα̃λλον ἀπεργάζεται.

{ΘΕΑΙ.} Πω̃ς γάρ;

{ΞΕ.} Οὐκου̃ν καὶ πάλιν ὅταν λέγηται "<λέων>" "<ἔλαφοσ>" "<ἵπποσ>," ὅσα τε ὀνόματα τω̃ν τὰς πράξεις αὐ̃ πραττόντων ὠνομάσθη, καὶ κατὰ ταύτην δὴ τὴν συνέχειαν οὐδείς πω συνέστη λόγοσ: οὐδεμίαν γὰρ οὔτε οὕτως οὔτ' ἐκείνως πρα̃ξιν οὐδ' ἀπραξίαν οὐδὲ οὐσίαν ὄντος οὐδὲ μὴ ὄντος δηλοι̃ τὰ φωνηθέντα, πρὶν ἄν τις τοι̃ς ὀνόμασι τὰ ῥήματα κεράση̨. τότε δ' ἥρμοσέν τε καὶ λόγος ἐγένετο εὐθὺς ἡ πρώτη συμπλοκή, σχεδὸν τω̃ν λόγων ὁ πρω̃τός τε καὶ σμικρότατοσ.

{ΘΕΑΙ.} Πω̃ς ἄρ' ὡ̃δε λέγεισ;

{ΞΕ.} 'Όταν εἴπη̨ τισ: "<ἄνθρωπος μανθάνει>," λόγον εἰ̃ναι φὴ̨ς του̃τον ἐλάχιστόν τε καὶ πρω̃τον;

{ΘΕΑΙ.} 'Έγωγε.

{ΞΕ.} Δηλοι̃ γὰρ ἤδη που τότε περὶ τω̃ν ὄντων ἢ γιγνο - μένων ἢ γεγονότων ἢ μελλόντων, καὶ οὐκ ὀνομάζει μόνον ἀλλά τι περαίνει, συμπλέκων τὰ ῥήματα τοι̃ς ὀνόμασι. διὸ λέγειν τε αὐτὸν ἀλλ' οὐ μόνον ὀνομάζειν εἴπομεν, καὶ δὴ καὶ τω̨̃ πλέγματι τούτω̨ τὸ ὄνομα ἐφθεγξάμεθα λόγον.

{ΘΕΑΙ.} 'Ορθω̃σ.

{ΞΕ.} Οὕτω δὴ καθάπερ τὰ πράγματα τὰ μὲν ἀλλήλοις ἥρμοττεν, τὰ δ' οὔ, καὶ περὶ τὰ τη̃ς φωνη̃ς αὐ̃ σημει̃α τὰ μὲν οὐχ ἁρμόττει, τὰ δὲ ἁρμόττοντα αὐτω̃ν λόγον ἀπηργάσατο.

{ΘΕΑΙ.} Παντάπασι μὲν οὐ̃ν.

{ΞΕ.} 'Έτι δὴ σμικρὸν τόδε.

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} Λόγον ἀναγκαι̃ον, ὅτανπερ ἠ̨̃, τινὸς εἰ̃ναι λόγον, μὴ δὲ τινὸς ἀδύνατον.

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Οὐκου̃ν καὶ ποιόν τινα αὐτὸν εἰ̃ναι δει̃;

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Προσέχωμεν δὴ τὸν νου̃ν ἡμι̃ν αὐτοι̃σ.

{ΘΕΑΙ.} Δει̃ γου̃ν.

{ΞΕ.} Λέξω τοίνυν σοι λόγον συνθεὶς πρα̃γμα πράξει δι' ὀνόματος καὶ ῥήματοσ: ὅτου δ' ἂν ὁ λόγος ἠ̨̃, σύ μοι φράζειν.

{ΘΕΑΙ.} Ταυ̃τ' ἔσται κατὰ δύναμιν.

{ΞΕ.} "<Θεαίτητος κάθηται>." μω̃ν μὴ μακρὸς ὁ λόγοσ;

{ΘΕΑΙ.} Οὔκ, ἀλλὰ μέτριοσ.

{ΞΕ.} Σὸν ἔργον δὴ φράζειν περὶ οὑ̃ τ' ἐστὶ καὶ ὅτου.

{ΘΕΑΙ.} Δη̃λον ὅτι περὶ ἐμου̃ τε καὶ ἐμόσ.

{ΞΕ.} Τί δὲ ὅδ' αὐ̃;

{ΘΕΑΙ.} Ποι̃οσ;

{ΞΕ.} "<Θεαίτητοσ>, ὡ̨̃ νυ̃ν ἐγὼ διαλέγομαι, <πέτεται>."

{ΘΕΑΙ.} Καὶ του̃τον οὐδ' ἂν εἱ̃ς ἄλλως εἴποι πλὴν ἐμόν τε καὶ περὶ ἐμου̃.

{ΞΕ.} Ποιὸν δέ γέ τινά φαμεν ἀναγκαι̃ον ἕκαστον εἰ̃ναι τω̃ν λόγων.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τούτων δὴ ποι̃όν τινα ἑκάτερον φατέον εἰ̃ναι;

{ΘΕΑΙ.} Τὸν μὲν ψευδη̃ που, τὸν δὲ ἀληθη̃.

{ΞΕ.} Λέγει δὲ αὐτω̃ν ὁ μὲν ἀληθὴς τὰ ὄντα ὡς ἔστιν περὶ σου̃.

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} 'Ο δὲ δὴ ψευδὴς ἕτερα τω̃ν ὄντων.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τὰ μὴ ὄντ' ἄρα ὡς ὄντα λέγει.

{ΘΕΑΙ.} Σχεδόν.

{ΞΕ.} 'Όντων δέ γε ὄντα ἕτερα περὶ σου̃. πολλὰ μὲν γὰρ ἔφαμεν ὄντα περὶ ἕκαστον εἰ̃ναί που, πολλὰ δὲ οὐκ ὄντα.

{ΘΕΑΙ.} Κομιδη̨̃ μὲν οὐ̃ν.

{ΞΕ.} '`Ον ὕστερον δὴ λόγον εἴρηκα περὶ σου̃, πρω̃τον μέν, ἐξ ὡ̃ν ὡρισάμεθα τί ποτ' ἔστι λόγοσ, ἀναγκαιότατον αὐτὸν ἕνα τω̃ν βραχυτάτων εἰ̃ναι.

{ΘΕΑΙ.} Νυνδὴ γου̃ν ταύτη̨ συνωμολογήσαμεν.

{ΞΕ.} 'Έπειτα δέ γε τινόσ.

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Εἰ δὲ μὴ ἔστιν σόσ, οὐκ ἄλλου γε οὐδενόσ.

{ΘΕΑΙ.} Πω̃ς γάρ;

{ΞΕ.} Μηδενὸς [δέ] γε ὢν οὐδ' ἂν λόγος εἴη τὸ παράπαν: ἀπεφήναμεν γὰρ ὅτι τω̃ν ἀδυνάτων ἠ̃ν λόγον ὄντα μηδενὸς εἰ̃ναι λόγον.

{ΘΕΑΙ.} 'Ορθότατα.

{ΞΕ.} Περὶ δὴ σου̃ λεγόμενα, [λεγόμενα] μέντοι θάτερα ὡς τὰ αὐτὰ καὶ μὴ ὄντα ὡς ὄντα, παντάπασιν [ὡσ] ἔοικεν ἡ τοιαύτη σύνθεσις ἔκ τε ῥημάτων γιγνομένη καὶ ὀνομάτων ὄντως τε καὶ ἀληθω̃ς γίγνεσθαι λόγος ψευδήσ.

{ΘΕΑΙ.} 'Αληθέστατα μὲν οὐ̃ν.

{ΞΕ.} Τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μω̃ν οὐκ ἤδη δη̃λον ὅτι ταυ̃τά γε ψευδη̃ τε καὶ ἀληθη̃ πάνθ' ἡμω̃ν ἐν ται̃ς ψυχαι̃ς ἐγγίγνεται;

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} '~Ωδ' εἴση̨ ῥα̨̃ον, ἂν πρω̃τον λάβη̨ς αὐτὰ τί ποτ' ἔστιν καὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων.

