III.1

1. 'Άπαντα τὰ γινόμενα καὶ τὰ ὄντα ἤτοι κατ' αἰτίασ γίνεται τὰ γινόμενα καὶ ἔστι τὰ ὄντα, ἢ ἄνευ αἰτίασ ἄμφω: ἢ τὰ μὲν ἄνευ αἰτίασ, τὰ δὲ μετ' αἰτίασ ἐν ἀμφοτέροισ: ἢ τὰ μὲν γινόμενα μετ' αἰτίασ πάντα, τὰ δὲ ὄντα τὰ μὲν αὐτω̃ν ἐστι μετ' αἰτίασ, τὰ δ' ἄνευ αἰτίασ, ἢ οὐδὲν μετ' αἰτίασ: ἢ ἀνάπαλιν τὰ μὲν ὄντα μετ' αἰτίασ πάντα, τὰ δὲ γινόμενα τὰ μὲν οὕτωσ, τὰ δὲ ἐκείνωσ, ἢ οὐδὲν αὐτω̃ν μετ' αἰτίασ. 'Επὶ μὲν οὐ̃ν τω̃ν ἀιδίων τὰ μὲν πρω̃τα εἰσ ἄλλα αἴτια ἀνάγειν οὐχ οἱ̃όν τε πρω̃τα ὄντα: ὅσα δὲ ἐκ τω̃ν πρώτων ἤρτηται, ἐξ ἐκείνων τὸ εἰ̃ναι ἐχέτω. Τάσ τε ἐνεργείασ ἑκάστων ἀποδιδούσ τισ ἐπὶ τὰσ οὐσίασ ἀναγέτω: του̃το γάρ ἐστι τὸ εἰ̃ναι αὐτω̨̃, τὸ τοιάνδε ἐνέργειαν ἀποδιδόναι. Περὶ δὲ τω̃ν γινομένων ἢ ὄντων μὲν ἀεί, οὐ τὴν αὐτὴν δὲ ἐνέργειαν ποιουμένων ἀεὶ κατ' αἰτίασ ἅπαντα λεκτέον γίνεσθαι, τὸ δ' ἀναίτιον οὐ παραδεκτέον, οὔτε παρεγκλίσεσι κεναι̃σ χώραν διδόντα οὔτε κινήσει σωμάτων τη̨̃ ἐξαίφνησ, ἣ οὐδενὸσ προηγησαμένου ὑπέστη, οὔτε ψυχη̃σ ὁρμη̨̃ ἐμπλήκτω̨ μηδενὸσ κινήσαντοσ αὐτὴν εἰσ τό τι πρα̃ξαι ὡ̃ν πρότερον οὐκ ἐποίει. 'Ή αὐτω̨̃γε τούτω̨ ...μείζων _ἄν τισ ἔχοι αὐτὴν ἀνάγκη τὸ μὴ αὐτη̃σ εἰ̃ναι, φέρεσθαι δὲ τὰσ τοιαύτασ φορὰσ ἀβουλήτουσ τε καὶ ἀναιτίουσ οὔσασ. 'Ή γὰρ τὸ βουλητόν-του̃το δὲ ἢ ἔξω ἢ εἴσω-ἢ τὸ ἐπιθυμητὸν ἐκίνησεν: ἤ, εἰ μηδὲν ὀρεκτὸν ἐκίνησεν, [ἢ] οὐδ' ἂν ὅλωσ ἐκινήθη. Γιγνομένων δὲ πάντων κατ' αἰτίασ τὰσ μὲν προσεχει̃σ ἑκάστω̨ ῥά̨διον λαβει̃ν καὶ εἰσ ταύτασ ἀνάγειν: οἱ̃ον του̃ βαδίσαι εἰσ ἀγορὰν τὸ οἰηθη̃ναι δει̃ν τινα ἰδει̃ν ἢ χρέοσ ἀπολαβει̃ν: καὶ ὅλωσ του̃ τάδε ἢ τάδε ἑλέσθαι καὶ ὁρμη̃σαι ...ἐπὶ τάδε _τὸ φανη̃ναι ἑκάστω̨ ταδὶ ποιει̃ν. Καὶ τὰ μὲν ἐπὶ τὰσ τέχνασ ἀνάγειν: του̃ ὑγιάσαι ἡ ἰατρικὴ καὶ ὁ ἰατρόσ. Καὶ του̃ πλουτη̃σαι θησαυρὸσ εὑρεθεὶσ ἢ δόσισ παρά του ἢ ἐκ πόνων ἢ τέχνησ χρηματίσασθαι. Καὶ του̃ τέκνου ὁ πατὴρ καὶ εἴ τι συνεργὸν ἔξωθεν εἰσ παιδοποιίαν ἄλλο παρ' ἄλλου ἡ̃κον: οἱ̃ον σιτία τοιάδε ἢ καὶ ὀλίγω̨ προσώτερα εὔρουσ εἰσ παιδοποιίαν [γονὴ] ἢ γυνὴ ἐπιτήδειοσ εἰσ τόκουσ. Καὶ ὅλωσ εἰσ φύσιν.

2. μέχρι μὲν οὐ̃ν τούτων ἐλθόντα ἀναπαύσασθαι καὶ πρὸσ τὸ ἄνω μὴ ἐθελη̃σαι χωρει̃ν ῥα̨θύμου ἴσωσ καὶ οὐ κατακούοντοσ τω̃ν ἐπὶ τὰ πρω̃τα καὶ ἐπὶ τὰ ἐπέκεινα αἴτια ἀνιόντων. Διὰ τί γὰρ τω̃ν αὐτω̃ν γενομένων, οἱ̃ον τη̃σ σελήνησ φανείσησ, ὁ μὲν ἥρπασεν, ὁ δ' οὔ; Καὶ τω̃ν ὁμοίων ἐκ του̃ περιέχοντοσ ἡκόντων ὁ μὲν ἐνόσησεν, ὁ δ' οὔ; Καὶ πλούσιοσ, ὁ δὲ πένησ ἐκ τω̃ν αὐτω̃ν ἔργων;Καὶ τρόποι δὴ καὶ ἤθη διάφορα καὶ τύχαι ἐπὶ τὰ πόρρω ἀξιου̃σιν ἰέναι: καὶ οὕτω δὴ ἀεὶ οὐχ ἱστάμενοι οἱ μὲν ἀρχὰσ σωματικὰσ θέμενοι, οἱ̃ον ἀτόμουσ, τη̨̃ τούτων φορα̨̃ καὶ πληγαι̃σ καὶ συμπλοκαι̃σ πρὸσ ἄλληλα ἕκαστα ποιου̃ντεσ καὶ οὕτωσ ἔχειν καὶ γίνεσθαι, ἡ̨̃ ἐκει̃να συνέστη ποιει̃ τε καὶ πάσχει, καὶ τὰσ ἡμετέρασ ὁρμὰσ καὶ διαθέσεισ ταύτη̨ ἔχειν, ὡσ ἂν ἐκει̃ναι ποιω̃σιν, ἀνάγκην ταύτην καὶ τὴν παρὰ τούτων εἰσ τὰ ὄντα εἰσάγουσι. Κἂν ἄλλα δέ τισ σώματα ἀρχὰσ διδω̨̃ καὶ ἐκ τούτων τὰ πάντα γίνεσθαι, τη̨̃ παρὰ τούτων ἀνάγκη̨ δουλεύειν ποιει̃ τὰ ὄντα. Οἱ δ' ἐπὶ τὴν του̃ παντὸσ ἀρχὴν ἐλθόντεσ ἀπ' αὐτη̃σ κατάγουσι πάντα, διὰ πάντων φοιτήσασαν αἰτίαν καὶ ταύτην οὐ μόνον κινου̃σαν, ἀλλὰ καὶ ποιου̃σαν ἕκαστα λέγοντεσ, εἱμαρμένην ταύτην καὶ κυριωτάτην αἰτίαν θέμενοι, αὐτὴν οὐ̃σαν τὰ πάντα: οὐ μόνον τὰ ἄλλα, ὅσα γίνεται, ἀλλὰ καὶ τὰσ ἡμετέρασ διανοήσεισ ἐκ τω̃ν ἐκείνησ ἰέναι κινημάτων, οἱ̃ον ζώ̨ου μορίων κινουμένων ἑκάστων οὐκ ἐξ αὑτω̃ν, ἐκ δὲ του̃ ἡγεμονου̃ντοσ ἐν ἑκάστω̨ τω̃ν ζώ̨ων. 'Άλλοι δὲ τὴν του̃ παντὸσ φορὰν περιέχουσαν καὶ πάντα ποιου̃σαν τη̨̃ κινήσει καὶ ται̃σ τω̃ν ἄστρων πλανωμένων τε καὶ ἀπλανω̃ν σχέσεσι καὶ σχηματισμοι̃σ πρὸσ ἄλληλα, ἀπὸ τη̃σ ἐκ τούτων προρρήσεωσ πιστούμενοι, ἕκαστα ἐντευ̃θεν γίνεσθαι ἀξιου̃σι. Καὶ μὴν καὶ τὴν τω̃ν αἰτίων ἐπιπλοκὴν πρὸσ ἄλληλα καὶ τὸν ἄνωθεν εἱρμὸν καὶ τὸ ἕπεσθαι τοι̃σ προτέροισ ἀεὶ τὰ ὕστερα καὶ ταυ̃τα ἐπ' ἐκει̃να ἀνιέναι δι' αὐτω̃ν γενόμενα καὶ ἄνευ ἐκείνων οὐκἂν γενόμενα, δουλεύειν δὲ τοι̃σ πρὸ αὐτω̃ν τὰ ὕστερα, ταυ̃τα εἴ τισ λέγοι, εἱμαρμένην ἕτερον τρόπον εἰσάγων φανει̃ται. Διττοὺσ δ' ἄν τισ θέμενοσ καὶ τούτουσ οὐκ ἂν του̃ ἀληθου̃σ ἀποτυγχάνοι. Οἱ μὲν γὰρ ἀφ' ἑνόσ τινοσ τὰ πάντα ἀναρτω̃σιν, οἱ δὲ οὐχ οὕτω. Λεχθήσεται δὲ περὶ τούτων. Νυ̃ν δ' ἐπὶ τοὺσ πρώτουσ ἰτέον τω̨̃ λόγω̨: εἰ̃τ' ἐφεξη̃σ τὰ τω̃ν ἄλλων ἐπισκεπτέον.

3. σώμασι μὲν οὐ̃ν ἐπιτρέψαι τὰ πάντα εἴτε ἀτόμοισ εἴτε τοι̃σ στοιχείοισ καλουμένοισ καὶ τη̨̃ ἐκ τούτων ἀτάκτωσ φορα̨̃ τάξιν καὶ λόγον καὶ ψυχὴν τὴν ἡγουμένην γεννα̃ν ἀμφοτέρωσ μὲν ἄτοπον καὶ ἀδύνατον, ἀδυνατώτερον δέ, εἰ οἱ̃όν τε λέγειν, τὸ ἐξ ἀτόμων. Καὶ περὶ τούτων πολλοὶ εἴρηνται λόγοι ἀληθει̃σ. Εἰ δὲ δὴ καὶ θει̃τό τισ τοιαύτασ ἀρχάσ, οὐδ' οὕτωσ ἀναγκαι̃ον οὔτε τὴν κατὰ πάντων ἀνάγκην οὔτε τὴν ἄλλωσ εἱμαρμένην ἕπεσθαι. Φέρε γὰρ πρω̃τον τὰσ ἀτόμουσ εἰ̃ναι. Αὑ̃ται τοίνυν κινήσονται τὴν μὲν εἰσ τὸ κάτω-ἔστω γάρ τι κάτω- τὴν δ' ἐκ πλαγίων, ὅπη̨ ἔτυχεν, ἄλλαι κατ' ἄλλα. Οὐδὲν δὴ ...τακτω̃σ _τάξεώσ γε οὐκ οὔσησ, τὸ δὲ γενόμενον του̃το, ὅτε γέγονε, πάντωσ. 'Ώστε οὔτε πρόρρησισ οὔτε μαντικὴ τὸ παράπαν ἂν εἴη, οὔτε ἥτισ ἐκ τέχνησ- πω̃σ γὰρ ἐπὶ τοι̃σ ἀτάκτοισ τέχνη; -οὔτε ἥτισ ἐξ ἐνθουσιασμου̃ καὶ ἐπιπνοίασ: δει̃ γὰρ καὶ ἐνταυ̃θα ὡρισμένον τὸ μέλλον εἰ̃ναι. Καὶ σώμασι μὲν ἔσται παρὰ τω̃ν ἀτόμων πάσχειν πληττομένοισ, ἅπερ ἂν ἐκει̃ναιφέρωσιν, ἐξ ἀνάγκησ: τὰ δὲ δὴ ψυχη̃σ ἔργα καὶ πάθη τίσι κινήσεσι τω̃ν ἀτόμων ἀναθήσει τισ; Ποία̨ γὰρ πληγη̨̃ ἢ κάτω φερομένησ ἢ ὁπουου̃ν προσκρουούσησ ἐν λογισμοι̃σ τοιοι̃σδε ἢ ὁρμαι̃σ τοιαι̃σδε ἢ ὅλωσ ἐν λογισμοι̃σ ἢ ὁρμαι̃σ ἢ κινήσεσιν ἀναγκαίαισ εἰ̃ναι ἢ ὅλωσ εἰ̃ναι; 'Όταν δὲ δὴ ἐναντιω̃ται ψυχὴ τοι̃σ του̃ σώματοσ παθήμασι; Κατὰ ποίασ δὲ φορὰσ ἀτόμων ὁ μὲν γεωμετρικὸσ ἀναγκασθήσεται εἰ̃ναι, ὁ δὲ ἀριθμητικὴν καὶ ἀστρονομίαν ἐπισκέψεται, ὁ δὲ σοφὸσ ἔσται; 'Όλωσ γὰρ τὸ ἡμέτερον ἔργον καὶ τὸ ζώ̨οισ εἰ̃ναι ἀπολει̃ται φερομένων ἡ̨̃ τὰ σώματα ἄγει ὠθου̃ντα ἡμα̃σ ὥσπερ ἄψυχα σώματα. Τὰ αὐτὰ δὲ ταυ̃τα καὶ πρὸσ τοὺσ ἕτερα σώματα αἴτια τω̃ν πάντων τιθεμένουσ, καὶ ὅτι θερμαίνειν μὲν καὶ ψύχειν ἡμα̃σ καὶ φθείρειν δὲ τὰ ἀσθενέστερα δύναται ταυ̃τα, ἔργον δὲ οὐδὲν τω̃ν ὅσα ψυχὴ ἐργάζεται παρὰ τούτων ἂν γίγνοιτο, ἀλλ' ἀφ' ἑτέρασ δει̃ ταυ̃τα ἀρχη̃σ ἰέναι.

4. 'Αλλ' ἀ̃ρα μία τισ ψυχὴ διὰ παντὸσ διήκουσα περαίνει τὰ πάντα ἑκάστου ταύτη̨ κινουμένου ὡσ μέρουσ, ἡ̨̃ τὸ ὅλον ἄγει, φερομένων δὲ ἐκει̃θεν τω̃ν αἰτίων ἀκολούθων ἀνάγκη τὴν τούτων ἐφεξη̃σ συνέχειαν καὶ συμπλοκὴν εἱμαρμένην, οἱ̃ον εἰ φυτου̃ ἐκ ῥίζησ τὴν ἀρχὴν ἔχοντοσ τὴν ἐντευ̃θεν ἐπὶ πάντα διοίκησιν αὐτου̃ τὰ μέρη καὶ πρὸσ ἄλληλα συμπλοκήν, ποίησίν τε καὶ πει̃σιν,διοίκησιν μίαν καὶ οἱ̃ον εἱμαρμένην του̃ φυτου̃ τισ εἰ̃ναι λέγοι; 'Αλλὰ πρω̃τον μὲν του̃το τὸ σφοδρὸν τη̃σ ἀνάγκησ καὶ τη̃σ τοιαύτησ εἱμαρμένησ αὐτὸ του̃το τὴν εἱμαρμένην καὶ τω̃ν αἰτίων τὸν εἱρμὸν καὶ τὴν συμπλοκὴν ἀναιρει̃. 'Ωσ γὰρ ἐν τοι̃σ ἡμετέροισ μέρεσι κατὰ τὸ ἡγεμονου̃ν κινουμένοισ ἄλογον τὸ καθ' εἱμαρμένην λέγειν κινει̃σθαι -οὐ γὰρ ἄλλο μὲν τὸ ἐνδεδωκὸσ τὴν κίνησιν, ἄλλο δὲ τὸ παραδεξάμενον καὶ παρ' αὐτου̃ τη̨̃ ὁρμη̨̃ κεχρημένον, ἀλλ' ἐκει̃νό ἐστι πρω̃τον τὸ κινη̃σαν τὸ σκέλοσ-τὸν αὐτὸν τρόπον εἰ καὶ ἐπὶ του̃ παντὸσ ἓν ἔσται τὸ πα̃ν ποιου̃ν καὶ πάσχον καὶ οὐκ ἄλλο παρ' ἄλλου κατ' αἰτίασ τὴν ἀναγωγὴν ἀεὶ ἐφ' ἕτερον ἐχούσασ, οὐ δὴ ἀληθὲσ κατ' αἰτίασ τὰ πάντα γίγνεσθαι, ἀλλ' ἓν ἔσται τὰ πάντα. 'Ώστε οὔτε ἡμει̃σ ἡμει̃σ οὔτε τι ἡμέτερον ἔργον: οὐδὲ λογιζόμεθα αὐτοί, ἀλλ' ἑτέρου λογισμοὶ τὰ ἡμέτερα βουλεύματα: οὐδὲ πράττομεν ἡμει̃σ, ὥσπερ οὐδ' οἱ πόδεσ λακτίζουσιν, ἀλλ' ἡμει̃σ διὰ μερω̃ν τω̃ν ἑαυτω̃ν. 'Αλλὰ γὰρ δει̃ καὶ ἕκαστον ἕκαστον εἰ̃ναι καὶ πράξεισ ἡμετέρασ καὶ διανοίασ ὑπάρχειν καὶ τὰσ ἑκάστου καλάσ τε καὶ αἰσχρὰσ πράξεισ παρ' αὐτου̃ ἑκάστου, ἀλλὰ μὴ τω̨̃ παντὶ τὴν γου̃ν τω̃ν αἰσχρω̃ν ποίησιν ἀνατιθέναι.

5. 'Αλλ' ἴσωσ μὲν οὐχ οὕτωσ ἕκαστα περαίνεται, ἡ δὲ φορὰ διοικου̃σα πάντα καὶ ἡ τω̃ν ἄστρων κίνησισ οὕτωσ ἕκαστα τίθησιν, ὡσ ἂν πρὸσ ἄλληλα στάσεωσ ἔχη̨ μαρτυρίαισ καὶ ἀνατολαι̃σ, δύσεσί τε καὶ παραβολαι̃σ. 'Απὸ τούτων γου̃ν μαντευόμενοι προλέγουσι περί τε τω̃ν ἐν τω̨̃ παντὶ ἐσομένων περί τε ἑκάστου, ὅπωσ τε τύχησ καὶ διανοίασ οὐχ ἥκιστα ἕξει. 'Ορα̃ν δὲ καὶ τὰ ἄλλα ζω̨̃ά τεκαὶ φυτὰ ἀπὸ τη̃σ τούτων συμπαθείασ αὐξόμενά τε καὶ μειούμενα καὶ τὰ ἄλλα παρ' αὐτω̃ν πάσχοντα: τούσ τε τόπουσ τοὺσ ἐπὶ γη̃σ διαφέροντασ ἀλλήλων εἰ̃ναι κατά τε τὴν πρὸσ τὸ πα̃ν σχέσιν καὶ πρὸσ ἥλιον μάλιστα: ἀκολουθει̃ν δὲ τοι̃σ τόποισ οὐ μόνον τὰ ἄλλα φυτά τε καὶ ζω̨̃α, ἀλλὰ καὶ ἀνθρώπων εἴδη τε καὶ μεγέθη καὶ χρόασ καὶ θυμοὺσ καὶ ἐπιθυμίασ ἐπιτηδεύματά τε καὶ ἤθη. Κυρία ἄρα ἡ του̃ παντὸσ πάντων φορά. Πρὸσ δὴ ταυ̃τα πρω̃τον μὲν ἐκει̃νο ῥητέον, ὅτι καὶ οὑ̃τοσ ἕτερον τρόπον ἐκείνοισ ἀνατίθησι τὰ ἡμέτερα, βουλὰσ καὶ πάθη, κακίασ τε καὶ ὁρμάσ, ἡμι̃ν δὲ οὐδὲν διδοὺσ λίθοισ φερομένοισ καταλείπει εἰ̃ναι, ἀλλ' οὐκ ἀνθρώποισ ἔχουσι παρ' αὑτω̃ν καὶ ἐκ τη̃σ αὑτω̃ν φύσεωσ ἔργον. 'Αλλὰ χρὴ διδόναι μὲν τὸ ἡμέτερον ἡμι̃ν, ἥκειν δὲ εἰσ τὰ ἡμέτερα ἤδη τινὰ ὄντα καὶ οἰκει̃α ἡμω̃ν ἀπὸ του̃ παντὸσ ἄττα, καὶ διαιρούμενον, τίνα μὲν ἡμει̃σ ἐργαζόμεθα, τίνα δὲ πάσχομεν ἐξ ἀνάγκησ, μὴ πάντα ἐκείνοισ ἀνατιθέναι: καὶ ἰέναι μὲν παρὰ τω̃ν τόπων καὶ τη̃σ διαφορα̃σ του̃ περιέχοντοσ εἰσ ἡμα̃σ οἱ̃ον θερμότητασ ἢ ψύξεισ ἐν τη̨̃ κράσει, ἰέναι δὲ καὶ παρὰ τω̃ν ...γειναμένων_: τοι̃σ γου̃ν γονευ̃σιν ὅμοιοι καὶ τὰ εἴδη ὡσ τὰ πολλὰ καί τινα τω̃ν ἀλόγων τη̃σ ψυχη̃σ παθω̃ν. Οὐ μὴν ἀλλὰ καὶ ὁμοίων ὄντων τοι̃σ εἴδεσι παρὰ τοὺσ τόπουσ ἔν γε τοι̃σ ἤθεσι πλείστη παραλλαγὴ καὶ ἐν ται̃σ διανοίαισ ἐνορα̃ται, ὡσ ἂν ἀπ' ἄλλησ ἀρχη̃σ τω̃ν τοιούτων ἰόντων. Αἵ τε πρὸσ τὰσ κράσεισ τω̃ν σωμάτων καὶ πρὸσ τὰσ ἐπιθυμίασ ἐναντιώσεισ καὶ ἐνταυ̃θα πρεπόντωσ λέγοιντο ἄν. Εἰ δ' ὅτι εἰσ τὴν τω̃ν ἄστρων σχέσιν ὁρω̃ντεσ περὶ ἑκάστων λέγουσι τὰ γινόμενα, παρ' ἐκείνων ποιει̃σθαι τεκμαίρονται, ὁμοίωσ ἂν καὶ οἱὄρνεισ ποιητικοὶ ὡ̃ν σημαίνουσιν εἰ̃εν καὶ πάντα, εἰσ ἃ βλέποντεσ οἱ μάντεισ προλέγουσιν. 'Έτι δὲ καὶ ἐκ τω̃νδε ἀκριβέστερον ἄν τισ περὶ τούτων ἐπισκέψαιτο. 'Ά τισ ἂν ἰδὼν εἰσ τὴν τω̃ν ἄστρων σχέσιν, ἣν εἰ̃χον ὅτε ἕκαστοσ ἐγίνετο, προείποι, ταυ̃τά φασι καὶ γίνεσθαι παρ' αὐτω̃ν οὐ σημαινόντων μόνον, ἀλλὰ καὶ ποιούντων. 'Όταν τοίνυν περὶ εὐγενείασ λέγωσιν ὡσ ἐξ ἐνδόξων τω̃ν πατέρων καὶ μητέρων, πω̃σ ἔνι ποιει̃σθαι λέγειν ταυ̃τα, ἃ προυπάρχει περὶ τοὺσ γονει̃σ πρὶν τὴν σχέσιν γενέσθαι ταύτην τω̃ν ἄστρων ἀφ' ἡ̃σ προλέγουσι; Καὶ μὴν καὶ γονέων τύχασ ἀπὸ τω̃ν παίδων τη̃σ γενέσεωσ καὶ παίδων διαθέσεισ οἱ̃αι ἔσονται καὶ ὁποίαισ συνέσονται τύχαισ ἀπὸ τω̃ν πατέρων περὶ τω̃ν οὔπω γεγονότων λέγουσι καὶ ἐξ ἀδελφω̃ν ἀδελφω̃ν θανάτουσ καὶ ἐκ γυναικω̃ν τὰ περὶ τοὺσ ἄνδρασ ἀνάπαλίν τε ἐκ τούτων ἐκει̃να. Πω̃σ ἂν οὐ̃ν ἡ ἐπὶ ἑκάστου σχέσισ τω̃ν ἄστρων ποιοι̃, ἃ ἤδη ἐκ πατέρων οὕ&# 964;ωσ ἕξειν λέγεται; 'Ή γὰρ ἐκει̃να τὰ πρότερα ἔσται τὰ ποιου̃ντα, ἢ εἰ μὴ ἐκει̃να ποιει̃, οὐδὲ ταυ̃τα. Καὶ μὴν καὶ ἡ ὁμοιότησ ἐν τοι̃σ εἴδεσι πρὸσ τοὺσ γονέασ οἴκοθέν φησι καὶ κάλλοσ καὶ αἰ̃σχοσ ἰέναι, ἀλλ' οὐ παρὰ φορα̃σ ἄστρων. Εὔλογόν τε κατὰ τοὺσ αὐτοὺσ χρόνουσ [καὶ ἅμα] ζω̨̃ά τε παντοδαπὰ καὶ ἀνθρώπουσ ἅμα γίνεσθαι: οἱ̃σ ἅπασιν ἐχρη̃ν τὰ αὐτὰ εἰ̃ναι, οἱ̃σ ἡ αὐτὴ σχέσισ. Πω̃σ οὐ̃ν [καὶ] ἅμα μὲν ἀνθρώπουσ, ἅμα δὲ τὰ ἄλλα διὰ τω̃ν σχημάτων;

6. 'Αλλὰ γὰρ γίγνεται μὲν ἕκαστα κατὰ τὰσ αὐτω̃νφύσεισ, ἵπποσ μέν, ὅτι ἐξ ἵππου, καὶ ἄνθρωποσ, ὅτι ἐξ ἀνθρώπου, καὶ τοιόσδε, ὅτι ἐκ τοιου̃δε. 'Έστω δὲ συνεργὸσ καὶ ἡ του̃ παντὸσ φορὰ συγχωρου̃σα τὸ πολὺ τοι̃σ γινομένοισ, ἔστωσαν δὲ πρὸσ τὰ του̃ σώματοσ πολλὰ σωματικω̃σ διδόντεσ, θερμότητασ καὶ ψύξεισ καὶ σωμάτων κράσεισ ἐπακολουθούσασ, πω̃σ οὐ̃ν τὰ ἤθη καὶ ἐπιτηδεύματα καὶ μάλιστα οὐχ ὅσα δοκει̃ κράσει σωμάτων δουλεύειν, οἱ̃ον γραμματικὸσ τίσ καὶ γεωμετρικὸσ καὶ κυβευτικὸσ καὶ τω̃νδε τίσ εὑρετήσ; πονηρία δὲ ἤθουσ παρὰ θεω̃ν ὄντων πω̃σ ἂν δοθείη; καὶ ὅλωσ ὅσα λέγονται διδόναι κακὰ κακούμενοι, ὅτι δύνουσι καὶ ὅτι ὑπὸ γη̃ν φέρονται, ὥσπερ διάφορόν τι πασχόντων, εἰ πρὸσ ἡμα̃σ δύνοιεν, ἀλλ' οὐκ ἀεὶ ἐπὶ σφαίρασ οὐρανίασ φερομένων καὶ πρὸσ τὴν γη̃ν τὴν αὐτὴν ἐχόντων σχέσιν; Οὐδὲ λεκτέον, ὡσ ἄλλοσ ἄλλον ἰδὼν τω̃ν θεω̃ν κατ' ἄλλην καὶ ἄλλην στάσιν χείρων ἢ κρείττων γίνεται: ὥστε εὐπαθου̃ντασ μὲν ἡμα̃σ εὐ̃ ποιει̃ν, κακου̃ν δέ, εἰ τἀναντία: ἀλλὰ μα̃λλον, ὡσ φέρεται μὲν ταυ̃τα ἐπὶ σωτηρία̨ τω̃ν ὅλων, παρέχεται δὲ καὶ ἄλλην χρείαν τὴν του̃ εἰσ αὐτὰ ὥσπερ γράμματα βλέποντασ τοὺσ τὴν τοιαύτην γραμματικὴν εἰδότασ ἀναγινώσκειν τὰ μέλλοντα ἐκ τω̃ν σχημάτων κατὰ τὸ ἀνάλογον μεθοδεύοντασ τὸ σημαινόμενον: ὥσπερ εἴ τισ λέγοι, ἐπειδὴ ὑψηλὸσ ὁ ὄρνισ, σημαίνει ὑψηλάσ τινασ πράξεισ.

7. λοιπὸν δὲ ἰδει̃ν τὴν ἐπιπλέκουσαν καὶ οἱ̃ον συνείρουσαν ἀλλήλοισ πάντα καὶ τὸ πὼσ ἐφ' ἑκάστου ἐπιφέρουσαν ἀρχὴν τιθεμένην μίαν, ἀφ' ἡ̃σ πάντα κατὰ λόγουσ σπερματικοὺσ περαίνεται. 'Έστι μὲν οὐ̃ν καὶ αὕτη ἡ δόξα ἐγγὺσ ἐκείνησ τη̃σ πα̃σαν καὶ σχέσιν καὶ κίνησιν ἡμετέραν τε καὶ πα̃σαν ἐκ τη̃σ τω̃ν ὅλων ψυχη̃σ ἥκειν λεγούσησ, εἰ καὶ βούλεταί τι ἡμι̃ν καὶ ἑκάστοισ χαρίζεσθαι εἰσ τὸ παρ' ἡμω̃ν ποιει̃ν τι. 'Έχει μὲν οὐ̃ν τὴν πάντωσ πάντων ἀνάγκην, καὶ πάντων εἰλημμένων τω̃ν αἰτίων οὐκ ἔστιν ἕκαστον μὴ οὐ γίνεσθαι: οὐδὲν γὰρ ἔτι τὸ κωλυ̃σον ἢ ἄλλωσ γενέσθαι ποιη̃σον, εἰ πάντα εἴληπται ἐν τη̨̃ εἱμαρμένη̨. Τοιαυ̃τα δὲ ὄντα ὡσ ἀπὸ μια̃σ ἀρχη̃σ ὡρμημένα ἡμι̃ν οὐδὲν καταλείψει, ἢ φέρεσθαι ὅπη̨ ἂν ἐκει̃να ὠθη̨̃. Αἵ τε γὰρ φαντασίαι τοι̃σ προηγησαμένοισ αἵ τε ὁρμαὶ κατὰ ταύτασ ἔσονται, ὄνομά τε μόνον τὸ ἐφ' ἡμι̃ν ἔσται: οὐ γὰρ ὅτι ὁρμω̃μεν ἡμει̃σ, ταύτη̨ τι πλέον ἔσται τη̃σ ὁρμη̃σ κατ' ἐκει̃να γεννωμένησ: τοιου̃τόν τε τὸ ἡμέτερον ἔσται, οἱ̃ον καὶ τὸ τω̃ν ἄλλων ζώ̨ων καὶ τὸ τω̃ν νηπίων καθ' ὁρμὰσ τυφλὰσ ἰόντων καὶ τὸ τω̃ν μαινομένων: ὁρμω̃σι γὰρ καὶ οὑ̃τοι: καὶ νὴ Δία καὶ πυρὸσ ὁρμαὶ καὶ πάντων ὅσα δουλεύοντα τη̨̃ αὐτω̃ν κατασκευη̨̃ φέρεται κατὰ ταύτην. Του̃το δὲ καὶ πάντεσ ὁρω̃ντεσ οὐκ ἀμφισβητου̃σιν, ἀλλὰ τη̃σ ὁρμη̃σ ταύτησ ἄλλασ αἰτίασ ζητου̃ντεσ οὐχ ἵστανται ὡσ ἐπ' ἀρχη̃σ ταύτησ.

8. τίσ οὐ̃ν ἄλλη αἰτία παρὰ ταύτασ ἐπελθου̃σα ἀναίτιόν τε οὐδὲν καταλείψει ἀκολουθίαν τε τηρήσει καὶ τάξιν ἡμα̃σ τέ τι εἰ̃ναι συγχωρήσει προρρήσεισ τε καὶ μαντείασ οὐκ ἀναιρήσει; Ψυχὴν δὴ δει̃ ἀρχὴν οὐ̃σαν ἄλλην ἐπεισφέροντασ εἰσ τὰ ὄντα, οὐ μόνον τὴν του̃ παντόσ, ἀλλὰ καὶτὴν ἑκάστου μετὰ ταύτησ, ὡσ ἀρχη̃σ οὐ σμικρα̃σ οὔσησ, πλέκειν τὰ πάντα, οὐ γινομένησ καὶ αὐτη̃σ, ὥσπερ τὰ ἄλλα, ἐκ σπερμάτων, ἀλλὰ πρωτουργου̃ αἰτίασ οὔσησ. 'Άνευ μὲν οὐ̃ν σώματοσ οὐ̃σα κυριωτάτη τε αὐτη̃σ καὶ ἐλευθέρα καὶ κοσμικη̃σ αἰτίασ ἔξω: ἐνεχθει̃σα δὲ εἰσ σω̃μα οὐκέτι πάντα κυρία, ὡσ ἂν μεθ' ἑτέρων ταχθει̃σα. Τύχαι δὲ τὰ κύκλω̨ πάντα, οἱ̃σ συνέπεσεν ἐλθου̃σα εἰσ μέσον, τὰ πολλὰ ἤγαγον, ὥστε τὰ μὲν ποιει̃ν διὰ ταυ̃τα, τὰ δὲ κρατου̃σαν αὐτὴν ταυ̃τα ὅπη̨ ἐθέλει ἄγειν. Πλείω δὲ κρατει̃ ἡ ἀμείνων, ἐλάττω δὲ ἡ χείρων. 'Η γὰρ κράσει σώματόσ τι ἐνδιδου̃σα ἐπιθυμει̃ν ἢ ὀργίζεσθαι ἠνάγκασται ἢ πενίαισ ταπεινὴ ἢ πλούτοισ χαυ̃νοσ ἢ δυνάμεσι τύραννοσ: ἡ δὲ καὶ ἐν τοι̃σ αὐτοι̃σ τούτοισ ἀντέσχεν, ἡ ἀγαθὴ τὴν φύσιν, καὶ ἠλλοίωσεν αὐτὰ μα̃λλον ἢ ἠλλοιώθη, ὥστε τὰ μὲν ἑτεροιω̃σαι, τοι̃σ δὲ συγχωρη̃σαι μὴ μετὰ κάκησ.

9. 'Αναγκαι̃α μὲν οὐ̃ν ταυ̃τα, ὅσα προαιρέσει καὶ τύχαισ κραθέντα γίνεται: τί γὰρ ἂν ἔτι καὶ ἄλλο εἴη; Πάντων δὲ ληφθέντων τω̃ν αἰτίων πάντα πάντωσ γίνεται: ἐν τοι̃σ ἔξωθεν δὲ καὶ εἴ τι ἐκ τη̃σ φορα̃σ συντελει̃ται. 'Όταν μὲν οὐ̃ν ἀλλοιωθει̃σα παρὰ τω̃ν ἔξω ψυχὴ πράττη̨ τι καὶ ὁρμα̨̃ οἱ̃ον τυφλη̨̃ τη̨̃ φορα̨̃ χρωμένη, οὐχὶ ἑκούσιον τὴν πρα̃ξιν οὐδὲ τὴν διάθεσιν λεκτέον: καὶ ὅταν αὐτὴ παρ' αὑτη̃σ χείρων οὐ̃σα οὐκ ὀρθαι̃σ πανταχου̃ οὐδὲ ἡγεμονούσαισ ται̃σὁρμαι̃σ ἠ̨̃ χρωμένη. Λόγον δὲ ὅταν ἡγεμόνα καθαρὸν καὶ ἀπαθη̃ τὸν οἰκει̃ον ἔχουσα ὁρμα̨̃, ταύτην μόνην τὴν ὁρμὴν φατέον εἰ̃ναι ἐφ' ἡμι̃ν καὶ ἑκούσιον, καὶ του̃το εἰ̃ναι τὸ ἡμέτερον ἔργον, ὃ μὴ ἄλλοθεν ἠ̃λθεν, ἀλλ' ἔνδοθεν ἀπὸ καθαρα̃σ τη̃σ ψυχη̃σ, ἀπ' ἀρχη̃σ πρώτησ ἡγουμένησ καὶ κυρίασ, ἀλλ' οὐ πλάνην ἐξ ἀγνοίασ παθούσησ ἢ ἡ̃τταν ἐκ βίασ ἐπιθυμιω̃ν, αἳ προσελθου̃σαι ἄγουσι καὶ ἕλκουσι καὶ οὐκέτι ἔργα ἐω̃σιν εἰ̃ναι, ἀλλὰ παθήματα παρ' ἡμω̃ν.

10. τέλοσ δή φησιν ὁ λόγοσ πάντα μὲν σημαίνεσθαι καὶ γίνεσθαι κατ' αἰτίασ μὲν πάντα, διττὰσ δὲ ταύτασ: καὶ τὰ μὲν ὑπὸ ψυχη̃σ, τὰ δὲ δι' ἄλλασ αἰτίασ τὰσ κύκλω̨. Πραττούσασ δὲ ψυχὰσ ὅσα πράττουσι κατὰ μὲν λόγον ποιούσασ ὀρθὸν παρ' αὑτω̃ν πράττειν, ὅταν πράττωσι, τὰ δ' ἄλλα ἐμποδιζομένασ τὰ αὑτω̃ν πράττειν, πάσχειν τε μα̃λλον ἢ πράττειν. 'Ώστε του̃ μὲν μὴ φρονει̃ν ἄλλα αἴτια εἰ̃ναι: καὶ ταυ̃τα ἴσωσ ὀρθὸν καθ' εἱμαρμένην λέγειν πράττειν, οἱ̃σ γε καὶ δοκει̃ ἔξωθεν τὴν εἱμαρμένην αἴτιον εἰ̃ναι: τὰ δὲ ἄριστα παρ' ἡμω̃ν: ταύτησ γὰρ καὶ τη̃σ φύσεώσ ἐσμεν, ὅταν μόνοι ὠ̃μεν: καὶ τούσ γε σπουδαίουσ [τὰ καλὰ] πράττειν καὶ ἐπ' αὐτοι̃σ [τὰ καλὰ πράττειν], τοὺσ δὲ ἄλλουσ, καθ' ὅσον ἂν ἀναπνεύσωσι συγχωρηθέντεσ τὰ καλὰ πράττειν, οὐκ ἄλλοθεν λαβόντασ τὸ φρονει̃ν, ὅταν φρονω̃σι, μόνον δὲ οὐ κωλυθέντασ.

III.2

1. τὸ μὲν τω̨̃ αὐτομάτω̨ καὶ τύχη̨ διδόναι του̃δε του̃ παντὸσ τὴν οὐσίαν καὶ σύστασιν ὡσ ἄλογον καὶ ἀνδρὸσ οὔτε νου̃ν οὔτε αἴσθησιν κεκτημένου, δη̃λόν που καὶ πρὸ λόγου καὶ πολλοὶ καὶ ἱκανοὶ καταβέβληνται δεικνύντεσ του̃το λόγοι: τὸ δὲ τίσ ὁ τρόποσ του̃ ταυ̃τα γίνεσθαι ἕκαστα καὶ πεποιη̃σθαι, ἐξ ὡ̃ν καὶ ἐνίων ὡσ οὐκ ὀρθω̃σ γινομένων ἀπορει̃ν περὶ τη̃σ του̃ παντὸσ προνοίασ συμβαίνει, καὶ τοι̃σ μὲν ἐπη̃λθε μηδὲ εἰ̃ναι εἰπει̃ν, τοι̃σ δὲ ὡσ ὑπὸ κακου̃ δημιουργου̃ ἐστι γεγενημένοσ, ἐπισκέψασθαι προσήκει ἄνωθεν καὶ ἐξ ἀρχη̃σ τὸν λόγον λαβόντασ. Πρόνοιαν τοίνυν τὴν μὲν ἐφ' ἑκάστω̨, ἥ ἐστι λόγοσ πρὸ ἔργου ὅπωσ δει̃ γενέσθαι ἢ μὴ γενέσθαι τι τω̃ν οὐ δεόντων πραχθη̃ναι ἢ ὅπωσ τι εἴη ἢ μὴ εἴη ἡμι̃ν, ἀφείσθω: ἣν δὲ του̃ παντὸσ λέγομεν πρόνοιαν εἰ̃ναι, ταύτην ὑποθέμενοι τὰ ἐφεξη̃σ συνάπτωμεν. Εἰ μὲν οὐ̃ν ἀπό τινοσ χρόνου πρότερονοὐκ ὄντα τὸν ...κόσμον _ἐλέγομεν γεγονέναι, τὴν αὐτὴν ἂν τω̨̃ λόγω̨ ἐτιθέμεθα, οἵαν καὶ ἐπὶ τοι̃σ κατὰ μέροσ ἐλέγομεν εἰ̃ναι, προόρασίν τινα καὶ λογισμὸν θεου̃, ὡσ ἂν γένοιτο τόδε τὸ πα̃ν, καὶ ὡσ ἂν ἄριστα κατὰ τὸ δυνατὸν εἴη. 'Επεὶ δὲ τὸ ἀεὶ καὶ τὸ οὔποτε μὴ τω̨̃ κόσμω̨ τω̨̃δέ φαμεν παρει̃ναι, τὴν πρόνοιαν ὀρθω̃σ ἂν καὶ ἀκολούθωσ λέγοιμεν τω̨̃ παντὶ εἰ̃ναι τὸ κατὰ νου̃ν αὐτὸν εἰ̃ναι, καὶ νου̃ν πρὸ αὐτου̃ εἰ̃ναι οὐχ ὡσ χρόνω̨ πρότερον ὄντα, ἀλλ' ὅτι παρὰ νου̃ ἐστι καὶ φύσει πρότεροσ ἐκει̃νοσ καὶ αἴτιοσ τούτου ἀρχέτυπον οἱ̃ον καὶ παράδειγμα εἰκόνοσ τούτου ὄντοσ καὶ δι' ἐκει̃νον ὄντοσ καὶ ὑποστάντοσ ἀεί, τόνδε τὸν τρόπον: ἡ του̃ νου̃ καὶ του̃ ὄντοσ φύσισ κόσμοσ ἐστὶν ὁ ἀληθινὸσ καὶ πρω̃τοσ, οὐ διαστὰσ ἀφ' ἑαυτου̃ οὐδὲ ἀσθενὴσ τω̨̃ μερισμω̨̃ οὐδὲ ἐλλιπὴσ οὐδὲ τοι̃σ μέρεσι γενόμενοσ ἅτε ἑκάστου μὴ ἀποσπασθέντοσ του̃ ὅλου: ἀλλ' ἡ πα̃σα ζωὴ αὐτου̃ καὶ πα̃σ νου̃σ ἐν ἑνὶ ζω̃σα καὶ νοου̃σα ὁμου̃ καὶ τὸ μέροσ παρέχεται ὅλον καὶ πα̃ν αὐτω̨̃ φίλον οὐ χωρισθὲν ἄλλο ἀπ' ἄλλου οὐδὲ ἕτερον γεγενημένον μόνον καὶ τω̃ν ἄλλων ἀπεξενωμένον: ὅθεν οὐδὲ ἀδικει̃ ἄλλο ἄλλο οὐδ' ἂν ἠ̨̃ ἐναντίον. Πανταχου̃ δὲ ὂν ἓν καὶ τέλειον ὁπουου̃ν ἕστηκέ τε καὶ ἀλλοίωσιν οὐκ ἔχει: οὐδὲ γὰρ ποιει̃ ἄλλο εἰσ ἄλλο. Τίνοσ γὰρ ἂν ἕνεκα ποιοι̃ ἐλλει̃πον οὐδενί; Τί δ' ἂν λόγοσ λόγον ἐργάσαιτο ἢ νου̃σ νου̃ν ἄλλον; 'Αλλὰ τὸ δι' αὐτου̃ δύνασθαί τι ποιει̃ν ἠ̃ν ἄρα οὐκ εὐ̃ ἔχοντοσ πάντη, ἀλλὰ ταύτη̨ ποιου̃ντοσ καὶ κινουμένου, καθ' ὅ τι καὶ χει̃ρόν ἐστι: τοι̃σ δὲ πάντημακαρίοισ ἐν αὐτοι̃σ ἑστάναι καὶ του̃το εἰ̃ναι, ὅπερ εἰσί, μόνον ἀρκει̃, τὸ δὲ πολυπραγμονει̃ν οὐκ ἀσφαλὲσ ἑαυτοὺσ ἐξ αὐτω̃ν παρακινου̃σιν. 'Αλλὰ γὰρ οὕτω μακάριον κἀκει̃νο, ὡσ ἐν τω̨̃ μὴ ποιει̃ν μεγάλα αὐ̃ ἐργάζεσθαι, καὶ ἐν τω̨̃ ἐφ' ἑαυτου̃ μένειν οὐ σμικρὰ ποιει̃ν.

2. 'Υφίσταται γου̃ν ἐκ του̃ κόσμου του̃ ἀληθινου̃ ἐκείνου καὶ ἑνὸσ κόσμοσ οὑ̃τοσ οὐχ εἱ̃σ ἀληθω̃σ: πολὺσ γου̃ν καὶ εἰσ πλη̃θοσ μεμερισμένοσ καὶ ἄλλο ἀπ' ἄλλου ἀφεστηκὸσ καὶ ἀλλότριον γεγενημένον καὶ οὐκέτι φιλία μόνον, ἀλλὰ καὶ ἔχθρα τη̨̃ διαστάσει καὶ ἐν τη̨̃ ἐλλείψει ἐξ ἀνάγκησ πολέμιον ἄλλο ἄλλω̨. Οὐ γὰρ ἀρκει̃ αὐτω̨̃ τὸ μέροσ, ἀλλὰ σω̨ζόμενον τω̨̃ ἄλλω̨ πολέμιόν ἐστιν ὑφ' οὑ̃ σώ̨ζεται. Γέγονε δὲ οὐ λογισμω̨̃ του̃ δει̃ν γενέσθαι, ἀλλὰ φύσεωσ δευτέρασ ἀνάγκη̨: οὐ γὰρ ἠ̃ν τοιου̃τον ἐκει̃νο οἱ̃ον ἔσχατον εἰ̃ναι τω̃ν ὄντων. Πρω̃τον γὰρ ἠ̃ν καὶ πολλὴν δύναμιν ἔχον καὶ πα̃σαν: καὶ ταύτην τοίνυν τὴν του̃ ποιει̃ν ἄλλο ἄνευ του̃ ζητει̃ν ποιη̃σαι. 'Ήδη γὰρ ἂν αὐτόθεν οὐκ εἰ̃χεν, εἰ ἐζήτει, οὐδ' ἂν ἠ̃ν ἐκ τη̃σ αὐτου̃ οὐσίασ, ἀλλ' ἠ̃ν οἱ̃ον τεχνίτησ ἀπ' αὐτου̃ τὸ ποιει̃ν οὐκ ἔχων, ἀλλ' ἐπακτόν, ἐκ του̃ μαθει̃ν λαβὼν του̃το. Νου̃σ τοίνυν δούσ τι ἑαυτου̃ εἰσ ὕλην ἀτρεμὴσ καὶ ἥσυχοσ τὰ πάντα εἰργάζετο: οὑ̃τοσ δὲ ὁ λόγοσ ἐκ νου̃ ῥυείσ. Τὸ γὰρ ἀπορρέον ἐκ νου̃ λόγοσ, καὶ ἀεὶ ἀπορρει̃, ἕωσ ἂν ἠ̨̃ παρὼν ἐν τοι̃σ οὐ̃σι νου̃σ. 'Ώσπερ δὲ ἐν λόγω̨ τω̨̃ ἐν σπέρματι ὁμου̃ πάντων καὶ ἐν τω̨̃ αὐτω̨̃ ὄντων καὶ οὐδενὸσ οὐδενὶ μαχομένου οὐδὲ διαφερομένου οὐδὲ ἐμποδίου ὄντοσ, γίνεταί τι ἤδη ἐν ὄγκω̨ καὶ ἄλλο μέροσ ἀλλαχου̃ καὶ δὴ καὶ ἐμποδίσειεν ἂν ἕτερον ἑτέρω̨ καὶἀπαναλώσειεν ἄλλο ἄλλο, οὕτω δὴ καὶ ἐξ ἑνὸσ νου̃ καὶ του̃ ἀπ' αὐτου̃ λόγου ἀνέστη τόδε τὸ πα̃ν καὶ διέστη καὶ ἐξ ἀνάγκησ τὰ μὲν ἐγένετο φίλα καὶ προσηνη̃, τὰ δὲ ἐχθρὰ καὶ πολέμια, καὶ τὰ μὲν ἑκόντα, τὰ δὲ καὶ ἄκοντα ἀλλήλοισ ἐλυμήνατο καὶ φθειρόμενα θάτερα γένεσιν ἄλλοισ εἰργάσατο, καὶ μίαν ἐπ' αὐτοι̃σ τοιαυ̃τα ποιου̃σι καὶ πάσχουσιν ὅμωσ ἁρμονίαν ἐνεστήσατο φθεγγομένων μὲν ἑκάστων τὰ αὑτω̃ν, του̃ δὲ λόγου ἐπ' αὐτοι̃σ τὴν ἁρμονίαν καὶ μίαν τὴν σύνταξιν εἰσ τὰ ὅλα ποιουμένου. 'Έστι γὰρ τὸ πα̃ν τόδε οὐχ ὥσπερ ἐκει̃ νου̃σ καὶ λόγοσ, ἀλλὰ μετέχον νου̃ καὶ λόγου. Διὸ καὶ ἐδεήθη ἁρμονίασ συνελθόντοσ <νου̃ καὶ ἀνάγκησ>, τη̃σ μὲν πρὸσ τὸ χει̃ρον ἑλκούσησ καὶ εἰσ ἀλογίαν φερούσησ ἅτε οὐκ οὔσησ λόγου, <ἄρχοντοσ δὲ νου̃> ὅμωσ <ἀνάγκησ>. 'Ο μὲν γὰρ νοητὸσ μόνον λόγοσ, καὶ οὐκ ἂν γένοιτο ἄλλοσ μόνον λόγοσ: εἰ δέ τι ἐγένετο ἄλλο, ἔδει ἔλαττον ἐκείνου καὶ μὴ λόγον, μηδ' αὐ̃ ὕλην τινά: ἄκοσμον γάρ: μικτὸν ἄρα. Καὶ εἰσ ἃ μὲν λήγει, ὕλη καὶ λόγοσ, ὅθεν δὲ ἄρχεται, ψυχὴ ἐφεστω̃σα τω̨̃ μεμιγμένω̨, ἣν οὐ κακοπαθει̃ν δει̃ νομίζειν ῥα̨̃στα διοικου̃σαν τόδε τὸ πα̃ν τη̨̃ οἱ̃ον παρουσία̨.

3. καὶ οὐκ ἄν τισ εἰκότωσ οὐδὲ τούτω̨ μέμψαιτο ὡσ οὐκαλω̨̃ οὐδὲ τω̃ν μετὰ σώματοσ οὐκ ἀρίστω̨, οὐδ' αὐ̃ τὸν αἴτιον του̃ εἰ̃ναι αὐτω̨̃ αἰτιάσαιτο πρω̃τον μὲν ἐξ ἀνάγκησ ὄντοσ αὐτου̃ καὶ οὐκ ἐκ λογισμου̃ γενομένου, ἀλλὰ φύσεωσ ἀμείνονοσ γεννώσησ κατὰ φύσιν ὅμοιον ἑαυτη̨̃: ἔπειτα οὐδ' εἰ λογισμὸσ εἴη ὁ ποιήσασ, αἰσχυνει̃ται τω̨̃ ποιηθέντι: ὅλον γάρ τι ἐποίησε πάγκαλον καὶ αὔταρκεσ καὶ φίλον αὑτω̨̃ καὶ τοι̃σ μέρεσι τοι̃σ αὐτου̃ τοι̃σ τε κυριωτέροισ καὶ τοι̃σ ἐλάττοσιν ὡσαύτωσ προσφόροισ. 'Ο τοίνυν ἐκ τω̃ν μερω̃ν τὸ ὅλον αἰτιώμενοσ ἄτοποσ ἂν εἴη τη̃σ αἰτίασ: τά τε γὰρ μέρη πρὸσ αὐτὸ τὸ ὅλον δει̃ σκοπει̃ν, εἰ σύμφωνα καὶ ἁρμόττοντα ἐκείνω̨, τό τε ὅλον σκοπούμενον μὴ πρὸσ μέρη ἄττα μικρὰ βλέπειν. Του̃το γὰρ οὐ τὸν κόσμον αἰτιωμένου, ἀλλά τινα τω̃ν αὐτου̃ χωρὶσ λαβόντοσ, οἱ̃ον εἰ παντὸσ ζώ̨ου τρίχα ἢ τω̃ν χαμαὶ δάκτυλον ἀμελήσασ τὸν πάντα ἄνθρωπον, δαιμονίαν τινὰ ὄψιν βλέπειν, ἢ νὴ Δία τὰ ἄλλα ζω̨̃α ἀφεὶσ τὸ εὐτελέστατον λαμβάνοι, ἢ τὸ ὅλον γένοσ παρείσ, οἱ̃ον τὸ ἀνθρώπου, Θερσίτην εἰσ μέσον ἄγοι. 'Επεὶ οὐ̃ν τὸ γενόμενον ὁ κόσμοσ ἐστὶν ὁ σύμπασ, του̃τονθεωρω̃ν τάχα ἂν ἀκούσαισ παρ' αὐτου̃, ὡσ "ἐμὲ πεποίηκε θεὸσ κἀγὼ ἐκει̃θεν ἐγενόμην τέλειοσ ἐκ πάντων ζώ̨ων καὶ ἱκανὸσ ἐμαυτω̨̃ καὶ αὐτάρκησ οὐδενὸσ δεόμενοσ, ὅτι πάντα ἐν ἐμοὶ καὶ φυτὰ καὶ ζω̨̃α καὶ συμπάντων τω̃ν γενητω̃ν φύσισ καὶ θεοὶ πολλοὶ καὶ δαιμόνων δη̃μοι καὶ ψυχαὶ ἀγαθαὶ καὶ ἄνθρωποι ἀρετη̨̃ εὐδαίμονεσ. Οὐ γὰρ δὴ γη̃ μὲν κεκόσμηται φυτοι̃σ τε πα̃σι καὶ ζώ̨οισ παντοδαποι̃σ καὶ μέχρι θαλάττησ ψυχη̃σ ἠ̃λθε δύναμισ, ἀὴρ δὲ πα̃σ καὶ αἰθὴρ καὶ οὐρανὸσ σύμπασ ψυχη̃σ ἄμοιροσ, ἀλλ' ἐκει̃ ψυχαὶ ἀγαθαὶ πα̃σαι, ἄστροισ ζη̃ν διδου̃σαι καὶ τη̨̃ εὐτάκτω̨ οὐρανου̃ καὶ ἀιδίω̨ περιφορα̨̃ νου̃ μιμήσει κύκλω̨ φερομένη̨ ἐμφρόνωσ περὶ ταὐτὸν ἀεί: οὐδὲν γὰρ ἔξω ζητει̃. Πάντα δὲ τὰ ἐν ἐμοὶ ἐφίεται μὲν του̃ ἀγαθου̃, τυγχάνει δὲ κατὰ δύναμιν τὴν ἑαυτω̃ν ἕκαστα: ἐξήρτηται γὰρ πα̃σ μὲν οὐρανὸσ ἐκείνου, πα̃σα δὲ ἐμὴ ψυχὴ καὶ οἱ ἐν μέρεσιν ἐμοι̃σ θεοί, καὶ τὰ ζω̨̃α δὲ πάντα καὶ φυτὰ καὶ εἴ τι ἄψυχον δοκει̃ εἰ̃ναι ἐν ἐμοί. Καὶ τὰ μὲν του̃ εἰ̃ναι μετέχειν δοκει̃ μόνον, τὰ δὲ του̃ ζη̃ν, τὰ δὲ μα̃λλον ἐν τω̨̃ αἰσθάνεσθαι, τὰ δὲ ἤδη λόγον ἔχει, τὰ δὲ πα̃σαν ζωήν. Οὐ γὰρ τὰ ἴσα ἀπαιτει̃ν δει̃ τοι̃σ μὴ ἴσοισ: οὐδὲ γὰρ δακτύλω̨ τὸ βλέπειν, ἀλλὰ ὀφθαλμω̨̃ του̃το, δακτύλω̨ δὲ ἄλλο, τὸ εἰ̃ναι οἰ̃μαι δακτύλω̨ καὶ τὸ αὑτου̃ ἔχειν."

4. πυ̃ρ δὲ εἰ ὑπὸ ὕδατοσ σβέννυται καὶ ἕτερον ὑπὸ πυρὸσ φθείρεται, μὴ θαυμάση̨σ. Καὶ γὰρ εἰσ τὸ εἰ̃ναι ἄλλο αὐτὸ ἤγαγεν, οὐκ ἀχθὲν ὑφ' αὑτου̃ ὑπ' ἄλλου ἐφθάρη, καὶ ἠ̃λθε δὲ εἰσ τὸ εἰ̃ναι ὑπ' ἄλλου φθορα̃σ, καὶ ἡ φθορὰ δὲ αὐτω̨̃ οὐδὲν ἂν ἡ οὕτω δεινὸν φέροι, καὶ ἀντὶ του̃ φθαρέντοσ πυρὸσ πυ̃ρ ἄλλο. Τω̨̃ μὲν γὰρ ἀσωμάτω̨ οὐρανω̨̃ ἕκαστον μένει, ἐν δὲ τω̨̃δε τω̨̃ οὐρανω̨̃ πα̃ν μὲν ἀεὶ ζη̨̃ καὶ ὅσα τίμια καὶ κύρια μέρη, αἱ δὲ ἀμείβουσαι ψυχαὶ σώματα καὶ ἄλλοτε ἐν ἄλλω̨ εἴδει γίγνονται, καὶ ὅταν δὲ δύνηται, ἔξω γενέσεωσ στα̃σα ψυχὴ μετὰ τη̃σ πάσησ ἐστὶ ψυχη̃σ. Σώματα δὲ ζη̨̃ κατ' εἰ̃δοσ καὶ καθ' ὅλα ἕκαστα, εἴπερ ἐξ αὐτω̃ν καὶ ζω̨̃α ἔσται καὶ τραφήσεται: ζωὴ γὰρ ἐνταυ̃θα κινουμένη, ἐκει̃ δὲ ἀκίνητοσ. 'Έδει δὲ κίνησιν ἐξ ἀκινησίασ εἰ̃ναι καὶ ἐκ τη̃σ ἐν αὐτη̨̃ ζωη̃σ τὴν ἐξ αὐτη̃σ γεγονέναι ἄλλην, οἱ̃ον ἐμπνέουσαν καὶ οὐκ ἀτρεμου̃σαν ζωὴν ἀναπνοὴν τη̃σ ἠρεμούσησ οὐ̃σαν. Ζώ̨ων δὲ εἰσ ἄλληλα ἀναγκαι̃αι αἱ ἐπιθέσεισ καὶ φθοραί: οὐδὲ γὰρ ἀίδια ἐγίνετο. 'Εγίνετο δέ, ὅτι λόγοσ πα̃σαν ὕλην κατελάμβανε καὶ εἰ̃χεν ἐν αὑτω̨̃ πάντα ὄντων αὐτω̃ν ἐκει̃ ἐν τω̨̃ ἄνω οὐρανω̨̃: πόθεν γὰρ ἂν ἠ̃λθε μὴ ὄντων ἐκει̃; 'Ανθρώπων δὲ εἰσ ἀλλήλουσ ἀδικίαι ἔχοιεν μὲν ἂν αἰτίαν ἔφεσιν του̃ ἀγαθου̃,ἀδυναμία̨ δὲ του̃ τυχει̃ν σφαλλόμενοι ἐπ' ἄλλουσ τρέπονται. 'Ίσχουσι δὲ ἀδικου̃ντεσ δίκασ κακυνόμενοί [τε] ται̃σ ψυχαι̃σ ἐνεργείαισ κακίασ τάττονταί τε εἰσ τόπον χείρονα: οὐ γὰρ μήποτε ἐκφύγη̨ μηδὲν τὸ ταχθὲν ἐν τω̨̃ του̃ παντὸσ νόμω̨. 'Έστι δὲ οὐ διὰ τὴν ἀταξίαν τάξισ οὐδὲ διὰ τὴν ἀνομίαν νόμοσ, ὥσ τισ οἴεται, ἵνα γένοιτο ἐκει̃να διὰ τὰ χείρω καὶ ἵνα φαίνοιτο, ἀλλὰ διὰ τὴν τάξιν ἐπακτὸν οὐ̃σαν: καὶ ὅτι τάξισ, ἀταξία, καὶ διὰ τὸν νόμον καὶ τὸν λόγον καὶ ὅτι λόγοσ, παρανομία καὶ ἄνοια οὐ τω̃ν βελτιόνων τὰ χείρω πεποιηκότων, ἀλλὰ τω̃ν δέχεσθαι δεομένων τὰ ἀμείνω φύσει τη̨̃ ἑαυτω̃ν ἢ συντυχία̨ καὶ κωλύσει ἄλλων δέξασθαι οὐ δεδυνημένων. Τὸ γὰρ ἐπακτω̨̃ χρώμενον τάξει του̃το ἂν οὐ τύχοι ἢ δι' αὐτὸ παρ' αὐτου̃ ἢ δι' ἄλλο παρ' ἄλλου: πολλὰ δὲ ὑπ' ἄλλων πάσχει καὶ ἀκόντων τω̃ν ποιούντων καὶ πρὸσ ἄλλο ἱεμένων. Τὰ δὲ δι' αὐτὰ ἔχοντα κίνησιν αὐτεξούσιον ζω̨̃α ῥέποι ἂν ὁτὲ μὲν πρὸσ τὰ βελτίω, ὁτὲ δὲ πρὸσ τὰ χείρω. Τὴν δὲ πρὸσ τὰ χείρω ῥοπὴν παρά του ζητει̃ν ἴσωσ οὐκ ἄξιον: ὀλίγη γὰρ ῥοπὴ κατ' ἀρχὰσ γενομένη προιου̃σα ταύτη̨ πλέον καὶ μει̃ζον τὸ ἁμαρτανόμενον ἀεὶ ποιει̃: καὶ σω̃μα δὲ σύνεστι καὶ ἐξ ἀνάγκησἐπιθυμία: καὶ παροφθὲν τὸ πρω̃τον καὶ τὸ ἐξαίφνησ καὶ μὴ ἀναληφθὲν αὐτίκα καὶ αἵρεσιν εἰσ ὅ τισ ἐξέπεσεν εἰργάσατο. 'Έπεταί γε μὴν δίκη: καὶ οὐκ ἄδικον τοιόνδε γενόμενον ἀκόλουθα πάσχειν τη̨̃ διαθέσει, οὐδ' ἀπαιτητέον τούτοισ τὸ εὐδαιμονει̃ν ὑπάρχειν, οἱ̃σ μὴ εἴργασται εὐδαιμονίασ ἄξια. Οἱ δ' ἀγαθοὶ μόνοι εὐδαίμονεσ: διὰ του̃το γὰρ καὶ θεοὶ εὐδαίμονεσ.

5. εἰ τοίνυν καὶ ψυχαι̃σ ἐν τω̨̃δε τω̨̃ παντὶ ἔξεστιν εὐδαίμοσιν εἰ̃ναι, εἴ τινεσ μὴ εὐδαίμονεσ, οὐκ αἰτιατέον τὸν τόπον, ἀλλὰ τὰσ ἐκείνων ἀδυναμίασ οὐ δυνηθείσασ καλω̃σ ἐναγωνίσασθαι, οὑ̃ δὴ ἀ̃θλα ἀρετη̃σ πρόκειται. Καὶ μὴ θείουσ δὲ γενομένουσ θει̃ον βίον μὴ ἔχειν τί δεινόν; Πενίαι δὲ καὶ νόσοι τοι̃σ μὲν ἀγαθοι̃σ οὐδέν, τοι̃σ δὲ κακοι̃σ σύμφορα: καὶ ἀνάγκη νοσει̃ν σώματα ἔχουσι. Καὶ οὐκ ἀχρει̃α δὲ οὐδὲ ταυ̃τα παντάπασιν εἰσ σύνταξιν καὶ συμπλήρωσιν του̃ ὅλου. 'Ωσ γὰρ φθαρέντων τινω̃ν ὁ λόγοσ ὁ του̃ παντὸσ κατεχρήσατο τοι̃σ φθαρει̃σιν εἰσ γένεσιν ἄλλων-οὐδὲν γὰρ οὐδαμη̨̃ ἐκφεύγει τὸ ὑπὸ τούτου καταλαμβάνεσθαι-οὕτω καὶ κακωθέντοσ σώματοσ καὶ μαλακισθείσησ δὲ ψυχη̃σ τη̃σ τὰ τοιαυ̃τα πασχούσησ τὰ νόσοισ καὶ κακία̨ καταληφθέντα ὑπεβλήθη ἄλλω̨ εἱρμω̨̃ καὶ ἄλλη̨ τάξει. Καὶ τὰ μὲν αὐτοι̃σ συνήνεγκε τοι̃σ παθου̃σιν, οἱ̃ον πενία καὶ νόσοσ, ἡ δὲ κακία εἰργάσατό τι χρήσιμον εἰσ τὸὅλον παράδειγμα δίκησ γενομένη καὶ πολλὰ ἐξ αὐτη̃σ χρήσιμα παρασχομένη. Καὶ γὰρ ἐγρηγορότασ ἐποίησε καὶ νου̃ν καὶ σύνεσιν ἐγείρει πονηρίασ ὁδοι̃σ ἀντιταττομένων, καὶ μανθάνειν δὲ ποιει̃ οἱ̃ον ἀγαθὸν ἀρετὴ παραθέσει κακω̃ν ὡ̃ν οἱ πονηροὶ ἔχουσι. Καὶ οὐ γέγονε τὰ κακὰ διὰ ταυ̃τα, ἀλλ' ὅτι χρη̃ται καὶ αὐτοι̃σ εἰσ δέον, ἐπείπερ ἐγένετο, εἴρηται. Του̃το δὲ δυνάμεωσ μεγίστησ, καλω̃σ καὶ τοι̃σ κακοι̃σ χρη̃σθαι δύνασθαι καὶ τοι̃σ ἀμόρφοισ γενομένοισ εἰσ ἑτέρασ μορφὰσ χρη̃σθαι ἱκανὴν εἰ̃ναι. 'Όλωσ δὲ τὸ κακὸν ἔλλειψιν ἀγαθου̃ θετέον: ἀνάγκη δὲ ἔλλειψιν εἰ̃ναι ἐνταυ̃θα ἀγαθου̃, ὅτι ἐν ἄλλω̨. Τὸ οὐ̃ν ἄλλο, ἐν ὡ̨̃ ἐστι τὸ ἀγαθόν, ἕτερον ἀγαθου̃ ὂν ποιει̃ τὴν ἔλλειψιν: του̃το γὰρ οὐκ ἀγαθὸν ἠ̃ν. Διὸ <οὔτε ἀπολέσθαι τὰ κακά>, ὅτι τε ἄλλα ἄλλων ἐλάττω πρὸσ ἀγαθου̃ φύσιν ἕτερά τε τἀ̃λλα του̃ ἀγαθου̃ τὴν αἰτίαν τη̃σ ὑποστάσεωσ ἐκει̃θεν λαβόντα, τοιαυ̃τα δὴ γενόμενα τω̨̃ πόρρω.

6. τὸ δὲ παρ' ἀξίαν, ὅταν ἀγαθοὶ κακὰ ἔχωσι, φαυ̃λοι δὲ τὰ ἐναντία, τὸ μὲν λέγειν ὡσ οὐδὲν κακὸν τω̨̃ ἀγαθω̨̃ οὐδ' αὐ̃ τω̨̃ φαύλω̨ ἀγαθὸν ὀρθω̃σ μὲν λέγεται: ἀλλὰ διὰ τί τὰ μὲν παρὰ φύσιν τούτω̨, τὰ δὲ κατὰ φύσιν τω̨̃ πονηρω̨̃; Πω̃σ γὰρ καλω̃σ νέμειν οὕτω; 'Αλλ' εἰ τὸ κατὰ φύσιν οὐποιει̃ προσθήκην πρὸσ τὸ εὐδαιμονει̃ν, οὐδ' αὐ̃ τὸ παρὰ φύσιν ἀφαιρει̃ του̃ κακου̃ του̃ ἐν φαύλοισ, τί διαφέρει τὸ οὕτωσ ἢ οὕτωσ; 'Ώσπερ οὐδ' εἰ ὁ μὲν καλὸσ τὸ σω̃μα, ὁ δὲ αἰσχρὸσ ὁ ἀγαθόσ. 'Αλλὰ τὸ πρέπον καὶ ἀνάλογον καὶ τὸ κατ' ἀξίαν ἐκείνωσ ἂν ἠ̃ν, ὃ νυ̃ν οὐκ ἔστι: προνοίασ δὲ ἀρίστησ ἐκει̃νο ἠ̃ν. Καὶ μὴν καὶ τὸ δούλουσ, τοὺσ δὲ δεσπότασ εἰ̃ναι, καὶ ἄρχοντασ τω̃ν πόλεων τοὺσ κακούσ, τοὺσ δὲ ἐπιεικει̃σ δούλουσ εἰ̃ναι, οὐ πρέποντα ἠ̃ν, οὐδ' εἰ προσθήκην ταυ̃τα μὴ φέρει εἰσ ἀγαθου̃ καὶ κακου̃ κτη̃σιν. Καίτοι τὰ ἀνομώτατα ἂν πράξειεν ἄρχων πονηρόσ: καὶ κρατου̃σι δ' ἐν πολέμοισ οἱ κακοὶ καὶ οἱ̃α αἰσχρὰ δρω̃σιν αἰχμαλώτουσ λαβόντεσ. Πάντα γὰρ ταυ̃τα ἀπορει̃ν ποιει̃, ὅπωσ προνοίασ οὔσησ γίνεται. Καὶ γὰρ εἰ πρὸσ τὸ ὅλον βλέπειν δει̃ τὸν ὁτιου̃ν μέλλοντα ποιει̃ν, ἀλλὰ καὶ τὰ μέρη ὀρθω̃σ ἔχει τάττειν ἐν δέοντι αὐτω̨̃ καὶ μάλιστα, ὅταν ἔμψυχα ἠ̨̃ καὶ ζωὴν ἔχη̨ ἢ καὶ λογικὰ ἠ̨̃, καὶ τὴν πρόνοιαν δὲ ἐπὶ πάντα φθάνειν καὶ τὸ ἔργον αὐτη̃σ του̃τ' εἰ̃ναι, τὸ μηδενὸσ ἠμεληκέναι. Εἰ οὐ̃ν φαμεν ἐκ νου̃ τόδε τὸ πα̃ν ἠρτη̃σθαι καὶ εἰσ ἅπαντα ἐληλυθέναι τὴν δύναμιν αὐτου̃, πειρα̃σθαι δει̃ δεικνύναι, ὅπη̨ ἕκαστα τούτων καλω̃σ ἔχει.

7. πρω̃τον τοίνυν ληπτέον ὡσ τὸ καλω̃σ ἐν τω̨̃ μικτω̨̃ ζητου̃ντασ χρὴ μὴ πάντη ἀπαιτει̃ν ὅσον τὸ καλω̃σ ἐν τω̨̃ἀμίκτω̨ ἔχει, μηδ' ἐν δευτέροισ ζητει̃ν τὰ πρω̃τα, ἀλλ' ἐπειδὴ καὶ σω̃μα ἔχει, συγχωρει̃ν καὶ παρὰ τούτου ἰέναι [τι] εἰσ τὸ πα̃ν, ἀγαπα̃ν δὲ παρὰ του̃ λόγου, ὅσον ἐδύνατο δέξασθαι τὸ μίγμα, εἰ μηδὲν τούτου ἐλλείπει: οἱ̃ον, εἴ τισ ἐσκόπει τὸν ἄνθρωπον τὸν αἰσθητὸν ὅστισ κάλλιστοσ, οὐκ ἂν δήπου τω̨̃ ἐν νω̨̃ ἀνθρώπω̨ ἠξίωσε τὸν αὐτὸν εἰ̃ναι, ἀλλ' ἐκει̃νο ἀποδεδέχθαι του̃ ποιητου̃, εἰ ὅμωσ ἐν σαρξὶ καὶ νεύροισ καὶ ὀστέοισ ὄντα κατέλαβε τω̨̃ λόγω̨, ὥστε καὶ ταυ̃τα καλλυ̃ναι καὶ τὸν λόγον δυνηθη̃ναι ἐπανθει̃ν τη̨̃ ὕλη̨. Ταυ̃τα τοίνυν ὑποθέμενον χρὴ προιέναι τὸ ἐντευ̃θεν ἐπὶ τὰ ἐπιζητούμενα: τάχα γὰρ ἂν ἐν τούτοισ τὸ θαυμαστὸν ἀνεύροιμεν τη̃σ προνοίασ καὶ τη̃σ δυνάμεωσ, παρ' οὑ̃ ὑπέστη τὸ πα̃ν τόδε. 'Όσα μὲν οὐ̃ν ἔργα ψυχω̃ν, ἃ δὴ ἐν αὐται̃σ ἵσταται ται̃σ ἐργαζομέναισ τὰ χείρω, οἱ̃ον ὅσα κακαὶ ψυχαὶ ἄλλασ ἔβλαψαν καὶ ὅσα ἀλλήλασ αἱ κακαί, εἰ μὴ καὶ του̃ κακὰσ ὅλωσ αὐτὰσ εἰ̃ναι τὸ προνοου̃ν αἰτιω̨̃το, ἀπαιτει̃ν λόγον οὐδὲ εὐθύνασ προσήκει <"αἰτία ἑλομένου"> διδόντασ: εἴρηται γὰρ ὅτι ἔδει καὶ ψυχὰσ κινήσεισ οἰκείασ ἔχειν καὶ ὅτι οὐ ψυχαὶ μόνον, ἀλλὰ ζω̨̃α ἤδη, καὶ δὴ καὶ οὐδὲν θαυμαστὸν οὔσασ ὅ εἰσιν ἀκόλουθον βίον ἔχειν: οὐδὲ γάρ, ὅτι κόσμοσ ἠ̃ν, ἐληλύθασιν, ἀλλὰ πρὸ κόσμου τὸ κόσμου εἰ̃ναι εἰ̃χον καὶ ἐπιμελει̃σθαι καὶ ὑφιστάναι καὶ διοικει̃ν καὶ ποιει̃ν ὅστισ τρόποσ, εἴτε ἐφεστω̃σαι καὶδιδου̃σαί τι παρ' αὐτω̃ν εἴτε κατιου̃σαι εἴτε αἱ μὲν οὕτωσ, αἱ δ' οὕτωσ: οὐ γὰρ ἂν τὰ νυ̃ν περὶ τούτων, ἀλλ' ὅτι, ὅπωσ πότ' ἂν ἠ̨̃, τήν γε πρόνοιαν ἐπὶ τούτοισ οὐ μεμπτέον. 'Αλλ' ὅταν πρὸσ τοὺσ ἐναντίουσ τὴν παράθεσιν τω̃ν κακω̃ν τισ θεωρη̨̃, πένητασ ἀγαθοὺσ καὶ πονηροὺσ πλουσίουσ καὶ πλεονεκτου̃ντασ ἐν οἱ̃σ ἔχειν δει̃ ἀνθρώπουσ ὄντασ τοὺσ χείρουσ καὶ κρατου̃ντασ, καὶ ἑαυτω̃ν καὶ τὰ ἔθνη καὶ τὰσ πόλεισ; '~Αρ' οὐ̃ν, ὅτι μὴ μέχρι γη̃σ φθάνει; 'Αλλὰ τω̃ν ἄλλων γινομένων λόγω̨ μαρτύριον του̃το καὶ μέχρι γη̃σ ἰέναι: καὶ γὰρ ζω̨̃α καὶ φυτὰ καὶ λόγου καὶ ψυχη̃σ καὶ ζωη̃σ μεταλαμβάνει. 'Αλλὰ φθάνουσα οὐ κρατει̃; 'Αλλὰ ζώ̨ου ἑνὸσ ὄντοσ του̃ παντὸσ ὅμοιον ἂν γένοιτο, εἴ τισ κεφαλὴν μὲν ἀνθρώπου καὶ πρόσωπον ὑπὸ φύσεωσ καὶ λόγου γίνεσθαι λέγοι κρατου̃ντοσ, τὸ δὲ λοιπὸν ἄλλαισ ἀναθείη αἰτίαισ, τύχαισ ἢ ἀνάγκαισ, καὶ φαυ̃λα διὰ του̃το ἢ δι' ἀδυναμίαν φύσεωσ γεγονέναι. 'Αλλ' οὐδὲ ὅσιον οὐδ' εὐσεβὲσ ἐνδόντασ τω̨̃ μὴ καλω̃σ ταυ̃τα ἔχειν καταμέμφεσθαι τω̨̃ ποιήματι.

8. λοιπὸν δὴ ζητει̃ν ὅπη̨ καλω̃σ ταυ̃τα, καὶ ὡσ τάξεωσ μετέχει, ἢ ὅπη̨ μή. 'Ή οὐ κακω̃σ. Παντὸσ δὴ ζώ̨ου τὰ μὲν ἄνω, πρόσωπα καὶ κεφαλή, καλλίω, τὰ δὲ μέσα καὶ κάτω οὐκ ἴσα: ἄνθρωποι δὲ ἐν μέσω̨ καὶ κάτω, ἄνω δὲ οὐρανὸσ καὶ οἱ ἐν αὐτω̨̃ θεοί: καὶ τὸ πλει̃στον του̃ κόσμου θεοὶ καὶ οὐρανὸσ πα̃σ κύκλω̨, γη̃ δὲ οἱ̃α κέντρον καὶ πρὸσ ἕν τι τω̃ν ἄστρων. Θαυμάζεται δὲ ἐν ἀνθρώποισ ἀδικία, ὅτι ἄνθρωπον ἀξιου̃σιν ἐν τω̨̃ παντὶ τὸ τίμιον εἰ̃ναι ὡσ οὐδενὸσ ὄντοσσοφωτέρου. Τὸ δὲ κει̃ται ἄνθρωποσ ἐν μέσω̨ θεω̃ν καὶ θηρίων καὶ ῥέπει ἐπ' ἄμφω καὶ ὁμοιου̃νται οἱ μὲν τω̨̃ ἑτέρω̨, οἱ δὲ τω̨̃ ἑτέρω̨, οἱ δὲ μεταξύ εἰσιν, οἱ πολλοί. Οἱ δὴ κακυνθέντεσ εἰσ τὸ ἐγγὺσ ζώ̨ων ἀλόγων καὶ θηρίων ἰέναι ἕλκουσι τοὺσ μέσουσ καὶ βιάζονται: οἱ δὲ βελτίουσ μέν εἰσι τω̃ν βιαζομένων, κρατου̃νταί γε μὴν ὑπὸ τω̃ν χειρόνων, ἡ̨̃ εἰσι χείρουσ καὶ αὐτοὶ καὶ οὐκ εἰσὶν ἀγαθοὶ οὐδὲ παρεσκεύασαν αὑτοὺσ μὴ παθει̃ν. Εἰ οὐ̃ν παι̃δεσ ἀσκήσαντεσ μὲν τὰ σώματα, τὰσ δὲ ψυχὰσ ὑπ' ἀπαιδευσίασ τούτου χείρουσ γενόμενοι ἐν πάλη̨ κρατοι̃εν τω̃ν μήτε τὰ σώματα μήτε τὰσ ψυχὰσ πεπαιδευμένων καὶ τὰ σιτία αὐτω̃ν ἁρπάζοιεν καὶ τὰ ἱμάτια αὐτω̃ν τὰ ἁβρὰ λαμβάνοιεν, τί ἂν τὸ πρα̃γμα ἢ γέλωσ εἴη; 'Ή πω̃σ οὐκ ὀρθὸν καὶ τὸν νομοθέτην συγχωρει̃ν ταυ̃τα μὲν πάσχειν ἐκείνουσ δίκην ἀργίασ καὶ τρυφη̃σ διδόντασ, οἳ ἀποδεδειγμένων γυμνασίων αὐτοι̃σ [οἵδ'] ὑπ' ἀργίασ καὶ του̃ ζη̃ν μαλακω̃σ καὶ ἀνειμένωσ περιει̃δον ἑαυτοὺσ ἄρνασ καταπιανθέντασ λύκων ἁρπαγὰσ εἰ̃ναι; Τοι̃σ δὲ ταυ̃τα ποιου̃σι πρώτη μὲν δίκη τὸ λύκοισ εἰ̃ναι καὶ κακοδαίμοσιν ἀνθρώποισ: εἰ̃τα αὐτοι̃σ καὶ κει̃ται ἃ παθει̃ν χρεὼν τοὺσ τοιούτουσ: οὐ γὰρ ἔστη ἐνταυ̃θα κακοι̃σ γενομένοισ ἀποθανει̃ν, ἀλλὰ τοι̃σ ἀεὶ προτέροισ ἕπεται ὅσα κατὰ λόγον καὶ φύσιν, χείρω τοι̃σ χείροσι, τοι̃σ δὲ ἀμείνοσι τὰ ἀμείνω. 'Αλλ' οὐ παλαι̃στραι τὰ τοιαυ̃τα: παιδιὰ γὰρ ἐκει̃. 'Έδει γὰρ μειζόνων τω̃ν παίδων μετὰἀνοίασ ἀμφοτέρων γινομένων ἀμφοτέρουσ μὲν ζώννυσθαι ἤδη καὶ ὅπλα ἔχειν, καὶ ἡ θέα καλλίων ἢ κατὰ πάλασ γυμνάζοντι: νυ̃ν δ' οἱ μὲν ἄοπλοι, οἱ δὲ ὁπλισθέντεσ κρατου̃σιν. 'Ένθα οὐ θεὸν ἔδει ὑπὲρ τω̃ν ἀπολέμων αὐτὸν μάχεσθαι: σώ̨ζεσθαι γὰρ ἐκ πολέμων φησὶ δει̃ν ὁ νόμοσ ἀνδριζομένουσ, ἀλλ' οὐκ εὐχομένουσ: οὐδὲ γὰρ κομίζεσθαι καρποὺσ εὐχομένουσ ἀλλὰ γη̃σ ἐπιμελουμένουσ, οὐδέ γε ὑγιαίνειν μὴ ὑγείασ ἐπιμελουμένουσ: οὐδ' ἀγανακτει̃ν δέ, εἰ τοι̃σ φαύλοισ πλείουσ γίνοιντο καρποὶ ἢ ὅλωσ αὐτοι̃σ γεωργου̃σιν εἴη ἄμεινον. 'Έπειτα γελοι̃ον τὰ μὲν ἄλλα πάντα τὰ κατὰ τὸν βίον γνώμη̨ τη̨̃ ἑαυτω̃ν πράττειν, κἂν μὴ ταύτη̨ πράττωσιν, ἡ̨̃ θεοι̃σ φίλα, σώ̨ζεσθαι δὲ μόνον παρὰ θεω̃ν οὐδὲ ταυ̃τα ποιήσαντασ, δι' ὡ̃ν κελεύουσιν αὐτοὺσ οἱ θεοὶ σώ̨ζεσθαι. Καὶ τοίνυν οἱ θάνατοι αὐτοι̃σ βελτίουσ ἢ τὸ οὕτω ζω̃ντασ εἰ̃ναι, ὅπωσ ζη̃ν αὐτοὺσ οὐκ ἐθέλουσιν οἱ ἐν τω̨̃ παντὶ νόμοι: ὥστε τω̃ν ἐναντίων γινομένων, εἰρήνησ ἐν ἀνοίαισ καὶ κακίαισ πάσαισ φυλαττομένησ, ἀμελω̃σ ἂν ἔσχε τὰ προνοίασ ἐώσησ κρατει̃ν ὄντωσ τὰ χείρω. 'Άρχουσι δὲ κακοὶ ἀρχομ&# 941;νων ἀνανδρία̨: του̃το γὰρ δίκαιον, οὐκ ἐκει̃νο.

9. οὐ γὰρ δὴ οὕτω τὴν πρόνοιαν εἰ̃ναι δει̃, ὥστε μηδὲν ἡμα̃σ εἰ̃ναι. Πάντα δὲ οὔσησ προνοίασ καὶ μόνησ αὐτη̃σ οὐδ' ἂν εἴη: τίνοσ γὰρ ἂν ἔτι εἴη; 'Αλλὰ μόνον ἂν εἴη τὸ θει̃ον. Του̃το δὲ καὶ νυ̃ν ἐστι: καὶ πρὸσ ἄλλο δὲ ἐλήλυθεν, οὐχ ἵνα ἀνέλη̨ τὸ ἄλλο, ἀλλ' ἐπιόντι οἱ̃ον ἀνθρώπω̨ ἠ̃ν ἐπ' αὐτω̨̃ τηρου̃σα τὸν ἄνθρωπον ὄντα: του̃το δέ ἐστι νόμω̨ προνοίασ ζω̃ντα, ὃ δή ἐστι πράττοντα ὅσα ὁ νόμοσ αὐτη̃σ λέγει. Λέγει δὲ τοι̃σ μὲν ἀγαθοι̃σ γενομένοισ ἀγαθὸν βίον ἔσεσθαι καὶ κει̃σθαι καὶ εἰσ ὕστερον, τοι̃σ δὲ κακοι̃σ τὰ ἐναντία. Κακοὺσ δὲ γενομένουσ ἀξιου̃ν ἄλλουσ αὐτω̃ν σωτη̃ρασ εἰ̃ναι ἑαυτοὺσ προεμένουσ οὐ θεμιτὸν εὐχὴν ποιουμένων: οὐ τοίνυν οὐδὲ θεοὺσ αὐτω̃ν ἄρχειν τὰ καθέκαστα ἀφέντασ τὸν ἑαυτω̃ν βίον οὐδέ γε τοὺσ ἄνδρασ τοὺσ ἀγαθούσ, ἄλλον βίον ζω̃ντασ τὸν ἀρχη̃σ ἀνθρωπίνησ ἀμείνω, τούτουσ αὐτω̃ν ἄρχοντασ εἰ̃ναι: ἐπεὶ οὐδ' αὐτοὶ ἐπεμελήθησάν ποτε, ὅπωσ ἄρχοντεσ ἀγαθοὶ γένοιντο τω̃ν ἄλλων, ὅπωσ αὐτοι̃σ [εὐ̃] ἠ̨̃ ἐπιμελούμενοι, ἀλλὰ φθονου̃σιν,ἐάν τισ ἀγαθὸσ παρ' αὐτου̃ φύηται: ἐπεὶ πλείουσ ἂν ἐγένοντο ἀγαθοί, εἰ τούτουσ ἐποιου̃ντο προστάτασ. Γενόμενοι τοίνυν ζω̨̃ον οὐκ ἄριστον, ἀλλὰ μέσην τάξιν ἔχον καὶ ἑλόμενον, ὅμωσ ἐν ὡ̨̃ κει̃ται τόπω̨ ὑπὸ προνοίασ οὐκ ἐώμενον ἀπολέσθαι, ἀλλὰ ἀναφερόμενον ἀεὶ πρὸσ τὰ ἄνω παντοίαισ μηχαναι̃σ, αἱ̃σ τὸ θει̃ον χρη̃ται ἐπικρατεστέραν ἀρετὴν ποιου̃ν, οὐκ ἀπώλεσε τὸ λογικὸν εἰ̃ναι τὸ ἀνθρώπινον γένοσ, ἀλλὰ μετέχον, εἰ καὶ μὴ ἄκρωσ, ἐστὶ καὶ σοφίασ καὶ νου̃ καὶ τέχνησ καὶ δικαιοσύνησ, τη̃σ γου̃ν πρὸσ ἀλλήλουσ ἕκαστοι: καὶ οὓσ ἀδικου̃σι δέ, οἴονται δικαίωσ ταυ̃τα ποιει̃ν: εἰ̃ναι γὰρ ἀξίουσ. Οὕτω καλόν ἐστιν ἄνθρωποσ ποίημα, ὅσον δύναται καλὸν εἰ̃ναι, καὶ συνυφανθὲν εἰσ τὸ πα̃ν μοι̃ραν ἔχει τω̃ν ἄλλων ζώ̨ων ὅσα ἐπὶ γη̃σ βελτίονα. 'Επεὶ καὶ τοι̃σ ἄλλοισ ὅσα ἐλάττω ζω̨̃α αὐτου̃ κόσμον γη̨̃ φέροντα μέμφεται οὐδεὶσ νου̃ν ἔχων. Γελοι̃ον γάρ, εἴ τισ μέμφοιτο, ὅτι τοὺσ ἀνθρώπουσ δάκνοι, ὡσ δέον αὐτοὺσ ζη̃ν κοιμωμένουσ. 'Ανάγκη δὲ καὶ ταυ̃τα εἰ̃ναι: καὶ αἱ μὲν πρόδηλοι παρ' αὐτω̃ν ὠφέλειαι, τὰσ δὲ οὐ φανερὰσ ἀνευ̃ρε πολλὰσ ὁ χρόνοσ: ὥστε μηδὲν αὐτω̃ν μάτην μηδὲ ἀνθρώποισ εἰ̃ναι. Γελοι̃ον δὲ καὶ ὅτι ἄγρια πολλὰ αὐτω̃ν μέμφεσθαι γινομένων καὶ ἀνθρώπων ἀγρίων: εἰ δὲ μὴ πεπίστευκεν ἀνθρώποισ, ἀλλὰ ἀπιστου̃ντα ἀμύνεται, τί θαυμαστόν ἐστιν;

10. 'Αλλ' εἰ ἄνθρωποι ἄκοντέσ εἰσι κακοὶ καὶ τοιου̃τοι οὐχ ἑκόντεσ, οὔτ' ἄν τισ τοὺσ ἀδικου̃ντασ αἰτιάσαιτο, οὔτε τοὺσ πάσχοντασ ὡσ δι' αὐτοὺσ ταυ̃τα πάσχοντασ. Εἰ δὲ δὴ καὶ ἀνάγκη οὕτω κακοὺσ γίνεσθαι εἴτε ὑπὸ τη̃σ φορα̃σ εἴτε τη̃σ ἀρχη̃σ διδούσησ τὸ ἀκόλουθον ἐντευ̃θεν, φυσικω̃σ οὕτωσ. Εἰ δὲ δὴ καὶ ὁ λόγοσ αὐτόσ ἐστιν ὁ ποιω̃ν, πω̃σ οὐκ ἄδικα οὕτωσ; 'Αλλὰ τὸ μὲν ἄκοντεσ, ὅτι ἁμαρτία ἀκούσιον: του̃το δὲ οὐκ ἀναιρει̃ τὸ αὐτοὺσ τοὺσ πράττοντασ παρ' αὐτω̃ν εἰ̃ναι, ἀλλ' ὅτι αὐτοὶ ποιου̃σι, διὰ του̃το καὶ αὐτοὶ ἁμαρτάνουσιν: ἢ οὐδ' ἂν ὅλωσ ἥμαρτον μὴ αὐτοὶ οἱ ποιου̃ντεσ ὄντεσ. Τὸ δὲ τη̃σ ἀνάγκησ οὐκ ἔξωθεν, ἀλλ' ὅτι πάντωσ. Τὸ δὲ τη̃σ φορα̃σ οὐχ ὥστε μηδὲν ἐφ' ἡμι̃ν εἰ̃ναι: καὶ γὰρ εἰ ἔξωθεν τὸ πα̃ν, οὕτωσ ἂν ἠ̃ν, ὡσ αὐτοὶ οἱ ποιου̃ντεσ ἐβούλοντο: ὥστε οὐκ ἂν αὐτοι̃σ ἐναντία ἐτίθεντο ἄνθρωποι οὐδ' ἂν ἀσεβει̃σ, εἰ θεοὶ ἐποίουν. Νυ̃ν δὲ παρ' αὐτω̃ν του̃το. 'Αρχη̃σ δὲ δοθείσησ τὸ ἐφεξη̃σ περαίνεται συμπαραλαμβανομένων εἰσ τὴν ἀκολουθίαν καὶ τω̃ν ὅσαι εἰσὶν ἀρχαί: ἀρχαὶ δὲ καὶ ἄνθρωποι. Κινου̃νται γου̃ν πρὸσ τὰ καλὰ οἰκεία̨ φύσει καὶ ἀρχὴ αὕτη αὐτεξούσιοσ.

11. πότερα δὲ φυσικαι̃σ ἀνάγκαισ οὕτωσ ἕκαστα καὶ ἀκολουθίαισ καὶ ὅπη̨ δυνατὸν καλω̃σ; 'Ή οὔ, ἀλλ' ὁ λόγοσ ταυ̃τα πάντα ποιει̃ ἄρχων καὶ οὕτω βούλεται καὶ τὰ λεγόμενα κακὰ αὐτὸσ κατὰ λόγον ποιει̃ οὐ βουλόμενοσ πάντα ἀγαθὰ εἰ̃ναι, ὥσπερ ἂν εἴ τισ τεχνίτησ οὐ πάντα τὰ ἐν τω̨̃ ζώ̨ω̨ ὀφθαλμοὺσ ποιει̃: οὕτωσ οὐδ' ὁ λόγοσ πάντα θεοὺσ εἰργάζετο, ἀλλὰ τὰ μὲν θεούσ, τὰ δὲ δαίμονασ, δευτέρανφύσιν, εἰ̃τα ἀνθρώπουσ καὶ ζω̨̃α ἐφεξη̃σ, οὐ φθόνω̨, ἀλλὰ λόγω̨ ποικιλίαν νοερὰν ἔχοντι. 'Ημει̃σ δέ, ὥσπερ οἱ ἄπειροι γραφικη̃σ τέχνησ αἰτιω̃νται, ὡσ οὐ καλὰ τὰ χρώματα πανταχου̃, ὁ δὲ ἄρα τὰ προσήκοντα ἀπέδωκεν ἑκάστω̨ τόπω̨: καὶ αἱ πόλεισ δὲ οὐκ ἐξ ἴσων, καὶ αἳ εὐνομία̨ χρω̃νται: ἢ εἴ τισ δρα̃μα μέμφοιτο, ὅτι μὴ πάντεσ ἥρωεσ ἐν αὐτω̨̃, ἀλλὰ καὶ οἰκέτησ καί τισ ἀγροι̃κοσ καὶ φαύλωσ φθεγγόμενοσ: τὸ δὲ οὐ καλόν ἐστιν, εἴ τισ τοὺσ χείρουσ ἐξέλοι, καὶ ἐκ τούτων συμπληρούμενον.

12. εἰ μὲν οὐ̃ν αὐτὸσ ὁ λόγοσ ἐναρμόσασ ἑαυτὸν εἰσ ὕλην ταυ̃τα εἰργάσατο του̃το ὢν οἱ̃όσ ἐστιν, ἀνόμοιοσ τοι̃σ μέρεσιν, ἐκ του̃ πρὸ αὐτου̃ του̃το ὤν, καὶ του̃το τὸ γενόμενον οὕτω γενόμενον μὴ ἂν ἔσχε κάλλιον ἑαυτου̃ ἄλλο. 'Ο δὲ λόγοσ ἐκ πάντων ὁμοίων καὶ παραπλησίων οὐκ ἂν ἐγένετο καὶ οὑ̃τοσ ὁ τρόποσ μεμπτόσ: πάντα ὄντοσ κατὰ μέροσ ἕκαστον ἄλλοσ. Εἰ δὲ ἔξω ἑαυτου̃ ἄλλα εἰσήγαγεν, οἱ̃ον ψυχάσ, καὶ ἐβιάσατο παρὰ τὴν αὐτω̃ν φύσιν ἐναρμόσαι τω̨̃ ποιήματι πρὸσ τὸ χει̃ρον πολλάσ, πω̃σ ὀρθω̃σ; 'Αλλὰ φατέον καὶ τὰσ ψυχὰσ οἱ̃ον μέρη αὐτου̃ εἰ̃ναι καὶ μὴ χείρουσ ποιου̃ντα ἐναρμόττειν, ἀλλ' ὅπου προση̃κον αὐται̃σ καταχωρίζειν κατ' ἀξίαν.

13. 'Επεὶ οὐδὲ ἐκει̃νον ἀποβλητέον τὸν λόγον, ὃσ οὐ πρὸσ τὸ παρὸν ἑκάστοτέ φησι βλέπειν, ἀλλὰ πρὸσ τὰσ πρόσθεν περιόδουσ καὶ αὐ̃ τὸ μέλλον, ὥστε ἐκει̃θεν τάττειν τὴν ἀξίαν καὶ μετατιθέναι ἐκ δεσποτω̃ν τω̃ν πρόσθεν δούλουσ ποιου̃ντα, εἰ ἐγένοντο κακοὶ δεσπόται, καὶ ὅτι σύμφορον αὐτοι̃σ οὕτω, καὶ εἰ κακω̃σ ἐχρήσαντο πλούτω̨, πένητασ-καὶ ἀγαθοι̃σ οὐκ ...ἀσύμφορον _πένησιν εἰ̃ναι- καὶ φονεύσαντασ ἀδίκωσ φονευθη̃ναι ἀδίκωσ μὲν τω̨̃ ποιήσαντι, αὐτω̨̃ δὲ δικαίωσ τω̨̃ παθόντι, καὶ τὸ πεισόμενον συναγαγει̃ν εἰσ τὸ αὐτὸ τω̨̃ ἐπιτηδείω̨ ποιη̃σαι, ἃ παθει̃ν ἐχρη̃ν ἐκει̃νον. Μὴ γὰρ δὴ κατὰ συντυχίαν δου̃λον μηδὲ αἰχμάλωτον ὡσ ἔτυχε μηδὲ ὑβρισθη̃ναι εἰσ σω̃μα εἰκη̨̃, ἀλλ' ἠ̃ν ποτε ταυ̃τα ποιήσασ, ἃ νυ̃ν ἐστι πάσχων: καὶ μητέρα τισ ἀνελὼν ὑπὸ παιδὸσ ἀναιρεθήσεται γενόμενοσ γυνή, καὶ βιασάμενοσ γυναι̃κα ἔσται, ἵνα βιασθη̨̃. 'Όθεν καὶ θεία̨ φήμη̨ <'Αδράστεια>: αὕτη γὰρ ἡ διάταξισ 'Αδράστεια ὄντωσ καὶ ὄντωσ Δίκη καὶ σοφία θαυμαστή. Τεκμαίρεσθαι δὲ δει̃ τοιαύτην τινὰ εἰ̃ναι τὴν τάξιν ἀεὶ τω̃ν ὅλων ἐκ τω̃ν ὁρωμένων ἐν τω̨̃ παντί, ὡσ εἰσ ἅπαν χωρει̃ καὶ ὅ τι μικρότατον, καὶ ἡ τέχνη θαυμαστὴ οὐ μόνονἐν τοι̃σ θείοισ, ἀλλὰ καὶ ὡ̃ν ἄν τισ ὑπενόησε καταφρονη̃σαι ὡσ μικρω̃ν τὴν πρόνοιαν, οἵα καὶ ἐν τοι̃σ τυχου̃σι ζώ̨οισ ἡ ποικίλη θαυματουργία καὶ τὸ μέχρι τω̃ν ἐμφύτων καρποι̃σ καὶ ἔτι φύλλοισ τὸ εὐειδὲσ καὶ τὸ ῥα̨̃στα εὐανθὲσ καὶ ῥαδινὸν καὶ ποικίλον, καὶ ὅτι οὐ πεποίηται ἅπαξ καὶ ἐπαύσατο, ἀλλ' ἀεὶ ποιει̃ται τω̃ν ὑπεράνω φερομένων κατὰ ταυ̃τα οὐχ ὡσαύτωσ. Μετατίθεται τοίνυν τὰ μετατιθέμενα οὐκ εἰκη̨̃ μετατιθέμενα οὐδ' ἄλλα σχήματα λαμβάνοντα, ἀλλ' ὡσ καλόν, καὶ ὡσ πρέποι ἂν δυνάμεσι θείαισ ποιει̃ν. Ποιει̃ γὰρ πα̃ν τὸ θει̃ον ὡσ πέφυκε: πέφυκε δὲ κατὰ τὴν αὐτου̃ οὐσίαν: οὐσία δὲ αὐτω̨̃, ἣ τὸ καλὸν ἐν ται̃σ ἐνεργείαισ αὐτου̃ καὶ τὸ δίκαιον συνεκφέρει. Εἰ γὰρ μὴ ἐκει̃ ταυ̃τα, που̃ ἂν εἴη;

14. 'Έχει τοίνυν ἡ διάταξισ οὕτω κατὰ νου̃ν, ὡσ ἄνευ λογισμου̃ εἰ̃ναι, οὕτω δὲ εἰ̃ναι, ὡσ, εἴ τισ ἄριστα δύναιτο λογισμω̨̃ χρη̃σθαι, θαυμάσαι, ὅτι μὴ ἂν ἄλλωσ εὑ̃ρε λογισμὸσ ποιη̃σαι, ὁποι̃όν τι γινώσκεται καὶ ἐν ται̃σ καθ' ἕκαστα φύσεσι, γινομένων εἰσ ἀεὶ νοερώτερον ἢ κατὰ λογισμου̃ διάταξιν. 'Εφ' ἑκάστου μὲν οὐ̃ν τω̃ν γινομένων ἀεὶ γενω̃ν οὐκ ἔστιν αἰτια̃σθαι τὸν ποιου̃ντα λόγον, εἴ τισ μὴ ἀξιοι̃ ἕκαστον οὕτω γεγονέναι χρη̃ναι, ὡσ τὰ μὴ γεγονότα, ἀίδια δέ, ἔν τε νοητοι̃σ ἔν τε αἰσθητοι̃σ ἀεὶ κατὰ ταὐτὰ ὄντα, προσθήκην αἰτω̃ν ἀγαθου̃ πλείονα, ἀλλ' οὐ τὸ δοθὲν ἑκάστω̨ εἰ̃δοσ αὔταρκεσ ἡγούμενοσ, οἱ̃ον τω̨̃δε, ὅτι μὴ καὶκέρατα, οὐ σκοπούμενοσ ὅτι ἀδύνατον ἠ̃ν λόγον μὴ οὐκ ἐπὶ πάντα ἐλθει̃ν, ἀλλ' ὅτι ἔδει ἐν τω̨̃ μείζονι τὰ ἐλάττω καὶ ἐν τω̨̃ ὅλω̨ τὰ μέρη καὶ οὐκ ἴσα δυνατὸν εἰ̃ναι: ἢ οὐκ ἂν ἠ̃ν μέρη. Τὸ μὲν γὰρ ἄνω πα̃ν πάντα, τὰ δὲ κάτω οὐ πάντα ἕκαστον. Καὶ ἄνθρωποσ δή, καθ' ὅσον μέροσ, ἕκαστον, οὐ πα̃σ. Εἰ δέ που ἐν μέρεσί τισι καὶ ἄλλο τι, ὃ οὐ μέροσ, τούτω̨ κἀκει̃νο πα̃ν. 'Ο δὲ καθ' ἕκαστα, ἡ̨̃ του̃το, οὐκ ἀπαιτητέοσ τέλεοσ εἰ̃ναι εἰσ ἀρετη̃σ ἄκρον: ἤδη γὰρ οὐκέτ' ἂν μέροσ. Οὐ μὴν οὐδὲ τω̨̃ ὅλω̨ τὸ μέροσ κοσμηθὲν εἰσ μείζονα ἀξίαν ἐφθόνηται: καὶ γὰρ κάλλιον τὸ ὅλον ποιει̃ κοσμηθὲν ἀξία̨ μείζονι. Καὶ γὰρ γίνεται τοιου̃τον ἀφομοιωθὲν τω̨̃ ὅλω̨ καὶ οἱ̃ον συγχωρηθὲν τοιου̃τον εἰ̃ναι καὶ συνταχθὲν οὕτωσ, ἵνα καὶ κατὰ τὸν ἀνθρώπου τόπον ἐκλάμπη̨ τι ἐν αὐτω̨̃, οἱ̃ον καὶ κατὰ τὸν θει̃ον οὐρανὸν τὰ ἄστρα, καὶ ἠ̨̃ ἐντευ̃θεν ἀντίληψισ οἱ̃ον <ἀγάλματοσ> μεγάλου καὶ καλου̃ εἴτε ἐμψύχου εἴτε καὶ τέχνη̨ 'Ηφαίστου γενομένου, ὡ̨̃ [εἰ]σι μὲν καὶ κατὰ τὸ πρόσωπον ἐπιστίλβοντεσ ἀστέρεσ καὶ ἐν τοι̃σ στήθεσι δὲ ἄλλοι καὶ ἡ̨̃ ἔμελλεν ἐπιπρέψειν ἄστρων θέσισ κειμένων.

15. τὰ μὲν οὐ̃ν ἕκαστα αὐτὰ ἐφ' ἑαυτω̃ν θεωρούμενα οὕτωσ: ἡ συμπλοκὴ δὲ ἡ τούτων γεννηθέντων καὶ ἀεὶ γεννωμένων ἔχοι ἂν τὴν ἐπίστασιν καὶ ἀπορίαν κατά τε τὴν ἀλληλοφαγίαν τω̃ν ἄλλων ζώ̨ων καὶ τὰσ ἀνθρώπων εἰσ ἀλλήλουσ ἐπιθέσεισ, καὶ ὅτι πόλεμοσ ἀεὶ καὶ οὐ μήποτε παυ̃λαν οὐδ' ἂν ἀνοχὴν λάβοι, καὶ μάλιστα εἰ λόγοσπεποίηκεν οὕτωσ ἔχειν, καὶ οὕτω λέγεται καλω̃σ ἔχειν. Οὐ γὰρ ἔτι τοι̃σ οὕτω λέγουσιν ἐκει̃νοσ ὁ λόγοσ βοηθει̃, ὡσ καλω̃σ κατὰ τὸ δυνατὸν ἔχειν, αἰτία̨ ὕλησ οὕτωσ ἐχόντων, ὡσ ἐλαττόνωσ ἔχειν, καὶ ὡσ <οὐ δυνατὸν τὰ κακὰ ἀπολέσθαι>, εἴπερ οὕτωσ ἐχρη̃ν ἔχειν, καὶ καλω̃σ οὕτω, καὶ οὐχ ἡ ὕλη παρελθου̃σα κρατει̃, ἀλλὰ παρήχθη, ἵνα οὕτω, μα̃λλον δὲ ἠ̃ν καὶ αὐτὴ αἰτία̨ λόγου οὕτωσ. 'Αρχὴ οὐ̃ν λόγοσ καὶ πάντα λόγοσ καὶ τὰ γινόμενα κατ' αὐτὸν καὶ συνταττόμενα ἐπὶ τη̨̃ γενέσει πάντωσ οὕτωσ. Τίσ οὐ̃ν ἡ του̃ πολέμου του̃ ἀκηρύκτου ἐν ζώ̨οισ καὶ ἐν ἀνθρώποισ ἀνάγκη; 'Ή ἀλληλοφαγίαι μὲν ἀναγκαι̃αι, ἀμοιβαὶ ζώ̨ων οὐ̃σαι οὐ δυναμένων, οὐδ' εἴ τισ μὴ κτιννύοι αὐτά, οὕτω μένειν εἰσ ἀεί. Εἰ δὲ ἐν ὡ̨̃ χρόνω̨ δει̃ ἀπελθει̃ν οὕτωσ ἀπελθει̃ν ἔδει, ὡσ ἄλλοισ γενέσθαι χρείαν παρ' αὐτω̃ν, τί φθονει̃ν ἔδει; Τί δ' εἰ βρωθέντα ἄλλα ἐφύετο; Οἱ̃ον εἰ ἐπὶ σκηνη̃σ τω̃ν ὑποκριτω̃ν ὁ πεφονευμένοσ ἀλλαξάμενοσ τὸ σχη̃μα ἀναλαβὼν πάλιν εἰσίοι ἄλλου πρόσωπον. 'Αλλὰ τέθνηκεν ἀληθω̃σ οὑ̃τοσ. Εἰ οὐ̃ν καὶ τὸ ἀποθανει̃ν ἀλλαγή ἐστι σώματοσ, ὥσπερ ἐσθη̃τοσ ἐκει̃, ἢ καί τισιν ἀποθέσεισ σώματοσ, ὥσπερ ἐκει̃ ἔξοδοσ ἐκ τη̃σ σκηνη̃σ παντελὴσ τότε, εἰσύστερον πάλιν ἥξοντοσ ἐναγωνίσασθαι, τί ἂνδεινὸν εἴη ἡ τοιαύτη τω̃ν ζώ̨ων εἰσ ἄλληλα μεταβολὴ πολὺ βελτίων οὐ̃σα του̃ μηδὲ τὴν ἀρχὴν αὐτὰ γενέσθαι; 'Εκείνωσ μὲν γὰρ ἐρημία ζωη̃σ καὶ τη̃σ ἐν ἄλλω̨ οὔσησ ἀδυναμία: νυ̃ν δὲ πολλὴ οὐ̃σα ἐν τω̨̃ παντὶ ζωὴ πάντα ποιει̃ καὶ ποικίλλει ἐν τω̨̃ ζη̃ν καὶ οὐκ ἀνέχεται μὴ ποιου̃σα ἀεὶ καλὰ καὶ εὐειδη̃ ζω̃ντα παίγνια. 'Ανθρώπων δὲ ἐπ' ἀλλήλουσ ὅπλα θνητω̃ν ὄντων ἐν τάξει εὐσχήμονι μαχομένων, οἱ̃α ἐν πυρρίχαισ παίζοντεσ ἐργάζονται, δηλου̃σι τάσ τε ἀνθρωπίνασ σπουδὰσ ἁπάσασ παιδιὰσ οὔσασ τούσ τε θανάτουσ μηνύουσιν οὐδὲν δεινὸν εἰ̃ναι, ἀποθνή̨σκειν δ' ἐν πολέμοισ καὶ ἐν μάχαισ ὀλίγον προλαβόντασ του̃ γινομένου ἐν γήρα̨ θα̃ττον ἀπιόντασ καὶ πάλιν ἰόντασ. Εἰ δ' ἀφαιροι̃ντο ζω̃ντεσ χρημάτων, γινώσκοιεν ἂν μηδὲ πρότερον αὐτω̃ν εἰ̃ναι καὶ τοι̃σ ἁρπάζουσιν αὐτοι̃σ γελοίαν εἰ̃ναι τὴν κτη̃σιν ἀφαιρουμένων αὐτοὺσ ἄλλων: ἐπεὶ καὶ τοι̃σ μὴ ἀφαιρεθει̃σι χει̃ρον γίνεσθαι τη̃σ ἀφαιρέσεωσ τὴν κτη̃σιν. 'Ώσπερ δ' ἐπὶ τω̃ν θεάτρων ται̃σ σκηναι̃σ, οὕτω χρὴ καὶ τοὺσ φόνουσ θεα̃σθαι καὶ πάντασ θανάτουσ καὶ πόλεων ἁλώσεισ καὶ ἁρπαγάσ, μεταθέσεισ πάντα καὶ μετασχηματίσεισ καὶ θρήνων καὶ οἰμωγω̃ν ὑποκρίσεισ. Καὶ γὰρ ἐνταυ̃θα ἐπὶ τω̃ν ἐν τω̨̃ βίω̨ ἑκάστων οὐχ ἡ ἔνδον ψυχή, ἀλλ' ἡ ἔξω ἀνθρώπου σκιὰ καὶ οἰμώζει καὶ ὀδύρεται καὶ πάντα ποιει̃ ἐν σκηνη̨̃ τη̨̃ ὅλη̨ γη̨̃ πολλαχου̃ σκηνὰσ ποιησαμένων. Τοιαυ̃τα γὰρ ἔργα ἀνθρώπου τ& #945;̀ κάτω καὶ τὰ ἔξω μόνα ζη̃ν εἰδότοσ καὶ ἐν δακρύοισ καὶ σπουδαίοισ ὅτι παίζων ἐστὶν ἠγνοηκότοσ. Μόνω̨ γὰρ τω̨̃ σπουδαίω̨ σπουδαστέον ἐν σπουδαίοισ τοι̃σ ἔργοισ, ὁ δ' ἄλλοσ ἄνθρωποσ παίγνιον.Σπουδάζεται δὲ καὶ τὰ παίγνια τοι̃σ σπουδάζειν οὐκ εἰδόσι καὶ τοι̃σ αὐτοι̃σ οὐ̃σι παιγνίοισ. Εἰ δέ τισ συμπαίζων αὐτοι̃σ τὰ τοιαυ̃τα πάθοι, ἴστω παραπεσὼν παίδων παιδια̨̃ τὸ περὶ αὐτὸν ἀποθέμενοσ παίγνιον. Εἰ δὲ δὴ καὶ παίζοι Σωκράτησ, παίζει τω̨̃ ἔξω Σωκράτει. Δει̃ δὲ κἀκει̃νο ἐνθυμει̃σθαι, ὡσ οὐ δει̃ τεκμήρια του̃ κακὰ εἰ̃ναι τὸ δακρύειν καὶ θρηνει̃ν τίθεσθαι, ὅτι δὴ καὶ παι̃δεσ ἐπὶ οὐ κακοι̃σ καὶ δακρύουσι καὶ ὀδύρονται.

16. 'Αλλ' εἰ καλω̃σ ταυ̃τα λέγεται, πω̃σ ἂν ἔτι πονηρία; Που̃ δ' ἀδικία; 'Αμαρτία δὲ που̃; Πω̃σ γὰρ ἔστι καλω̃σ γινομένων ἁπάντων ἀδικει̃ν ἢ ἁμαρτάνειν τοὺσ ποιου̃ντασ; Κακοδαίμονεσ δὲ πω̃σ, εἰ μὴ ἁμαρτάνοιεν μηδὲ ἀδικοι̃εν; Πω̃σ δὲ τὰ μὲν κατὰ φύσιν, τὰ δὲ παρὰ φύσιν φήσομεν εἰ̃ναι, τω̃ν γινομένων ἁπάντων καὶ δρωμένων κατὰ φύσιν ὄντων; Πω̃σ δ' ἂν καὶ πρὸσ τὸ θει̃ον ἀσέβειά τισ εἴη τοιούτου ὄντοσ του̃ ποιουμένου; Οἱ̃ον εἴ τισ ἐν δράμασι λοιδορούμενον ποιητὴσ ὑποκριτὴν ποιήσαιτο καὶ κατατρέχοντα του̃ ποιητου̃ του̃ δράματοσ. Πάλιν οὐ̃ν σαφέστερον λέγωμεν τίσ ὁ λόγοσ καὶ ὡσ εἰκότωσ τοιου̃τόσ ἐστιν. 'Έστι τοίνυν οὑ̃τοσ ὁ λόγοσ-τετολμήσθω γάρ: τάχα δ' ἂν καὶ τύχοιμεν-ἔστι τοίνυν οὑ̃τοσ οὐκ ἄκρατοσ νου̃σ οὐδ' αὐτονου̃σ οὐδέ γε ψυχη̃σ καθαρα̃σ τὸ γένοσ, ἠρτημένοσ δὲ ἐκείνησ καὶ οἱ̃ον ἔκλαμψισ ἐξ ἀμφοι̃ν, νου̃ καὶ ψυχη̃σ καὶ ψυχη̃σ κατὰ νου̃ν διακειμένησ γεννησάντων τὸν λόγον του̃τον ζωὴν λόγον τινὰ ἡσυχη̨̃ ἔχουσαν. Πα̃σα δὲ ζωὴἐνέργεια, καὶ ἡ φαύλη: ἐνέργεια δὲ οὐχ ὡσ τὸ πυ̃ρ ἐνεργει̃, ἀλλ' ἡ ἐνέργεια αὐτη̃σ, κἂν μὴ αἴσθησίσ τισ παρη̨̃, κίνησίσ τισ οὐκ εἰκη̨̃. Οἱ̃σ γου̃ν ἐὰν ζωὴ παρη̨̃ καὶ μετάσχη̨ ὁπωσου̃ν ὁτιου̃ν, εὐθὺσ λελόγωται, του̃το δέ ἐστι μεμόρφωται, ὡσ τη̃σ ἐνεργείασ τη̃σ κατὰ τὴν ζωὴν μορφου̃ν δυναμένησ καὶ κινούσησ οὕτωσ ὡσ μορφου̃ν. 'Η τοίνυν ἐνέργεια αὐτη̃σ τεχνική, ὥσπερ ἂν ὁ ὀρχούμενοσ κινούμενοσ εἴη: ὁ γὰρ ὀρχηστὴσ τη̨̃ οὕτω τεχνικη̨̃ ζωη̨̃ ἔοικεν αὐτὸσ καὶ ἡ τέχνη αὐτὸν κινει̃ καὶ οὕτω κινει̃, ὡσ τη̃σ ζωη̃σ αὐτη̃σ τοιαύτησ πωσ οὔσησ. Ταυ̃τα μὲν οὐ̃ν εἰρήσθω του̃ οἵαν δει̃ καὶ τὴν ἡντινου̃ν ζωὴν ἡγει̃σθαι ἕνεκα. 'Ήκων τοίνυν οὑ̃τοσ ὁ λόγοσ ἐκ νου̃ ἑνὸσ καὶ ζωη̃σ μια̃σ πλήρουσ ὄντοσ ἑκατέρου οὐκ ἔστιν οὔτε ζωὴ μία οὔτε νου̃σ τισ εἱ̃σ οὔτε ἑκασταχου̃ πλήρησ οὐδὲ διδοὺσ ἑαυτὸν οἱ̃σ δίδωσιν ὅλον τε καὶ πάντα. 'Αντιθεὶσ δὲ ἀλλήλοισ τὰ μέρη καὶ ποιήσασ ἐνδεα̃ πολέμου καὶ μάχησ σύστασιν καὶ γένεσιν εἰργάσατο καὶ οὕτωσ ἐστὶν εἱ̃σ πα̃σ, εἰ μὴ ἓν εἴη. Γενόμενον γὰρ ἑαυτω̨̃ τοι̃σ μέρεσι πολέμιον οὕτωσ ἕν ἐστι καὶ φίλον, ὥσπερ ἂν εἰ δράματοσ λόγοσ-εἱ̃σ ὁ του̃ δράματοσ ἔχων ἐν αὐτω̨̃ πολλὰσ μάχασ. Τὸ μὲν οὐ̃ν δρα̃μα τὰ μεμαχημένα οἱ̃ον εἰσ μίαν ἁρμονίαν ἄγει σύμφωνον οἱ̃ον διήγησιν τὴν πα̃σαν τω̃ν μαχομένων ποιούμενοσ: ἐκει̃ δὲ ἐξ ἑνὸσ λόγου ἡ τω̃ν διαστατω̃ν μάχη: ὥστε μα̃λλον ἄν τισ τη̨̃ ἁρμονία̨ τη̨̃ ἐκ μαχομένων εἰκάσειε, καὶ ζητήσει διὰ τί τὰ μαχόμενα ἐν τοι̃σ λόγοισ. Εἰοὐ̃ν καὶ ἐνταυ̃θα ὀξὺ καὶ βαρὺ ποιου̃σι λόγοι καὶ συνίασιν εἰσ ἕν, ὄντεσ ἁρμονίασ λόγοι, εἰσ αὐτὴν τὴν ἁρμονίαν, ἄλλον λόγον μείζονα, ὄντεσ ἐλάττουσ αὐτοὶ καὶ μέρη, ὁρω̃μεν δὲ καὶ ἐν τω̨̃ παντὶ τὰ ἐναντία, οἱ̃ον λευκὸν μέλαν, θερμὸν ψυχρόν, καὶ δὴ πτερωτὸν ἄπτερον, ἄπουν ὑπόπουν, λογικὸν ἄλογον, πάντα δὲ ζώ̨ου ἑνὸσ του̃ σύμπαντοσ μέρη, καὶ τὸ πα̃ν ὁμολογει̃ ἑαυτω̨̃ τω̃ν μερω̃ν πολλαχου̃ μαχομένων, κατὰ λόγον δὲ τὸ πα̃ν, ἀνάγκη καὶ τὸν ἕνα του̃τον λόγον ἐξ ἐναντίων λόγον εἰ̃ναι ἕνα, τὴν σύστασιν αὐτω̨̃ καὶ οι ;̔̃ον οὐσίαν τη̃σ τοιαύτησ ἐναντιώσεωσ φερούσησ. Καὶ γὰρ εἰ μὴ πολὺσ ἠ̃ν, οὐδ' ἂν ἠ̃ν πα̃σ, οὐδ' ἂν λόγοσ: λόγοσ δὲ ὢν διάφορόσ τε πρὸσ αὐτόν ἐστι καὶ ἡ μάλιστα διαφορὰ ἐναντίωσίσ ἐστιν: ὥστε εἰ ἕτερον ὅλωσ, τὸ δὲ ἕτερον ποιει̃, καὶ μάλιστα ἕτερον, ἀλλ' οὐχ ἡ̃ττον ἕτερον ποιήσει: ὥστε ἄκρωσ ἕτερον ποιω̃ν καὶ τὰ ἐναντία ποιήσει ἐξ ἀνάγκησ καὶ τέλεοσ ἔσται, οὐκ εἰ διάφορα μόνον, ἀλλ' εἰ καὶ ἐναντία ποιοι̃ εἰ̃ναι ἑαυτόν.

17. '`Ων δὴ τοιου̃τοσ οἱ̃οσ καὶ πάντωσ ποιει̃, πολὺ μα̃λλον τὰ ποιούμενα ποιήσει ἐναντία, ὅσω̨ καὶ διέστηκε μα̃λλον: καὶ ἡ̃ττον ἓν ὁ κόσμοσ ὁ αἰσθητὸσ ἢ ὁ λόγοσ αὐτου̃, ὥστε καὶ πολὺσ μα̃λλον καὶ ἡ ἐναντιότησ μα̃λλον καὶ ἡ του̃ ζη̃ν ἔφεσισ μα̃λλον ἑκάστω̨ καὶ ὁ ἔρωσ του̃ εἰσ ἓν μα̃λλον. Φθείρει δὲ καὶ τὰ ἐρω̃ντα τὰ ἐρώμενα πολλάκισ εἰσ τὸ αὐτω̃ν ἀγαθὸν σπεύδοντα, ὅταν φθαρτὰ ἠ̨̃, καὶ ἡ ἔφεσισ δὲ του̃ μέρουσ πρὸσ τὸ ὅλον ἕλκει εἰσ αὐτὸ ὃ δύναται. Οὕτωσ οὐ̃ν καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί, ὥσπερ παρὰ τη̃σ αὐτη̃στέχνησ ὀρχουμένου τὰ ἐναντία: καὶ αὐτου̃ τὸ μέν τι μέροσ ἀγαθόν, τὸ δὲ κακὸν φήσομεν, καὶ οὕτω καλω̃σ ἔχει. Καίτοι οὐδὲ κακοὶ ἔτι. 'Ή τὸ μὲν κακοὺσ εἰ̃ναι οὐκ ἀναιρει̃ται, ἀλλ' ἢ μόνον ὅτι μὴ παρ' αὐτω̃ν τοιου̃τοι. 'Αλλὰ ἴσωσ συγγνώμη τοι̃σ κακοι̃σ, εἰ μὴ καὶ τὸ τη̃σ συγγνώμησ καὶ μὴ ὁ λόγοσ ποιει̃: ποιει̃ δὲ ὁ λόγοσ μηδὲ συγγνώμονασ ἐπὶ τοι̃σ τοιούτοισ εἰ̃ναι. 'Αλλ' εἰ τὸ μὲν μέροσ αὐτου̃ ἀγαθὸσ ἀνήρ, τὸ δὲ ἄλλο πονηρόσ, καὶ πλείω μέρη ὁ πονηρόσ, ὥσπερ ἐν δράμασι τὰ μὲν τάττει αὐτοι̃σ ὁ ποιητήσ, τοι̃σ δὲ χρη̃ται οὐ̃σιν ἤδη: οὐ γὰρ αὐτὸσ πρωταγωνιστὴν οὐδὲ δεύτερον οὐδὲ τρίτον ποιει̃, ἀλλὰ διδοὺσ ἑκάστω̨ τοὺσ προσήκοντασ λόγουσ ἤδη ἀπέδωκεν ἑκάστω̨ εἰσ ὃ τετάχθαι δέον: οὕτω τοι καὶ ἔστι τόποσ ἑκάστω̨ ὁ μὲν τω̨̃ ἀγαθω̨̃, ὁ δὲ τω̨̃ κακω̨̃ πρέπων. 'Εκάτεροσ οὐ̃ν κατὰ φύσιν καὶ κατὰ λόγον εἰσ ἑκάτερον καὶ τὸν πρέποντα χωρει̃ τὸν τόπον ἔχων, ὃν εἵλετο. Εἰ̃τα φθέγγεται καὶ ποιει̃ ὁ μὲν ἀσεβει̃σ λόγουσ καὶ ἔργα πονηρω̃ν, ὁ δὲ τὰ ἐναντία: ἠ̃σαν γὰρ καὶ πρὸ του̃ δράματοσ οἱ τοιου̃τοι ὑποκριταὶ διδόντεσ ἑαυτοὺσ τω̨̃ δράματι. 'Εν μὲν οὐ̃ν τοι̃σ ἀνθρωπίνοισ δράμασιν ὁ μὲν ποιητὴσ ἔδωκε τοὺσ λόγουσ, οἱ δὲ ἔχουσι παρ' αὐτω̃ν καὶ ἐξ αὐτω̃ν τό τε καλω̃σ καὶ τὸ κακω̃σ ἕκαστοσ-ἔστι γὰρ καὶ ἔργον αὐτοι̃σ μετὰ τὰσ ῥήσεισ του̃ ποιητου̃: ἐν δὲ τω̨̃ ἀληθεστέρω̨ ποιήματι, ὅ τι μιμου̃νται κατὰ μέροσ ἄνθρωποι ποιητικὴν ἔχοντεσ φύσιν, ψυχὴ μὲν ὑποκρίνεται, ἃ δ' ὑποκρίνεται λαβου̃σα παρὰ του̃ ποιητου̃,ὥσπερ οἱ τη̨̃δε ὑποκριταὶ τὰ προσωπει̃α, τὴν ἐσθη̃τα, τοὺσ κροκωτοὺσ καὶ τὰ ῥάκη, οὕτω καὶ ψυχὴ αὐτὴ τὰσ τύχασ οὐ λαβου̃σα εἰκη̨̃: κατὰ λόγον δὲ καὶ αὑ̃ται: καὶ ἐναρμοσαμένη ταύτασ σύμφωνοσ γίνεται καὶ συνέταξεν ἑαυτὴν τω̨̃ δράματι καὶ τω̨̃ λόγω̨ παντί: εἰ̃τα οἱ̃ον φθέγγεται τὰσ πράξεισ καὶ τὰ ἄλλα, ὅσα ἂν ψυχὴ κατὰ τρόπον τὸν ἑαυτη̃σ ποιήσειεν, ὥσπερ τινὰ ὠ̨δήν. Καὶ ὡσ ὁ φθόγγοσ καὶ τὸ σχη̃μα παρ' αὐτου̃ καλὸν ἢ αἰσχρὸν καὶ ἢ κόσμον προσέθηκεν, ὡσ δόξειεν ἄν, εἰσ τὸ ποίημα ἢ προσθεὶσ τὴν αὐτου̃ τη̃σ φωνη̃σ κάκην οὐκ ἐποίησε μὲν τὸ δρα̃μα ἕτερον ἢ οἱ̃ον ἠ̃ν, αὐτὸσ δὲ ἀσχήμων ἐφάνη, ὁ δὲ ποιητὴσ του̃ δράματοσ ἀπέπεμψε κατ' ἀξίαν ἀτιμάσασ καὶ του̃το ἔργον ποιω̃ν ἀγαθου̃ κριτου̃, τὸν δὲ ἤγαγεν εἰσ μείζουσ τιμὰσ καί, εἰ ἔχοι, ἐπὶ τὰ καλλίω δράματα, τὸν δ' ἕτερον, εἴ που εἰ̃χε χείρονα, του̃τον τὸν τρόπον εἰσελθου̃σα εἰσ τόδε τὸ πα̃ν ποίημα καὶ μέροσ ἑαυτὴν ποιησαμένη του̃ δρά&# 956;ατοσ εἰσ ὑπόκρισιν τὸ εὐ̃ ἢ τὸ κακω̃σ εἰσενεγκαμένη παρ' αὐτη̃σ καὶ ἐν τη̨̃ εἰσόδω̨ συνταχθει̃σα καὶ τὰ ἄλλα πάντα χωρὶσ ἑαυτη̃σ καὶ τω̃ν ἔργων αὐτη̃σ λαβου̃σα δίκασ τε καὶ τιμὰσ αὐ̃ ἔχει. Πρόσεστι δέ τι τοι̃σ ὑποκριται̃σ ἅτε ἐν μείζονι τόπω̨ ἢ κατὰ σκηνη̃σ μέτρον ὑποκρινομένοισ, καὶ του̃ ποιητου̃ παντὸσ τούτουσ ποιου̃ντοσ κυρίουσ, καὶ δυνάμεωσ οὔσησ μείζονοσ ἐπὶ πολλὰ ἰέναι εἴδη τόπων τιμὰσ καὶ ἀτιμίασὁρίζουσι κατὰ τὸ συνεπιλαμβάνειν καὶ αὐτοὺσ ται̃σ τιμαι̃σ καὶ ἀτιμίαισ, ἁρμόζοντοσ ἑκάστου τόπου τοι̃σ ἤθεσιν, ὡσ συμφωνει̃ν τω̨̃ του̃ παντὸσ λόγω̨, ἐναρμοζομένου κατὰ δίκην ἑκάστου τοι̃σ μέρεσι τοι̃σ δεξομένοισ, ὥσπερ χορδη̃σ ἑκάστησ εἰσ τὸν οἰκει̃ον καὶ προσήκοντα τόπον ταττομένησ κατὰ λόγον τὸν του̃ φθέγγεσθαι, ὁποι̃όν ἐστιν αὐτη̨̃ τὸ τη̃σ δυνάμεωσ εἰσ του̃το. Καὶ γὰρ ἐν τω̨̃ ὅλω̨ τὸ πρέπον καὶ τὸ καλόν, εἰ ἕκαστοσ οὑ̃ δει̃ τετάξεται φθεγγόμενοσ κακὰ ἐν τω̨̃ σκότω̨ καὶ τω̨̃ ταρτάρω̨: ἐνταυ̃θα γὰρ καλὸν τὸ οὕτω φθέγγεσθαι: καὶ τὸ ὅλον του̃το καλόν, οὐκ εἰ ...Λίνοσ _εἴη ἕκαστοσ, ἀλλ' εἰ τὸν φθόγγον τὸν αὑτου̃ εἰσφερόμενοσ συντελει̃ εἰσ μίαν ἁρμονίαν ζωὴν καὶ αὐτὸσ φωνω̃ν, ἐλάττω δὲ καὶ χείρω καὶ ἀτελεστέραν: ὥσπερ οὐδ' ἐν σύριγγι φωνὴ μία, ἀλλὰ καὶ ἐλάττων τισ οὐ̃σα καὶ ἀμυδρὰ πρὸσ ἁρμονίαν τη̃σ πάσησ σύριγγοσ συντελει̃, ὅτι μεμέρισται ἡ ἁρμονία εἰσ οὐκ ἴσα μέρη καὶ ἄνισοι μὲν οἱ φθόγγοι πάντεσ, ὁ δὲ τέλεοσ εἱ̃σ ἐκ πάντων. Καὶ δὴ καὶ ὁ λόγοσ ὁ πα̃σ εἱ̃σ, μεμέρισται δὲ οὐκ εἰσ ἴσα: ὅθεν καὶ του̃ παντὸσ διάφοροι τόποι, βελτίουσ καὶ χείρουσ, καὶ ψυχαὶ οὐκ ἴσαι ἐναρμόττουσιν οὕτω τοι̃σ οὐκ ἴσοισ, καὶ οὕτω καὶ ἐνταυ̃θα συμβαίνει καὶ τοὺσ τόπουσ ἀνομοίουσ καὶ τὰσ ψυχὰσ οὐ τὰσ αὐτάσ, ἀλλ' ἀνίσουσ οὔσασ καὶ ἀνομοίουσ τοὺσ τόπουσ ἐχούσασ, οἱ̃ον κατὰ σύριγγοσ ἤ τινοσ ἄλλου ὀργάνου ἀνομοιότητασ,ἐν τόποισ [τε] πρὸσ ἄλληλα διαφέρουσιν εἰ̃ναι καθ' ἕκαστον τόπον τὰ αὑτω̃ν συμφώνωσ καὶ τοι̃σ τόποισ καὶ τω̨̃ ὅλω̨ φθεγγομένασ. Καὶ τὸ κακω̃σ αὐται̃σ ἐν καλω̨̃ κατὰ τὸ πα̃ν κείσεται καὶ τὸ παρὰ φύσιν τω̨̃ παντὶ κατὰ φύσιν καὶ οὐδὲν ἡ̃ττον φθόγγοσ ἐλάττων. 'Αλλ' οὐ χει̃ρον πεποίηκε τὸ ὅλον οὕτω φθεγγομένη, ὥσπερ οὐδὲ ὁ δήμιοσ πονηρὸσ ὢν χείρω πεποίηκε τὴν εὐνομουμένην πόλιν, εἰ δει̃ καὶ ἄλλη̨ χρη̃σθαι εἰκόνι. Δει̃ γὰρ καὶ τούτου ἐν πόλει-δει̃ δὲ καὶ ἀνθρώπου τοιούτου πολλάκισ-καὶ καλω̃σ καὶ οὑ̃τοσ κει̃ται.

18. χείρουσ δὲ καὶ βελτίουσ ψυχαὶ αἱ μὲν καὶ δι' ἄλλασ αἰτίασ, αἱ δὲ οἱ̃ον ἐξ ἀρχη̃σ οὐ πα̃σαι ἴσαι: ἀνάλογον γὰρ καὶ αὑ̃ται τω̨̃ λόγω̨ μέρη οὐκ ἴσα, ἐπείπερ διέστησαν. Χρὴ δὲ ἐνθυμει̃σθαι καὶ τὰ δεύτερα καὶ τὰ τρίτα καὶ τὸ μὴ τοι̃σ αὐτοι̃σ ἐνεργει̃ν ἀεὶ μέρεσι ψυχήν. 'Αλλὰ πάλιν αὐ̃ καὶ ὡ̃δε λεκτέον: πολλὰ γὰρ ἐπιποθει̃ εἰσ σαφήνειαν ὁ λόγοσ. Μὴ γὰρ οὐδὲν δει̃ ἐπεισάγειν τοιούτουσ ὑποκριτάσ, οἳ ἄλλο τι φθέγγονται ἢ τὰ του̃ ποιητου̃, ὥσπερ ἀτελου̃σ παρ' αὐτου̃ του̃ δράματοσ ὄντοσ αὐτοὶ ἀποπληρου̃ντεσ τὸ ἐλλει̃πον καὶ του̃ ποιήσαντοσ διὰ μέσου κενοὺσ ποιήσαντοσ [τοὺσ] τόπουσ, ὡσ τω̃ν ὑποκριτω̃ν οὐχ ὑποκριτω̃ν ἐσομένων, ἀλλὰ μέροσ του̃ ποιητου̃, καὶ προειδότοσ ἃ φθέγξονται, ἵν' οὕτω τὰ λοιπὰ συνείρων καὶ τὰ ἐφεξη̃σ οἱ̃όσ τε ἠ̨̃. Καὶ γὰρ τὰ ἐφεξη̃σ ἐν τω̨̃ παντὶ καὶ ἑπόμενα τοι̃σ κακοι̃σ τω̃ν ἔργων οἱ λόγοι καὶ κατὰ λόγον: οἱ̃ον ἐκ μοιχείασ καὶαἰχμαλώτου ἀγωγη̃σ παι̃δεσ κατὰ φύσιν καὶ βελτίουσ ἄνδρεσ, εἰ τύχοι, καὶ πόλεισ ἄλλαι ἀμείνουσ τω̃ν πεπορθημένων ὑπὸ ἀνδρω̃ν πονηρω̃ν. Εἰ οὐ̃ν ἄτοποσ ἡ εἰσαγωγὴ τω̃ν ψυχω̃ν, αἳ ...δὴ _τὰ πονηρά, αἱ δὲ τὰ χρηστὰ ἐργάσονται -ἀποστερήσομεν γὰρ τὸν λόγον καὶ τω̃ν χρηστω̃ν ἀφαιρου̃ντεσ αὐτου̃ τὰ πονηρά-τί κωλύει καὶ τὰ τω̃ν ὑποκριτω̃ν ἔργα μέρη ποιει̃ν, ὥσπερ του̃ δράματοσ ἐκει̃, οὕτω καὶ του̃ ἐν τω̨̃ παντὶ λόγου, καὶ ἐνταυ̃θα καὶ τὸ καλω̃σ καὶ τὸ ἐναντίον, ὥστε εἰσ ἕκαστον τω̃ν ὑποκριτω̃ν οὕτω παρ' αὐτου̃ του̃ λόγου, ὅσω̨ τελειότερον του̃το τὸ δρα̃μα καὶ πάντα παρ' αὐτου̃; 'Αλλὰ τὸ κακὸν ποιη̃σαι ἵνα τί; καὶ αἱ ψυχαὶ δὲ οὐδὲν ἔτι ἐν τω̨̃ παντὶ αἱ θειότεραι, ἀλλὰ μέρη λόγου πα̃σαι; καὶ ἢ οἱ λόγοι πάντεσ ψυχαί, ἢ διὰ τί οἱ μὲν ψυχαί, οἱ δὲ λόγοι μόνον παντὸσ ψυχη̃σ τινοσ ὄντοσ;

III.3

1. τί τοίνυν δοκει̃ περὶ τούτων; 'Ή καὶ τὰ πονηρὰ καὶ τὰ χρηστὰ λόγοσ περιείληφεν ὁ πα̃σ, οὑ̃ μέρη καὶ ταυ̃τα: οὐ γὰρ ὁ πα̃σ λόγοσ γεννα̨̃ ταυ̃τα, ἀλλ' ὁ πα̃σ ἐστι μετὰ τούτων. Ψυχη̃σ γάρ τινοσ πάσησ ἐνέργεια οἱ λόγοι, τω̃ν δὲ μερω̃ν τὰ μέρη: μια̃σ δὲ διάφορα ἐχούσησ μέρη ἀνάλογον καὶ οἱ λόγοι, ὥστε καὶ τὰ ἔργα ἔσχατα ὄντα γεννήματα. Σύμφωνοι δὲ αἵ τε ψυχαὶ πρὸσ ἀλλήλασ τά τε ἔργα: σύμφωνα δὲ οὕτωσ, ὡσ ἓν ἐξ αὐτω̃ν, καὶ εἰ ἐξ ἐναντίων. 'Εκ γὰρ ἑνόσ τινοσ ὁρμηθέντα πάντα εἰσ ἓν συνέρχεται φύσεωσ ἀνάγκη̨, ὥστε καὶ διάφορα ἐκφύντα καὶ ἐναντία γενόμενα τω̨̃ ἐξ ἑνὸσ εἰ̃ναι συνέλκεται ὅμωσ εἰσ σύνταξιν μίαν: ὥσπερ γὰρ καὶ ἐφ' ἑκάστων ζώ̨ων: ἓν ἵππων γένοσ, κἂν μάχωνται κἂν δάκνωσιν ἀλλήλουσ κἂν φιλονεικω̃σι κἂν ζήλω̨ θυμω̃νται, καὶ τὰ ἄλλα καθ' ἓν γένη ὡσαύτωσ: καὶ δὴ οὕτω καὶ ἀνθρώπουσ θετέον. Συναπτέον τοίνυν αὐ̃ πάλιν πάντα τὰ εἴδη ταυ̃τα εἰσ ἓν "τὸ ζω̨̃ον" γένοσ: εἰ̃τα καὶ τὰ μὴ ζω̨̃α κατ' εἴδη αὐ̃: εἰ̃τα εἰσ ἓν "τὸ μὴ ζω̨̃ον": εἰ̃τα ὁμου̃, εἰ βούλει, εἰσ τὸ εἰ̃ναι: εἰ̃τα εἰσ τὸ παρέχον τὸ εἰ̃ναι. Καὶ πάλιν ἐπὶ τούτω̨ ἐκδήσασ κατάβαινεδιαιρω̃ν καὶ σκιδνάμενον τὸ ἓν ὁρω̃ν τω̨̃ ἐπὶ πάντα φθάνειν καὶ ὁμου̃ περιλαμβάνειν συντάξει μια̨̃, ὡσ διακεκριμένον ἓν εἰ̃ναι ζω̨̃ον πολὺ ἑκάστου πράττοντοσ ...τω̃ν _ἐν αὐτω̨̃ τὸ κατὰ φύσιν τὴν ἑαυτου̃ ἐν αὐτω̨̃ τω̨̃ ὅλω̨ ὅμωσ ὄντοσ, οἱ̃ο πυρὸσ μὲν καίοντοσ, ἵππου τὰ ἵππου ἔργα, ἄνθρωποι δὲ τὰ αὑτω̃ν ἕκαστοι ἡ̨̃ πεφύκασι καὶ διάφορα οἱ διάφοροι. Καὶ ἕπεται κατὰ τὰσ φύσεισ καὶ τὰ ἔργα καὶ τὸ ζη̃ν τὸ εὐ̃ καὶ τὸ κακω̃σ.

2. αἱ δὲ συντυχίαι οὐ κύριαι του̃ εὐ̃, ἀκολουθου̃σι δὲ καὶ αὑ̃ται συμφώνωσ τοι̃σ πρὸ αὐτω̃ν καὶ ἴασιν ἀκολουθία̨ ἐμπλεκει̃σαι. Συμπλέκει δὲ πάντα τὸ ἡγούμενον συμφερομένων τω̃ν ἐφ' ἑκάτερα κατὰ φύσιν, οἱ̃ον ἐν στρατηγίαισ ἡγουμένου μὲν του̃ στρατηγου̃, συμπνεόντων δὲ τω̃ν συντεταγμένων. 'Ετάχθη δὲ τὸ πα̃ν προνοία̨ στρατηγικη̨̃ ὁρώση̨ καὶ τὰσ πράξεισ καὶ τὰ πάθη καὶ ἃ δει̃ παρει̃ναι, σιτία καὶ ποτὰ καὶ δὴ καὶ ὅπλα πάντα καὶ μηχανήματα, καὶ ὅσα ἐξ αὐτω̃ν συμπλεκομένων προεώραται, ἵνα τὸ ἐκ τούτων συμβαι̃νον ἔχη̨ χώραν του̃ τεθη̃ναι εὐ̃, καὶ ἐλήλυθε πάντα τρόπον τινὰ εὐμήχανον παρὰ του̃ στρατηγου̃, καίτοι ἔξωθεν ἠ̃ν ὅσα ἔμελλον δράσειν οἱ ἐναντίοι. Εἰ δὲ οἱ̃όν τε ἠ̃ν κἀκείνου ἄρχειν του̃ στρατοπέδου, εἰ δὲ δὴ <ὁ μέγασ ἡγεμὼν> εἴη, ὑφ' ὡ̨̃ πάντα, τί ἂν ἀσύντακτον, τί δὲ οὐκ ἂν συνηρμοσμένον εἴη;

3. καὶ γὰρ "εἰ ἐγὼ κύριοσ του̃ τάδε ἑλέσθαι ἢ τάδε"; 'Αλλ' ἃ αἱρήσει, συντέτακται, ὅτι μὴ ἐπεισόδιον τὸ σὸν τω̨̃ παντί, ἀλλ' ἠρίθμησαι ὁ τοιόσδε. 'Αλλὰ πόθεν ὁ τοιόσδε; 'Έστι δὴ δύο, ἃ ὁ λόγοσ ζητει̃, τὸ μέν, εἰ ἐπὶ τὸν ποιήσαντα, εἴ τισ ἐστίν, ἀνενεγκει̃ν δει̃ του̃ ποιου̃ του̃ ἐν τοι̃σ ἤθεσιν ἑκάστου τὴν αἰτίαν ἢ ἐπὶ τὸ γενόμενον αὐτό: ἢ ὅλωσ οὐκ αἰτιατέον, ὥσπερ οὐδὲ ἐπὶ φυτω̃ν γενέσεωσ, ὅτι μὴ αἰσθάνεται, ἢ ἐπὶ ζώ̨ων τω̃ν ἄλλων, ὅτι μὴ ὡσ ἄνθρωποι ἔχουσι: ταὐτὸν γὰρ τούτω̨ "διὰ τί ἄνθρωποι οὐχ ὅπερ θεοί;" Διὰ τί γὰρ ἐνταυ̃θα οὔτε αὐτὰ οὔτε τὸν ποιήσαντα εὐλόγωσ αἰτιώμεθα, ἐπὶ δὲ ἀνθρώπων, ὅτι μὴ κρει̃ττον ἢ του̃το; Εἰ μὲν γάρ, ὅτι ἐδύνατο του̃το κάλλιον εἰ̃ναι, εἰ μὲν παρ' αὐτου̃ προστιθέντοσ τι εἰσ τὸ κρει̃ττον, αὐτὸσ αἴτιοσ ἑαυτω̨̃ ὁ μὴ ποιήσασ: εἰ δὲ μὴ παρ' αὐτου̃, ἀλλ' ἔδει ἔξωθεν προσει̃ναι παρὰ του̃ γεννητου̃, ἄτοποσ ὁ τὸ πλέον ἀπαιτω̃ν του̃ δοθέντοσ, ὥσπερ εἰ καὶ ἐπὶ τω̃ν ἄλλων ζώ̨ων ἀπαιτοι̃ καὶ τω̃ν φυτω̃ν. Δει̃ γὰρ οὐ ζητει̃ν, εἰ ἔλαττον ἄλλου, ἀλλ' εἰ ὡσ αὐτὸ αὐτάρκωσ: οὐ γὰρ πάντα ἴσα ἔδει. '~Αρ' οὐ̃ν μετρήσαντοσ αὐτου̃ προαιρέσει του̃ μὴ δει̃ν πάντα ἴσα; Οὐδαμω̃σ: ἀλλ' οὕτω κατὰ φύσιν εἰ̃χε γενέσθαι. 'Ακόλουθοσ γὰρ οὑ̃τοσ ὁ λόγοσ ψυχη̨̃ ἄλλη̨, ἀκόλουθοσ δὲ ψυχὴ αὕτη νω̨̃, νου̃σ δὲ οὐ τούτων τι ἕν, ἀλλὰ πάντα: τὰ δὲ πάντα πολλά: πολλὰ δὲ ὄντα καὶ οὐ ταὐτὰ τὰ μὲν πρω̃τα, τὰ δὲ δεύτερα, τὰ δὲ ἐφεξη̃σ καὶ τη̨̃ ἀξία̨ ἔμελλεν εἰ̃ναι. Καὶ τοίνυν καὶ τὰ γενόμενα ζω̨̃α οὐ ψυχαὶ μόνον, ἀλλὰ ψυχω̃νἐλαττώσεισ, οἱ̃ον ἐξίτηλον ἤδη προιόντων. 'Ο γὰρ του̃ ζώ̨ου λόγοσ, κἂν ἔμψυχοσ ἠ̨̃, ἑτέρα ψυχή, οὐκ ἐκείνη, ἀφ' ἡ̃σ ὁ λόγοσ, καὶ ὁ σύμπασ οὑ̃τοσ ἐλάττων δὴ γίνεται σπεύδων εἰσ ὕλην, καὶ τὸ γενόμενον ἐξ αὐτου̃ ἐνδεέστερον. Σκόπει δὴ ὅσον ἀφέστηκε τὸ γενόμενον καὶ ὅμωσ ἐστὶ θαυ̃μα. Οὐ τοίνυν, εἰ τοιου̃τον τὸ γενόμενον, καὶ τὸ πρὸ αὐτου̃ τοιου̃τον: ἔστι γὰρ παντὸσ κρει̃ττον του̃ γενομένου καὶ ἔξω αἰτίασ καὶ μα̃λλον θαυμάσαι, ὅτι ἔδωκέ τι μετ' αὐτὸ καὶ τὰ ἴχνη αὐτου̃ τοιαυ̃τα. Εἰ δὲ δὴ καὶ πλέον ἔδωκεν ἢ ὅσον ἔχουσι κτήσασθαι, ἔτι μα̃λλον ἀποδεκτέον: ὥστε κινδυνεύειν τὴν αἰτίαν ἐπὶ τοὺσ γενομένουσ ἰέναι, τὸ δὲ τη̃σ προνοίασ μειζόνωσ ἔχειν.

4. 'Απλου̃ μὲν γὰρ ὄντοσ του̃ ἀνθρώπου-λέγω δὲ ἁπλου̃ ὡσ του̃το ὃ πεποίηται μόνον ὄντοσ καὶ κατὰ ταυ̃τα ποιου̃ντοσ καὶ πάσχοντοσ-ἀπη̃ν αἰτία ἡ κατὰ τὴν ἐπιτίμησιν, ὥσπερ ἐπὶ τω̃ν ζώ̨ων τω̃ν ἄλλων. Νυ̃ν δὲ ἄνθρωποσ μόνον ἐν ψόγω̨ ὁ κακὸσ καὶ του̃το ἴσωσ εὐλόγωσ. Οὐ γὰρ μόνον ὃ πεποίηταί ἐστιν, ἀλλ' ἔχει ἀρχὴν ἄλλην ἐλευθέραν οὐκ ἔξω τη̃σ προνοίασ οὐ̃σαν οὐδὲ του̃ λόγου του̃ ὅλου: οὐ γὰρ ἀπήρτηται ἐκει̃να τούτων, ἀλλ' ἐπιλάμπει τὰ κρείττω τοι̃σ χείροσι καὶ ἡ τελεία πρόνοια του̃το: καὶ λόγοσ ὁ μὲν ποιητικόσ, ὁ δὲ συνάπτων τὰ κρείττω τοι̃σ γενομένοισ, κἀκει̃να πρόνοια ἡ ἄνωθεν, ἡ δὲ ἀπὸ τη̃σ ἄνω, ὁ ἕτεροσ λόγοσ συνημμένοσ ἐκείνω̨, καὶ γίνεται ἐξ ἀμφοι̃ν πα̃ν πλέγμα καὶ πρόνοια ἡ πα̃σα. 'Αρχὴν μὲν οὐ̃ν ἔχουσιν ἄλλην ἄνθρωποι, οὐ πάντεσ δὲ πα̃σιν οἱ̃σ ἔχουσι χρω̃νται,ἀλλ' οἱ μὲν τη̨̃ ἑτέρα̨, οἱ δὲ τη̨̃ ἑτέρα̨ ἢ ται̃σ ἑτέραισ ται̃σ χείροσι χρω̃νται. Πάρεισι δὲ κἀκει̃ναι οὐκ ἐνεργου̃σαι εἰσ αὐτούσ, οὔ τι γε αὐταὶ ἀργου̃σαι: πράττει γὰρ ἕκαστον τὸ ἑαυτου̃. 'Αλλ' εἰσ τούτουσ οὐκ ἐνεργου̃σιν αἰτία̨ τίνοσ, εἴποι τισ ἄν, παρου̃σαι; 'Ή οὐ πάρεισι; Καίτοι πάντη φαμὲν παρει̃ναι καὶ οὐδὲν ἔρημον. 'Ή οὐ τούτοισ, ἐν οἱ̃σ μὴ εἰσ αὐτοὺσ ἐνεργει̃. Διὰ τί οὐ̃ν οὐκ ἐνεργει̃ εἰσ πάντασ, εἴπερ μέρη καὶ ταυ̃τα αὐτω̃ν; Λέγω δὲ τὴν ἀρχὴν τὴν τοιαύτην. 'Επὶ μὲν γὰρ τω̃ν ἄλλων ζώ̨ων οὐκ αὐτω̃ν ἡ ἀρχὴ αὕτη, ἐπὶ δὲ ἀνθρώπων οὐκ ἐπὶ πάντων. '~Αρ' οὐ̃ν οὐκ ἐπὶ πάντων οὐ μόνον ἥδε; 'Αλλὰ διὰ τί οὐ μόνη; 'Εφ' ὡ̃ν δὲ μόνη, καὶ κατὰ ταύτην τὸ ζη̃ν, τὰ δ' ἄλλα ὅσον ἀνάγκη. Εἴτε γὰρ ἡ σύστασισ τοιαύτη, ὡσ οἱ̃ον εἰσ θολερὸν ἐμβάλλειν, εἴτε ἐπιθυμίαι κρατου̃σιν, ὅμωσ ἀνάγκη λέγειν ἐν τω̨̃ ὑποκειμένω̨ τὸ αἴτιον εἰ̃ναι. 'Αλλὰ πρω̃τον μὲν δόξει οὐκέτι ἐν τω̨̃ λόγω̨, ἀλλὰ μα̃λλον ἐν τη̨̃ ὕλη̨, καὶ ἡ ὕλη, οὐχ ὁ λόγοσ κρατήσει, εἰ̃τα τὸ ὑποκείμενον ὡσ πέπλασται. 'Ή τὸ ὑποκείμενον τη̨̃ ἀρχη̨̃ ὁ λόγοσ ἐστὶ καὶ τὸ ἐκ του̃ λόγου γενόμενον καὶ ὂν κατὰ τὸν λόγον: ὥστε οὐχ ἡ ὕλη κρατήσει, εἰ̃τα ἡ πλάσισ. Καὶ τὸ τοιόνδε εἰ̃ναι ἐπὶ τὴν προτέραν βιοτὴν ἀνάγοι τισ, οἱ̃ον γινομένου ἐκ τω̃ν προτέρων ἀμυδρου̃ ὡσ πρὸσ τὸν πρὸ αὐτου̃ του̃ λόγου, οἱ̃ον ψυχη̃σ ἀσθενεστέρασ γενομένησ: ὕστερον δὲ καὶ ἐκλάμψει. Καὶ ὁ λόγοσ δὲ λεγέσθω ἔχειν καὶ τὸν λόγον αὐ̃ ἐν αὐτω̨̃ τη̃σ ὕλησ, ἣν αὐτω̨̃ ἐργάσεται ποιώσασ καθ' αὑτὸν τὴν ὕλην ἢ σύμφωνον εὑρών. Οὐ γὰρ ὁ του̃ βοὸσ λόγοσ ἐπ' ἄλλησ ἢβοὸσ ὕλησ: ὅθεν καὶ εἰσ τὰ ἄλλα ζω̨̃ά φησιν εἰσκρίνεσθαι οἱ̃ον ἄλλησ τη̃σ ψυχη̃σ γενομένησ καὶ ἑτεροιωθέντοσ του̃ λόγου, ἵνα γένηται ψυχὴ βοόσ, ἣ πρότερον ἠ̃ν ἄνθρωποσ: ὥστε κατὰ δίκην ὁ χείρων. 'Αλλ' ἐξ ἀρχη̃σ διὰ τί ὁ χείρων ἐγένετο καὶ πω̃σ ἐσφάλη; Πολλάκισ εἴρηται, ὡσ οὐ πρω̃τα πάντα, ἀλλ' ὅσα δεύτερα καὶ τρίτα ἐλάττω τὴν φύσιν τω̃ν πρὸ αὐτω̃ν ἔχει, καὶ σμικρὰ ῥοπὴ ἀρκει̃ εἰσ ἔκβασιν του̃ ὀρθου̃. Καὶ ἡ συμπλοκὴ δὲ ἡ πρὸσ ἄλλο ἄλλου ὥσπερ τισ σύγκρασίσ ἐστιν, ἑτέρου ἐξ ἀμφοι̃ν γενομένου, καὶ οὐκ ὄντοσ ἠλάττωσεν: ἀλλὰ ἐγένετο ἐξ ἀρχη̃σ ἔλα 64;τον τὸ ἔλαττον καὶ ἔστιν ὃ ἐγένετο κατὰ φύσιν τὴν αὐτου̃ ἔλαττον, καί, εἰ τὸ ἀκόλουθον πάσχει, πάσχει τὸ κατ' ἀξίαν. Καὶ εἰσ τὰ προβεβιωμένα δὲ ἀναπέμπειν δει̃ τὸν λογισμὸν ὡσ κἀκει̃θεν ἠρτημένων τω̃ν ἐφεξη̃σ.

5. γίνεται τοίνυν ἡ πρόνοια ἐξ ἀρχη̃σ εἰσ τέλοσ κατιου̃σα ἄνωθεν οὐκ ἴση οἱ̃ον κατ' ἀριθμόν, ἀλλὰ κατ' ἀναλογίαν ἄλλη ἐν ἄλλω̨ τόπω̨, ὥσπερ ἐπὶ ζώ̨ου ἑνὸσ εἰσ ἔσχατον ἐξ ἀρχη̃σ ἠρτημένου, ἑκάστου τὸ οἰκει̃ον ἔχοντοσ, του̃ μὲν βελτίονοσ τὸ βέλτιον τη̃σ ἐνεργείασ, του̃ δὲ πρὸσ τὸ κάτω ἤδη ἐνεργου̃ντόσ τε του̃ αὐτου̃ καὶ πάσχοντοσ τὰ ὅσα αὐτω̨̃ οἰκει̃α παθήματα πρὸσ αὐτό τε καὶ πρὸσ τὴν σύνταξιν τὴν πρὸσ ἄλλο. Καὶ δὴ καὶ οὑτωσὶ πληγέντα οὕτωσ ἐφθέγξατο τὰ φωνήεντα, τὰ δὲ σιωπη̨̃ πάσχει καὶ κινει̃ταιτὰ ἀκόλουθα, καὶ ἐκ τω̃ν φθόγγων ἁπάντων καὶ ἐκ τω̃ν παθημάτων καὶ ἐνεργημάτων μία του̃ ζώ̨ου οἱ̃ον φωνὴ καὶ ζωὴ καὶ βίοσ: καὶ γὰρ καὶ τὰ μόρια διάφορα ὄντα καὶ διάφορον τὴν ἐνέργειαν ἔχοντα: ἄλλο γὰρ ποιου̃σι πόδεσ, ὀφθαλμοὶ δ' ἄλλο, διάνοια δὲ ἄλλο καὶ νου̃σ ἄλλο. 'Έν δὲ ἐκ πάντων καὶ πρόνοια μία: εἱμαρμένη δὲ ἀπὸ του̃ χείρονοσ ἀρξαμένη, τὸ δὲ ὑπεράνω πρόνοια μόνον. Τὰ μὲν γὰρ ἐν τω̨̃ κόσμω̨ τω̨̃ νοητω̨̃ πάντα λόγοσ καὶ ὑπὲρ λόγον: νου̃σ γὰρ καὶ ψυχὴ καθαρά: τὸ δὲ ἐντευ̃θεν ἤδη ὅσον μὲν ἔρχεται ἐκει̃θεν, πρόνοια, καὶ ὅσον ἐν ψυχη̨̃ καθαρα̨̃ καὶ ὅσον ἐντευ̃θεν εἰσ τὰ ζω̨̃α. 'Έρχεται δὲ μεριζόμενοσ ὁ λόγοσ οὐκ ἴσα: ὅθεν οὐδ' ἴσα ποιει̃, ὥσπερ καὶ ἐν ζώ̨ω̨ ἑκάστω̨. Τὸ δὲ ἐντευ̃θεν ἤδη ἀκόλουθα μὲν τὰ δρώμενα καὶ προνοία̨ ἑπόμενα, εἴ τισ δρώ̨η θεοι̃σ φίλα: ἠ̃ν γὰρ θεοφιλὴσ ὁ λόγοσ ὁ προνοίασ. Συνείρεται μὲν οὐ̃ν καὶ τὰ τοιαυ̃τα τω̃ν ἔργων, πεποίηται δὲ οὐ προνοία̨, ἀλλὰ γενόμενα ἢ παρὰ ἀνθρώπων τὰ γενόμενα ἢ παρ' ὁτουου̃ν ἢ ζώ̨ου ἢ ἀψύχου, εἴ τι ἐφεξη̃σ τούτοισ χρηστόν, πάλιν κατείληπται προνοία̨, ὡσ πανταχου̃ ἀρετὴν κρατει̃ν καὶ μετατιθεμένων καὶ διορθώσεωσ τυγχανόντων τω̃ν ἡμαρτημένων, οἱ̃ον ἐν ἑνὶ σώματι ὑγιείασ δοθείσησ κατὰ πρόνοιαν του̃ ζώ̨ου, γενομένησ ...τομη̃σ _καὶ ὅλωσ τραύματοσ, πάλιν ἐφεξη̃σ ὁ λόγοσ ὁ διοικω̃ν συνάπτοι καὶ συνάγοι καὶ ἰω̨̃το καὶ διορθοι̃το τὸ πονη̃σαν. 'Ώστε τὰ κακὰ ἑπόμενα εἰ̃ναι, ἐξ ἀνάγκησ δέ: καὶ γὰρ παρ' ἡμω̃ν κατ' αἰτίασ οὐχ ὑπὸ τη̃σ προνοίασ ἠναγκασμένων, ἀλλ' ἐξ αὐτω̃ν συναψάντων μὲν τοι̃σ τη̃σ προνοίασκαὶ ἀπὸ προνοίασ ἔργοισ, τὸ δὲ ἐφεξη̃σ συνει̃ραι κατὰ βούλησιν ἐκείνησ οὐ δυνηθέντων, ἀλλὰ κατὰ τὴν τω̃ν πραξάντων ἢ κατ' ἄλλο τι τω̃ν ἐν τω̨̃ παντί, μηδ' αὐτου̃ κατὰ πρόνοιαν πεπραχότοσ ἢ πεποιηκότοσ τι ἐν ἡμι̃ν πάθοσ. Οὐ γὰρ τὸ αὐτὸ ποιει̃ πα̃ν προσελθὸν παντί, ἀλλὰ τὸ αὐτὸ πρὸσ ἄλλο καὶ ἄλλο πρὸσ ἄλλο: οἱ̃ον καὶ τὸ τη̃σ 'Ελένησ κάλλοσ πρὸσ μὲν τὸν Πάριν ἄλλο εἰργάζετο, 'Ιδομενεὺσ δὲ ἔπαθεν οὐ τὸ αὐτό: καὶ ἀκόλαστοσ ἀκολάστω̨ καλὸσ καλω̨̃ συμπεσὼν ἄλλο, ὁ δὲ σώφρων καλὸσ ἄλλο πρὸσ σώφρονα τοιου̃τον: ἢ πρὸσ ἀκόλαστον ἄλλο ὁ αὐτόσ, ὁ δ' ἀκόλαστοσ πρὸσ αὐτὸν ἄλλο. Καὶ παρὰ μὲν του̃ ἀκολάστου τὸ πραχθὲν οὔτε ὑπὸ προνοίασ οὔτε κατὰ πρόνοιαν, τὸ δ' ὑπὸ του̃ σώφρονοσ ἔργον οὐχ ὑπὸ προνοίασ μέν, ὅτι ὑπ' αὐτου̃, κατὰ πρόνοιαν δέ: σύμφωνον γὰρ τω̨̃ λόγω̨, ὥσπερ καὶ ὃ ὑγιεινω̃σ πράξειεν ἄν τισ αὐτὸσ πράξασ κατὰ λόγον τὸν του̃ ἰατρου̃. Του̃το ; γὰρ καὶ ὁ ἰατρὸσ παρὰ τη̃σ τέχνησ ἐδίδου εἴσ τε τὸ ὑγιαι̃νον εἴσ τε τὸ κάμνον. 'Ό δ' ἄν τισ μὴ ὑγιαι̃νον ποιη̨̃, αὐτόσ τε ποιει̃ καὶ παρὰ τὴν πρόνοιαν του̃ ἰατρου̃ εἰργάσατο.

6. πόθεν οὐ̃ν καὶ τὰ χείρω μάντεισ προλέγουσι καὶ εἰσ τὴν του̃ παντὸσ φορὰν ὁρω̃ντεσ πρὸσ ται̃σ ἄλλαισ μαντείαισ προλέγουσι ταυ̃τα; 'Ή δη̃λον ὅτι τω̨̃ συμπεπλέχθαι πάντα τὰ ἐναντία, οἱ̃ον τὴν μορφὴν καὶ τὴν ὕλην: οἱ̃ον ἐπὶ ζώ̨ου συνθέτου ὄντοσ ὁ [τι] τὴν μορφὴν καὶ τὸν λόγον θεωρω̃ν καὶ τὸ μεμορφωμένον θεωρει̃. Οὐ γὰρ ὡσαύτωσ ζω̨̃ον νοητὸν καὶ ζω̨̃ον σύνθετον θεωρει̃, ἀλλὰ λόγον ζώ̨ου ἐν τω̨̃συνθέτω̨ μορφου̃ντα τὰ χείρω. Ζώ̨ου δὴ ὄντοσ του̃ παντὸσ ὁ τὰ ἐν αὐτω̨̃ γινόμενα θεωρω̃ν θεωρει̃ ἅμα καὶ ἐξ ὡ̃ν ἐστι καὶ τὴν πρόνοιαν τὴν ἐπ' αὐτω̨̃: τέταται δὴ ἐπὶ πάντα καὶ τὰ γινόμενα: τὰ δ' ἐστὶ καὶ ζω̨̃α καὶ πράξεισ αὐτω̃ν καὶ διαθέσεισ κραθει̃σαι, <λόγω̨ καὶ ἀνάγκη̨ μεμιγμέναι>: μεμιγμένα οὐ̃ν θεωρει̃ καὶ διηνεκω̃σ μιγνύμενα: καὶ διακρίνειν μὲν αὐτὸσ οὐ δύναται πρόνοιαν καὶ τὸ κατὰ πρόνοιαν χωρὶσ καὶ αὐ̃ τὸ ὑποκείμενον ὅσα δίδωσιν εἰσ τὸ [ὑποκείμενον] παρ' αὐτου̃. 'Αλλ' οὐδὲ ἀνδρὸσ του̃το ποιει̃ν ἢ σοφου̃ τινοσ καὶ θείου: <ἢ θεὸσ ἂν ἔχοι>, φαίη τισ ἄν, <του̃το> τὸ <γέρασ>. Καὶ γὰρ οὐ του̃ μάντεωσ τὸ διότι, ἀλλὰ τὸ ὅτι μόνον εἰπει̃ν, καὶ ἡ τέχνη ἀνάγνωσισ φυσικω̃ν γραμμάτων καὶ τάξιν δηλούντων καὶ οὐδαμου̃ πρὸσ τὸ ἄτακτον ἀποκλινόντων, μα̃λλον δὲ καταμαρτυρούσησ τη̃σ φορα̃σ καὶ εἰσ φω̃σ ἀγούσησ καὶ πρὶν παρ' αὐτω̃ν φανη̃ναι, οἱ̃οσ ἕκαστοσ καὶ ὅσα. Συμφέρεται γὰρ καὶ ταυ̃τα ἐκείνοισ κἀκει̃να τούτοισ συντελου̃ντα ἅμα πρὸσ σύστασιν καὶ ἀιδιότητα κόσμου, ἀναλογία̨ δὲ σημαίνοντα τὰ ἄλλα τω̨̃ τετηρηκότι: ἐπεὶ καὶ αἱ ἄλλαι μαντικαὶ τω̨̃ ἀναλόγω̨. Οὐ γὰρ ἔδει ἀπηρτη̃σθαι ἀλλήλων τὰ πάντα, ὡμοιω̃σθαι δὲ πρὸσ ἄλληλα ἀμη̨γέπη̨. Καὶ του̃τ' ἂν ἴσωσ εἴη τὸ λεγόμενον ὡσ συνέχει τὰ πάντα ἀναλογία. 'Έστι δὲ τοιου̃τον ἡ ἀναλογία, ὥστε καὶ τὸ χει̃ρον πρὸσ τὸ χει̃ρον ὡσ τὸ βέλτιον πρὸσ τὸ βέλτιον, οἱ̃ον ὡσ ὄμμα πρὸσ ὄμμα καὶ ποὺσ πρὸσ πόδα, θάτερον πρὸσ θάτερον, καί, εἰ βούλει, ὡσ ἀρετὴ πρὸσ δικαιοσύνην καὶ κακία πρὸσ ἀδικίαν. Εἰ τοίνυνἀναλογία ἐν τω̨̃ παντί, καὶ προειπει̃ν ἔνι: καὶ εἰ ποιει̃ δὲ ἐκει̃να εἰσ ταυ̃τα, οὕτω ποιει̃, ὡσ καὶ τὰ ἐν παντὶ ζώ̨ω̨ εἰσ ἄλληλα, οὐχ ὡσ θάτερον γεννα̨̃ θάτερον-ἅμα γὰρ γεννα̃ται- ἀλλ' ὡσ, ἡ̨̃ πέφυκεν ἕκαστον, οὕτω καὶ πάσχει τὸ πρόσφορον εἰσ τὴν αὐτου̃ φύσιν, καὶ ὅτι του̃το τοιου̃τον, καὶ τὸ τοιου̃τον του̃το: οὕτω γὰρ καὶ λόγοσ εἱ̃σ.

7. καὶ ὅτι δὲ τὰ βελτίω, καὶ τὰ χείρω. 'Επεὶ πω̃σ ἂν εἴη τι χει̃ρον ἐν πολυειδει̃ μὴ ὄντοσ βελτίονοσ, ἢ πω̃σ τὸ βέλτιον μὴ χείρονοσ; 'Ώστε οὐκ αἰτιατέον τὸ χει̃ρον ἐν τω̨̃ βελτίονι, ἀλλὰ ἀποδεκτέον τὸ βέλτιον, ὅτι ἔδωκεν ἑαυτου̃ τω̨̃ χείρονι. 'Όλωσ δὲ οἱ ἀναιρει̃ν ἀξιου̃ντεσ τὸ χει̃ρον ἐν τω̨̃ παντὶ ἀναιρου̃σι πρόνοιαν αὐτήν. Τίνοσ γὰρ ἔσται; Οὐ γὰρ δὴ αὐτη̃σ οὐδὲ του̃ βελτίονοσ: ἐπεὶ καὶ τὴν ἄνω πρόνοιαν ὀνομάζοντεσ πρὸσ τὸ κάτω λέγομεν. Τὸ μὲν γὰρ εἰσ ἓν πάντα ἀρχή, ἐν ἡ̨̃ ὁμου̃ πάντα καὶ ὅλον πάντα. Πρόεισι δὲ ἤδη ἐκ ταύτησ ἕκαστα μενούσησ ἐκείνησ ἔνδον οἱ̃ον ἐκ ῥίζησ μια̃σ ἑστώσησ αὐτη̃σ ἐν αὐτη̨̃: τὰ δὲ ἐξήνθησεν εἰσ πλη̃θοσ μεμερισμένον εἴδωλον ἕκαστον ἐκείνου φέρον, ἄλλο δὲ ἐν ἄλλω̨ ἐνταυ̃θα ἤδη ἐγίγνετο καὶ ἠ̃ν τὰ μὲν πλησίον τη̃σ ῥίζησ, τὰ δὲ προιόντα εἰσ τὸ πόρρω ἐσχίζετο καὶ μέχρισ οἱ̃ον κλάδων καὶ ἄκρων καὶ καρπω̃ν καὶ φύλλων: καὶ τὰ μὲν ἔμενεν ἀεί, τὰ δὲ ἐγίνετο ἀεί, οἱ καρποὶ καὶ τὰ φύλλα: καὶ τὰ γινόμενα ἀεὶ εἰ̃χε τοὺσ τω̃ν ἐπάνω λόγουσ ἐν αὐτοι̃σ οἱ̃ον μικρὰ δένδρα βουληθέντα εἰ̃ναι, καὶ εἰ ἐγέννησε πρὶν φθαρη̃ναι, τὸ ἐγγὺσἐγέννα μόνον. Τὰ δὲ διάκενα οἱ̃ον τω̃ν κλάδων ἐπληρου̃το ἐκ τω̃ν αὐ̃ ἐκ τη̃σ ῥίζησ καὶ αὐτω̃ν ἄλλον τρόπον πεφυκότων, ἐξ ὡ̃ν καὶ ἔπασχε τὰ ἄκρα τω̃ν κλάδων, ὡσ ἐκ του̃ πλησίον οἴεσθαι τὸ πάθοσ ἰέναι μόνον: τὸ δὲ κατὰ τὴν ἀρχὴν αὐ̃ τὸ μὲν ἔπασχε, τὸ δὲ ἐποίει, ἡ δὲ ἀρχὴ ἀνήρτητο καὶ αὐτή. Πόρρωθεν μὲν γὰρ ἐλθόντα ἄλλα τὰ ποιου̃ντα εἰσ ἄλληλα, ἐξ ἀρχη̃σ δὲ ἀπὸ του̃ αὐτου̃, οἱ̃ον εἰ ἀδελφοὶ δρω̨̃έν τι ἀλλήλουσ ὅμοιοι γενόμενοι ἐκ τω̃ν αὐτω̃ν ὁρμηθέντεσ τω̃ν πεποιηκότων.

III.4

1. τω̃ν μὲν αἱ ὑποστάσεισ γίνονται μενόντων ἐκείνων, ἡ δὲ ψυχὴ κινουμένη ἐλέγετο γεννα̃ν καὶ αἴσθησιν τὴν ἐν ὑποστάσει καὶ φύσιν καὶ μέχρι φυτω̃ν. Καὶ γὰρ ἔχει αὐτὴν καὶ ἐν ἡμι̃ν οὐ̃σα, κρατει̃ δὲ μέροσ οὐ̃σαν: ὅταν δὲ ἐν φυτοι̃σ γένηται, αὕτη κρατει̃ οἱ̃ον μόνη γενομένη. Αὕτη μὲν οὐ̃ν οὐδὲν γεννα̨̃; Γεννα̨̃ πάντη ἕτερον αὑτη̃σ: οὐκέτι γὰρ ζωὴ μετὰ ταύτην, ἀλλὰ τὸ γεννώμενον ἄζων. Τί οὐ̃ν; 'Ή, ὥσπερ πα̃ν, ὅσον πρὸ τούτου ἐγεννα̃το, ἀμόρφωτον ἐγεννα̃το, εἰδοποιει̃το δὲ τω̨̃ ἐπιστρέφεσθαι πρὸσ τὸ γεννη̃σαν οἱ̃ον ἐκτρεφόμενον, οὕτω δὴ καὶ ἐνταυ̃θα τὸ γεννηθὲν οὐ ψυχη̃σ ἔτι εἰ̃δοσ-οὐ γὰρ ἔτι ζη̨̃-ἀλλ' ἀοριστίαν εἰ̃ναι παντελη̃. Εἰ μὲν γὰρ κἀν τοι̃σ προτέροισ ἡ ἀοριστία, ἀλλ' ἐν εἴδει: οὐ γὰρ πάντη ἀόριστον, ἀλλ' ὡσ πρὸσ τὴν τελείωσιν αὐτου̃: τὸ δὲ νυ̃ν πάντη. Τελειούμενον δὲ γίνεταισω̃μα μορφὴν λαβὸν τὴν τη̨̃ δυνάμει πρόσφορον, ὑποδοχὴ του̃ γεννήσαντοσ καὶ ἐκθρέψαντοσ: καὶ μόνον του̃το ἐν σώματι ἔσχατον τω̃ν ἄνω ἐν ἐσχάτω̨ του̃ κάτω.

2. καὶ τὸ <"ψυχὴ πα̃σα ἐπιμελει̃ται του̃ ἀψύχου"> ἐπὶ ταύτησ μάλιστα: αἱ δ' ἄλλαι ἄλλωσ. <Πάντα δὲ οὐρανὸν περιπολει̃ ἄλλοτε ἐν ἄλλοισ εἴδεσιν>, ἢ ἐν αἰσθητικω̨̃ εἴδει ἢ ἐν λογικω̨̃ ἢ ἐν αὐτω̨̃ τω̨̃ φυτικω̨̃. Τὸ γὰρ κρατου̃ν αὐτη̃σ μόριον τὸ ἑαυτω̨̃ πρόσφορον ποιει̃, τὰ δ' ἄλλα ἀργει̃: ἔξω γάρ. 'Εν δὲ ἀνθρώπω̨ οὐ κρατει̃ τὰ χείρω, ἀλλὰ σύνεστιν: οὐδέ γε τὸ κρει̃ττον ἀεί: ἔστι γὰρ καὶ ταυ̃τα χώραν τινὰ ἔχοντα. Διὸ καὶ ὡσ αἰσθητικοί: ἔστι γὰρ καὶ ὄργανα αἰσθήσεωσ: καὶ πολλὰ ὡσ φυτά: ἔστι γὰρ σω̃μα αὐξόμενον καὶ γεννω̃ν: ὥστε πάντα συνεργει̃, κατὰ δὲ τὸ κρει̃ττον τὸ ὅλον εἰ̃δοσ ἄνθρωποσ. 'Εξελθου̃σα δέ, ὅ τι περ ἐπλεόνασε, του̃το γίνεται. <Διὸ φεύγειν> δει̃ πρὸσ τὸ ἄνω, ἵνα μὴ εἰσ τὴν αἰσθητικὴν ἐπακολουθου̃ντεσ τοι̃σ αἰσθητοι̃σ εἰδώλοισ, μηδὲ εἰσ τὴν φυτικὴν ἐπακολουθου̃ντεσ τη̨̃ ἐφέσει του̃ γεννα̃ν καὶ <ἐδωδω̃ν λιχνείαισ>, ἀλλ' εἰσ τὸ νοερὸν καὶ νου̃ν καὶ θεόν. 'Όσοι μὲν οὐ̃ν τὸν ἄνθρωπον ἐτήρησαν, πάλιν ἄνθρωποι. 'Όσοι δὲ αἰσθήσει μόνον ἔζησαν, ζω̨̃α: ἀλλ' εἰ μὲν αἰσθήσεισ μετὰ θυμου̃, τὰ ἄγρια, καὶ ἡ διαφορὰ ἡ ἐν τούτοισ τὸ διάφορον τω̃ν τοιούτων ποιει̃: ὅσοι δὲ μετ' ἐπιθυμίασ καὶ τη̃σ ἡδονη̃σ του̃ ἐπιθυμου̃ντοσ, τὰ ἀκόλαστα τω̃ν ζώ̨ων καὶγαστρίμαργα. Εἰ δὲ μηδ' αἰσθήσει μετὰ τούτων, ἀλλὰ νωθεία̨ αἰσθήσεωσ μετ' αὐτω̃ν, καὶ φυτά: μόνον γὰρ του̃το ἢ μάλιστα ἐνήργει τὸ φυτικόν, καὶ ἠ̃ν αὐτοι̃σ μελέτη δενδρωθη̃ναι. Τοὺσ δὲ φιλομούσουσ μέν, καθαρίουσ δὲ τὰ ἄλλα, εἰσ τὰ ὠ̨δικά: τοὺσ δὲ ἀλόγωσ βασιλέασ αἰετούσ, εἰ μὴ ἄλλη κακία παρείη: μετεωρολόγουσ δὲ ἄνευ φρονήσεωσ εἰσ τὸν οὐρανὸν ἀεὶ αἰρομένουσ εἰσ ὄρνεισ μετεώρουσ ται̃σ πτήσεσιν. 'Ο δὲ τὴν πολιτικὴν ἀρετὴν ἄνθρωποσ: ὁ δ' ἡ̃ττον ἀρετη̃σ πολιτικη̃σ μετέχων πολιτικὸν ζω̨̃ον, μέλιττα ἢ τὰ τοιαυ̃τα.

3. τίσ οὐ̃ν δαίμων; ὁ καὶ ἐνταυ̃θα. Τίσ δὲ θεόσ; ἢ ὁ ἐνταυ̃θα. Τὸ γὰρ ἐνεργη̃σαν του̃το ἕκαστον ἄγει, ἅτε καὶ ἐνταυ̃θα ἡγούμενον. '~Αρ' οὐ̃ν του̃τό ἐστιν <ὁ δαίμων, ὅσπερ ζω̃ντα εἰλήχει>; 'Ή οὔ, ἀλλὰ τὸ πρὸ αὐτου̃: του̃το γὰρ ἐφέστηκεν ἀργου̃ν, ἐνεργει̃ δὲ τὸ μετ' αὐτόν. Καὶ εἰ μὲν τὸ ἐνεργου̃ν ἡ̨̃ αἰσθητικοί, καὶ ὁ δαίμων τὸ λογικόν: εἰ δὲ κατὰ τὸ λογικὸν ζώ̨ημεν, ὁ δαίμων τὸ ὑπὲρ του̃το ἐφεστὼσ ἀργὸσσυγχωρω̃ν τω̨̃ ἐργαζομένω̨. 'Ορθω̃σ οὐ̃ν λέγεται <ἡμα̃σ αἱρήσεσθαι>. Τὸν γὰρ ὑπερκείμενον κατὰ τὴν ζωὴν αἱρούμεθα. Διὰ τί οὐ̃ν αὐτὸσ <ἄγει>; 'Ή τὸν βιοτεύσαντα οὐκ ἔστιν ἄγειν, ἀλλὰ πρὸ του̃ μὲν ἄγειν, ὅτε ἔζη, παυσάμενον δὲ του̃ ζη̃ν ἄλλω̨ παραχωρει̃ν τὴν ἐνέργειαν τεθνηκότα τὴν αὐτου̃ κατ' ἐνέργειαν ζωήν. 'Ο μὲν οὐ̃ν ἐθέλει ἄγειν καὶ κρατήσασ ζη̨̃ αὐτὸσ ἄλλον καὶ αὐτὸσ ἔχων δαίμονα: εἰ δὲ βαρύνοιτο τη̨̃ ῥώσει του̃ χείρονοσ ἤθουσ, ἔχει ἐκει̃νο τὴν δίκην. Ταύτη̨ καὶ ὁ κακὸσ ἐπὶ τὸ χει̃ρον βρίσαντοσ πρὸσ τὴν ὁμοιότητα του̃ ἐνεργήσαντοσ ἐν τη̨̃ ζωη̨̃ εἰσ βίον θήρειον. Εἰ δὲ ἕπεσθαι δύναιτο τω̨̃ δαίμονι τω̨̃ ἄνω αὐτου̃, ἄνω γίνεται ἐκει̃νον ζω̃ν καὶ ἐφ' ὃ ἄγεται κρει̃ττον μέροσ αὐτου̃ ἐν προστασία̨ θέμενοσ καὶ μετ' ἐκει̃νον ἄλλον ἕωσ ἄνω. 'Έστι γὰρ καὶ πολλὰ ἡ ψυχὴ καὶ πάντα καὶ τὰ ἄνω καὶ τὰ κάτω αὐ̃ μέχρι πάσησ ζωη̃σ, καὶ ἐσμὲν ἕκαστοσ κόσμοσ νοητόσ, τοι̃σ μὲν κάτω συνάπτοντεσ τω̨̃δε, τοι̃σ δὲ ἄνω καὶ τοι̃σ κόσμου τω̨̃ νοητω̨̃, καὶ μένομεν τω̨̃ μὲν ἄλλω̨ παντὶ νοητω̨̃ ἄνω, τω̨̃ δὲ ἐσχάτω̨ αὐτου̃ πεπεδήμεθα τω̨̃ κάτω οἱ̃ον ἀπόρροιαν ἀπ' ἐκείνου διδόντεσ εἰσ τὸ κάτω, μα̃λλον δὲ ἐνέργειαν, ἐκείνου οὐκ ἐλαττουμένου.

4. '~Αρ' οὐ̃ν ἀεὶ ἐν σώματι του̃το; 'Ή οὔ: ἐὰν γὰρ στραφω̃μεν, συνεπιστρέφεται καὶ του̃το. Τί οὐ̃ν ἡ του̃ παντόσ; 'Αποστήσεται καὶ τὸ αὐτη̃σ μέροσ στραφείσησ; 'Ή οὐδὲ συνένευσε τω̨̃ μέρει αὐτη̃σ τω̨̃ ἐσχάτω̨: οὐδὲ γὰρ ἠ̃λθεν οὐδὲ κατη̃λθεν, ἀλλὰ μενούσησ προσάπτεται τὸ σω̃μα του̃ κόσμου καὶ οἱ̃ον καταλάμπεται, οὐκ ἐνοχλου̃ν μὲν οὐδὲ παρέχον μερίμνασ, ἐν ἀσφαλει̃ του̃ κόσμου κειμένου. Τί οὐ̃ν; Οὐκ αἰσθάνεταί τινα αἴσθησιν; 'Όρασιν οὐκ ἔχει, φησίν, ὅτι μηδὲ ὀφθαλμούσ: οὐδὲ ὠ̃τα οὐδὲ ῥι̃νασ δηλονότι οὐδὲ γλω̃τταν. Τί οὐ̃ν; Συναίσθησιν ὥσπερ ἡμει̃σ τω̃ν ἐντὸσ ἡμω̃ν; 'Ή ὁμοίωσ κατὰ φύσιν ἐχόντων ἠρέμησισ. Οὐδὲ ἡδονή. Πάρεστιν οὐ̃ν καὶ τὸ φυτικὸν οὐ παρὸν καὶ τὸ αἰσθητικὸν ὡσαύτωσ. 'Αλλὰ περὶ μὲν του̃ κόσμου ἐν ἄλλοισ: νυ̃ν δὲ ὅσον ἐφήπτετο ἡ ἀπορία αὐτου̃ εἴρηται.

5. 'Αλλ' εἰ ἐκει̃ αἱρει̃ται τὸν δαίμονα καὶ εἰ τὸν βίον, πω̃σ ἔτι τινὸσ κύριοι; 'Ή καὶ ἡ αἵρεσισ ἐκει̃ ἡ λεγομένη τὴν τη̃σ ψυχη̃σ προαίρεσιν καὶ διάθεσιν καθόλου καὶ πανταχου̃ αἰνίττεται. 'Αλλ' εἰ ἡ προαίρεσισ τη̃σ ψυχη̃σ κυρία καὶ του̃το κρατει̃, ὃ ἂν πρόχειρον ἔχη̨ μέροσ ἐκ τω̃ν προβεβιωμένων, οὐκέτι τὸ σω̃μα αἴτιον οὐδενὸσ κακου̃ αὐτω̨̃: εἰ γὰρ προτερει̃ τὸ τη̃σ ψυχη̃σ ἠ̃θοσ του̃ σώματοσ καὶ του̃τ' ἔχει, ὃ εἵλετο, καὶ τὸν δαίμονα, φησίν, οὐκ ἀλλάττεται, οὐδὲ ὁ σπουδαι̃οσ ἐνταυ̃θα γίγνεται οὐδ' ὁ φαυ̃λοσ. '~Αρ' οὐ̃ν δυνάμει ἐστὶν ἑκάτεροσ, ἐνεργεία̨ δὲ γίγνεται; Τί οὐ̃ν, εἰ φαύλου σώματοσ ὁ τὸ ἠ̃θοσ σπουδαι̃οσ τύχοι, ὁ δὲ τἀναντία; 'Ή δύναται μα̃λλον καὶ ἡ̃ττον τὰ τη̃σ ψυχη̃σ ἑκατέρασ ἑκάτερα τὰ σώματα παρέχεσθαι, ἐπεὶ καὶ αἱἄλλαι ἔξωθεν τύχαι τὴν ὅλην προαίρεσιν οὐκ ἐκβιβάζουσιν. 'Όταν δὲ λέγηται, ὡσ πρω̃τον οἱ <κλη̃ροι>, εἰ̃τα <τὰ τω̃ν βίων παραδείγματα>, % ἔπειτα ται̃σ τύχαισ % καὶ ὡσ ἐκ τω̃ν παρόντων τοὺσ βίουσ κατὰ τὰ ἤθη, τὸ κύριον μα̃λλον δίδωσι ται̃σ ψυχαι̃σ διατιθείσαισ τὰ δοθέντα πρὸσ τὰ αὐτω̃ν ἤθη. 'Ότι γὰρ ὁ δαίμων οὑ̃τοσ οὐ παντάπασιν ἔξω-ἀλλ' οὕτωσ ὡσ μὴ συνδεδεμένοσ-οὐδ' ἐνεργω̃ν, ἡμέτεροσ δέ, ὡσ ψυχη̃σ πέρι εἰπει̃ν, οὐχ ὁ ἡμέτεροσ δέ, εἰ ὡσ ἄνθρωποι τοιοίδε τὴν ὑπ' αὐτὸν ζωὴν ἔχοντεσ, μαρτυρει̃ τὰ ἐν τω̨̃ Τιμαίω̨: ἃ εἰ μὲν οὕτω ληφθείη, οὐδεμίαν ἕξει μάχην σχόντα ἄν τινα ἀσυμφωνίαν, εἰ ἄλλωσ ὁ δαίμων ληφθείη. Τὸ δὲ <ἀποπληρωτὴν ὡ̃ν τισ εἵλετο> καὶ αὐτὸ σύμφωνον. Οὔτε γὰρ πολὺ κατωτέρω ἐα̨̃ ἐλθει̃ν εἰσ τὸ χει̃ρον ὑπερκαθήμενοσ, ἀλλ' ἐκει̃νο ἐνεργει̃ μόνον τὸ ὑπ' αὐτόν, οὔτε ὑπεράνω αὐτου̃ οὔτε εἰσ ἴσον: οὐ γὰρ δύναται ἄλλο γενέσθαι ἢ ἡ̨̃ ἐστι.

6. τί οὐ̃ν ὁ σπουδαι̃οσ; 'Ή ὁ τω̨̃ βελτίονι ἐνεργω̃ν. 'Ή οὐκ ἂν ἠ̃ν σπουδαι̃οσ συνεργου̃ντα ἑαυτω̨̃ τὸν δαίμονα ἔχων. Νου̃σ γὰρ ἐνεργει̃ ἐν τούτω̨. 'Ή οὐ̃ν δαίμων αὐτὸσ ἢ κατὰ δαίμονα καὶ δαίμων τούτω̨ θεόσ. '~Αρ' οὐ̃ν καὶ ὑπὲρ νου̃ν; Εἰτὸ ὑπὲρ νου̃ν δαίμων αὐτω̨̃, διὰ τί οὐ̃ν οὐκ ἐξ ἀρχη̃σ; 'Ή διὰ τὸν θόρυβον τὸν ἐκ τη̃σ γενέσεωσ. 'Υπάρχει δὲ ὅμωσ καὶ πρὸ λόγου ἡ κίνησισ ἡ ἔνδοθεν ὀρεγομένη τω̃ν αὐτη̃σ. Πάντωσ οὐ̃ν κατορθοι̃; 'Ή οὐ πάντωσ, εἴπερ οὕτωσ ἡ ψυχὴ διαθέσεωσ ἔχει, ὡσ ἐν τούτοισ τοι̃σ τοιοι̃σδε τοιάδε οὐ̃σα του̃τον ἔχειν βίον καὶ ταύτην προαίρεσιν. 'Ο μέντοι δαίμων οὑ̃τοσ, ὃν λέγομεν, ἀγαγὼν λέγεται εἰσ 'Άιδου οὐκέτι ὁ αὐτὸσ μένειν, ἐὰν μὴ τὰ αὐτὰ ἕληται πάλιν. Πρὸ δὲ του̃ πω̃σ; Τὸ δὴ ἀγαγει̃ν εἰσ τὴν κρίσιν τὸ εἰσ τὸ αὐτὸ σχη̃μα ἐλθει̃ν μετὰ τὴν ἀπογένεσιν, ὃ εἰ̃χε πρὸ τη̃σ γενέσεωσ: εἰ̃τα ὥσπερ ἀπ' ἀρχη̃σ ἄλλησ τὸν μεταξὺ τη̃σ ὕστερον γενέσεωσ χρόνον ται̃σ κολαζομέναισ πάρεστιν. 'Ή οὐδὲ βίοσ αὐται̃σ, ἀλλὰ δίκη. Τί δὲ ται̃σ εἰσ θήρεια σώματα εἰσιούσαισ; ἔλαττον ἢ δαίμων; 'Ή πονηρόσ γε ἢ εὐήθησ. Ται̃σ δὲ ἄνω; 'Ή τω̃ν ἄνω αἱ μὲν ἐν αἰσθητω̨̃, αἱ δὲ ἔξω. Αἱ μὲν οὐ̃ν ἐν αἰσθητω̨̃ ἢ ἐν ἡλίω̨ ἢ ἐν ἄλλω̨ τω̃ν πλανωμένων, αἱ δ' ἐν τη̨̃ ἀπλανει̃, ἑκάστη καθὸ λογικω̃σ ἐνήργησεν ἐνταυ̃θα: χρὴ γὰρ οἴεσθαι καὶ κόσμον εἰ̃ναι ἐν τη̨̃ ψυχη̨̃ ἡμω̃ν μὴ μόνον νοητόν, ἀλλὰ καὶ ψυχη̃σ τη̃σ κόσμου ὁμοειδη̃ διάθεσιν: νενεμημένησ οὐ̃ν κἀκείνησ εἴσ τε τὴν ἀπλανη̃ καὶ τὰσ πλανωμένασ κατὰ δυνάμεισ διαφόρουσ ὁμοειδει̃σ ταύταισ ται̃σ δυνάμεσι καὶ τὰσ παρ' ἡμι̃ν εἰ̃ναι καὶ ἐνέργειαν εἰ̃ναι παρ' ἑκάστησ καὶ ἀπαλλαγείσασ ἐκει̃ γίνεσθαι πρὸσ ἄστρον τὸ σύμφωνον τω̨̃ ἐνεργήσαντι καὶ ζήσαντι ἤθει καὶ δυνάμει: καὶ τοιούτω̨θεω̨̃ καὶ δαίμονί γε ἢ αὐτω̨̃ τούτω̨ χρήσεται ἢ τω̨̃ ὑπὲρ ταύτην τὴν δύναμιν: σκεπτέον δὲ του̃το βέλτιον. Τὰσ δ' ἔξω γενομένασ τὴν δαιμονίαν φύσιν ὑπερβεβηκέναι καὶ πα̃σαν εἱμαρμένην γενέσεωσ καὶ ὅλωσ [τὸ] ἐν τω̨̃δε τω̨̃ ὁρατω̨̃, ἕωσ ἐστὶν ἐκει̃, συνανενεχθείσησ καὶ τη̃σ ἐν αὐτη̨̃ φιλογενέσεωσ οὐσίασ, ἣν εἴ τισ λέγοι ταύτην εἰ̃ναι <τὴν περὶ τὰ σώματα γινομένην μεριστὴν> συμπληθύουσαν ἑαυτὴν καὶ συμμερίζουσαν τοι̃σ σώμασιν, ὀρθω̃σ λέξει. Μερίζεται δὲ οὐ μεγέθει: τὸ γὰρ αὐτὸ ἐν πα̃σιν ὅλον καὶ πάλιν ἕν: καὶ ἐξ ἑνὸσ ζώ̨ου ἀεὶ πολλὰ γεννα̃ται ταύτησ μεριζομένησ οὕτωσ, ὥσπερ καὶ ἐκ τω̃ν φυτω̃ν: περὶ τὰ σώματα γὰρ καὶ αὕτη μεριστή. Καὶ ὁτὲ μὲν μένουσα ἐπὶ του̃ αὐτου̃ δίδωσιν, οἱ̃ον ἡ ἐν τοι̃σ φυτοι̃σ: ὅπου δὲ ἀπελθου̃σα πρὶν ἀπελθει̃ν ἔδωκεν, οἱ̃ον καὶ ἐν τοι̃σ ἀνη̨ρημένοισ φυτοι̃σ ἢ ἐν ζώ̨οισ ἀποθανου̃σιν ἐκ σήψεωσ πολλω̃ν ἐξ ἑνὸσ γεννηθέντων. Συνεργει̃ν δὲ καὶ [τὴν] ἐκ του̃ παντὸσ τὴν τοιαύτην δύναμιν ἐνταυ̃θα τὴν αὐτὴν οὐ̃σαν.

7. πάλιν δὲ ἐὰν ἴη̨ ἡ ψυχὴ ἐνταυ̃θα, ἢ τὸν αὐτὸν ἢ ἄλλον ἔχει δαίμονα κατὰ τὴν ζωήν, ἣν ποιήσεται. 'Επιβαίνει οὐ̃ν μετὰ τούτου του̃ δαίμονοσ ὥσπερ σκάφουσ του̃δε του̃ παντὸσ πρω̃τον, εἰ̃τα παραλαβου̃σα ἡ του̃ ἀτράκτου λεγομένη φύσισ κατέταξεν ὥσπερ ἐν νηὶ εἴσ τινα ἕδραν τύχησ. Περιαγούσησ δὲ τη̃σ περιφορα̃σ ὥσπερ πνεύματοσ τὸν ἐπὶτη̃σ νεὼσ καθήμενον ἢ καὶ φερόμενον πολλαὶ καὶ ποικίλαι γίνονται καὶ θέαι καὶ μεταθέσεισ καὶ συμπτώματα, καὶ ὥσπερ ἐν αὐτη̨̃ τη̨̃ νηὶ ἢ παρὰ του̃ σάλου τη̃σ νεὼσ ἢ παρ' αὐτου̃ κινηθέντοσ ὁρμη̨̃ οἰκεία̨, ἣν ἂν σχοίη τω̨̃ ἐπὶ νεὼσ εἰ̃ναι παρὰ τὸν ἑαυτου̃ τρόπον. Οὐ γὰρ ὁμοίωσ ἐν τοι̃σ αὐτοι̃σ πα̃σ κινει̃ται ἢ βούλεται ἢ ἐνεργει̃. Γίνεται οὐ̃ν διάφορα διαφόροισ ἢ ἐκ τω̃ν αὐτω̃ν ἢ διαφόρων προσπεσόντων, ἢ τὰ αὐτὰ ἄλλοισ, κἂν διάφορα τὰ προσπεσόντα: τοιου̃τον γὰρ ἡ εἱμαρμένη.

III.5

1. περὶ ἔρωτοσ, πότερα θεόσ τισ ἢ δαίμων ἢ πάθοσ τι τη̃σ ψυχη̃σ, ἢ ὁ μὲν θεόσ τισ ἢ δαίμων, τὸ δέ τι καὶ πάθοσ, καὶ ποι̃όν τι ἕκαστον, ἐπισκέψασθαι ἄξιον τάσ τε τω̃ν ἄλλων ἀνθρώπων ἐπινοίασ ἐπιόντασ, καὶ ὅσαι ἐν φιλοσοφία̨ ἐγένοντο περὶ τούτων, καὶ μάλιστα ὅσα ὑπολαμβάνει ὁ θει̃οσ Πλάτων, ὃσ δὴ καὶ πολλὰ πολλαχη̨̃ τω̃ν ἑαυτου̃ περὶ ἔρωτοσ ἔγραψεν: ὃσ δὴ οὐ μόνον ἐν ται̃σ ψυχαι̃σ ἐγγιγνόμενόν τι πάθοσ εἴρηκεν εἰ̃ναι, ἀλλὰ καὶ δαίμονά φησιν αὐτὸν καὶ περὶ γενέσεωσ αὐτου̃ διεξη̃λθεν, ὅπωσ καὶ ὅθεν ἐστὶ γεγενημένοσ. Περὶ μὲν οὐ̃ν του̃ πάθουσ οὑ̃ τὸν ἔρωτα αἰτιώμεθα, ὅτι ἐγγίνεται ἐν ψυχαι̃σ ἐφιεμέναισ καλω̨̃ τινι συμπλακη̃ναι, καὶ ὡσ ἡ ἔφεσισ αὕτη ἡ μέν ἐστι παρὰ σωφρόνων αὐτω̨̃ τω̨̃ κάλλει οἰκειωθέντων, ἡ δὲ καὶ τελευτα̃ν ἐθέλει εἰσ αἰσχρου̃ τινοσ πρα̃ξιν, οὐδεὶσ ἀγνοει̃ δήπου: ὅθεν δὲ τὴν ἀρχὴν ἔχει ἑκάτεροσ, τὸ ἐντευ̃θεν ἐπισκοπει̃ν διὰ φιλοσοφίασ προσήκει. 'Αρχὴν δὲ εἴ τισ θει̃το τὴν αὐτου̃ κάλλουσ πρότερον ἐν ται̃σ ψυχαι̃σ ὄρεξιν καὶ ἐπίγνωσινκαὶ συγγένειαν καὶ οἰκειότητοσ ἄλογον σύνεσιν, τυγχάνοι ἄν, οἰ̃μαι, του̃ ἀληθου̃σ τη̃σ αἰτίασ. Τὸ μὲν γὰρ αἰσχρὸν ἐναντίον καὶ τη̨̃ φύσει καὶ τω̨̃ θεω̨̃. Καὶ γὰρ ἡ φύσισ πρὸσ τὸ καλὸν βλέπουσα ποιει̃ καὶ πρὸσ τὸ ὡρισμένον βλέπει, ὅ ἐστιν <ἐν τη̨̃ του̃ ἀγαθου̃ συστοιχία̨>: τὸ δὲ ἀόριστον αἰσχρὸν καὶ τη̃σ ἑτέρασ συστοιχίασ. Τη̨̃ δὲ φύσει γένεσισ ἐκει̃θεν ἐκ του̃ ἀγαθου̃ καὶ δηλονότι του̃ καλου̃. 'Ότω̨ δέ τισ ἄγαται καί ἐστι συγγενήσ, τούτου ὠ̨κείωται καὶ πρὸσ τὰσ εἰκόνασ. Εἰ δέ τισ ταύτην τὴν αἰτίαν ἀνέλοι, ὅπη̨ τὸ πάθοσ γίνεται καὶ δι' ἃσ αἰτίασ οὐχ ἕξει λέγειν οὐδ' ἐπ' αὐτω̃ν τω̃ν διὰ μίξιν ἐρώντων. Καὶ γὰρ οὑ̃τοι <τίκτειν> βούλονται <ἐν καλω̨̃>: ἐπείπερ ἄτοπον βουλομένην τὴν φύσιν καλὰ ποιει̃ν <ἐν αἰσχρω̨̃> γεννα̃ν βούλεσθαι. 'Αλλὰ γὰρ τοι̃σ μὲν τη̨̃δε γεννα̃ν κινουμένοισ ἀρκει̃ τὸ τη̨̃δε καλὸν ἔχειν, ὅπερ πάρεστιν ἐν εἰκόσι καὶ σώμασιν, ἐπεὶ μὴ τὸ ἀρχέτυπον αὐτοι̃σ πάρεστιν, ὅ ἐστιν αἴτιον αὐτοι̃σ του̃ καὶ του̃δε ἐρα̃ν. Καὶ εἰσ ἀνάμνησιν μὲν ἐκείνου ἀπὸ του̃δε ἐλθου̃σιν ἀγαπα̃ται του̃το ὡσ εἰκών, μὴ ἀναμνησθει̃σι δὲ ὑπ' ἀγνοίασ του̃ πάθουσ ἀληθὲσ του̃το φαντάζεται. Καὶ σώφροσι μὲν οὐ̃σιν ἀναμάρτητοσ ἡ πρὸσ τὸ τη̨̃δε καλὸν οἰκείωσισ, ἡ δὲ πρὸσ μίξιν ἔκπτωσισ ἁμαρτία. Καὶ ὅτω̨ μὲν καθαρὸσ ὁ του̃ καλου̃ ἔρωσ, ἀγαπητὸν τὸ κάλλοσ μόνον εἴτε ἀναμνησθέντι εἴτε καὶ μή, ὅτω̨ δὲ μέμικται καὶ ἄλλη του̃ <ἀθάνατον> εἰ̃ναι <ὡσ ἐν θνητω̨̃> ἐπιθυμία, οὑ̃τοσ ἐν τω̨̃ <ἀειγενει̃> καὶ ἀιδίω̨ τὸ καλὸν ζητει̃ καὶ κατὰ φύσιν μὲν ἰὼν σπείρει καὶ γεννα̨̃ ἐν καλω̨̃, σπείρων μὲν εἰσ τὸ ἀεί, ἐνκαλω̨̃ δὲ διὰ συγγένειαν του̃ καλου̃. Καὶ γὰρ καὶ τὸ ἀίδιον συγγενὲσ τω̨̃ καλω̨̃ καὶ ἡ ἀίδιοσ φύσισ τὸ πρώτωσ τοιου̃τον καὶ τὰ ἀπ' αὐτη̃σ τοιαυ̃τα πάντα. Τὸ μὲν οὐ̃ν μὴ γεννα̃ν ἐθέλον μα̃λλον αὐταρκέστερον τω̨̃ καλω̨̃, τὸ δὲ ἐφιέμενον ποιη̃σαι καλόν τε ἐθέλει ποιει̃ν ὑπ' ἐνδείασ καὶ οὐκ αὔ 64;αρκεσ: καί, εἴπερ τοιου̃τον ποιήσει, οἴεται, εἰ ἐν καλω̨̃ γεννήσεται. Οἳ δ' ἂν ἐν παρανόμω̨ καὶ παρὰ τὴν φύσιν ἐθέλωσι γεννα̃ν, ἐκ τη̃σ κατὰ φύσιν πορείασ ποιησάμενοι τὰσ ἀρχὰσ γενόμενοι παράφοροι ἐκ ταύτησ οἱ̃ον ὁδου̃ ὀλισθήσαντεσ κει̃νται πεσόντεσ οὔτε ἔρωτα γνόντεσ ἐφ' ὃ ἠ̃γεν αὐτοὺσ οὔτε ἔφεσιν γεννήσεωσ οὔτε χρη̃σιν κάλλουσ εἰκόνοσ οὔτε ὅ τι ἐστὶ κάλλοσ αὐτό. 'Αλλ' οὐ̃ν οἵ τε σωμάτων καλω̃ν καὶ [μὴ] διὰ μίξιν ἐρω̃ντεσ, ὅτι καλά ἐστιν ἐρω̃σιν, οἵ τε τὸν λεγόμενον μικτὸν ἔρωτα, γυναικω̃ν μέν, ἵνα καὶ τὸ ἀεί, μὴ τοιούτων δέ, σφαλλόμενοι: οἱ δὲ ἀμείνουσ: σωφρονου̃σι μὲν ἄμφω. 'Αλλ' οἱ μὲν καὶ τὸ τη̨̃δε κάλλοσ σέβουσιν ἀρκούμενοι, οἱ δὲ κἀκει̃νο, ὅσοι ἀνεμνήσθησαν, καὶ οὐκ ἀτιμάζουσιν οὐδὲ του̃το ὡσ ἂν καὶ ἀποτέλεσμά τι ὂν ἐκείνου καὶ παίγνιον. Οὑ̃τοι μὲν οὐ̃ν περὶ τὸ καλὸν αἰσχρου̃ ἄνευ, οἱ δὲ καὶ διὰ τὸ καλὸν εἰσ αἰσχρὸν πεσόντεσ: καὶ γὰρ ἡ ἀγαθου̃ ἔφεσισ ἔχει εἰσ κακὸν τὴν ἔκπτωσιν πολλάκισ. Καὶ ταυ̃τα μὲν τη̃σ ψυχη̃σ τὰ παθήματα.

2. περὶ δὲ του̃ ὃν θεὸν τίθενται οὐ μόνον οἱ ἄλλοι ἄνθρωποι, ἀλλὰ καὶ θεολόγοι καὶ Πλάτων πολλαχου̃ <'Αφροδίτησ 'Έρωτα> λέγων καὶ ἔργον αὐτω̨̃ εἰ̃ναι <καλω̃ν τε ἔφορον παίδων> καὶ κινητικὸν τω̃ν ψυχω̃ν πρὸσ τὸ ἐκει̃ κάλλοσ, ἢ καὶ ἐπαύξειν τὴν ἤδη γενομένην πρὸσ τὸ ἐκει̃ ὁρμήν, περὶ τούτου μάλιστα φιλοσοφητέον: καὶ δὴ καὶ ὅσα ἐν Συμποσίω̨ εἴρηται παραληπτέον, ἐν οἱ̃σ οὐκ ['Αφροδίτησ φησὶν αὐτὸν γενέσθαι, ἀλλ' ἐν] 'Αφροδίτησ <γενεθλίοισ ἐκ τη̃σ Πενίασ καὶ του̃ Πόρου>. 'Έοικε δὲ ὁ λόγοσ καὶ περὶ τη̃σ 'Αφροδίτησ ἀπαιτήσειν τι εἰπει̃ν, εἴτ' οὐ̃ν ἐξ ἐκείνησ εἴτε μετ' ἐκείνησ γεγονέναι λέγεται ὁ 'Έρωσ. Πρω̃τον οὐ̃ν τίσ ἡ 'Αφροδίτη; Εἰ̃τα πω̃σ ἢ ἐξ αὐτη̃σ ἢ σὺν αὐτη̨̃ ἢ τίνα τρόπον ἔχει τὸν αὐτὸν τὸ ἐξ αὐτη̃σ τε ἅμα καὶ σὺν αὐτη̨̃; Λέγομεν δὴ τὴν 'Αφροδίτην εἰ̃ναι διττήν, τὴν μὲν <οὐρανίαν Οὐρανου̃> λέγοντεσ εἰ̃ναι, τὴν δὲ ἐκ <Διὸσ καὶ Διώνησ>, τὴν τω̃ν τη̨̃δε ