Платон. Гиппий больший

{ΣΩ.} 'Ιππίας ὁ καλός τε καὶ σοφόσ: ὡς διὰ χρόνου ἡμι̃ν κατη̃ρας εἰς τὰς 'Αθήνασ.

{ΙΠ.} Οὐ γὰρ σχολή, ὠ̃ Σώκρατεσ. ἡ γὰρ ~'Ηλις ὅταν τι δέηται διαπράξασθαι πρός τινα τω̃ν πόλεων, ἀεὶ ἐπὶ πρω̃τον ἐμὲ ἔρχεται τω̃ν πολιτω̃ν αἱρουμένη πρεσβευτήν, ἡγουμένη δικαστὴν καὶ ἄγγελον ἱκανώτατον εἰ̃ναι τω̃ν λόγων οἳ ἂν παρὰ τω̃ν πόλεων ἑκάστων λέγωνται. πολλάκις μὲν οὐ̃ν καὶ εἰς ἄλλας πόλεις ἐπρέσβευσα, πλει̃στα δὲ καὶ περὶ πλείστων καὶ μεγίστων εἰς τὴν Λακεδαίμονα: διὸ δή, ὃ σὺ ἐρωτα̨̃σ, οὐ θαμίζω εἰς τούσδε τοὺς τόπουσ.

{ΣΩ.} Τοιου̃τον μέντοι, ὠ̃ 'Ιππία, ἔστι τὸ τη̨̃ ἀληθεία̨ σοφόν τε καὶ τέλειον ἄνδρα εἰ̃ναι. σὺ γὰρ καὶ ἰδία̨ ἱκανὸς εἰ̃ παρὰ τω̃ν νέων πολλὰ χρήματα λαμβάνων ἔτι πλείω ὠφελει̃ν ὡ̃ν λαμβάνεισ, καὶ αὐ̃ δημοσία̨ τὴν σαυτου̃ πόλιν ἱκανὸς εὐεργετει̃ν, ὥσπερ χρὴ τὸν μέλλοντα μὴ καταφρο - νήσεσθαι ἀλλ' εὐδοκιμήσειν ἐν τοι̃ς πολλοι̃σ. ἀτάρ, ὠ̃ 'Ιππία, τί ποτε τὸ αἴτιον ὅτι οἱ παλαιοὶ ἐκει̃νοι, ὡ̃ν ὀνόματα μεγάλα λέγεται ἐπὶ σοφία̨, Πιττακου̃ τε καὶ Βίαντος καὶ τω̃ν ἀμφὶ τὸν Μιλήσιον Θαλη̃ν καὶ ἔτι τω̃ν ὕστερον μέχρι 'Αναξαγόρου, ὡς ἢ πάντες ἢ οἱ πολλοὶ αὐτω̃ν φαίνονται ἀπεχόμενοι τω̃ν πολιτικω̃ν πράξεων;

{ΙΠ.} Τί δ' οἴει, ὠ̃ Σώκρατεσ, ἄλλο γε ἢ ἀδύνατοι ἠ̃σαν καὶ οὐχ ἱκανοὶ ἐξικνει̃σθαι φρονήσει ἐπ' ἀμφότερα, τά τε κοινὰ καὶ τὰ ἴδια;

{ΣΩ.} ~'Αρ' οὐ̃ν πρὸς Διόσ, ὥσπερ αἱ ἄλλαι τέχναι ἐπιδε - δώκασι καὶ εἰσὶ παρὰ τοὺς νυ̃ν δημιουργοὺς οἱ παλαιοὶ φαυ̃λοι, οὕτω καὶ τὴν ὑμετέραν τὴν τω̃ν σοφιστω̃ν τέχνην ἐπιδεδωκέναι φω̃μεν καὶ εἰ̃ναι τω̃ν ἀρχαίων τοὺς περὶ τὴν σοφίαν φαύλους πρὸς ὑμα̃σ;

{ΙΠ.} Πάνυ μὲν οὐ̃ν ὀρθω̃ς λέγεισ.

{ΣΩ.} Εἰ ἄρα νυ̃ν ἡμι̃ν, ὠ̃ 'Ιππία, ὁ Βίας ἀναβιοίη, γέλωτ' ἂν ὄφλοι πρὸς ὑμα̃σ, ὥσπερ καὶ τὸν Δαίδαλόν φασιν οἱ ἀνδριαντοποιοί, νυ̃ν εἰ γενόμενος τοιαυ̃τ' ἐργάζοιτο οἱ̃α ἠ̃ν ἀφ' ὡ̃ν τοὔνομ' ἔσχεν, καταγέλαστον ἂν εἰ̃ναι.

{ΙΠ.} 'Έστι μὲν ταυ̃τα, ὠ̃ Σώκρατεσ, οὕτως ὡς σὺ λέγεισ: εἴωθα μέντοι ἔγωγε τοὺς παλαιούς τε καὶ προτέρους ἡμω̃ν προτέρους τε καὶ μα̃λλον ἐγκωμιάζειν ἢ τοὺς νυ̃ν, εὐλαβού - μενος μὲν φθόνον τω̃ν ζώντων, φοβούμενος δὲ μη̃νιν τω̃ν τετελευτηκότων.

{ΣΩ.} Καλω̃ς γε σύ, ὠ̃ 'Ιππία, ὀνομάζων τε καὶ διανοούμενοσ, ὡς ἐμοὶ δοκει̃σ. συμμαρτυρη̃σαι δέ σοι ἔχω ὅτι ἀληθη̃ λέγεισ, καὶ τω̨̃ ὄντι ὑμω̃ν ἐπιδέδωκεν ἡ τέχνη πρὸς τὸ καὶ τὰ δημόσια πράττειν δύνασθαι μετὰ τω̃ν ἰδίων. Γοργίας τε γὰρ οὑ̃τος ὁ Λεοντι̃νος σοφιστὴς δευ̃ρο ἀφίκετο δημοσία̨ οἴκοθεν πρε - σβεύων, ὡς ἱκανώτατος ὢν Λεοντίνων τὰ κοινὰ πράττειν, καὶ ἔν τε τω̨̃ δήμω̨ ἔδοξεν ἄριστα εἰπει̃ν, καὶ ἰδία̨ ἐπιδείξεις ποιούμενος καὶ συνὼν τοι̃ς νέοις χρήματα πολλὰ ἠργάσατο καὶ ἔλαβεν ἐκ τη̃σδε τη̃ς πόλεωσ: εἰ δὲ βούλει, ὁ ἡμέτερος ἑται̃ρος Πρόδικος οὑ̃τος πολλάκις μὲν καὶ ἄλλοτε δημοσία̨ ἀφίκετο, ἀτὰρ τὰ τελευται̃α ἔναγχος ἀφικόμενος δημοσία̨ ἐκ Κέω λέγων τ' ἐν τη̨̃ βουλη̨̃ πάνυ ηὐδοκίμησεν καὶ ἰδία̨ ἐπιδείξεις ποιούμενος καὶ τοι̃ς νέοις συνὼν χρήματα ἔλαβεν θαυμαστὰ ὅσα. τω̃ν δὲ παλαιω̃ν ἐκείνων οὐδεὶς πώποτε ἠξίωσεν ἀργύριον μισθὸν πράξασθαι οὐδ' ἐπιδείξεις ποιήσασθαι ἐν παντοδαποι̃ς ἀνθρώποις τη̃ς ἑαυτου̃ σοφίασ: οὕτως ἠ̃σαν εὐήθεις καὶ ἐλελήθει αὐτοὺς ἀργύριον ὡς πολλου̃ ἄξιον εἴη. τούτων δ' ἑκάτερος πλέον ἀργύριον ἀπὸ σοφίας εἴργασται ἢ ἄλλος δημιουργὸς ἀφ' ἡ̃στινος τέχνησ: καὶ ἔτι πρότερος τούτων Πρωταγόρασ.

{ΙΠ.} Οὐδὲν γάρ, ὠ̃ Σώκρατεσ, οἰ̃σθα τω̃ν καλω̃ν περὶ του̃το. εἰ γὰρ εἰδείης ὅσον ἀργύριον εἴργασμαι ἐγώ, θαυμάσαις ἄν: καὶ τὰ μὲν ἄλλα ἐω̃, ἀφικόμενος δέ ποτε εἰς Σικελίαν, Πρωταγόρου αὐτόθι ἐπιδημου̃ντος καὶ εὐδοκιμου̃ντος καὶ πρεσβυτέρου ὄντος πολὺ νεώτερος ὢν ἐν ὀλίγω̨ χρόνω̨ πάνυ πλέον ἢ πεντή - κοντα καὶ ἑκατὸν μνα̃ς ἠργασάμην, καὶ ἐξ ἑνός γε χωρίου πάνυ σμικρου̃, 'Ινυκου̃, πλέον ἢ εἴκοσι μνα̃σ: καὶ του̃το ἐλθὼν οἴκαδε φέρων τω̨̃ πατρὶ ἔδωκα, ὥστε ἐκει̃νον καὶ τοὺς ἄλλους πολίτας θαυμάζειν τε καὶ ἐκπεπλη̃χθαι. καὶ σχεδόν τι οἰ̃μαι ἐμὲ πλείω χρήματα εἰργάσθαι ἢ ἄλλους σύνδυο οὕστινας βούλει τω̃ν σοφιστω̃ν.

{ΣΩ.} Καλόν γε, ὠ̃ 'Ιππία, λέγεις καὶ μέγα τεκμήριον σοφίας τη̃ς τε σεαυτου̃ καὶ τω̃ν νυ̃ν ἀνθρώπων πρὸς τοὺς ἀρχαίους ὅσον διαφέρουσι. τω̃ν γὰρ προτέρων [περὶ 'Αναξαγόρου λέγεται] πολλὴ ἀμαθία κατὰ τὸν σὸν λόγον. τοὐναντίον γὰρ 'Αναξαγόρα̨ φασὶ συμβη̃ναι ἢ ὑμι̃ν: κατα - λειφθέντων γὰρ αὐτω̨̃ πολλω̃ν χρημάτων καταμελη̃σαι καὶ ἀπολέσαι πάντα - οὕτως αὐτὸν ἀνόητα σοφίζεσθαι - λέγουσι δὲ καὶ περὶ ἄλλων τω̃ν παλαιω̃ν ἕτερα τοιαυ̃τα. του̃το μὲν οὐ̃ν μοι δοκει̃ς καλὸν τεκμήριον ἀποφαίνειν περὶ σοφίας τω̃ν νυ̃ν πρὸς τοὺς προτέρουσ, καὶ πολλοι̃ς συνδοκει̃ ὅτι τὸν σοφὸν αὐτὸν αὑτω̨̃ μάλιστα δει̃ σοφὸν εἰ̃ναι: τούτου δ' ὅρος ἐστὶν ἄρα, ὃς ἂν πλει̃στον ἀργύριον ἐργάσηται. καὶ ταυ̃τα μὲν ἱκανω̃ς ἐχέτω: τόδε δέ μοι εἰπέ, σὺ αὐτὸς πόθεν πλει̃στον ἀργύριον ἠργάσω τω̃ν πόλεων εἰς ἃς ἀφικνη̨̃; ἢ δη̃λον ὅτι ἐκ Λακεδαίμονοσ, οἱ̃περ καὶ πλειστάκις ἀφι̃ξαι;

{ΙΠ.} Οὐ μὰ τὸν Δία, ὠ̃ Σώκρατεσ.

{ΣΩ.} Πω̃ς φή̨σ; ἀλλ' ἐλάχιστον;

{ΙΠ.} Οὐδὲν μὲν οὐ̃ν τὸ παράπαν πώποτε.

{ΣΩ.} Τέρας λέγεις καὶ θαυμαστόν, ὠ̃ 'Ιππία. καί μοι εἰπέ: πότερον ἡ σοφία ἡ σὴ οὐχ οἵα τοὺς συνόντας αὐτη̨̃ καὶ μανθάνοντας εἰς ἀρετὴν βελτίους ποιει̃ν; { - ΙΠ.} Καὶ πολύ γε, ὠ̃ Σώκρατεσ. { - ΣΩ.} 'Αλλὰ τοὺς μὲν 'Ινυκίνων ὑει̃ς οἱ̃ός τε ἠ̃σθα ἀμείνους ποιη̃σαι, τοὺς δὲ Σπαρτιατω̃ν ἠδυνάτεισ; { - ΙΠ.} Πολλου̃ γε δέω. { - ΣΩ.} 'Αλλὰ δη̃τα Σικε - λιω̃ται μὲν ἐπιθυμου̃σιν ἀμείνους γίγνεσθαι, Λακεδαιμόνιοι δ' οὔ; { - ΙΠ.} Πάντως γέ που, ὠ̃ Σώκρατεσ, καὶ Λακεδαι - μόνιοι. { - ΣΩ.} ~'Αρ' οὐ̃ν χρημάτων ἐνδεία̨ ἔφευγον τὴν σὴν ὁμιλίαν; { - ΙΠ.} Οὐ δη̃τα, ἐπεὶ ἱκανὰ αὐτοι̃ς ἐστιν.

{ΣΩ.} Τί δη̃τ' ἂν εἴη ὅτι ἐπιθυμου̃ντες καὶ ἔχοντες χρή - ματα, καὶ σου̃ δυναμένου τὰ μέγιστα αὐτοὺς ὠφελει̃ν, οὐ πλήρη σε ἀργυρίου ἀπέπεμψαν; ἀλλ' ἐκει̃νο, μω̃ν μὴ Λακε - δαιμόνιοι σου̃ βέλτιον ἂν παιδεύσειαν τοὺς αὑτω̃ν παι̃δασ; ἢ του̃το φω̃μεν οὕτω, καὶ σὺ συγχωρει̃σ;

{ΙΠ.} Οὐδ' ὁπωστιου̃ν.

{ΣΩ.} Πότερον οὐ̃ν τοὺς νέους οὐχ οἱ̃ός τ' ἠ̃σθα πείθειν ἐν Λακεδαίμονι ὡς σοὶ συνόντες πλέον ἂν εἰς ἀρετὴν ἐπιδιδοι̃εν ἢ τοι̃ς ἑαυτω̃ν, ἢ τοὺς ἐκείνων πατέρας ἠδυνάτεις πείθειν ὅτι σοὶ χρὴ παραδιδόναι μα̃λλον ἢ αὐτοὺς ἐπιμελει̃σθαι, εἴπερ τι τω̃ν ὑέων κήδονται; οὐ γάρ που ἐφθόνουν γε τοι̃ς ἑαυτω̃ν παισὶν ὡς βελτίστοις γενέσθαι.

{ΙΠ.} Οὐκ οἰ̃μαι ἔγωγε φθονει̃ν.

{ΣΩ.} 'Αλλὰ μὴν εὔνομός γ' ἡ Λακεδαίμων. { - ΙΠ.} Πω̃ς γὰρ οὔ; { - ΣΩ.} 'Εν δέ γε ται̃ς εὐνόμοις πόλεσιν τιμιώτατον ἡ ἀρετή. { - ΙΠ.} Πάνυ γε. { - ΣΩ.} Σὺ δὲ ταύτην παραδιδόναι ἄλλω̨ κάλλιστ' ἀνθρώπων ἐπίστασαι. { - ΙΠ.} Καὶ πολύ γε, ὠ̃ Σώκρατεσ. { - ΣΩ.} 'Ο οὐ̃ν κάλλιστ' ἐπιστάμενος ἱππικὴν παραδιδόναι ἀ̃ρ' οὐκ ἂν ἐν Θετταλία̨ τη̃ς 'Ελλάδος μάλιστα τιμω̨̃το καὶ πλει̃στα χρήματα λαμβάνοι, καὶ ἄλλοθι ὅπου του̃το σπουδάζοιτο; { - ΙΠ.} Εἰκός γε. { - ΣΩ.} 'Ο δὴ δυνάμενος παραδιδόναι τὰ πλείστου ἄξια μαθήματα εἰς ἀρετὴν οὐκ ἐν Λακεδαίμονι μάλιστα τιμήσεται καὶ πλει̃στα ἐργάσεται χρή - ματα, ἂν βούληται, καὶ ἐν ἄλλη̨ πόλει ἥτις τω̃ν 'Ελληνίδων εὐνομει̃ται; ἀλλ' ἐν Σικελία̨, ὠ̃ ἑται̃ρε, οἴει μα̃λλον καὶ ἐν 'Ινυκω̨̃; ταυ̃τα πειθώμεθα, ὠ̃ 'Ιππία; ἐὰν γὰρ σὺ κελεύη̨σ, πειστέον.

{ΙΠ.} Οὐ γὰρ πάτριον, ὠ̃ Σώκρατεσ, Λακεδαιμονίοις κινει̃ν τοὺς νόμουσ, οὐδὲ παρὰ τὰ εἰωθότα παιδεύειν τοὺς ὑει̃σ.

{ΣΩ.} Πω̃ς λέγεισ; Λακεδαιμονίοις οὐ πάτριον ὀρθω̃ς πράττειν ἀλλ' ἐξαμαρτάνειν;

{ΙΠ.} Οὐκ ἂν φαίην ἔγωγε, ὠ̃ Σώκρατεσ.

{ΣΩ.} Οὐκου̃ν ὀρθω̃ς ἂν πράττοιεν βέλτιον ἀλλὰ μὴ χει̃ρον παιδεύοντες τοὺς νέουσ;

{ΙΠ.} 'Ορθω̃σ: ἀλλὰ ξενικὴν παίδευσιν οὐ νόμιμον αὐτοι̃ς παιδεύειν, ἐπεὶ εὐ̃ ἴσθι, εἴπερ τις ἄλλος ἐκει̃θεν χρήματα ἔλαβεν πώποτε ἐπὶ παιδεύσει, καὶ ἐμὲ ἂν λαβει̃ν πολὺ μάλιστα - χαίρουσι γου̃ν ἀκούοντες ἐμου̃ καὶ ἐπαινου̃σιν - ἀλλ', ὃ λέγω, οὐ νόμοσ.

{ΣΩ.} Νόμον δὲ λέγεισ, ὠ̃ 'Ιππία, βλάβην πόλεως εἰ̃ναι ἢ ὠφελίαν; { - ΙΠ.} Τίθεται μὲν οἰ̃μαι ὠφελίας ἕνεκα, ἐνίοτε δὲ καὶ βλάπτει, ἐὰν κακω̃ς τεθη̨̃ ὁ νόμοσ. { - ΣΩ.} Τί δέ; οὐχ ὡς ἀγαθὸν μέγιστον πόλει τίθενται τὸν νόμον οἱ τιθέμενοι; καὶ ἄνευ τούτου μετὰ εὐνομίας ἀδύνατον οἰκει̃ν; { - ΙΠ.} 'Αληθη̃ λέγεισ. { - ΣΩ.} 'Όταν ἄρα ἀγαθου̃ ἁμάρτωσιν οἱ ἐπιχειρου̃ντες τοὺς νόμους τιθέναι, νομίμου τε καὶ νόμου ἡμαρτήκασιν: ἢ πω̃ς λέγεισ; { - ΙΠ.} Τω̨̃ μὲν ἀκριβει̃ λόγω̨, ὠ̃ Σώκρατεσ, οὕτως ἔχει: οὐ μέντοι εἰώθασιν ἅνθρωποι ὀνομάζειν οὕτω. { - ΣΩ.} Πότερον, ὠ̃ 'Ιππία, οἱ εἰδότες ἢ οἱ μὴ εἰδότεσ; { - ΙΠ.} Οἱ πολλοί. { - ΣΩ.} Εἰσὶν δ' οὑ̃τοι οἱ εἰδότες τἀληθέσ, οἱ πολλοί; { - ΙΠ.} Οὐ δη̃τα. { - ΣΩ.} 'Αλλὰ μήν που οἵ γ' εἰδότες τὸ ὠφελιμώτερον του̃ ἀνωφελεστέρου νομιμώτερον ἡγου̃νται τη̨̃ ἀληθεία̨ πα̃σιν ἀνθρώποισ: ἢ οὐ συγχωρει̃σ; { - ΙΠ.} Ναί, συγχωρω̃, ὅτι γε τη̨̃ ἀληθεία̨. { - ΣΩ.} Οὐκου̃ν ἔστιν τε καὶ ἔχει οὕτως ὡς οἱ εἰδότες ἡγου̃νται; { - ΙΠ.} Πάνυ γε.

{ΣΩ.} 'Έστι δέ γε Λακεδαιμονίοισ, ὡς σὺ φή̨σ, ὠφελιμώτερον τὴν ὑπὸ σου̃ παίδευσιν, ξενικὴν οὐ̃σαν, παιδεύεσθαι μα̃λλον ἢ τὴν ἐπιχωρίαν. { - ΙΠ.} Καὶ ἀληθη̃ γε λέγω. { - ΣΩ.} Καὶ γὰρ ὅτι τὰ ὠφελιμώτερα νομιμώτερά ἐστι, καὶ του̃το λέγεισ, ὠ̃ 'Ιππία; { - ΙΠ.} Εἰ̃πον γάρ. { - ΣΩ.} Κατὰ τὸν σὸν ἄρα λόγον τοι̃ς Λακεδαιμονίων ὑέσιν ὑπὸ 'Ιππίου παιδεύεσθαι νομιμώτερόν ἐστιν, ὑπὸ δὲ τω̃ν πατέρων ἀνομώτερον, εἴπερ τω̨̃ ὄντι ὑπὸ σου̃ πλείω ὠφεληθήσονται. { - ΙΠ.} 'Αλλὰ μὴν ὠφεληθήσονται, ὠ̃ Σώκρατεσ. { - ΣΩ.} Παρανομου̃σιν ἄρα Λακεδαι- μόνιοι οὐ διδόντες σοι χρυσίον καὶ ἐπιτρέποντες τοὺς αὑτω̃ν ὑει̃σ. { - ΙΠ.} Συγχωρω̃ ταυ̃τα: δοκει̃ς γάρ μοι τὸν λόγον πρὸς ἐμου̃ λέγειν, καὶ οὐδέν με δει̃ αὐτω̨̃ ἐναντιου̃σθαι.

{ΣΩ.} Παρανόμους μὲν δή, ὠ̃ ἑται̃ρε, τοὺς Λάκωνας εὑρί - σκομεν, καὶ ταυ̃τ' εἰς τὰ μέγιστα, τοὺς νομιμωτάτους δοκου̃ντας εἰ̃ναι. ἐπαινου̃σι δὲ δή σε πρὸς θεω̃ν, ὠ̃ 'Ιππία, καὶ χαίρουσιν ἀκούοντες ποι̃α; ἢ δη̃λον δὴ ὅτι ἐκει̃να ἃ σὺ κάλλιστα ἐπίστασαι, τὰ περὶ τὰ ἄστρα τε καὶ τὰ οὐράνια πάθη; { - ΙΠ.} Οὐδ' ὁπωστιου̃ν: ταυ̃τά γε οὐδ' ἀνέχονται. { - ΣΩ.} 'Αλλὰ περὶ γεωμετρίας τι χαίρουσιν ἀκούοντεσ; { - ΙΠ.} Οὐδαμω̃σ, ἐπεὶ οὐδ' ἀριθμει̃ν ἐκείνων γε, ὡς ἔπος εἰπει̃ν, πολλοὶ ἐπίστανται. { - ΣΩ.} Πολλου̃ ἄρα δέουσιν περί γε λογισμω̃ν ἀνέχεσθαί σου ἐπιδεικνυμένου. { - ΙΠ.} Πολλου̃ μέντοι νὴ Δία. { - ΣΩ.} 'Αλλὰ δη̃τα ἐκει̃να ἃ σὺ ἀκριβέστατα ἐπίστασαι ἀνθρώπων διαιρει̃ν, περί τε γραμμάτων δυνάμεως καὶ συλ - λαβω̃ν καὶ ῥυθμω̃ν καὶ ἁρμονιω̃ν; { - ΙΠ.} Ποίων, ὠγαθέ, ἁρμονιω̃ν καὶ γραμμάτων; { - ΣΩ.} 'Αλλὰ τί μήν ἐστιν ἃ ἡδέως σου ἀκροω̃νται καὶ ἐπαινου̃σιν; αὐτός μοι εἰπέ, ἐπειδὴ ἐγὼ οὐχ εὑρίσκω.

{ΙΠ.} Περὶ τω̃ν γενω̃ν, ὠ̃ Σώκρατεσ, τω̃ν τε ἡρώων καὶ τω̃ν ἀνθρώπων, καὶ τω̃ν κατοικίσεων, ὡς τὸ ἀρχαι̃ον ἐκτίσθησαν αἱ πόλεισ, καὶ συλλήβδην πάσης τη̃ς ἀρχαιολογίας ἥδιστα ἀκροω̃νται, ὥστ' ἔγωγε δι' αὐτοὺς ἠνάγκασμαι ἐκμεμαθηκέναι τε καὶ ἐκμεμελετηκέναι πάντα τὰ τοιαυ̃τα.

{ΣΩ.} Ναὶ μὰ Δί', ὠ̃ 'Ιππία, ηὐτύχηκάς γε ὅτι Λακε - δαιμόνιοι οὐ χαίρουσιν ἄν τις αὐτοι̃ς ἀπὸ Σόλωνος τοὺς ἄρχοντας τοὺς ἡμετέρους καταλέγη̨: εἰ δὲ μή, πράγματ' ἂν εἰ̃χες ἐκμανθάνων.

{ΙΠ.} Πόθεν, ὠ̃ Σώκρατεσ; ἅπαξ ἀκούσας πεντήκοντα ὀνόματα ἀπομνημονεύσω.

{ΣΩ.} 'Αληθη̃ λέγεισ, ἀλλ' ἐγὼ οὐκ ἐνενόησα ὅτι τὸ μνημονικὸν ἔχεισ: ὥστ' ἐννοω̃ ὅτι εἰκότως σοι χαίρουσιν οἱ Λακεδαιμόνιοι ἅτε πολλὰ εἰδότι, καὶ χρω̃νται ὥσπερ ται̃ς πρεσβύτισιν οἱ παι̃δες πρὸς τὸ ἡδέως μυθολογη̃σαι.

{ΙΠ.} Καὶ ναὶ μὰ Δί', ὠ̃ Σώκρατεσ, περί γε ἐπιτηδευμάτων καλω̃ν καὶ ἔναγχος αὐτόθι ηὐδοκίμησα διεξιὼν ἃ χρὴ τὸν νέον ἐπιτηδεύειν. ἔστι γάρ μοι περὶ αὐτω̃ν παγκάλως λόγος συγκείμενοσ, καὶ ἄλλως εὐ̃ διακείμενος καὶ τοι̃ς ὀνόμασι: πρόσχημα δέ μοί ἐστι καὶ ἀρχὴ τοιάδε τις του̃ λόγου. ἐπειδὴ ἡ Τροία ἥλω, λέγει ὁ λόγος ὅτι Νεοπτόλεμος Νέστορα ἔροιτο ποι̃ά ἐστι καλὰ ἐπιτηδεύματα, ἃ ἄν τις ἐπιτηδεύσας νέος ὢν εὐδοκιμώτατος γένοιτο: μετὰ ταυ̃τα δὴ λέγων ἐστὶν ὁ Νέστωρ καὶ ὑποτιθέμενος αὐτω̨̃ πάμπολλα νόμιμα καὶ πάγκαλα. του̃τον δὴ καὶ ἐκει̃ ἐπεδειξάμην καὶ ἐνθάδε μέλλω ἐπιδεικνύναι εἰς τρίτην ἡμέραν, ἐν τω̨̃ Φειδο - στράτου διδασκαλείω̨, καὶ ἄλλα πολλὰ καὶ ἄξια ἀκοη̃σ: ἐδεήθη γάρ μου Εὔδικος ὁ 'Απημάντου. ἀλλ' ὅπως παρέση̨ καὶ αὐτὸς καὶ ἄλλους ἄξεισ, οἵτινες ἱκανοὶ ἀκούσαντες κρι̃ναι τὰ λεγόμενα.

{ΣΩ.} 'Αλλὰ ταυ̃τ' ἔσται, ἂν θεὸς θέλη̨, ὠ̃ 'Ιππία. νυνὶ μέντοι βραχύ τί μοι περὶ αὐτου̃ ἀπόκριναι: καὶ γάρ με εἰς καλὸν ὑπέμνησασ. ἔναγχος γάρ τισ, ὠ̃ ἄριστε, εἰς ἀπορίαν με κατέβαλεν ἐν λόγοις τισὶ τὰ μὲν ψέγοντα ὡς αἰσχρά, τὰ δ' ἐπαινου̃ντα ὡς καλά, οὕτω πως ἐρόμενος καὶ μάλα ὑβριστικω̃σ: "Πόθεν δέ μοι σύ," ἔφη, "ὠ̃ Σώκρατεσ, οἰ̃σθα ὁποι̃α καλὰ καὶ αἰσχρά; ἐπεὶ φέρε, ἔχοις ἂν εἰπει̃ν τί ἐστι τὸ καλόν;" καὶ ἐγὼ διὰ τὴν ἐμὴν φαυλότητα ἠπορούμην τε καὶ οὐκ εἰ̃χον αὐτω̨̃ κατὰ τρόπον ἀποκρίνασθαι: ἀπιὼν οὐ̃ν ἐκ τη̃ς συνουσίας ἐμαυτω̨̃ τε ὠργιζόμην καὶ ὠνείδιζον, καὶ ἠπείλουν, ὁπότε πρω̃τον ὑμω̃ν τω̨ τω̃ν σοφω̃ν ἐντύχοιμι, ἀκούσας καὶ μαθὼν καὶ ἐκμελετήσας ἰέναι πάλιν ἐπὶ τὸν ἐρωτήσαντα, ἀναμαχούμενος τὸν λόγον. νυ̃ν οὐ̃ν, ὃ λέγω, εἰς καλὸν ἥκεισ, καί με δίδαξον ἱκανω̃ς αὐτὸ τὸ καλὸν ὅτι ἐστί, καὶ πειρω̃ μοι ὅτι μάλιστα ἀκριβω̃ς εἰπει̃ν ἀποκρινό - μενοσ, μὴ ἐξελεγχθεὶς τὸ δεύτερον αὐ̃θις γέλωτα ὄφλω. οἰ̃σθα γὰρ δήπου σαφω̃σ, καὶ σμικρόν που του̃τ' ἂν εἴη μάθημα ὡ̃ν σὺ τω̃ν πολλω̃ν ἐπίστασαι.

{ΙΠ.} Σμικρὸν μέντοι νὴ Δί', ὠ̃ Σώκρατεσ, καὶ οὐδενὸς ἄξιον, ὡς ἔπος εἰπει̃ν.

{ΣΩ.} 'Ρα̨δίως ἄρα μαθήσομαι καὶ οὐδείς με ἐξελέγξει ἔτι.

{ΙΠ.} Οὐδεὶς μέντοι: φαυ̃λον γὰρ ἂν εἴη τὸ ἐμὸν πρα̃γμα καὶ ἰδιωτικόν.

{ΣΩ.} Εὐ̃ γε νὴ τὴν 'Ήραν λέγεισ, ὠ̃ 'Ιππία, εἰ χειρωσόμεθα τὸν ἄνδρα. ἀτὰρ μή τι κωλύω μιμούμενος ἐγὼ ἐκει̃νον, ἐὰν σου̃ ἀποκρινομένου ἀντιλαμβάνωμαι τω̃ν λόγων, ἵνα ὅτι μάλιστά με ἐκμελετήση̨σ; σχεδὸν γάρ τι ἔμπειρός εἰμι τω̃ν ἀντιλήψεων. εἰ οὐ̃ν μή τί σοι διαφέρει, βούλομαι ἀντι - λαμβάνεσθαι, ἵν' ἐρρωμενέστερον μάθω.

{ΙΠ.} 'Αλλ' ἀντιλαμβάνου. καὶ γάρ, ὃ νυνδὴ εἰ̃πον, οὐ μέγα ἐστὶ τὸ ἐρώτημα, ἀλλὰ καὶ πολὺ τούτου χαλεπώτερα ἂν ἀποκρίνασθαι ἐγώ σε διδάξαιμι, ὥστε μηδένα ἀνθρώπων δύνασθαί σε ἐξελέγχειν.

{ΣΩ.} Φευ̃ ὡς εὐ̃ λέγεισ: ἀλλ' ἄγ', ἐπειδὴ καὶ σὺ κελεύεισ, φέρε ὅτι μάλιστα ἐκει̃νος γενόμενος πειρω̃μαί σε ἐρωτα̃ν. εἰ γὰρ δὴ αὐτω̨̃ τὸν λόγον του̃τον ἐπιδείξαις ὃν φή̨σ, τὸν περὶ τω̃ν καλω̃ν ἐπιτηδευμάτων, ἀκούσασ, ἐπειδὴ παύσαιο λέγων, ἔροιτ' ἂν οὐ περὶ ἄλλου πρότερον ἢ περὶ του̃ καλου̃ - ἔθος γάρ τι του̃τ' ἔχει - καὶ εἴποι ἄν: "~'Ω ξένε 'Ηλει̃ε, ἀ̃ρ' οὐ δικαιοσύνη̨ δίκαιοί εἰσιν οἱ δίκαιοι;" ἀπόκριναι δή, ὠ̃ 'Ιππία, ὡς ἐκείνου ἐρωτω̃ντοσ. { - ΙΠ.} 'Αποκρινου̃μαι ὅτι δικαιοσύνη̨. { - ΣΩ.} "Οὐκου̃ν ἔστι τι του̃το, ἡ δικαιοσύνη;" { - ΙΠ.} Πάνυ γε. { - ΣΩ.} "Οὐκου̃ν καὶ σοφία̨ οἱ σοφοί εἰσι σοφοὶ καὶ τω̨̃ ἀγαθω̨̃ πάντα τἀγαθὰ ἀγαθά;" { - ΙΠ.} Πω̃ς δ' οὔ; { - ΣΩ.} "Οὐ̃σί γέ τισι τούτοισ: οὐ γὰρ δήπου μὴ οὐ̃σί γε." { - ΙΠ.} Οὐ̃σι μέντοι. { - ΣΩ.} "~'Αρ' οὐ̃ν οὐ καὶ τὰ καλὰ πάντα τω̨̃ καλω̨̃ ἐστι καλά;" { - ΙΠ.} Ναί, τω̨̃ καλω̨̃. { - ΣΩ.} "'Όντι γέ τινι τούτω̨;" { - ΙΠ.} 'Όντι: ἀλλὰ τί γὰρ μέλλει; { - ΣΩ.} "Εἰπὲ δή, ὠ̃ ξένε," φήσει, "τί ἐστι του̃το τὸ καλόν;"

{ΙΠ.} 'Άλλο τι οὐ̃ν, ὠ̃ Σώκρατεσ, ὁ του̃το ἐρωτω̃ν δει̃ται πυθέσθαι τί ἐστι καλόν;

{ΣΩ.} Οὔ μοι δοκει̃, ἀλλ' ὅτι ἐστὶ τὸ καλόν, ὠ̃ 'Ιππία.

{ΙΠ.} Καὶ τί διαφέρει του̃τ' ἐκείνου;

{ΣΩ.} Οὐδέν σοι δοκει̃;

{ΙΠ.} Οὐδὲν γὰρ διαφέρει.

{ΣΩ.} 'Αλλὰ μέντοι δη̃λον ὅτι σὺ κάλλιον οἰ̃σθα. ὅμως δέ, ὠγαθέ, ἄθρει: ἐρωτα̨̃ γάρ σε οὐ τί ἐστι καλόν, ἀλλ' ὅτι ἐστὶ τὸ καλόν.

{ΙΠ.} Μανθάνω, ὠγαθέ, καὶ ἀποκρινου̃μαί γε αὐτω̨̃ ὅτι ἐστι τὸ καλόν, καὶ οὐ μή ποτε ἐλεγχθω̃. ἔστι γάρ, ὠ̃ Σώκρατεσ, εὐ̃ ἴσθι, εἰ δει̃ τὸ ἀληθὲς λέγειν, παρθένος καλὴ καλόν.

{ΣΩ.} Καλω̃ς γε, ὠ̃ 'Ιππία, νὴ τὸν κύνα καὶ εὐδόξως ἀπεκρίνω. ἄλλο τι οὐ̃ν, ἂν ἐγὼ του̃το ἀποκρίνωμαι, τὸ ἐρωτώμενόν τε ἀποκεκριμένος ἔσομαι καὶ ὀρθω̃σ, καὶ οὐ μή ποτε ἐλεγχθω̃;

{ΙΠ.} Πω̃ς γὰρ ἄν, ὠ̃ Σώκρατεσ, ἐλεγχθείησ, ὅ γε πα̃σιν δοκει̃ καὶ πάντες σοι μαρτυρήσουσιν οἱ ἀκούοντες ὅτι ὀρθω̃ς λέγεισ;

{ΣΩ.} Εἰ̃εν: πάνυ μὲν οὐ̃ν. φέρε δή, ὠ̃ 'Ιππία, πρὸς ἐμαυτὸν ἀναλάβω ὃ λέγεισ. ὁ μὲν ἐρήσεταί με οὑτωσί πωσ: "'Ίθι μοι, ὠ̃ Σώκρατεσ, ἀπόκριναι: ταυ̃τα πάντα ἃ φὴ̨ς καλὰ εἰ̃ναι, εἰ τί ἐστιν αὐτὸ τὸ καλόν, ταυ̃τ' ἂν εἴη καλά;" ἐγὼ δὲ δὴ ἐρω̃ ὅτι εἰ παρθένος καλὴ καλόν, ἔστι δι' ὃ ταυ̃τ' ἂν εἴη καλά;

{ΙΠ.} Οἴει οὐ̃ν ἔτι αὐτὸν ἐπιχειρήσειν σε ἐλέγχειν ὡς οὐ καλόν ἐστιν ὃ λέγεισ, ἢ ἐὰν ἐπιχειρήση̨, οὐ καταγέλαστον ἔσεσθαι;

{ΣΩ.} 'Ότι μὲν ἐπιχειρήσει, ὠ̃ θαυμάσιε, εὐ̃ οἰ̃δα: εἰ δὲ ἐπιχειρήσας ἔσται καταγέλαστοσ, αὐτὸ δείξει. ἃ μέντοι ἐρει̃, ἐθέλω σοι λέγειν.

{ΙΠ.} Λέγε δή.

{ΣΩ.} "'Ως γλυκὺς εἰ̃," φήσει, "ὠ̃ Σώκρατεσ. θήλεια δὲ ἵππος καλὴ οὐ καλόν, ἣν καὶ ὁ θεὸς ἐν τω̨̃ χρησμω̨̃ ἐπή̨νεσεν;" τί φήσομεν, ὠ̃ 'Ιππία; ἄλλο τι ἢ φω̃μεν καὶ τὴν ἵππον καλὸν εἰ̃ναι, τήν γε καλήν; πω̃ς γὰρ ἂν τολμω̨̃μεν ἔξαρνοι εἰ̃ναι τὸ καλὸν μὴ καλὸν εἰ̃ναι;

{ΙΠ.} 'Αληθη̃ λέγεισ, ὠ̃ Σώκρατεσ: ἐπεί τοι καὶ ὀρθω̃ς αὐτὸ ὁ θεὸς εἰ̃πεν: πάγκαλαι γὰρ παρ' ἡμι̃ν ἵπποι γίγνονται.

{ΣΩ.} "Εἰ̃εν," φήσει δή: "τί δὲ λύρα καλή; οὐ καλόν;" φω̃μεν, ὠ̃ 'Ιππία;

{ΙΠ.} Ναί.

{ΣΩ.} 'Ερει̃ τοίνυν μετὰ του̃τ' ἐκει̃νοσ, σχεδόν τι εὐ̃ οἰ̃δα ἐκ του̃ τρόπου τεκμαιρόμενοσ: "~'Ω βέλτιστε σύ, τί δὲ χύτρα καλή; οὐ καλὸν ἄρα;"

{ΙΠ.} ~'Ω Σώκρατεσ, τίς δ' ἐστὶν ὁ ἄνθρωποσ; ὡς ἀπαί - δευτός τις ὃς οὕτω φαυ̃λα ὀνόματα ὀνομάζειν τολμα̨̃ ἐν σεμνω̨̃ πράγματι.

{ΣΩ.} Τοιου̃τός τισ, ὠ̃ 'Ιππία, οὐ κομψὸς ἀλλὰ συρφετόσ, οὐδὲν ἄλλο φροντίζων ἢ τὸ ἀληθέσ. ἀλλ' ὅμως ἀποκριτέον τω̨̃ ἀνδρί, καὶ ἔγωγε προαποφαίνομαι: εἴπερ ἡ χύτρα κεκερα - μευμένη εἴη ὑπὸ ἀγαθου̃ κεραμέως λεία καὶ στρογγύλη καὶ καλω̃ς ὠπτημένη, οἱ̃αι τω̃ν καλω̃ν χυτρω̃ν εἰσί τινες δίωτοι, τω̃ν ἓξ χοα̃ς χωρουσω̃ν, πάγκαλαι, εἰ τοιαύτην ἐρωτώ̨η χύτραν, καλὴν ὁμολογητέον εἰ̃ναι. πω̃ς γὰρ ἂν φαι̃μεν καλὸν ὂν μὴ καλὸν εἰ̃ναι;

{ΙΠ.} Οὐδαμω̃σ, ὠ̃ Σώκρατεσ.

{ΣΩ.} "Οὐκου̃ν καὶ χύτρα," φήσει, "καλὴ καλόν; ἀπο - κρίνου."

{ΙΠ.} 'Αλλ' οὕτωσ, ὠ̃ Σώκρατεσ, ἔχει, οἰ̃μαι: καλὸν μὲν καὶ του̃το τὸ σκευ̃ός ἐστι καλω̃ς εἰργασμένον, ἀλλὰ τὸ ὅλον του̃το οὐκ ἔστιν ἄξιον κρίνειν ὡς ὂν καλὸν πρὸς ἵππον τε καὶ παρθένον καὶ τἀ̃λλα πάντα τὰ καλά.

{ΣΩ.} Εἰ̃εν: μανθάνω, ὠ̃ 'Ιππία, ὡς ἄρα χρὴ ἀντιλέγειν πρὸς τὸν ταυ̃τα ἐρωτω̃ντα τάδε: ~'Ω ἄνθρωπε, ἀγνοει̃ς ὅτι τὸ του̃ 'Ηρακλείτου εὐ̃ ἔχει, ὡς ἄρα "Πιθήκων ὁ κάλλιστος αἰ - σχρὸς ἀνθρώπων γένει συμβάλλειν," καὶ χυτρω̃ν ἡ καλλίστη αἰσχρὰ παρθένων γένει συμβάλλειν, ὥς φησιν 'Ιππίας ὁ σοφόσ. οὐχ οὕτωσ, ὠ̃ 'Ιππία;

{ΙΠ.} Πάνυ μὲν οὐ̃ν, ὠ̃ Σώκρατεσ, ὀρθω̃ς ἀπεκρίνω.

{ΣΩ.} 'Άκουε δή. μετὰ του̃το γὰρ εὐ̃ οἰ̃δ' ὅτι φήσει: "Τί δέ, ὠ̃ Σώκρατεσ; τὸ τω̃ν παρθένων γένος θεω̃ν γένει ἄν τις συμβάλλη̨, οὐ ταὐτὸν πείσεται ὅπερ τὸ τω̃ν χυτρω̃ν τω̨̃ τω̃ν παρθένων συμβαλλόμενον; οὐχ ἡ καλλίστη παρθένος αἰσχρὰ φανει̃ται; ἢ οὐ καὶ 'Ηράκλειτος αὐτὸ του̃το λέγει, ὃν σὺ ἐπάγη̨, ὅτι "'Ανθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθηκος φανει̃ται καὶ σοφία̨ καὶ κάλλει καὶ τοι̃ς ἄλλοις πα̃σιν;" ὁμολογήσωμεν, 'Ιππία, τὴν καλλίστην παρθένον πρὸς θεω̃ν γένος αἰσχρὰν εἰ̃ναι;

{ΙΠ.} Τίς γὰρ ἂν ἀντείποι τούτω̨ γε, ὠ̃ Σώκρατεσ;

{ΣΩ.} '`Αν τοίνυν ταυ̃τα ὁμολογήσωμεν, γελάσεταί τε καὶ ἐρει̃: "~'Ω Σώκρατεσ, μέμνησαι οὐ̃ν ὅτι ἠρωτήθησ;" 'Έγωγε, φήσω, ὅτι αὐτὸ τὸ καλὸν ὅτι ποτέ ἐστιν. "'Έπειτα," φήσει, "ἐρωτηθεὶς τὸ καλὸν ἀποκρίνη̨ ὃ τυγχάνει ὄν, ὡς αὐτὸς φή̨σ, οὐδὲν μα̃λλον καλὸν ἢ αἰσχρόν;" 'Έοικε, φήσω: ἢ τί μοι συμβουλεύεισ, ὠ̃ φίλε, φάναι;

{ΙΠ.} Του̃το ἔγωγε: καὶ γὰρ δὴ πρός γε θεοὺς ὅτι οὐ καλὸν τὸ ἀνθρώπειον γένοσ, ἀληθη̃ ἐρει̃.

{ΣΩ.} "Εἰ δέ σε ἠρόμην," φήσει, "ἐξ ἀρχη̃ς τί ἐστι καλόν τε καὶ αἰσχρόν, εἴ μοι ἅπερ νυ̃ν ἀπεκρίνω, ἀ̃ρ' οὐκ ἂν ὀρθω̃ς ἀπεκέκρισο; ἔτι δὲ καὶ δοκει̃ σοι αὐτὸ τὸ καλόν, ὡ̨̃ καὶ τἀ̃λλα πάντα κοσμει̃ται καὶ καλὰ φαίνεται, ἐπειδὰν προσγένηται ἐκει̃νο τὸ εἰ̃δοσ, του̃τ' εἰ̃ναι παρθένος ἢ ἵππος ἢ λύρα;

{ΙΠ.} 'Αλλὰ μέντοι, ὠ̃ Σώκρατεσ, εἰ του̃τό γε ζητει̃, πάντων ῥα̨̃στον ἀποκρίνασθαι αὐτω̨̃ τί ἐστι τὸ καλὸν ὡ̨̃ καὶ τὰ ἄλλα πάντα κοσμει̃ται καὶ προσγενομένου αὐτου̃ καλὰ φαίνεται. εὐηθέστατος οὐ̃ν ἐστιν ὁ ἄνθρωπος καὶ οὐδὲν ἐπαΐει περὶ καλω̃ν κτημάτων. ἐὰν γὰρ αὐτω̨̃ ἀποκρίνη̨ ὅτι του̃τ' ἐστὶν ὃ ἐρωτα̨̃ τὸ καλὸν οὐδὲν ἄλλο ἢ χρυσόσ, ἀπορήσει καὶ οὐκ ἐπιχειρήσει σε ἐλέγχειν. ἴσμεν γάρ που πάντες ὅτι ὅπου ἂν του̃το προσγένηται, κἂν πρότερον αἰσχρὸν φαίνηται, καλὸν φανει̃ται χρυσω̨̃ γε κοσμηθέν.

{ΣΩ.} 'Άπειρος εἰ̃ του̃ ἀνδρόσ, ὠ̃ 'Ιππία, ὡς σχέτλιός ἐστι καὶ οὐδὲν ῥα̨δίως ἀποδεχόμενοσ.

{ΙΠ.} Τί οὐ̃ν του̃το, ὠ̃ Σώκρατεσ; τὸ γὰρ ὀρθω̃ς λεγόμενον ἀνάγκη αὐτω̨̃ ἀποδέχεσθαι, ἢ μὴ ἀποδεχομένω̨ καταγελάστω̨ εἰ̃ναι.

{ΣΩ.} Καὶ μὲν δὴ ταύτην γε τὴν ἀπόκρισιν, ὠ̃ ἄριστε, οὐ μόνον οὐκ ἀποδέξεται, ἀλλὰ πάνυ με καὶ τωθάσεται, καὶ ἐρει̃: "~'Ω τετυφωμένε σύ, Φειδίαν οἴει κακὸν εἰ̃ναι δημιουργόν;" καὶ ἐγὼ οἰ̃μαι ἐρω̃ ὅτι Οὐδ' ὁπωστιου̃ν.

{ΙΠ.} Καὶ ὀρθω̃ς γ' ἐρει̃σ, ὠ̃ Σώκρατεσ.

{ΣΩ.} 'Ορθω̃ς μέντοι. τοιγάρτοι ἐκει̃νοσ, ἐπειδὰν ἐγὼ ὁμολογω̃ ἀγαθὸν εἰ̃ναι δημιουργὸν τὸν Φειδίαν, "Εἰ̃τα," φήσει, "οἴει του̃το τὸ καλὸν ὃ σὺ λέγεις ἠγνόει Φειδίασ;" Καὶ ἐγώ: Τί μάλιστα; φήσω. "'Ότι," ἐρει̃, "τη̃ς 'Αθηνα̃ς τοὺς ὀφθαλμοὺς οὐ χρυσου̃ς ἐποίησεν, οὐδὲ τὸ ἄλλο πρόσ - ωπον οὐδὲ τοὺς πόδας οὐδὲ τὰς χει̃ρασ, εἴπερ χρυσου̃ν γε δὴ ὂν κάλλιστον ἔμελλε φαίνεσθαι, ἀλλ' ἐλεφάντινον: δη̃λον ὅτι του̃το ὑπὸ ἀμαθίας ἐξήμαρτεν, ἀγνοω̃ν ὅτι χρυσὸς ἄρ' ἐστὶν ὁ πάντα καλὰ ποιω̃ν, ὅπου ἂν προσγένηται." ταυ̃τα οὐ̃ν λέγοντι τί ἀποκρινώμεθα, ὠ̃ 'Ιππία;

{ΙΠ.} Οὐδὲν χαλεπόν: ἐρου̃μεν γὰρ ὅτι ὀρθω̃ς ἐποίησε. καὶ γὰρ τὸ ἐλεφάντινον οἰ̃μαι καλόν ἐστιν.

{ΣΩ.} "Του̃ οὐ̃ν ἕνεκα," φήσει, "οὐ καὶ τὰ μέσα τω̃ν ὀφθαλμω̃ν ἐλεφάντινα ἠργάσατο, ἀλλὰ λίθινα, ὡς οἱ̃όν τ' ἠ̃ν ὁμοιότητα του̃ λίθου τω̨̃ ἐλέφαντι ἐξευρών; ἢ καὶ ὁ λίθος ὁ καλὸς καλόν ἐστι;" φήσομεν, ὠ̃ 'Ιππία;

{ΙΠ.} Φήσομεν μέντοι, ὅταν γε πρέπων ἠ̨̃. {ΣΩ.} "'Όταν δὲ μὴ πρέπων, αἰσχρόν;" ὁμολογω̃ ἢ μή;

{ΙΠ.} 'Ομολόγει, ὅταν γε μὴ πρέπη̨.

{ΣΩ.} "Τί δὲ δή; ὁ ἐλέφας καὶ ὁ χρυσόσ," φήσει, "ὠ̃ σοφὲ σύ, οὐχ ὅταν μὲν πρέπη̨, καλὰ ποιει̃ φαίνεσθαι, ὅταν δὲ μή, αἰσχρά;" ἔξαρνοι ἐσόμεθα ἢ ὁμολογήσομεν αὐτω̨̃ ὀρθω̃ς λέγειν αὐτόν;

{ΙΠ.} 'Ομολογήσομεν του̃τό γε, ὅτι ὃ ἂν πρέπη̨ ἑκάστω̨, του̃το καλὸν ποιει̃ ἕκαστον.

{ΣΩ.} "Πότερον οὐ̃ν πρέπει," φήσει, "ὅταν τις τὴν χύτραν ἣν ἄρτι ἐλέγομεν, τὴν καλήν, ἕψη̨ ἔτνους καλου̃ μεστήν, χρυση̃ τορύνη αὐτη̨̃ ἢ συκίνη;"

{ΙΠ.} 'Ηράκλεισ, οἱ̃ον λέγεις ἄνθρωπον, ὠ̃ Σώκρατεσ. οὐ βούλει μοι εἰπει̃ν τίς ἐστιν;

{ΣΩ.} Οὐ γὰρ ἂν γνοίησ, εἴ σοι εἴποιμι τοὔνομα.

{ΙΠ.} 'Αλλὰ καὶ νυ̃ν ἔγωγε γιγνώσκω, ὅτι ἀμαθής τίς ἐστιν.

{ΣΩ.} Μέρμερος πάνυ ἐστίν, ὠ̃ 'Ιππία: ἀλλ' ὅμως τί φήσομεν; ποτέραν πρέπειν τοι̃ν τορύναιν τω̨̃ ἔτνει καὶ τη̨̃ χύτρα̨; ἢ δη̃λον ὅτι τὴν συκίνην; εὐωδέστερον γάρ που τὸ ἔτνος ποιει̃, καὶ ἅμα, ὠ̃ ἑται̃ρε, οὐκ ἂν συντρίψασα ἡμι̃ν τὴν χύτραν ἐκχέαι τὸ ἔτνος καὶ τὸ πυ̃ρ ἀποσβέσειεν καὶ τοὺς μέλλοντας ἑστια̃σθαι ἄνευ ὄψου ἂν πάνυ γενναίου ποιήσειεν: ἡ δὲ χρυση̃ ἐκείνη πάντα ἂν ταυ̃τα ποιήσειεν, ὥστ' ἔμοιγε δοκει̃ν τὴν συκίνην ἡμα̃ς μα̃λλον φάναι πρέπειν ἢ τὴν χρυση̃ν, εἰ μή τι σὺ ἄλλο λέγεισ.

{ΙΠ.} Πρέπει μὲν γάρ, ὠ̃ Σώκρατεσ, μα̃λλον: οὐ μεντἂν ἔγωγε τω̨̃ ἀνθρώπω̨ τοιαυ̃τα ἐρωτω̃ντι διαλεγοίμην.

{ΣΩ.} 'Ορθω̃ς γε, ὠ̃ φίλε: σοὶ μὲν γὰρ οὐκ ἂν πρέποι τοιούτων ὀνομάτων ἀναπίμπλασθαι, καλω̃ς μὲν οὑτωσὶ ἀμπε - χομένω̨, καλω̃ς δὲ ὑποδεδεμένω̨, εὐδοκιμου̃ντι δὲ ἐπὶ σοφία̨ ἐν πα̃σι τοι̃ς 'Έλλησιν. ἀλλ' ἐμοὶ οὐδὲν πρα̃γμα φύρεσθαι πρὸς τὸν ἄνθρωπον: ἐμὲ οὐ̃ν προδίδασκε καὶ ἐμὴν χάριν ἀποκρίνου. "Εἰ γὰρ δὴ πρέπει γε μα̃λλον ἡ συκίνη τη̃ς χρυση̃σ," φήσει ὁ ἄνθρωποσ, "ἄλλο τι καὶ καλλίων ἂν εἴη, ἐπειδήπερ τὸ πρέπον, ὠ̃ Σώκρατεσ, κάλλιον ὡμολόγησας εἰ̃ναι του̃ μὴ πρέποντοσ;" ἄλλο τι ὁμολογω̃μεν, ὠ̃ 'Ιππία, τὴν συκίνην καλλίω τη̃ς χρυση̃ς εἰ̃ναι;

{ΙΠ.} Βούλει σοι εἴπω, ὠ̃ Σώκρατεσ, ὃ εἰπὼν εἰ̃ναι τὸ καλὸν ἀπαλλάξεις σαυτὸν τω̃ν πολλω̃ν λόγων;

{ΣΩ.} Πάνυ μὲν οὐ̃ν: μὴ μέντοι πρότερόν γε πρὶν ἄν μοι εἴπη̨ς ποτέραν ἀποκρίνωμαι οἱ̃ν ἄρτι ἔλεγον τοι̃ν τορύναιν πρέπουσάν τε καὶ καλλίω εἰ̃ναι.

{ΙΠ.} 'Αλλ', εἰ βούλει, αὐτω̨̃ ἀπόκριναι ὅτι ἡ ἐκ τη̃ς συκη̃ς εἰργασμένη.

{ΣΩ.} Λέγε δὴ νυνὶ ὃ ἄρτι ἔμελλες λέγειν. ταύτη̨ μὲν γὰρ τη̨̃ ἀποκρίσει, [ἡ̨̃] ἂν φω̃ τὸ καλὸν χρυσὸν εἰ̃ναι, οὐδὲν ὡς ἔοικέ μοι ἀναφανήσεται κάλλιον ὂν χρυσὸς ἢ ξύλον σύκινον: τὸ δὲ νυ̃ν τί αὐ̃ λέγεις τὸ καλὸν εἰ̃ναι;

{ΙΠ.} 'Εγώ σοι ἐρω̃. ζητει̃ν γάρ μοι δοκει̃ς τοιου̃τόν τι τὸ καλὸν ἀποκρίνασθαι, ὃ μηδέποτε αἰσχρὸν μηδαμου̃ μηδενὶ φανει̃ται.

{ΣΩ.} Πάνυ μὲν οὐ̃ν, ὠ̃ 'Ιππία: καὶ καλω̃ς γε νυ̃ν ὑπο - λαμβάνεισ.

{ΙΠ.} 'Άκουε δή: πρὸς γὰρ του̃το ἴσθι, ἐάν τις ἔχη̨ ὅτι ἀντείπη̨, φάναι ἐμὲ μηδ' ὁτιου̃ν ἐπαΐειν.

{ΣΩ.} Λέγε δὴ ὡς τάχιστα πρὸς θεω̃ν.

{ΙΠ.} Λέγω τοίνυν ἀεὶ καὶ παντὶ καὶ πανταχου̃ κάλλιστον εἰ̃ναι ἀνδρί, πλουτου̃ντι, ὑγιαίνοντι, τιμωμένω̨ ὑπὸ τω̃ν 'Ελ- λήνων, ἀφικομένω̨ εἰς γη̃ρασ, τοὺς αὑτου̃ γονέας τελευτήσαντας καλω̃ς περιστείλαντι, ὑπὸ τω̃ν αὑτου̃ ἐκγόνων καλω̃ς καὶ μεγαλοπρεπω̃ς ταφη̃ναι.

{ΣΩ.} 'Ιοὺ ἰού, ὠ̃ 'Ιππία, ἠ̃ θαυμασίως τε καὶ μεγαλείως καὶ ἀξίως σαυτου̃ εἴρηκασ: καὶ νὴ τὴν 'Ήραν ἄγαμαί σου ὅτι μοι δοκει̃ς εὐνοϊκω̃σ, καθ' ὅσον οἱ̃ός τ' εἰ̃, βοηθει̃ν: ἀλλὰ γὰρ του̃ ἀνδρὸς οὐ τυγχάνομεν, ἀλλ' ἡμω̃ν δὴ νυ̃ν καὶ πλει̃στον καταγελάσεται, εὐ̃ ἴσθι.

{ΙΠ.} Πονηρόν γ', ὠ̃ Σώκρατεσ, γέλωτα: ὅταν γὰρ πρὸς ταυ̃τα ἔχη̨ μὲν μηδὲν ὅτι λέγη̨, γελα̨̃ δέ, αὑτου̃ καταγελάσεται καὶ ὑπὸ τω̃ν παρόντων αὐτὸς ἔσται καταγέλαστοσ.

{ΣΩ.} 'Ίσως οὕτως ἔχει: ἴσως μέντοι ἐπί γε ταύτη̨ τη̨̃ ἀποκρίσει, ὡς ἐγὼ μαντεύομαι, κινδυνεύσει οὐ μόνον μου καταγελα̃ν.

{ΙΠ.} 'Αλλὰ τί μήν;

{ΣΩ.} 'Ότι, ἂν τύχη̨ βακτηρίαν ἔχων, ἂν μὴ ἐκφύγω φεύγων αὐτόν, εὐ̃ μάλα μου ἐφικέσθαι πειράσεται.

{ΙΠ.} Πω̃ς λέγεισ; δεσπότης τίς σου ὁ ἄνθρωπός ἐστιν, καὶ του̃το ποιήσας οὐκ ἀχθήσεται καὶ δίκας ὀφλήσει; ἢ οὐκ ἔνδικος ὑμι̃ν ἡ πόλις ἐστίν, ἀλλ' ἐα̨̃ ἀδίκως τύπτειν ἀλλήλους τοὺς πολίτασ;

{ΣΩ.} Οὐδ' ὁπωστιου̃ν ἐα̨̃.

{ΙΠ.} Οὐκου̃ν δώσει δίκην ἀδίκως γέ σε τύπτων.

{ΣΩ.} Οὔ μοι δοκει̃, ὠ̃ 'Ιππία, οὔκ, εἰ ταυ̃τά γε ἀποκρι - ναίμην, ἀλλὰ δικαίωσ, ἔμοιγε δοκει̃.

{ΙΠ.} Καὶ ἐμοὶ τοίνυν δοκει̃, ὠ̃ Σώκρατεσ, ἐπειδήπερ γε αὐτὸς ταυ̃τα οἴει.

{ΣΩ.} Οὐκου̃ν εἴπω σοι καὶ ἡ̨̃ αὐτὸς οἴομαι δικαίως ἂν τύπτεσθαι ταυ̃τα ἀποκρινόμενοσ; ἢ καὶ σύ με ἄκριτον τυπτήσεισ; ἢ δέξη̨ λόγον;

{ΙΠ.} Δεινὸν γὰρ ἂν εἴη, ὠ̃ Σώκρατεσ, εἰ μὴ δεχοίμην: ἀλλὰ πω̃ς λέγεισ;

{ΣΩ.} 'Εγώ σοι ἐρω̃, τὸν αὐτὸν τρόπον ὅνπερ νυνδή, μιμού - μενος ἐκει̃νον, ἵνα μὴ πρὸς σὲ λέγω ῥήματα, οἱ̃α ἐκει̃νος εἰς ἐμὲ ἐρει̃, χαλεπά τε καὶ ἀλλόκοτα. εὐ̃ γὰρ ἴσθι, "Εἰπέ μοι," φήσει, "ὠ̃ Σώκρατεσ, οἴει ἂν ἀδίκως πληγὰς λαβει̃ν, ὅστις διθύραμβον τοσουτονὶ ἄ̨σας οὕτως ἀμούσως πολὺ ἀπη̨̃σας ἀπὸ του̃ ἐρωτήματοσ;" Πω̃ς δή; φήσω ἐγώ. "'Όπωσ;" φήσει: "οὐχ οἱ̃ός τ' εἰ̃ μεμνη̃σθαι ὅτι τὸ καλὸν αὐτὸ ἠρώτων, ὃ παντὶ ὡ̨̃ ἂν προσγένηται, ὑπάρχει ἐκείνω̨ καλω̨̃ εἰ̃ναι, καὶ λίθω̨ καὶ ξύλω̨ καὶ ἀνθρώπω̨ καὶ θεω̨̃ καὶ πάση̨ πράξει καὶ παντὶ μαθήματι; αὐτὸ γὰρ ἔγωγε, ὤνθρωπε, κάλλος ἐρωτω̃ ὅτι ἐστίν, καὶ οὐδέν σοι μα̃λλον γεγωνει̃ν δύναμαι ἢ εἴ μοι παρεκάθησο λίθοσ, καὶ οὑ̃τος μυλίασ, μήτε ὠ̃τα μήτε ἐγκέφαλον ἔχων." εἰ οὐ̃ν φοβηθεὶς εἴποιμι ἐγὼ ἐπὶ τούτοις τάδε, ἀ̃ρα οὐκ ἂν ἄχθοιο, ὠ̃ 'Ιππία; 'Αλλὰ μέντοι τόδε τὸ καλὸν εἰ̃ναι 'Ιππίας ἔφη: καίτοι ἐγὼ αὐτὸν ἠρώτων οὕτως ὥσπερ σὺ ἐμέ, ὃ πα̃σι καλὸν καὶ ἀεί ἐστι. πω̃ς οὐ̃ν φή̨σ; οὐκ ἀχθέση̨, ἂν εἴπω ταυ̃τα;

{ΙΠ.} Εὐ̃ γ' οὐ̃ν οἰ̃δα, ὠ̃ Σώκρατεσ, ὅτι πα̃σι καλὸν του̃τ' ἐστίν, ὃ ἐγὼ εἰ̃πον, καὶ δόξει.

{ΣΩ.} "~'Η καὶ ἔσται;" φήσει: "ἀεὶ γάρ που τό γε καλὸν καλόν." { - ΙΠ.} Πάνυ γε. { - ΣΩ.} "Οὐκου̃ν καὶ ἠ̃ν;" φήσει. { - ΙΠ.} Καὶ ἠ̃ν. { - ΣΩ.} "~'Η καὶ τω̨̃ 'Αχιλλει̃," φήσει, "ὁ ξένος ὁ 'Ηλει̃ος ἔφη καλὸν εἰ̃ναι ὑστέρω̨ τω̃ν προγόνων ταφη̃ναι, καὶ τω̨̃ πάππω̨ αὐτου̃ Αἰακω̨̃, καὶ τοι̃ς ἄλλοις ὅσοι ἐκ θεω̃ν γεγόνασι, καὶ αὐτοι̃ς τοι̃ς θεοι̃σ;"

{ΙΠ.} Τί του̃το; βάλλ' ἐς μακαρίαν. του̃ ἀνθρώπου οὐδ' εὔφημα, ὠ̃ Σώκρατεσ, ταυ̃τά γε τὰ ἐρωτήματα.

{ΣΩ.} Τί δέ; τὸ ἐρομένου ἑτέρου φάναι ταυ̃τα οὕτως ἔχειν οὐ πάνυ δύσφημον;

{ΙΠ.} 'Ίσωσ.

{ΣΩ.} "'Ίσως τοίνυν σὺ εἰ̃ οὑ̃τοσ," φήσει, "ὃς παντὶ φὴ̨ς καὶ ἀεὶ καλὸν εἰ̃ναι ὑπὸ μὲν τω̃ν ἐκγόνων ταφη̃ναι, τοὺς δὲ γονέας θάψαι: ἢ οὐχ εἱ̃ς τω̃ν ἁπάντων καὶ 'Ηρακλη̃ς ἠ̃ν καὶ οὓς νυνδὴ ἐλέγομεν πάντεσ;"

{ΙΠ.} 'Αλλ' οὐ τοι̃ς θεοι̃ς ἔγωγε ἔλεγον.

{ΣΩ.} "Οὐδὲ τοι̃ς ἥρωσιν, ὡς ἔοικασ."

{ΙΠ.} Οὐχ ὅσοι γε θεω̃ν παι̃δες ἠ̃σαν.

{ΣΩ.} "'Αλλ' ὅσοι μή;"

{ΙΠ.} Πάνυ γε.

{ΣΩ.} "Οὐκου̃ν κατὰ τὸν σὸν αὐ̃ λόγον, ὡς φαίνεται, τω̃ν ἡρώων τω̨̃ μὲν Ταντάλω̨ καὶ τω̨̃ Δαρδάνω̨ καὶ τω̨̃ Ζήθω̨ δεινόν τε καὶ ἀνόσιον καὶ αἰσχρόν ἐστι, Πέλοπι δὲ καὶ τοι̃ς ἄλλοις τοι̃ς οὕτω γεγονόσι καλόν."

{ΙΠ.} 'Έμοιγε δοκει̃.

{ΣΩ.} "Σοὶ τοίνυν δοκει̃," φήσει, "ὃ ἄρτι οὐκ ἔφησθα, τὸ θάψαντι τοὺς προγόνους ταφη̃ναι ὑπὸ τω̃ν ἐκγόνων ἐνίοτε καὶ ἐνίοις αἰσχρὸν εἰ̃ναι: ἔτι δὲ μα̃λλον, ὡς ἔοικεν, ἀδύνατον πα̃σι του̃το γενέσθαι καὶ εἰ̃ναι καλόν, ὥστε του̃τό γε ὥσπερ καὶ τὰ ἔμπροσθεν ἐκει̃να, ἥ τε παρθένος καὶ ἡ χύτρα, ταὐτὸν πέπονθε, καὶ ἔτι γελοιοτέρως τοι̃ς μέν ἐστι καλόν, τοι̃ς δ' οὐ καλόν. καὶ οὐδέπω καὶ τήμερον," φήσει, "οἱ̃ός τ' εἰ̃, ὠ̃ Σώκρατεσ, περὶ του̃ καλου̃ ὅτι ἐστὶ τὸ ἐρωτώμενον ἀποκρί - νασθαι." ταυ̃τά μοι καὶ τοιαυ̃τα ὀνειδιει̃ δικαίωσ, ἐὰν αὐτω̨̃ οὕτως ἀποκρίνωμαι. τὰ μὲν οὐ̃ν πολλά, ὠ̃ 'Ιππία, σχεδόν τί μοι οὕτω διαλέγεται: ἐνίοτε δὲ ὥσπερ ἐλεήσας μου τὴν ἀπειρίαν καὶ ἀπαιδευσίαν αὐτός μοι προβάλλει ἐρωτω̃ν εἰ τοιόνδε μοι δοκει̃ εἰ̃ναι τὸ καλόν, ἢ καὶ περὶ ἄλλου ὅτου ἂν τύχη̨ πυνθανόμενος καὶ περὶ οὑ̃ ἂν λόγος ἠ̨̃.

{ΙΠ.} Πω̃ς του̃το λέγεισ, ὠ̃ Σώκρατεσ;

{ΣΩ.} 'Εγώ σοι φράσω. "~'Ω δαιμόνιε," φησί, "Σώ - κρατεσ, τὰ μὲν τοιαυ̃τα ἀποκρινόμενος καὶ οὕτω παυ̃σαι - λίαν γὰρ εὐήθη τε καὶ εὐεξέλεγκτά ἐστιν - ἀλλὰ τὸ τοιόνδε σκόπει εἴ σοι δοκει̃ καλὸν εἰ̃ναι, οὑ̃ καὶ νυνδὴ ἐπελαβόμεθα ἐν τη̨̃ ἀποκρίσει, ἡνίκ' ἔφαμεν τὸν χρυσὸν οἱ̃ς μὲν πρέπει καλὸν εἰ̃ναι, οἱ̃ς δὲ μή, οὔ, καὶ τἀ̃λλα πάντα οἱ̃ς ἂν του̃το προση̨̃: αὐτὸ δὴ του̃το τὸ πρέπον καὶ τὴν φύσιν αὐτου̃ του̃ πρέποντος σκόπει εἰ του̃το τυγχάνει ὂν τὸ καλόν." ἐγὼ μὲν οὐ̃ν εἴωθα συμφάναι τὰ τοιαυ̃τα ἑκάστοτε - οὐ γὰρ ἔχω ὅτι λέγω - σοὶ δ' οὐ̃ν δοκει̃ τὸ πρέπον καλὸν εἰ̃ναι;

{ΙΠ.} Πάντως δήπου, ὠ̃ Σώκρατεσ.

{ΣΩ.} Σκοπώμεθα, μή πη̨ ἄρ' ἐξαπατώμεθα.

{ΙΠ.} 'Αλλὰ χρὴ σκοπει̃ν.

{ΣΩ.} 'Όρα τοίνυν: τὸ πρέπον ἀ̃ρα του̃το λέγομεν, ὃ παραγενόμενον ποιει̃ ἕκαστα φαίνεσθαι καλὰ τούτων οἱ̃ς ἂν παρη̨̃, ἢ ὃ εἰ̃ναι ποιει̃, ἢ οὐδέτερα τούτων;

{ΙΠ.} 'Έμοιγε δοκει̃ [πότερα] ὃ ποιει̃ φαίνεσθαι καλά: ὥσπερ γε ἐπειδὰν ἱμάτιά τις λάβη̨ ἢ ὑποδήματα ἁρμόττοντα, κἂν ἠ̨̃ γελοι̃οσ, καλλίων φαίνεται.

{ΣΩ.} Οὐκου̃ν εἴπερ καλλίω ποιει̃ φαίνεσθαι ἢ ἔστι τὸ πρέπον, ἀπάτη τις ἂν εἴη περὶ τὸ καλὸν τὸ πρέπον, καὶ οὐκ ἂν εἴη του̃το ὃ ἡμει̃ς ζητου̃μεν, ὠ̃ 'Ιππία; ἡμει̃ς μὲν γάρ που ἐκει̃νο ἐζητου̃μεν, ὡ̨̃ πάντα τὰ καλὰ πράγματα καλά ἐστιν - ὥσπερ ὡ̨̃ πάντα τὰ μεγάλα ἐστὶ μεγάλα, τω̨̃ ὑπερέχοντι: τούτω̨ γὰρ πάντα μεγάλα ἐστί, καὶ ἐὰν μὴ φαίνηται, ὑπερέχη̨ δέ, ἀνάγκη αὐτοι̃ς μεγάλοις εἰ̃ναι - οὕτω δή, φαμέν, καὶ τὸ καλόν, ὡ̨̃ καλὰ πάντα ἐστίν, ἄντ' οὐ̃ν φαίνηται ἄντε μή, τί ἂν εἴη; τὸ μὲν γὰρ πρέπον οὐκ ἂν εἴη: καλλίω γὰρ ποιει̃ φαίνεσθαι ἢ ἔστιν, ὡς ὁ σὸς λόγοσ, οἱ̃α δ' ἔστιν οὐκ ἐα̨̃ φαίνεσθαι. τὸ δὲ ποιου̃ν εἰ̃ναι καλά, ὅπερ νυνδὴ εἰ̃πον, ἐάντε φαίνηται ἐάντε μή, πειρατέον λέγειν τί ἐστι: του̃το γὰρ ζητου̃μεν, εἴπερ τὸ καλὸν ζητου̃μεν.

{ΙΠ.} 'Αλλὰ τὸ πρέπον, ὠ̃ Σώκρατεσ, καὶ εἰ̃ναι καὶ φαί - νεσθαι ποιει̃ καλὰ παρόν.

{ΣΩ.} 'Αδύνατον ἄρα τω̨̃ ὄντι καλὰ ὄντα μὴ φαίνεσθαι καλὰ εἰ̃ναι, παρόντος γε του̃ ποιου̃ντος φαίνεσθαι;

{ΙΠ.} 'Αδύνατον.

{ΣΩ.} 'Ομολογήσομεν οὐ̃ν του̃το, ὠ̃ 'Ιππία, πάντα τὰ τω̨̃ ὄντι καλὰ καὶ νόμιμα καὶ ἐπιτηδεύματα καὶ δοξάζεσθαι καλὰ εἰ̃ναι καὶ φαίνεσθαι ἀεὶ πα̃σιν, ἢ πα̃ν τοὐναντίον ἀγνοει̃σθαι καὶ πάντων μάλιστα ἔριν καὶ μάχην περὶ αὐτω̃ν εἰ̃ναι καὶ ἰδία̨ ἑκάστοις καὶ δημοσία̨ ται̃ς πόλεσιν;

{ΙΠ.} Οὕτω μα̃λλον, ὠ̃ Σώκρατεσ: ἀγνοει̃σθαι.

{ΣΩ.} Οὐκ ἄν, εἴ γέ που τὸ φαίνεσθαι αὐτοι̃ς προση̃ν: προση̃ν δ' ἄν, εἴπερ τὸ πρέπον καλὸν ἠ̃ν καὶ μὴ μόνον καλὰ ἐποίει εἰ̃ναι ἀλλὰ καὶ φαίνεσθαι. ὥστε τὸ πρέπον, εἰ μὲν τὸ καλὰ ποιου̃ν ἐστιν εἰ̃ναι, τὸ μὲν καλὸν ἂν εἴη, ὃ ἡμει̃ς ζητου̃μεν, οὐ μέντοι τό γε ποιου̃ν φαίνεσθαι: εἰ δ' αὐ̃ τὸ φαίνεσθαι ποιου̃ν ἐστιν τὸ πρέπον, οὐκ ἂν εἴη τὸ καλόν, ὃ ἡμει̃ς ζητου̃μεν. εἰ̃ναι γὰρ ἐκει̃νό γε ποιει̃, φαίνεσθαι δὲ καὶ [ποιει̃ν] εἰ̃ναι οὐ μόνον καλὰ οὐκ ἄν ποτε δύναιτο τὸ αὐτό, ἀλλ' οὐδὲ ἄλλο ὁτιου̃ν. ἑλώμεθα δὴ πότερα δοκει̃ τὸ πρέπον εἰ̃ναι τὸ φαίνεσθαι καλὰ ποιου̃ν, ἢ τὸ εἰ̃ναι.

{ΙΠ.} Τὸ φαίνεσθαι, ἔμοιγε δοκει̃, ὠ̃ Σώκρατεσ.

{ΣΩ.} Βαβαι̃, οἴχεται ἄρ' ἡμα̃ς διαπεφευγόσ, ὠ̃ 'Ιππία, τὸ καλὸν γνω̃ναι ὅτι ποτέ ἐστιν, ἐπειδή γε τὸ πρέπον ἄλλο τι ἐφάνη ὂν ἢ καλόν.

{ΙΠ.} Ναὶ μὰ Δία, ὠ̃ Σώκρατεσ, καὶ μάλα ἔμοιγε ἀτόπωσ.

{ΣΩ.} 'Αλλὰ μέντοι, ὠ̃ ἑται̃ρε, μήπω γε ἀνω̃μεν αὐτό: ἔτι γάρ τινα ἐλπίδα ἔχω ἐκφανήσεσθαι τί ποτ' ἐστὶν τὸ καλόν.

{ΙΠ.} Πάντως δήπου, ὠ̃ Σώκρατεσ: οὐδὲ γὰρ χαλεπόν ἐστιν εὑρει̃ν. ἐγὼ μὲν οὐ̃ν εὐ̃ οἰ̃δ' ὅτι, εἰ ὀλίγον χρόνον εἰς ἐρημίαν ἐλθὼν σκεψαίμην πρὸς ἐμαυτόν, ἀκριβέστερον ἂν αὐτό σοι εἴποιμι τη̃ς ἁπάσης ἀκριβείασ.

{ΣΩ.} ~'Α μὴ μέγα, ὠ̃ 'Ιππία, λέγε. ὁρα̨̃ς ὅσα πράγματα ἡμι̃ν ἤδη παρέσχηκε: μὴ καὶ ὀργισθὲν ἡμι̃ν ἔτι μα̃λλον ἀποδρα̨̃. καίτοι οὐδὲν λέγω: σὺ μὲν γὰρ οἰ̃μαι ῥα̨δίως αὐτὸ εὑρήσεισ, ἐπειδὰν μόνος γένη̨. ἀλλὰ πρὸς θεω̃ν ἐμου̃ ἐναντίον αὐτὸ ἔξευρε, εἰ δὲ βούλει, ὥσπερ νυ̃ν ἐμοὶ συζήτει: καὶ ἐὰν μὲν εὕρωμεν, κάλλιστα ἕξει, εἰ δὲ μή, στέρξω οἰ̃μαι ἐγὼ τη̨̃ ἐμη̨̃ τύχη̨, σὺ δ' ἀπελθὼν ῥα̨δίως εὑρήσεισ: καὶ ἐὰν μὲν νυ̃ν εὕρωμεν, ἀμέλει οὐκ ὀχληρὸς ἔσομαί σοι πυνθανόμενος ὅτι ἠ̃ν ἐκει̃νο ὃ κατὰ σαυτὸν ἐξηυ̃ρεσ: νυ̃ν δὲ θέασαι αὐτὸ ὅ σοι δοκει̃ εἰ̃ναι τὸ καλόν. λέγω δὴ αὐτὸ εἰ̃ναι - ἀλλὰ γὰρ ἐπι - σκόπει μοι πάνυ προσέχων τὸν νου̃ν μὴ παραληρήσω - του̃το γὰρ δὴ ἔστω ἡμι̃ν καλόν, ὃ ἂν χρήσιμον ἠ̨̃. εἰ̃πον δὲ ἐκ τω̃νδε ἐννοούμενοσ: καλοί, φαμέν, οἱ ὀφθαλμοί εἰσιν, οὐχ οἳ ἂν δοκω̃σι τοιου̃τοι εἰ̃ναι οἱ̃οι μὴ δυνατοὶ ὁρα̃ν, ἀλλ' οἳ ἂν δυνατοί τε καὶ χρήσιμοι πρὸς τὸ ἰδει̃ν. ἠ̃ γάρ;

{ΙΠ.} Ναί.

{ΣΩ.} Οὐκου̃ν καὶ τὸ ὅλον σω̃μα οὕτω λέγομεν καλὸν εἰ̃ναι, τὸ μὲν πρὸς δρόμον, τὸ δὲ πρὸς πάλην, καὶ αὐ̃ τὰ ζω̨̃α πάντα, ἵππον καλὸν καὶ ἀλεκτρυόνα καὶ ὄρτυγα, καὶ τὰ σκεύη πάντα καὶ τὰ ὀχήματα τά τε πεζὰ καὶ τὰ ἐν τη̨̃ θαλάττη̨ πλοι̃ά τε καὶ τριήρεισ, καὶ τά γε ὄργανα πάντα τά τε ὑπὸ τη̨̃ μουσικη̨̃ καὶ τὰ ὑπὸ ται̃ς ἄλλαις τέχναισ, εἰ δὲ βούλει, τὰ ἐπιτηδεύματα καὶ τοὺς νόμουσ, σχεδόν τι πάντα ταυ̃τα καλὰ προσαγορεύομεν τω̨̃ αὐτω̨̃ τρόπω̨: ἀπο - βλέποντες πρὸς ἕκαστον αὐτω̃ν ἡ̨̃ πέφυκεν, ἡ̨̃ εἴργασται, ἡ̨̃ κει̃ται, τὸ μὲν χρήσιμον καὶ ἡ̨̃ χρήσιμον καὶ πρὸς ὃ χρήσιμον καὶ ὁπότε χρήσιμον καλόν φαμεν εἰ̃ναι, τὸ δὲ ταύτη̨ πάντη̨ ἄχρηστον αἰσχρόν: ἀ̃ρ' οὐ καὶ σοὶ δοκει̃ οὕτωσ, ὠ̃ 'Ιππία;

{ΙΠ.} 'Έμοιγε.

{ΣΩ.} 'Ορθω̃ς ἄρα νυ̃ν λέγομεν ὅτι τυγχάνει παντὸς ὂν μα̃λλον καλὸν τὸ χρήσιμον; { - ΙΠ.} 'Ορθω̃ς μέντοι, ὠ̃ Σώ - κρατεσ. { - ΣΩ.} Οὐκου̃ν τὸ δυνατὸν ἕκαστον ἀπεργάζεσθαι, εἰς ὅπερ δυνατόν, εἰς του̃το καὶ χρήσιμον, τὸ δὲ ἀδύνατον ἄχρηστον; { - ΙΠ.} Πάνυ γε. { - ΣΩ.} Δύναμις μὲν ἄρα καλόν, ἀδυναμία δὲ αἰσχρόν; { - ΙΠ.} Σφόδρα γε. τά τε γου̃ν ἄλλα, ὠ̃ Σώκρατεσ, μαρτυρει̃ ἡμι̃ν ὅτι του̃το οὕτως ἔχει, ἀτὰρ οὐ̃ν καὶ τὰ πολιτικά: ἐν γὰρ τοι̃ς πολιτικοι̃ς τε καὶ τη̨̃ ἑαυτου̃ πόλει τὸ μὲν δυνατὸν εἰ̃ναι πάντων κάλλιστον, τὸ δὲ ἀδύ - νατον πάντων αἴσχιστον. { - ΣΩ.} Εὐ̃ λέγεισ. ἀ̃ρ' οὐ̃ν πρὸς θεω̃ν, 'Ιππία, διὰ ταυ̃τα καὶ ἡ σοφία πάντων κάλλιστον, ἡ δὲ ἀμαθία πάντων αἴσχιστον; { - ΙΠ.} 'Αλλὰ τί οἴει, ὠ̃ Σώ - κρατεσ;

{ΣΩ.} 'Έχε δὴ ἠρέμα, ὠ̃ φίλε ἑται̃ρε: ὡς φοβου̃μαι τί ποτ' αὐ̃ λέγομεν.

{ΙΠ.} Τί δ' αὐ̃ φοβη̨̃, ὠ̃ Σώκρατεσ, ἐπεὶ νυ̃ν γέ σοι ὁ λόγος παγκάλως προβέβηκε;

{ΣΩ.} Βουλοίμην ἄν, ἀλλά μοι τόδε συνεπίσκεψαι: ἀ̃ρ' ἄν τίς τι ποιήσειεν ὃ μήτ' ἐπίσταιτο μήτε τὸ παράπαν δύναιτο; { - ΙΠ.} Οὐδαμω̃σ: πω̃ς γὰρ ἂν ὅ γε μὴ δύναιτο; { - ΣΩ.} Οἱ οὐ̃ν ἐξαμαρτάνοντες καὶ κακὰ ἐργαζόμενοί τε καὶ ποιου̃ντες ἄκοντεσ, ἄλλο τι οὑ̃τοι, εἰ μὴ ἐδύναντο ταυ̃τα ποιει̃ν, οὐκ ἄν ποτε ἐποίουν; { - ΙΠ.} Δη̃λον δή. { - ΣΩ.} 'Αλλὰ μέντοι δυνάμει γε δύνανται οἱ δυνάμενοι: οὐ γάρ που ἀδυναμία̨ γε. { - ΙΠ.} Οὐ δη̃τα. { - ΣΩ.} Δύνανται δέ γε πάντες ποιει̃ν οἱ ποιου̃ν - τες ἃ ποιου̃σιν; { - ΙΠ.} Ναί. { - ΣΩ.} Κακὰ δέ γε πολὺ πλείω ποιου̃σιν ἢ ἀγαθὰ πάντες ἄνθρωποι, ἀρξάμενοι ἐκ παίδων, καὶ ἐξαμαρτάνουσιν ἄκοντεσ. { - ΙΠ.} 'Έστι ταυ̃τα. { - ΣΩ.} Τί οὐ̃ν; ταύτην τὴν δύναμιν καὶ ταυ̃τα τὰ χρήσιμα, ἃ ἂν ἠ̨̃ ἐπὶ τὸ κακόν τι ἐργάζεσθαι χρήσιμα, ἀ̃ρα φήσομεν ταυ̃τα εἰ̃ναι καλά, ἢ πολλου̃ δει̃; { - ΙΠ.} Πολλου̃, ἔμοιγε δοκει̃, ὠ̃ Σώ - κρατεσ. { - ΣΩ.} Οὐκ ἄρα, ὠ̃ 'Ιππία, τὸ δυνατόν τε καὶ τὸ χρήσιμον ἡμι̃ν, ὡς ἔοικεν, ἐστὶ τὸ καλόν.

{ΙΠ.} 'Εάν γε, ὠ̃ Σώκρατεσ, ἀγαθὰ δύνηται καὶ ἐπὶ τοιαυ̃τα χρήσιμον ἠ̨̃.

{ΣΩ.} 'Εκει̃νο μὲν τοίνυν οἴχεται, τὸ δυνατόν τε καὶ χρή - σιμον ἁπλω̃ς εἰ̃ναι καλόν: ἀλλ' ἄρα του̃τ' ἠ̃ν ἐκει̃νο, ὠ̃ 'Ιπ - πία, ὃ ἐβούλετο ἡμω̃ν ἡ ψυχὴ εἰπει̃ν, ὅτι τὸ χρήσιμόν τε καὶ τὸ δυνατὸν ἐπὶ τὸ ἀγαθόν τι ποιη̃σαι, του̃τ' ἐστὶ τὸ καλόν; { - ΙΠ.} 'Έμοιγε δοκει̃. { - ΣΩ.} 'Αλλὰ μὴν του̃τό γε ὠφέλιμόν ἐστιν. ἢ οὔ; { - ΙΠ.} Πάνυ γε. { - ΣΩ.} Οὕτω δὴ καὶ τὰ καλὰ σώματα καὶ τὰ καλὰ νόμιμα καὶ ἡ σοφία καὶ ἃ νυνδὴ ἐλέγομεν πάντα καλά ἐστιν, ὅτι ὠφέλιμα. { - ΙΠ.} Δη̃λον ὅτι. { - ΣΩ.} Τὸ ὠφέλιμον ἄρα ἔοικεν ἡμι̃ν εἰ̃ναι τὸ καλόν, ὠ̃ 'Ιππία. { - ΙΠ.} Πάντως δήπου, ὠ̃ Σώκρατεσ.

{ΣΩ.} 'Αλλὰ μὴν τό γε ὠφέλιμον τὸ ποιου̃ν ἀγαθόν ἐστιν. { - ΙΠ.} 'Έστι γάρ. { - ΣΩ.} Τὸ ποιου̃ν δέ γ' ἐστὶν οὐκ ἄλλο τι ἢ τὸ αἴτιον: ἠ̃ γάρ; { - ΙΠ.} Οὕτωσ. { - ΣΩ.} Του̃ ἀγαθου̃ ἄρα αἴτιόν ἐστιν τὸ καλόν. { - ΙΠ.} 'Έστι γάρ.

{ΣΩ.} 'Αλλὰ μὴν τό γε αἴτιον, ὠ̃ 'Ιππία, καὶ οὑ̃ ἂν αἴτιον ἠ̨̃ τὸ αἴτιον, ἄλλο ἐστίν: οὐ γάρ που τό γε αἴτιον αἰτίου αἴτιον ἂν εἴη. ὡ̃δε δὲ σκόπει: οὐ τὸ αἴτιον ποιου̃ν ἐφάνη; { - ΙΠ.} Πάνυ γε. { - ΣΩ.} Οὐκου̃ν ὑπὸ του̃ ποιου̃ντος ποιει̃ται οὐκ ἄλλο τι ἢ τὸ γιγνόμενον, ἀλλ' οὐ τὸ ποιου̃ν; { - ΙΠ.} 'Έστι ταυ̃τα. { - ΣΩ.} Οὐκου̃ν ἄλλο τι τὸ γιγνόμενον, ἄλλο δὲ τὸ ποιου̃ν; { - ΙΠ.} Ναί. { - ΣΩ.} Οὐκ ἄρα τό γ' αἴτιον αἴτιον αἰτίου ἐστίν, ἀλλὰ του̃ γιγνομένου ὑφ' ἑαυτου̃. { - ΙΠ.} Πάνυ γε. { - ΣΩ.} Εἰ ἄρα τὸ καλόν ἐστιν αἴτιον ἀγαθου̃, γίγνοιτ' ἂν ὑπὸ του̃ καλου̃ τὸ ἀγαθόν: καὶ διὰ ταυ̃τα, ὡς ἔοικε, σπου - δάζομεν καὶ τὴν φρόνησιν καὶ τἀ̃λλα πάντα τὰ καλά, ὅτι τὸ ἔργον αὐτω̃ν καὶ τὸ ἔκγονον σπουδαστόν ἐστι, τὸ ἀγαθόν, καὶ κινδυνεύει ἐξ ὡ̃ν εὑρίσκομεν ἐν πατρός τινος ἰδέα̨ εἰ̃ναι τὸ καλὸν του̃ ἀγαθου̃. { - ΙΠ.} Πάνυ μὲν οὐ̃ν: καλω̃ς γὰρ λέγεισ, ὠ̃ Σώκρατεσ.

{ΣΩ.} Οὐκου̃ν καὶ τόδε καλω̃ς λέγω, ὅτι οὔτε ὁ πατὴρ ὑός ἐστιν, οὔτε ὁ ὑὸς πατήρ; { - ΙΠ.} Καλω̃ς μέντοι. { - ΣΩ.} Οὐδέ γε τὸ αἴτιον γιγνόμενόν ἐστιν, οὐδὲ τὸ γιγνόμενον αὐ̃ αἴτιον. { - ΙΠ.} 'Αληθη̃ λέγεισ. { - ΣΩ.} Μὰ Δία, ὠ̃ ἄριστε, οὐδὲ ἄρα τὸ καλὸν ἀγαθόν ἐστιν, οὐδὲ τὸ ἀγαθὸν καλόν: ἢ δοκει̃ σοι οἱ̃όν τε εἰ̃ναι ἐκ τω̃ν προειρημένων; { - ΙΠ.} Οὐ μὰ τὸν Δία, οὔ μοι φαίνεται.

{ΣΩ.} 'Αρέσκει οὐ̃ν ἡμι̃ν καὶ ἐθέλοιμεν ἂν λέγειν ὡς τὸ καλὸν οὐκ ἀγαθὸν οὐδὲ τὸ ἀγαθὸν καλόν;

{ΙΠ.} Οὐ μὰ τὸν Δία, οὐ πάνυ μοι ἀρέσκει.

{ΣΩ.} Ναὶ μὰ τὸν Δία, ὠ̃ 'Ιππία: ἐμοὶ δέ γε πάντων ἥκιστα ἀρέσκει ὡ̃ν εἰρήκαμεν λόγων.

{ΙΠ.} 'Έοικε γὰρ οὕτωσ.

{ΣΩ.} Κινδυνεύει ἄρα ἡμι̃ν, οὐχ ὥσπερ ἄρτι ἐφαίνετο κάλ - λιστος εἰ̃ναι τω̃ν λόγων τὸ ὠφέλιμον καὶ τὸ χρήσιμόν τε καὶ τὸ δυνατὸν ἀγαθόν τι ποιει̃ν καλὸν εἰ̃ναι, οὐχ οὕτως ἔχειν, ἀλλ', εἰ οἱ̃όν τέ ἐστιν, ἐκείνων εἰ̃ναι γελοιότερος τω̃ν πρώτων, ἐν οἱ̃ς τήν τε παρθένον ὠ̨όμεθα εἰ̃ναι τὸ καλὸν καὶ ἓν ἕκαστον τω̃ν ἔμπροσθεν λεχθέντων.

{ΙΠ.} 'Έοικεν.

{ΣΩ.} Καὶ ἐγὼ μέν γε οὐκ ἔτι ἔχω, ὠ̃ 'Ιππία, ὅποι τρά - πωμαι, ἀλλ' ἀπορω̃: σὺ δὲ ἔχεις τι λέγειν;

{ΙΠ.} Οὐκ ἔν γε τω̨̃ παρόντι, ἀλλ', ὥσπερ ἄρτι ἔλεγον, σκεψάμενος εὐ̃ οἰ̃δ' ὅτι εὑρήσω.

{ΣΩ.} 'Αλλ' ἐγώ μοι δοκω̃ ὑπὸ ἐπιθυμίας του̃ εἰδέναι οὐχ οἱ̃ός τε σὲ εἰ̃ναι περιμένειν μέλλοντα: καὶ γὰρ οὐ̃ν δή τι καὶ οἰ̃μαι ἄρτι ηὐπορηκέναι. ὅρα γάρ: εἰ ὃ ἂν χαίρειν ἡμα̃ς ποιη̨̃, μήτι πάσας τὰς ἡδονάσ, ἀλλ' ὃ ἂν διὰ τη̃ς ἀκοη̃ς καὶ τη̃ς ὄψεωσ, του̃το φαι̃μεν εἰ̃ναι καλόν, πω̃ς τι ἄρ' ἂν ἀγωνιζοίμεθα; οἵ τέ γέ που καλοὶ ἄνθρωποι, ὠ̃ 'Ιππία, καὶ τὰ ποικίλματα πάντα καὶ τὰ ζωγραφήματα καὶ τὰ πλάσματα τέρπει ἡμα̃ς ὁρω̃ντασ, ἃ ἂν καλὰ ἠ̨̃: καὶ οἱ φθόγγοι οἱ καλοὶ καὶ ἡ μουσικὴ σύμπασα καὶ οἱ λόγοι καὶ αἱ μυθολογίαι ταὐτὸν του̃το ἐργάζονται, ὥστ' εἰ ἀποκριναίμεθα τω̨̃ θρασει̃ ἐκείνω̨ ἀνθρώπω̨ ὅτι ~'Ω γενναι̃ε, τὸ καλόν ἐστι τὸ δι' ἀκοη̃ς τε καὶ δι' ὄψεως ἡδύ, οὐκ ἂν οἴει αὐτὸν του̃ θράσους ἐπί - σχοιμεν;

{ΙΠ.} 'Εμοὶ γου̃ν δοκει̃ νυ̃ν γε, ὠ̃ Σώκρατεσ, εὐ̃ λέγεσθαι τὸ καλὸν ὃ ἔστιν.

{ΣΩ.} Τί δ'; ἀ̃ρα τὰ ἐπιτηδεύματα τὰ καλὰ καὶ τοὺς νό - μουσ, ὠ̃ 'Ιππία, δι' ἀκοη̃ς ἢ δι' ὄψεως φήσομεν ἡδέα ὄντα καλὰ εἰ̃ναι, ἢ ἄλλο τι εἰ̃δος ἔχειν;

{ΙΠ.} Ταυ̃τα δ' ἴσωσ, ὠ̃ Σώκρατεσ, κἂν παραλάθοι τὸν ἄνθρωπον.

{ΣΩ.} Μὰ τὸν κύνα, ὠ̃ 'Ιππία, οὐχ ὅν γ' ἂν ἐγὼ μάλιστα αἰσχυνοίμην ληρω̃ν καὶ προσποιούμενός τι λέγειν μηδὲν λέγων.

{ΙΠ.} Τίνα του̃τον;

{ΣΩ.} Τὸν Σωφρονίσκου, ὃς ἐμοὶ οὐδὲν ἂν μα̃λλον ταυ̃τα ἐπιτρέποι ἀνερεύνητα ὄντα ῥα̨δίως λέγειν ἢ ὡς εἰδότα ἃ μὴ οἰ̃δα.

{ΙΠ.} 'Αλλὰ μὴν ἔμοιγε καὶ αὐτω̨̃, ἐπειδὴ σὺ εἰ̃πεσ, δοκει̃ τι ἄλλο εἰ̃ναι του̃το τὸ περὶ τοὺς νόμουσ.

{ΣΩ.} 'Έχ' ἡσυχη̨̃, ὠ̃ 'Ιππία: κινδυνεύομεν γάρ τοι, ἐν τη̨̃ αὐτη̨̃ ἐμπεπτωκότες ἀπορία̨ περὶ του̃ καλου̃ ἐν ἡ̨̃περ νυνδή, οἴεσθαι ἐν ἄλλη̨ τινὶ εὐπορία̨ εἰ̃ναι.

{ΙΠ.} Πω̃ς του̃το λέγεισ, ὠ̃ Σώκρατεσ;

{ΣΩ.} 'Εγώ σοι φράσω ὅ γ' ἐμοὶ καταφαίνεται, εἰ ἄρα τὶ λέγω. ταυ̃τα μὲν γὰρ τὰ περὶ τοὺς νόμους τε καὶ τὰ ἐπιτη - δεύματα τάχ' ἂν φανείη οὐκ ἐκτὸς ὄντα τη̃ς αἰσθήσεως ἣ διὰ τη̃ς ἀκοη̃ς τε καὶ ὄψεως ἡμι̃ν οὐ̃σα τυγχάνει: ἀλλ' ὑπομείνωμεν του̃τον τὸν λόγον, τὸ διὰ τούτων ἡδὺ καλὸν εἰ̃ναι, μηδὲν τὸ τω̃ν νόμων εἰς μέσον παράγοντεσ. ἀλλ' εἰ ἡμα̃ς ἔροιτο εἴτε οὑ̃τος ὃν λέγω, εἴτε ἄλλος ὁστισου̃ν: "Τί δή, ὠ̃ 'Ιππία τε καὶ Σώκρατεσ, ἀφωρίσατε του̃ ἡδέος τὸ ταύτη̨ ἡδὺ ἡ̨̃ λέγετε καλὸν εἰ̃ναι, τὸ δὲ κατὰ τὰς ἄλλας αἰσθήσεις σίτων τε καὶ ποτω̃ν καὶ τω̃ν περὶ τἀφροδίσια καὶ τἀ̃λλα πάντα τὰ τοιαυ̃τα οὔ φατε καλὰ εἰ̃ναι; ἢ οὐδὲ ἡδέα, οὐδὲ ἡδονὰς τὸ παράπαν ἐν τοι̃ς τοιούτοις φατὲ εἰ̃ναι, οὐδ' ἐν ἄλλω̨ ἢ τω̨̃ ἰδει̃ν τε καὶ ἀκου̃σαι;" τί φήσομεν, ὠ̃ 'Ιππία;

{ΙΠ.} Πάντως δήπου φήσομεν, ὠ̃ Σώκρατεσ, καὶ ἐν τοι̃ς ἄλλοις μεγάλας πάνυ ἡδονὰς εἰ̃ναι.

{ΣΩ.} "Τί οὐ̃ν," φήσει, "ἡδονὰς οὔσας οὐδὲν ἡ̃ττον ἢ καὶ ἐκείνας ἀφαιρει̃σθε του̃το τοὔνομα καὶ ἀποστερει̃τε του̃ καλὰς εἰ̃ναι;" 'Ότι, φήσομεν, καταγελώ̨η ἂν ἡμω̃ν οὐδεὶς ὅστις οὔ, εἰ φαι̃μεν μὴ ἡδὺ εἰ̃ναι φαγει̃ν, ἀλλὰ καλόν, καὶ ὄζειν ἡδὺ μὴ ἡδὺ ἀλλὰ καλόν: τὰ δέ που περὶ τὰ ἀφροδίσια πάντες ἂν ἡμι̃ν μάχοιντο ὡς ἥδιστον ὄν, δει̃ν δὲ αὐτό, ἐάν τις καὶ πράττη̨, οὕτω πράττειν ὥστε μηδένα ὁρα̃ν, ὡς αἴσχιστον ὂν ὁρα̃σθαι. ταυ̃τα ἡμω̃ν λεγόντων, ὠ̃ 'Ιππία, "Μανθάνω," ἂν ἴσως φαίη, "καὶ ἐγὼ ὅτι πάλαι αἰσχύνεσθε ταύτας τὰς ἡδονὰς φάναι καλὰς εἰ̃ναι, ὅτι οὐ δοκει̃ τοι̃ς ἀνθρώποισ: ἀλλ' ἐγὼ οὐ του̃το ἠρώτων, ὃ δοκει̃ τοι̃ς πολλοι̃ς καλὸν εἰ̃ναι, ἀλλ' ὅτι ἔστιν." ἐρου̃μεν δὴ οἰ̃μαι ὅπερ ὑπε - θέμεθα, ὅτι "Του̃θ' ἡμει̃ς γέ φαμεν τὸ μέρος του̃ ἡδέοσ, τὸ ἐπὶ τη̨̃ ὄψει τε καὶ ἀκοη̨̃ γιγνόμενον, καλὸν εἰ̃ναι. ἀλλὰ ἔχεις ἔτι τι χρη̃σθαι τω̨̃ λόγω̨, ἤ τι καὶ ἄλλο ἐρου̃μεν, ὠ̃ 'Ιππία;

{ΙΠ.} 'Ανάγκη πρός γε τὰ εἰρημένα, ὠ̃ Σώκρατεσ, μὴ ἄλλ' ἄττα ἢ ταυ̃τα λέγειν.

{ΣΩ.} "Καλω̃ς δὴ λέγετε," φήσει. "οὐκου̃ν εἴπερ τὸ δι' ὄψεως καὶ ἀκοη̃ς ἡδὺ καλόν ἐστιν, ὃ μὴ του̃το τυγχάνει ὂν τω̃ν ἡδέων, δη̃λον ὅτι οὐκ ἂν καλὸν εἴη;" ὁμολογήσομεν;

{ΙΠ.} Ναί.

{ΣΩ.} "~'Η οὐ̃ν τὸ δι' ὄψεως ἡδύ," φήσει, "δι' ὄψεως καὶ ἀκοη̃ς ἐστιν ἡδύ, ἢ τὸ δι' ἀκοη̃ς ἡδὺ δι' ἀκοη̃ς καὶ δι' ὄψεώς ἐστιν ἡδύ;" Οὐδαμω̃σ, φήσομεν, τὸ διὰ του̃ ἑτέρου ὂν του̃το δι' ἀμφοτέρων εἴη ἄν - του̃το γὰρ δοκει̃ς ἡμι̃ν λέ - γειν - ἀλλ' ἡμει̃ς ἐλέγομεν ὅτι καὶ ἑκάτερον τούτων αὐτὸ καθ' αὑτὸ τω̃ν ἡδέων καλὸν εἴη, καὶ ἀμφότερα. οὐχ οὕτως ἀποκρινούμεθα;

{ΙΠ.} Πάνυ μὲν οὐ̃ν.

{ΣΩ.} "~'Αρ' οὐ̃ν," φήσει, "ἡδὺ ἡδέος ὁτιου̃ν ὁτουου̃ν δια - φέρει τούτω̨, τω̨̃ ἡδὺ εἰ̃ναι; μὴ γὰρ εἰ μείζων τις ἡδονὴ ἢ ἐλάττων ἢ μα̃λλον ἢ ἡ̃ττόν ἐστιν, ἀλλ' εἴ τις αὐτω̨̃ τούτω̨ διαφέρει, τω̨̃ ἡ μὲν ἡδονὴ εἰ̃ναι, ἡ δὲ μὴ ἡδονή, τω̃ν ἡδο - νω̃ν;" Οὐχ ἡμι̃ν γε δοκει̃: οὐ γάρ;

{ΙΠ.} Οὐ γὰρ οὐ̃ν δοκει̃.

{ΣΩ.} "Οὐκου̃ν," φήσει, "δι' ἄλλο τι ἢ ὅτι ἡδοναί εἰσι προείλεσθε ταύτας τὰς ἡδονὰς ἐκ τω̃ν ἄλλων ἡδονω̃ν, τοιου̃τόν τι ὁρω̃ντες ἐπ' ἀμφοι̃ν, ὅτι ἔχουσί τι διάφορον τω̃ν ἄλλων, εἰς ὃ ἀποβλέποντες καλάς φατε αὐτὰς εἰ̃ναι; οὐ γάρ που διὰ του̃το καλή ἐστιν ἡδονὴ ἡ διὰ τη̃ς ὄψεωσ, ὅτι δι' ὄψεώς ἐστιν: εἰ γὰρ του̃το αὐτη̨̃ ἠ̃ν τὸ αἴτιον καλη̨̃ εἰ̃ναι, οὐκ ἄν ποτε ἠ̃ν ἡ ἑτέρα, ἡ διὰ τη̃ς ἀκοη̃σ, καλή: οὔκουν ἔστι γε δι' ὄψεως ἡδονή." 'Αληθη̃ λέγεισ, φήσομεν;

{ΙΠ.} Φήσομεν γάρ.

{ΣΩ.} "Οὐδέ γ' αὐ̃ ἡ δι' ἀκοη̃ς ἡδονή, ὅτι δι' ἀκοη̃ς ἐστι, διὰ ταυ̃τα τυγχάνει καλή: οὐ γὰρ ἄν ποτε αὐ̃ ἡ διὰ τη̃ς ὄψεως καλὴ ἠ̃ν: οὔκουν ἔστι γε δι' ἀκοη̃ς ἡδονή." ἀληθη̃ φήσομεν, ὠ̃ 'Ιππία, λέγειν τὸν ἄνδρα ταυ̃τα λέγοντα;

{ΙΠ.} 'Αληθη̃.

{ΣΩ.} "'Αλλὰ μέντοι ἀμφότεραί γ' εἰσὶ καλαί, ὡς φατέ." φαμὲν γάρ;

{ΙΠ.} Φαμέν.

{ΣΩ.} "'Έχουσιν ἄρα τι τὸ αὐτὸ ὃ ποιει̃ αὐτὰς καλὰς εἰ̃ναι, τὸ κοινὸν του̃το, ὃ καὶ ἀμφοτέραις αὐται̃ς ἔπεστι κοινη̨̃ καὶ ἑκατέρα̨ ἰδία̨: οὐ γὰρ ἄν που ἄλλως ἀμφότεραί γε καλαὶ ἠ̃σαν καὶ ἑκατέρα." ἀποκρίνου ἐμοὶ ὡς ἐκείνω̨.

{ΙΠ.} 'Αποκρίνομαι, καὶ ἐμοὶ δοκει̃ ἔχειν ὡς λέγεισ.

{ΣΩ.} Εἰ ἄρα τι αὑ̃ται αἱ ἡδοναὶ ἀμφότεραι πεπόνθασιν, ἑκατέρα δὲ μή, οὐκ ἂν τούτω̨ γε τω̨̃ παθήματι εἰ̃εν καλαί.

{ΙΠ.} Καὶ πω̃ς ἂν εἴη του̃το, ὠ̃ Σώκρατεσ, μηδετέρας πε - πονθυίας τι τω̃ν ὄντων ὁτιου̃ν, ἔπειτα του̃το τὸ πάθοσ, ὃ μηδετέρα πέπονθεν, ἀμφοτέρας πεπονθέναι;

{ΣΩ.} Οὐ δοκει̃ σοι;

{ΙΠ.} Πολλὴ γὰρ ἄν μ' ἔχοι ἀπειρία καὶ τη̃ς τούτων φύσεως καὶ τη̃ς τω̃ν παρόντων λέξεως λόγων.

{ΣΩ.} 'Ηδέως γε, ὠ̃ 'Ιππία. ἀλλὰ γὰρ ἐγὼ ἴσως κιν - δυνεύω δοκει̃ν μέν τι ὁρα̃ν οὕτως ἔχον ὡς σὺ φὴ̨ς ἀδύνατον εἰ̃ναι, ὁρω̃ δ' οὐδέν.

{ΙΠ.} Οὐ κινδυνεύεισ, ὠ̃ Σώκρατεσ, ἀλλὰ πάνυ ἑτοίμως παρορα̨̃σ.

{ΣΩ.} Καὶ μὴν πολλά γέ μοι προφαίνεται τοιαυ̃τα πρὸ τη̃ς ψυχη̃σ, ἀλλὰ ἀπιστω̃ αὐτοι̃σ, ὅτι σοὶ μὲν οὐ φαντάζεται, ἀνδρὶ πλει̃στον ἀργύριον εἰργασμένω̨ τω̃ν νυ̃ν ἐπὶ σοφία̨, ἐμοὶ δέ, ὃς οὐδὲν πώποτε ἠργασάμην. καὶ ἐνθυμου̃μαι, ὠ̃ ἑται̃ρε, μὴ παίζη̨ς πρός με καὶ ἑκὼν ἐξαπατα̨̃σ: οὕτως μοι σφόδρα καὶ πολλὰ φαίνεται.

{ΙΠ.} Οὐδεὶς σου̃, ὠ̃ Σώκρατεσ, κάλλιον εἴσεται εἴτε παίζω εἴτε μή, ἐὰν ἐπιχειρήση̨ς λέγειν τὰ προφαινόμενά σοι ταυ̃τα: φανήση̨ γὰρ οὐδὲν λέγων. οὐ γὰρ μήποτε εὕρη̨σ, ὃ μήτ' ἐγὼ πέπονθα μήτε σύ, του̃τ' ἀμφοτέρους ἡμα̃ς πεπονθότασ.

{ΣΩ.} Πω̃ς λέγεισ, ὠ̃ 'Ιππία; ἴσως μὲν τὶ λέγεισ, ἐγὼ δ' οὐ μανθάνω: ἀλλά μου σαφέστερον ἄκουσον ὃ βούλομαι λέγειν. ἐμοὶ γὰρ φαίνεται, ὃ μήτ' ἐγὼ πέπονθα εἰ̃ναι μήτ' εἰμὶ μηδ' αὐ̃ σὺ εἰ̃, του̃το ἀμφοτέρους πεπονθέναι ἡμα̃ς οἱ̃όν τ' εἰ̃ναι: ἕτερα δ' αὐ̃, ἃ ἀμφότεροι πεπόνθαμεν εἰ̃ναι, ταυ̃τα οὐδέτερον εἰ̃ναι ἡμω̃ν.

{ΙΠ.} Τέρατα αὐ̃ ἀποκρινομένω̨ ἔοικασ, ὠ̃ Σώκρατεσ, ἔτι μείζω ἢ ὀλίγον πρότερον ἀπεκρίνω. σκόπει γάρ: πότερον εἰ ἀμφότεροι δίκαιοί ἐσμεν, οὐ καὶ ἑκάτερος ἡμω̃ν εἴη ἄν, ἢ εἰ ἄδικος ἑκάτεροσ, οὐ καὶ ἀμφότεροι, ἢ εἰ ὑγιαίνοντεσ, οὐ καὶ ἑκάτεροσ; ἢ εἰ κεκμηκώς τι ἢ τετρωμένος ἢ πεπλη - γμένος ἢ ἄλλ' ὁτιου̃ν πεπονθὼς ἑκάτερος ἡμω̃ν εἴη, οὐ καὶ ἀμφότεροι αὐ̃ ἂν του̃το πεπόνθοιμεν; ἔτι τοίνυν εἰ χρυσοι̃ ἢ ἀργυροι̃ ἢ ἐλεφάντινοι, εἰ δὲ βούλει, γενναι̃οι ἢ σοφοὶ ἢ τίμιοι ἢ γέροντές γε ἢ νέοι ἢ ἄλλο ὅτι βούλει τω̃ν ἐν ἀνθρώποις ἀμφότεροι τύχοιμεν ὄντεσ, ἀ̃ρ' οὐ μεγάλη ἀνάγκη καὶ ἑκάτερον ἡμω̃ν του̃το εἰ̃ναι;

{ΣΩ.} Πάντως γε δήπου.

{ΙΠ.} 'Αλλὰ γὰρ δὴ σύ, ὠ̃ Σώκρατεσ, τὰ μὲν ὅλα τω̃ν πραγμάτων οὐ σκοπει̃σ, οὐδ' ἐκει̃νοι οἱ̃ς σὺ εἴωθας διαλέ- γεσθαι, κρούετε δὲ ἀπολαμβάνοντες τὸ καλὸν καὶ ἕκαστον τω̃ν ὄντων ἐν τοι̃ς λόγοις κατατέμνοντεσ. διὰ ταυ̃τα οὕτω μεγάλα ὑμα̃ς λανθάνει καὶ διανεκη̃ σώματα τη̃ς οὐσίας πε - φυκότα. καὶ νυ̃ν τοσου̃τόν σε λέληθεν, ὥστε οἴει εἰ̃ναί τι ἢ πάθος ἢ οὐσίαν, ἣ περὶ μὲν ἀμφότερα ταυ̃τα ἔστιν ἅμα, περὶ δὲ ἑκάτερον οὔ, ἢ αὐ̃ περὶ μὲν ἑκάτερον, περὶ δὲ ἀμ - φότερα οὔ: οὕτως ἀλογίστως καὶ ἀσκέπτως καὶ εὐήθως καὶ ἀδιανοήτως διάκεισθε.

{ΣΩ.} Τοιαυ̃τα, ὠ̃ 'Ιππία, τὰ ἡμέτερά ἐστιν, οὐχ οἱ̃α βούλεταί τισ, φασὶν ἄνθρωποι ἑκάστοτε παροιμιαζόμενοι, ἀλλ' οἱ̃α δύναται: ἀλλὰ σὺ ἡμα̃ς ὀνίνης ἀεὶ νουθετω̃ν. ἐπεὶ καὶ νυ̃ν, πρὶν ὑπὸ σου̃ ταυ̃τα νουθετηθη̃ναι, ὡς εὐήθως διε - κείμεθα, ἔτι σοι μα̃λλον ἐγὼ ἐπιδείξω εἰπὼν ἃ διενοούμεθα περὶ αὐτω̃ν, ἢ μὴ εἴπω;

{ΙΠ.} Εἰδότι μὲν ἐρει̃σ, ὠ̃ Σώκρατεσ: οἰ̃δα γὰρ ἑκάστους τω̃ν περὶ τοὺς λόγους ὡς διάκεινται. ὅμως δ' εἴ τι σοὶ ἥδιον, λέγε.

{ΣΩ.} 'Αλλὰ μὴν ἥδιόν γε. ἡμει̃ς γάρ, ὠ̃ βέλτιστε, οὕτως ἀβέλτεροι ἠ̃μεν, πρίν σε ταυ̃τ' εἰπει̃ν, ὥστε δόξαν εἴχομεν περὶ ἐμου̃ τε καὶ σου̃ ὡς ἑκάτερος ἡμω̃ν εἱ̃ς ἐστι, του̃το δὲ ὃ ἑκάτερος ἡμω̃ν εἴη οὐκ ἄρα εἰ̃μεν ἀμφότεροι - οὐ γὰρ εἱ̃ς ἐσμεν, ἀλλὰ δύο - οὕτως εὐηθικω̃ς εἴχομεν: νυ̃ν δὲ παρὰ σου̃ ἤδη ἀνεδιδάχθημεν ὅτι εἰ μὲν δύο ἀμφότεροί ἐσμεν, δύο καὶ ἑκάτερον ἡμω̃ν ἀνάγκη εἰ̃ναι, εἰ δὲ εἱ̃ς ἑκάτεροσ, ἕνα καὶ ἀμφοτέρους ἀνάγκη: οὐ γὰρ οἱ̃όν τε διανεκει̃ λόγω̨ τη̃ς οὐσίας κατὰ 'Ιππίαν ἄλλως ἔχειν, ἀλλ' ὃ ἂν ἀμφότερα ἠ̨̃, του̃το καὶ ἑκάτερον, καὶ ὃ ἑκάτερον, ἀμφότερα εἰ̃ναι. πεπεισμένος δὴ νυ̃ν ἐγὼ ὑπὸ σου̃ ἐνθάδε κάθημαι. πρότερον μέντοι, ὠ̃ 'Ιππία, ὑπόμνησόν με: πότερον εἱ̃ς ἐσμεν ἐγώ τε καὶ σύ, ἢ σύ τε δύο εἰ̃ κἀγὼ δύο;

{ΙΠ.} Τί λέγεισ, ὠ̃ Σώκρατεσ;

{ΣΩ.} Ταυ̃τα ἅπερ λέγω: φοβου̃μαι γάρ σε σαφω̃ς λέγειν, ὅτι μοι χαλεπαίνεισ, ἐπειδὰν τὶ δόξη̨ς σαυτω̨̃ λέγειν. ὅμως δ' ἔτι μοι εἰπέ: οὐχ εἱ̃ς ἡμω̃ν ἑκάτερός ἐστι καὶ πέπονθε του̃το, εἱ̃ς εἰ̃ναι; { - ΙΠ.} Πάνυ γε. { - ΣΩ.} Οὐκου̃ν εἴπερ εἱ̃σ, καὶ περιττὸς ἂν εἴη ἑκάτερος ἡμω̃ν: ἢ οὐ τὸ ἓν περιττὸν ἡγη̨̃; { - ΙΠ.} 'Έγωγε. { - ΣΩ.} ~'Η καὶ ἀμφότεροι οὐ̃ν περιττοί ἐσμεν δύο ὄντεσ; { - ΙΠ.} Οὐκ ἂν εἴη, ὠ̃ Σώκρατεσ. { - ΣΩ.} 'Αλλ' ἄρτιοί γε ἀμφότεροι: ἠ̃ γάρ; { - ΙΠ.} Πάνυ γε. { - ΣΩ.} Μω̃ν οὐ̃ν, ὅτι ἀμφότεροι ἄρτιοι, τούτου ἕνεκα καὶ ἑκάτερος ἄρτιος ἡμω̃ν ἐστιν; { - ΙΠ.} Οὐ δη̃τα. { - ΣΩ.} Οὐκ ἄρα πα̃σα ἀνάγκη, ὡς νυνδὴ ἔλεγεσ, ἃ ἂν ἀμφότεροι καὶ ἑκάτερον, καὶ ἃ ἂν ἑκάτερος καὶ ἀμφοτέρους εἰ̃ναι.

{ΙΠ.} Οὐ τά γε τοιαυ̃τα, ἀλλ' οἱ̃α ἐγὼ πρότερον ἔλεγον.

{ΣΩ.} 'Εξαρκει̃, ὠ̃ 'Ιππία: ἀγαπητὰ γὰρ καὶ ταυ̃τα, ἐπειδὴ τὰ μὲν οὕτω φαίνεται, τὰ δ' οὐχ οὕτως ἔχοντα. καὶ γὰρ ἐγὼ ἔλεγον, εἰ μέμνησαι ὅθεν οὑ̃τος ὁ λόγος ἐλέχθη, ὅτι ἡ διὰ τη̃ς ὄψεως καὶ ἀκοη̃ς ἡδονὴ οὐ τούτω̨ εἰ̃εν καλαί, ὅτι τυγχάνοιεν ἑκατέρα μὲν αὐτω̃ν εἰ̃ναι πεπονθυι̃α, ἀμφό - τεραι δὲ μή, ἢ ἀμφότεραι μέν, ἑκατέρα δὲ μή, ἀλλ' ἐκείνω̨ ὡ̨̃ ἀμφότεραί τε καὶ ἑκατέρα, διότι συνεχώρεις ἀμφοτέρας τε αὐτὰς εἰ̃ναι καλὰς καὶ ἑκατέραν. τούτου δὴ ἕνεκα τη̨̃ οὐσία̨ τη̨̃ ἐπ' ἀμφότερα ἑπομένη̨ ὤ̨μην, εἴπερ ἀμφότερά ἐστι καλά, ταύτη̨ δει̃ν αὐτὰ καλὰ εἰ̃ναι, τη̨̃ δὲ κατὰ τὰ ἕτερα ἀπολειπομένη̨ μή: καὶ ἔτι νυ̃ν οἴομαι. ἀλλά μοι λέγε, ὥσπερ ἐξ ἀρχη̃σ: ἡ δι' ὄψεως ἡδονὴ καὶ ἡ δι' ἀκοη̃σ, εἴπερ ἀμφότεραί τ' εἰσὶ καλαὶ καὶ ἑκατέρα, ἀ̃ρα καὶ ὃ ποιει̃ αὐτὰς καλὰς οὐχὶ καὶ ἀμφοτέραις γε αὐται̃ς ἕπεται καὶ ἑκατέρα̨; { - ΙΠ.} Πάνυ γε. { - ΣΩ.} ~'Αρ' οὐ̃ν ὅτι ἡδονὴ ἑκατέρα τ' ἐστὶ καὶ ἀμφότεραι, διὰ του̃το ἂν εἰ̃εν καλαί; ἢ διὰ του̃το μὲν καὶ αἱ ἄλλαι πα̃σαι ἂν οὐδὲν τούτων ἡ̃ττον εἰ̃εν καλαί; οὐ - δὲν γὰρ ἡ̃ττον ἡδοναὶ ἐφάνησαν οὐ̃σαι, εἰ μέμνησαι. { - ΙΠ.} Μέμνημαι. { - ΣΩ.} 'Αλλ' ὅτι γε δι' ὄψεως καὶ ἀκοη̃ς αὑ̃ταί εἰσι, διὰ του̃το ἐλέγετο καλὰς αὐτὰς εἰ̃ναι. { - ΙΠ.} Καὶ ἐρρήθη οὕτωσ.

{ΣΩ.} Σκόπει δὲ εἰ ἀληθη̃ λέγω. ἐλέγετο γάρ, ὡς ἐγὼ μνήμης ἔχω, του̃τ' εἰ̃ναι καλὸν τὸ ἡδύ, οὐ πα̃ν, ἀλλ' ὃ ἂν δι' ὄψεως καὶ ἀκοη̃ς ἠ̨̃. { - ΙΠ.} 'Αληθη̃. { - ΣΩ.} Οὐκου̃ν του̃τό γε τὸ πάθος ἀμφοτέραις μὲν ἕπεται, ἑκατέρα̨ δ' οὔ; οὐ γάρ που ἑκάτερόν γε αὐτω̃ν, ὅπερ ἐν τοι̃ς πρόσθεν ἐλέγετο, δι' ἀμφοτέρων ἐστίν, ἀλλ' ἀμφότερα μὲν δι' ἀμφοι̃ν, ἑκάτερον δ' οὔ: ἔστι ταυ̃τα; { - ΙΠ.} 'Έστιν. { - ΣΩ.} Οὐκ ἄρα τούτω̨ γε ἑκάτερον αὐτω̃ν ἐστι καλόν, ὃ μὴ ἕπεται ἑκατέρω̨ [τὸ γὰρ ἀμφότερον ἑκατέρω̨ οὐχ ἕπεται] ὥστε ἀμφότερα μὲν αὐτὰ φάναι καλὰ κατὰ τὴν ὑπόθεσιν ἔξεστιν, ἑκάτερον δὲ οὐκ ἔξεστιν: ἢ πω̃ς λέγομεν; οὐκ ἀνάγκη; { - ΙΠ.} Φαίνεται. { - ΣΩ.} Φω̃μεν οὐ̃ν ἀμφότερα μὲν καλὰ εἰ̃ναι, ἑκάτερον δὲ μὴ φω̃μεν; { - ΙΠ.} Τί γὰρ κωλύει;

{ΣΩ.} Τόδε ἔμοιγε δοκει̃, ὠ̃ φίλε, κωλύειν, ὅτι ἠ̃ν που ἡμι̃ν τὰ μὲν οὕτως ἐπιγιγνόμενα ἑκάστοισ, εἴπερ ἀμφοτέροις ἐπιγίγνοιτο, καὶ ἑκατέρω̨, καὶ εἴπερ ἑκατέρω̨, καὶ ἀμφοτέροισ, ἅπαντα ὅσα σὺ διη̃λθεσ: ἠ̃ γάρ;

{ΙΠ.} Ναί.

{ΣΩ.} '`Α δέ γε αὐ̃ ἐγὼ διη̃λθον, οὔ: ὡ̃ν δὴ ἠ̃ν καὶ αὐτὸ τὸ ἑκάτερον καὶ τὸ ἀμφότερον. ἔστιν οὕτωσ;

{ΙΠ.} 'Έστιν.

{ΣΩ.} Ποτέρων οὐ̃ν, ὠ̃ 'Ιππία, δοκει̃ σοι τὸ καλὸν εἰ̃ναι; πότερον ὡ̃ν σὺ ἔλεγεσ: εἴπερ ἐγὼ ἰσχυρὸς καὶ σύ, καὶ ἀμ - φότεροι, καὶ εἴπερ ἐγὼ δίκαιος καὶ σύ, καὶ ἀμφότεροι, καὶ εἴπερ ἀμφότεροι, καὶ ἑκάτεροσ: οὕτω δὴ καὶ εἴπερ ἐγὼ καλὸς καὶ σύ, καὶ ἀμφότεροι, καὶ εἴπερ ἀμφότεροι, καὶ ἑκάτεροσ; ἢ οὐδὲν κωλύει, ὥσπερ ἀρτίων ὄντων τινω̃ν ἀμφοτέρων τάχα μὲν ἑκάτερα περιττὰ εἰ̃ναι, τάχα δ' ἄρτια, καὶ αὐ̃ ἀρρήτων ἑκατέρων ὄντων τάχα μὲν ῥητὰ τὰ συναμφότερα εἰ̃ναι, τάχα δ' ἄρρητα, καὶ ἄλλα μυρία τοιαυ̃τα, ἃ δὴ καὶ ἐγὼ ἔφην ἐμοὶ προφαίνεσθαι; ποτέρων δὴ τιθει̃ς τὸ καλόν; ἢ ὥσπερ ἐμοὶ περὶ αὐτου̃ καταφαίνεται, καὶ σοί; πολλὴ γὰρ ἀλογία ἔμοιγε δοκει̃ εἰ̃ναι ἀμφοτέρους μὲν ἡμα̃ς εἰ̃ναι καλούσ, ἑκάτερον δὲ μή, ἢ ἑκάτερον μέν, ἀμφοτέρους δὲ μή, ἢ ἄλλο ὁτιου̃ν τω̃ν τοιούτων. οὕτως αἱρη̨̃, ὥσπερ ἐγώ, ἢ 'κείνωσ;

{ΙΠ.} Οὕτως ἔγωγε, ὠ̃ Σώκρατεσ.

{ΣΩ.} Εὐ̃ γε σὺ ποιω̃ν, ὠ̃ 'Ιππία, ἵνα καὶ ἀπαλλαγω̃μεν πλείονος ζητήσεωσ: εἰ γὰρ τούτων γ' ἐστὶ τὸ καλόν, οὐκ ἂν ἔτι εἴη τὸ δι' ὄψεως καὶ ἀκοη̃ς ἡδὺ καλόν. ἀμφότερα μὲν γὰρ ποιει̃ καλὰ τὸ δι' ὄψεως καὶ ἀκοη̃σ, ἑκάτερον δ' οὔ: του̃το δ' ἠ̃ν ἀδύνατον, ὡς ἐγώ τε καὶ σὺ δὴ ὁμολογου̃μεν, ὠ̃ 'Ιππία.

{ΙΠ.} 'Ομολογου̃μεν γάρ.

{ΣΩ.} 'Αδύνατον ἄρα τὸ δι' ὄψεως καὶ ἀκοη̃ς ἡδὺ καλὸν εἰ̃ναι, ἐπειδή γε καλὸν γιγνόμενον τω̃ν ἀδυνάτων τι παρέ - χεται.

{ΙΠ.} 'Έστι ταυ̃τα.

{ΣΩ.} "Λέγετε δὴ πάλιν," φήσει, "ἐξ ἀρχη̃σ, ἐπειδὴ τούτου διημάρτετε: τί φατε εἰ̃ναι του̃το τὸ καλὸν τὸ ἐπ' ἀμφοτέραις ται̃ς ἡδοναι̃σ, δι' ὅτι ταύτας πρὸ τω̃ν ἄλλων τιμήσαντες καλὰς ὠνομάσατε;" ἀνάγκη δή μοι δοκει̃ εἰ̃ναι, ὠ̃ 'Ιππία, λέγειν ὅτι ἀσινέσταται αὑ̃ται τω̃ν ἡδονω̃ν εἰσι καὶ βέλτισται, καὶ ἀμφότεραι καὶ ἑκατέρα: ἢ σύ τι ἔχεις λέγειν ἄλλο ὡ̨̃ διαφέρουσι τω̃ν ἄλλων;

{ΙΠ.} Οὐδαμω̃σ: τω̨̃ ὄντι γὰρ βέλτισταί εἰσιν.

{ΣΩ.} "Του̃τ' ἄρα," φήσει, "λέγετε δὴ τὸ καλὸν εἰ̃ναι, ἡδονὴν ὠφέλιμον;" 'Εοίκαμεν, φήσω ἔγωγε: σὺ δέ;

{ΙΠ.} Καὶ ἐγώ.

{ΣΩ.} "Οὐκου̃ν ὠφέλιμον," φήσει, "τὸ ποιου̃ν τἀγαθόν, τὸ δὲ ποιου̃ν καὶ τὸ ποιούμενον ἕτερον νυνδὴ ἐφάνη, καὶ εἰς τὸν πρότερον λόγον ἥκει ὑμι̃ν ὁ λόγοσ; οὔτε γὰρ τὸ ἀγαθὸν ἂν εἴη καλὸν οὔτε τὸ καλὸν ἀγαθόν, εἴπερ ἄλλο αὐτω̃ν ἑκάτερόν ἐστι." Παντός γε μα̃λλον, φήσομεν, ὠ̃ 'Ιππία, ἂν σωφρο - νω̃μεν: οὐ γάρ που θέμις τω̨̃ ὀρθω̃ς λέγοντι μὴ συγχωρει̃ν.

{ΙΠ.} 'Αλλὰ δή γ', ὠ̃ Σώκρατεσ, τί οἴει ταυ̃τα εἰ̃ναι συν - άπαντα; κνήσματά τοί ἐστι καὶ περιτμήματα τω̃ν λόγων, ὅπερ ἄρτι ἔλεγον, κατὰ βραχὺ διη̨ρημένα: ἀλλ' ἐκει̃νο καὶ καλὸν καὶ πολλου̃ ἄξιον, οἱ̃όν τ' εἰ̃ναι εὐ̃ καὶ καλω̃ς λόγον καταστησάμενον ἐν δικαστηρίω̨ ἢ ἐν βουλευτηρίω̨ ἢ ἐπὶ ἄλλη̨ τινὶ ἀρχη̨̃, πρὸς ἣν ἂν ὁ λόγος ἠ̨̃, πείσαντα οἴχεσθαι φέροντα οὐ τὰ σμικρότατα ἀλλὰ τὰ μέγιστα τω̃ν ἄθλων, σωτηρίαν αὑτου̃ τε καὶ τω̃ν αὑτου̃ χρημάτων καὶ φίλων. τούτων οὐ̃ν χρὴ ἀντέχεσθαι, χαίρειν ἐάσαντα τὰς σμικρολογίας ταύτασ, ἵνα μὴ δοκη̨̃ λίαν ἀνόητος εἰ̃ναι λήρους καὶ φλυαρίας ὥσπερ νυ̃ν μεταχειριζόμενοσ.

{ΣΩ.} ~'Ω 'Ιππία φίλε, σὺ μὲν μακάριος εἰ̃, ὅτι τε οἰ̃σθα ἃ χρὴ ἐπιτηδεύειν ἄνθρωπον, καὶ ἐπιτετήδευκας ἱκανω̃σ, ὡς φή̨σ: ἐμὲ δὲ δαιμονία τις τύχη, ὡς ἔοικε, κατέχει, ὅστις πλανω̃μαι μὲν καὶ ἀπορω̃ ἀεί, ἐπιδεικνὺς δὲ τὴν ἐμαυτου̃ ἀπορίαν ὑμι̃ν τοι̃ς σοφοι̃ς λόγω̨ αὐ̃ ὑπὸ ὑμω̃ν προπηλακί - ζομαι, ἐπειδὰν ἐπιδείξω. λέγετε γάρ με, ἅπερ καὶ σὺ νυ̃ν λέγεισ, ὡς ἠλίθιά τε καὶ σμικρὰ καὶ οὐδενὸς ἄξια πρα - γματεύομαι: ἐπειδὰν δὲ αὐ̃ ἀναπεισθεὶς ὑπὸ ὑμω̃ν λέγω ἅπερ ὑμει̃σ, ὡς πολὺ κράτιστόν ἐστιν οἱ̃όν τ' εἰ̃ναι λόγον εὐ̃ καὶ καλω̃ς καταστησάμενον περαίνειν ἐν δικαστηρίω̨ ἢ ἐν ἄλλω̨ τινὶ συλλόγω̨, ὑπό τε ἄλλων τινω̃ν τω̃ν ἐνθάδε καὶ ὑπὸ τούτου του̃ ἀνθρώπου του̃ ἀεί με ἐλέγχοντος πάντα κακὰ ἀκούω. καὶ γάρ μοι τυγχάνει ἐγγύτατα γένους ὢν καὶ ἐν τω̨̃ αὐτω̨̃ οἰκω̃ν: ἐπειδὰν οὐ̃ν εἰσέλθω οἴκαδε εἰς ἐμαυτου̃ καί μου ἀκούση̨ ταυ̃τα λέγοντοσ, ἐρωτα̨̃ εἰ οὐκ αἰσχύνομαι τολμω̃ν περὶ καλω̃ν ἐπιτηδευμάτων διαλέγεσθαι, οὕτω φανε - ρω̃ς ἐξελεγχόμενος περὶ του̃ καλου̃ ὅτι οὐδ' αὐτὸ του̃το ὅτι ποτέ ἐστιν οἰ̃δα. "Καίτοι πω̃ς σὺ εἴση̨," φησίν, "ἢ λόγον ὅστις καλω̃ς κατεστήσατο ἢ μή, ἢ ἄλλην πρα̃ξιν ἡντινου̃ν, τὸ καλὸν ἀγνοω̃ν; καὶ ὁπότε οὕτω διάκεισαι, οἴει σοι κρει̃τ - τον εἰ̃ναι ζη̃ν μα̃λλον ἢ τεθνάναι;" συμβέβηκε δή μοι, ὅπερ λέγω, κακω̃ς μὲν ὑπὸ ὑμω̃ν ἀκούειν καὶ ὀνειδίζεσθαι, κακω̃ς δὲ ὑπ' ἐκείνου. ἀλλὰ γὰρ ἴσως ἀναγκαι̃ον ὑπομένειν ταυ̃τα πάντα: οὐδὲν γὰρ ἄτοπον εἰ ὠφελοίμην. ἐγὼ οὐ̃ν μοι δοκω̃, ὠ̃ 'Ιππία, ὠφελη̃σθαι ἀπὸ τη̃ς ἀμφοτέρων ὑμω̃ν ὁμιλίασ: τὴν γὰρ παροιμίαν ὅτι ποτὲ λέγει, τὸ "Χαλεπὰ τὰ καλά," δοκω̃ μοι εἰδέναι.

 

Книго

[X]