{ΘΕΑΙ.} Δίδου μόνον.

{ΞΕ.} Οὐκου̃ν διάνοια μὲν καὶ λόγος ταὐτόν: πλὴν ὁ μὲν ἐντὸς τη̃ς ψυχη̃ς πρὸς αὑτὴν διάλογος ἄνευ φωνη̃ς γιγνόμενος του̃τ' αὐτὸ ἡμι̃ν ἐπωνομάσθη, διάνοια;

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} Τὸ δέ γ' ἀπ' ἐκείνης ῥευ̃μα διὰ του̃ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγοσ;

{ΘΕΑΙ.} 'Αληθη̃.

{ΞΕ.} Καὶ μὴν ἐν λόγοις γε αὐ̃ ἴσμεν ἐνὸν -

{ΘΕΑΙ.} Τὸ ποι̃ον;

{ΞΕ.} Φάσιν τε καὶ ἀπόφασιν.

{ΘΕΑΙ.} 'Ίσμεν.

{ΞΕ.} 'Όταν οὐ̃ν του̃το ἐν ψυχη̨̃ κατὰ διάνοιαν ἐγγίγνηται μετὰ σιγη̃σ, πλὴν δόξης ἔχεις ὅτι προσείπη̨ς αὐτό;

{ΘΕΑΙ.} Καὶ πω̃σ;

{ΞΕ.} Τί δ' ὅταν μὴ καθ' αὑτὸ ἀλλὰ δι' αἰσθήσεως παρη̨̃ τινι, τὸ τοιου̃τον αὐ̃ πάθος ἀ̃ρ' οἱ̃όν τε ὀρθω̃ς εἰπει̃ν ἕτερόν τι πλὴν φαντασίαν;

{ΘΕΑΙ.} Οὐδέν.

{ΞΕ.} Οὐκου̃ν ἐπείπερ λόγος ἀληθὴς ἠ̃ν καὶ ψευδήσ, τού - των δ' ἐφάνη διάνοια μὲν αὐτη̃ς πρὸς ἑαυτὴν ψυχη̃ς διάλογοσ, δόξα δὲ διανοίας ἀποτελεύτησισ, "<φαίνεται>" δὲ ὃ λέγομεν σύμμειξις αἰσθήσεως καὶ δόξησ, ἀνάγκη δὴ καὶ τούτων τω̨̃ λόγω̨ συγγενω̃ν ὄντων ψευδη̃ [τε] αὐτω̃ν ἔνια καὶ ἐνίοτε εἰ̃ναι.

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Κατανοει̃ς οὐ̃ν ὅτι πρότερον ηὑρέθη ψευδὴς δόξα καὶ λόγος ἢ κατὰ τὴν προσδοκίαν ἣν ἐφοβήθημεν ἄρτι, μὴ παντάπασιν ἀνήνυτον ἔργον ἐπιβαλλοίμεθα ζητου̃ντες αὐτό;

{ΘΕΑΙ.} Κατανοω̃.

{ΞΕ.} Μὴ τοίνυν μηδ' εἰς τὰ λοιπὰ ἀθυμω̃μεν. ἐπειδὴ γὰρ πέφανται ταυ̃τα, τω̃ν ἔμπροσθεν ἀναμνησθω̃μεν κατ' εἴδη διαιρέσεων.

{ΘΕΑΙ.} Ποίων δή;

{ΞΕ.} Διειλόμεθα τη̃ς εἰδωλοποιικη̃ς εἴδη δύο, τὴν μὲν εἰκαστικήν, τὴν δὲ φανταστικήν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ τὸν σοφιστὴν εἴπομεν ὡς ἀποροι̃μεν εἰς ὁποτέραν θήσομεν.

{ΘΕΑΙ.} ~'Ην ταυ̃τα.

{ΞΕ.} Καὶ του̃θ' ἡμω̃ν ἀπορουμένων ἔτι μείζων κατεχύθη σκοτοδινία, φανέντος του̃ λόγου του̃ πα̃σιν ἀμφισβητου̃ντος ὡς οὔτε εἰκὼν οὔτε εἴδωλον οὔτε φάντασμ' εἴη τὸ παράπαν οὐδὲν διὰ τὸ μηδαμω̃ς μηδέποτε μηδαμου̃ ψευ̃δος εἰ̃ναι.

{ΘΕΑΙ.} Λέγεις ἀληθη̃.

{ΞΕ.} Νυ̃ν δέ γ' ἐπειδὴ πέφανται μὲν λόγοσ, πέφανται δ' οὐ̃σα δόξα ψευδήσ, ἐγχωρει̃ δὴ μιμήματα τω̃ν ὄντων εἰ̃ναι καὶ τέχνην ἐκ ταύτης γίγνεσθαι τη̃ς διαθέσεως ἀπατητικήν.

{ΘΕΑΙ.} 'Εγχωρει̃.

{ΞΕ.} Καὶ μὴν ὅτι γ' ἠ̃ν ὁ σοφιστὴς τούτων πότερον, διωμολογημένον ἡμι̃ν ἐν τοι̃ς πρόσθεν ἠ̃ν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Πάλιν τοίνυν ἐπιχειρω̃μεν, σχίζοντες διχη̨̃ τὸ προτεθὲν γένοσ, πορεύεσθαι κατὰ τοὐπὶ δεξιὰ ἀεὶ μέρος του̃ τμηθέντοσ, ἐχόμενοι τη̃ς του̃ σοφιστου̃ κοινωνίασ, ἕως ἂν αὐτου̃ τὰ κοινὰ πάντα περιελόντεσ, τὴν οἰκείαν λιπόντεσ φύσιν ἐπιδείξωμεν μάλιστα μὲν ἡμι̃ν αὐτοι̃σ, ἔπειτα καὶ τοι̃ς ἐγγυτάτω γένει τη̃ς τοιαύτης μεθόδου πεφυκόσιν.

{ΘΕΑΙ.} 'Ορθω̃σ.

{ΞΕ.} Οὐκου̃ν τότε μὲν ἠρχόμεθα ποιητικὴν καὶ κτητικὴν τέχνην διαιρούμενοι;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ τη̃ς κτητικη̃ς ἐν θηρευτικη̨̃ καὶ ἀγωνία̨ καὶ ἐμπορικη̨̃ καί τισιν ἐν τοιούτοις εἴδεσιν ἐφαντάζεθ' ἡμι̃ν;

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} Νυ̃ν δέ γ' ἐπειδὴ μιμητικὴ περιείληφεν αὐτὸν τέχνη, δη̃λον ὡς αὐτὴν τὴν ποιητικὴν δίχα διαιρετέον πρώτην. ἡ γάρ που μίμησις ποίησίς τίς ἐστιν, εἰδώλων μέντοι, φαμέν, ἀλλ' οὐκ αὐτω̃ν ἑκάστων: ἠ̃ γάρ;

{ΘΕΑΙ.} Παντάπασι μὲν οὐ̃ν.

{ΞΕ.} Ποιητικη̃ς δὴ πρω̃τον δύ' ἔστω μέρη.

{ΘΕΑΙ.} Ποίω;

{ΞΕ.} Τὸ μὲν θει̃ον, τὸ δ' ἀνθρώπινον.

{ΘΕΑΙ.} Οὔπω μεμάθηκα.

{ΞΕ.} Ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατ' ἀρχὰς λεχθέντα, πα̃σαν ἔφαμεν εἰ̃ναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοι̃ς μὴ πρότερον οὐ̃σιν ὕστερον γίγνεσθαι.

{ΘΕΑΙ.} Μεμνήμεθα.

{ΞΕ.} Ζω̨̃α δὴ πάντα θνητά, καὶ δὴ καὶ φυτὰ ὅσα τ' ἐπὶ γη̃ς ἐκ σπερμάτων καὶ ῥιζω̃ν φύεται, καὶ ὅσα ἄψυχα ἐν γη̨̃ συνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μω̃ν ἄλλου τινὸς ἢ θεου̃ δημιουργου̃ντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα; ἢ τω̨̃ τω̃ν πολλω̃ν δόγματι καὶ ῥήματι χρώμενοι -

{ΘΕΑΙ.} Ποίω̨ τω̨;

{ΞΕ.} Τὴν φύσιν αὐτὰ γεννα̃ν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσησ, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεου̃ γιγνομένησ;

{ΘΕΑΙ.} 'Εγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφό - τερα μεταδοξάζω: νυ̃ν μὴν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων οἴεσθαί σε κατά γε θεὸν αὐτὰ γίγνεσθαι, ταύτη̨ καὶ αὐτὸς νενόμικα.

{ΞΕ.} Καλω̃ς γε, ὠ̃ Θεαίτητε. καὶ εἰ μέν γέ σε ἡγούμεθα τω̃ν εἰς τὸν ἔπειτ' [ἂν] χρόνον ἄλλως πως δοξαζόντων εἰ̃ναι, νυ̃ν ἂν τω̨̃ λόγω̨ μετὰ πειθου̃ς ἀναγκαίας ἐπεχειρου̃μεν ποιει̃ν ὁμολογει̃ν: ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ ἄνευ τω̃ν παρ' ἡμω̃ν λόγων αὐτὴ πρόσεισιν ἐφ' ἅπερ νυ̃ν ἕλκεσθαι φή̨σ, ἐάσω: χρόνος γὰρ ἐκ περιττου̃ γίγνοιτ' ἄν. ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιει̃σθαι θεία̨ τέχνη̨, τὰ δ' ἐκ τούτων ὑπ' ἀνθρώπων συνιστάμενα ἀνθρωπίνη̨, καὶ κατὰ του̃τον δὴ τὸν λόγον δύο ποιητικη̃ς γένη, τὸ μὲν ἀνθρώπινον εἰ̃ναι, τὸ δὲ θει̃ον.

{ΘΕΑΙ.} 'Ορθω̃σ.

{ΞΕ.} Τέμνε δὴ δυοι̃ν οὔσαιν δίχα ἑκατέραν αὐ̃θισ.

{ΘΕΑΙ.} Πω̃σ;

{ΞΕ.} Οἱ̃ον τότε μὲν κατὰ πλάτος τέμνων τὴν ποιητικὴν πα̃σαν, νυ̃ν δὲ αὐ̃ κατὰ μη̃κοσ.

{ΘΕΑΙ.} Τετμήσθω.

{ΞΕ.} Τέτταρα μὴν αὐτη̃ς οὕτω τὰ πάντα μέρη γίγνεται, δύο μὲν τὰ πρὸς ἡμω̃ν, ἀνθρώπεια, δύο δ' αὐ̃ τὰ πρὸς θεω̃ν, θει̃α.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τὰ δέ γ' ὡς ἑτέρως αὐ̃ διη̨ρημένα, μέρος μὲν ἓν ἀφ' ἑκατέρας τη̃ς μερίδος αὐτοποιητικόν, τὼ δ' ὑπολοίπω σχεδὸν μάλιστ' ἂν λεγοίσθην εἰδωλοποιικώ: καὶ κατὰ ταυ̃τα δὴ πάλιν ἡ ποιητικὴ διχη̨̃ διαιρει̃ται.

{ΘΕΑΙ.} Λέγε ὅπη̨ ἑκατέρα αὐ̃θισ.

{ΞΕ.} 'Ημει̃ς μέν που καὶ τἀ̃λλα ζω̨̃α καὶ ἐξ ὡ̃ν τὰ πεφυκότ' ἐστίν, πυ̃ρ καὶ ὕδωρ καὶ τὰ τούτων ἀδελφά, θεου̃ γεννήματα πάντα ἴσμεν αὐτὰ ἀπειργασμένα ἕκαστα: ἢ πω̃σ;

{ΘΕΑΙ.} Οὕτωσ.

{ΞΕ.} Τούτων δέ γε ἑκάστων εἴδωλα ἀλλ' οὐκ αὐτὰ παρέπεται, δαιμονία̨ καὶ ταυ̃τα μηχανη̨̃ γεγονότα.

{ΘΕΑΙ.} Ποι̃α;

{ΞΕ.} Τά τε ἐν τοι̃ς ὕπνοις καὶ ὅσα μεθ' ἡμέραν φαντάσ - ματα αὐτοφυη̃ λέγεται, σκιὰ μὲν ὅταν ἐν τω̨̃ πυρὶ σκότος ἐγγίγνηται, διπλου̃ν δὲ ἡνίκ' ἂν φω̃ς οἰκει̃όν τε καὶ ἀλλότριον περὶ τὰ λαμπρὰ καὶ λει̃α εἰς ἓν συνελθὸν τη̃ς ἔμπροσθεν εἰωθυίας ὄψεως ἐναντίαν αἴσθησιν παρέχον εἰ̃δος ἀπεργά - ζηται.

{ΘΕΑΙ.} Δύο γὰρ οὐ̃ν ἐστι ταυ̃τα θείας ἔργα ποιήσεωσ, αὐτό τε καὶ τὸ παρακολουθου̃ν εἴδωλον ἑκάστω̨.

{ΞΕ.} Τί δὲ τὴν ἡμετέραν τέχνην; ἀ̃ρ' οὐκ αὐτὴν μὲν οἰκίαν οἰκοδομικη̨̃ φήσομεν ποιει̃ν, γραφικη̨̃ δέ τιν' ἑτέραν, οἱ̃ον ὄναρ ἀνθρώπινον ἐγρηγορόσιν ἀπειργασμένην;

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} Οὐκου̃ν καὶ τἀ̃λλα οὕτω κατὰ δύο διττὰ ἔργα τη̃ς ἡμετέρας αὐ̃ ποιητικη̃ς πράξεωσ, τὸ μὲν αὐτό, φαμέν, [αὐτουργική], τὸ δὲ εἴδωλον [εἰδωλοποιική].

{ΘΕΑΙ.} Νυ̃ν μα̃λλον ἔμαθον, καὶ τίθημι δύο διχη̨̃ ποιητικη̃ς εἴδει: θείαν μὲν καὶ ἀνθρωπίνην κατὰ θάτερον τμη̃μα, κατὰ δὲ θάτερον τὸ μὲν αὐτω̃ν ὄν, τὸ δὲ ὁμοιωμάτων τινω̃ν γέννημα.

{ΞΕ.} Τη̃ς τοίνυν εἰδωλουργικη̃ς ἀναμνησθω̃μεν ὅτι τὸ μὲν εἰκαστικόν, τὸ δὲ φανταστικὸν ἔμελλεν εἰ̃ναι γένοσ, εἰ τὸ ψευ̃δος ὄντως ὂν ψευ̃δος καὶ τω̃ν ὄντων ἕν τι φανείη πεφυκόσ.

{ΘΕΑΙ.} ~'Ην γὰρ οὐ̃ν.

{ΞΕ.} Οὐκου̃ν ἐφάνη τε καὶ διὰ ταυ̃τα δὴ καταριθμήσομεν αὐτὼ νυ̃ν ἀναμφισβητήτως εἴδη δύο;

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τὸ τοίνυν φανταστικὸν αὐ̃θις διορίζωμεν δίχα.

{ΘΕΑΙ.} Πη̨̃;

{ΞΕ.} Τὸ μὲν δι' ὀργάνων γιγνόμενον, τὸ δὲ αὐτου̃ παρέχοντος ἑαυτὸν ὄργανον του̃ ποιου̃ντος τὸ φάντασμα.

{ΘΕΑΙ.} Πω̃ς φή̨σ;

{ΞΕ.} 'Όταν οἰ̃μαι τὸ σὸν σχη̃μά τις τω̨̃ ἑαυτου̃ χρώμενος σώματι προσόμοιον ἢ φωνὴν φωνη̨̃ φαίνεσθαι ποιη̨̃, μίμησις του̃το τη̃ς φανταστικη̃ς μάλιστα κέκληταί που.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Μιμητικὸν δὴ του̃το αὐτη̃ς προσειπόντες ἀπονειμώ - μεθα: τὸ δ' ἄλλο πα̃ν ἀφω̃μεν μαλακισθέντες καὶ παρέντες ἑτέρω̨ συναγαγει̃ν τε εἰς ἓν καὶ πρέπουσαν ἐπωνυμίαν ἀποδου̃ναί τιν' αὐτω̨̃.

{ΘΕΑΙ.} Νενεμήσθω, τὸ δὲ μεθείσθω.

{ΞΕ.} Καὶ μὴν καὶ του̃το ἔτι διπλου̃ν, ὠ̃ Θεαίτητε, ἄξιον ἡγει̃σθαι: δι' ἃ δέ, σκόπει.

{ΘΕΑΙ.} Λέγε.

{ΞΕ.} Τω̃ν μιμουμένων οἱ μὲν εἰδότες ὃ μιμου̃νται του̃το πράττουσιν, οἱ δ' οὐκ εἰδότεσ. καίτοι τίνα μείζω διαίρεσιν ἀγνωσίας τε καὶ γνώσεως θήσομεν;

{ΘΕΑΙ.} Οὐδεμίαν.

{ΞΕ.} Οὐκου̃ν τό γε ἄρτι λεχθὲν εἰδότων ἠ̃ν μίμημα; τὸ γὰρ σὸν σχη̃μα καὶ σὲ γιγνώσκων ἄν τις μιμήσαιτο.

{ΘΕΑΙ.} Πω̃ς δ' οὔ;

{ΞΕ.} Τί δὲ δικαιοσύνης τὸ σχη̃μα καὶ ὅλης συλλήβδην ἀρετη̃σ; ἀ̃ρ' οὐκ ἀγνοου̃ντες μέν, δοξάζοντες δέ πη̨, σφόδρα ἐπιχειρου̃σιν πολλοὶ τὸ δοκου̃ν σφίσιν του̃το ὡς ἐνὸν αὐτοι̃ς προθυμει̃σθαι φαίνεσθαι ποιει̃ν, ὅτι μάλιστα ἔργοις τε καὶ λόγοις μιμούμενοι;

{ΘΕΑΙ.} Καὶ πάνυ γε πολλοί.

{ΞΕ.} Μω̃ν οὐ̃ν πάντες ἀποτυγχάνουσι του̃ δοκει̃ν εἰ̃ναι δίκαιοι μηδαμω̃ς ὄντεσ; ἢ τούτου πα̃ν τοὐναντίον;

{ΘΕΑΙ.} Πα̃ν.

{ΞΕ.} Μιμητὴν δὴ του̃τόν γε ἕτερον ἐκείνου λεκτέον οἰ̃μαι, τὸν ἀγνοου̃ντα του̃ γιγνώσκοντοσ.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Πόθεν οὐ̃ν ὄνομα ἑκατέρω̨ τις αὐτω̃ν λήψεται πρέπον; ἢ δη̃λον δὴ χαλεπὸν ὄν, διότι τη̃ς τω̃ν γενω̃ν κατ' εἴδη διαιρέσεως παλαιά τισ, ὡς ἔοικεν, ἀργία τοι̃ς ἔμπροσθεν καὶ ἀσύννους παρη̃ν, ὥστε μηδ' ἐπιχειρει̃ν μηδένα διαιρει̃σθαι: καθὸ δὴ τω̃ν ὀνομάτων ἀνάγκη μὴ σφόδρα εὐπορει̃ν. ὅμως δέ, κἂν εἰ τολμηρότερον εἰρη̃σθαι, διαγνώσεως ἕνεκα τὴν μὲν μετὰ δόξης μίμησιν δοξομιμητικὴν προσείπωμεν, τὴν δὲ μετ' ἐπιστήμης ἱστορικήν τινα μίμησιν.

{ΘΕΑΙ.} 'Έστω.

{ΞΕ.} Θατέρω̨ τοίνυν χρηστέον: ὁ γὰρ σοφιστὴς οὐκ ἐν τοι̃ς εἰδόσιν ἠ̃ν ἀλλ' ἐν τοι̃ς μιμουμένοις δή.

{ΘΕΑΙ.} Καὶ μάλα.

{ΞΕ.} Τὸν δοξομιμητὴν δὴ σκοπώμεθα ὥσπερ σίδηρον, εἴτε ὑγιὴς εἴτε διπλόην ἔτ' ἔχων τινά ἐστιν ἐν αὑτω̨̃.

{ΘΕΑΙ.} Σκοπω̃μεν.

{ΞΕ.} 'Έχει τοίνυν καὶ μάλα συχνήν. ὁ μὲν γὰρ εὐήθησ αὐτω̃ν ἐστιν, οἰόμενος εἰδέναι ταυ̃τα ἃ δοξάζει: τὸ δὲ θατέρου σχη̃μα διὰ τὴν ἐν τοι̃ς λόγοις κυλίνδησιν ἔχει πολλὴν ὑποψίαν καὶ φόβον ὡς ἀγνοει̃ ταυ̃τα ἃ πρὸς τοὺς ἄλλους ὡς εἰδὼς ἐσχημάτισται.

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν ἔστιν ἑκατέρου γένος ὡ̃ν εἴρηκασ.

{ΞΕ.} Οὐκου̃ν τὸν μὲν ἁπλου̃ν μιμητήν τινα, τὸν δὲ εἰρωνικὸν μιμητὴν θήσομεν;

{ΘΕΑΙ.} Εἰκὸς γου̃ν.

{ΞΕ.} Τούτου δ' αὐ̃ τὸ γένος ἓν ἢ δύο φω̃μεν;

{ΘΕΑΙ.} 'Όρα σύ.

{ΞΕ.} Σκοπω̃, καί μοι διττὼ καταφαίνεσθόν τινε: τὸν μὲν δημοσία̨ τε καὶ μακροι̃ς λόγοις πρὸς πλήθη δυνατὸν εἰρωνεύεσθαι καθορω̃, τὸν δὲ ἰδία̨ τε καὶ βραχέσι λόγοις ἀναγκάζοντα τὸν προσδιαλεγόμενον ἐναντιολογει̃ν αὐτὸν αὑτω̨̃.

{ΘΕΑΙ.} Λέγεις ὀρθότατα.

{ΞΕ.} Τίνα οὐ̃ν ἀποφαινώμεθα τὸν μακρολογώτερον εἰ̃ναι; πότερα πολιτικὸν ἢ δημολογικόν;

{ΘΕΑΙ.} Δημολογικόν.

{ΞΕ.} Τί δὲ τὸν ἕτερον ἐρου̃μεν; σοφὸν ἢ σοφιστικόν;

{ΘΕΑΙ.} Τὸ μέν που σοφὸν ἀδύνατον, ἐπείπερ οὐκ εἰδότα αὐτὸν ἔθεμεν: μιμητὴς δ' ὢν του̃ σοφου̃ δη̃λον ὅτι παρω-

νύμιον αὐτου̃ τι λήψεται, καὶ σχεδὸν ἤδη μεμάθηκα ὅτι του̃τον δει̃ προσειπει̃ν ἀληθω̃ς αὐτὸν ἐκει̃νον τὸν παντάπασιν ὄντως σοφιστήν.

{ΞΕ.} Οὐκου̃ν συνδήσομεν αὐτου̃, καθάπερ ἔμπροσθεν, τοὔνομα συμπλέξαντες ἀπὸ τελευτη̃ς ἐπ' ἀρχήν;

{ΘΕΑΙ.} Πάνυ μὲν οὐ̃ν.

{ΞΕ.} Τὸ δὴ τη̃ς ἐναντιοποιολογικη̃ς εἰρωνικου̃ μέρους τη̃ς δοξαστικη̃ς μιμητικόν, του̃ φανταστικου̃ γένους ἀπὸ τη̃ς εἰδωλοποιικη̃ς οὐ θει̃ον ἀλλ' ἀνθρωπικὸν τη̃ς ποιήσεως ἀφωρισμένον ἐν λόγοις τὸ θαυματοποιικὸν μόριον, "ταύτης τη̃ς γενεα̃ς τε καὶ αἵματοσ" ὃς ἂν φη̨̃ τὸν ὄντως σοφιστὴν εἰ̃ναι, τἀληθέστατα, ὡς ἔοικεν, ἐρει̃.

{ΘΕΑΙ.} Παντάπασι μὲν οὐ̃ν.

 

Книго

[X]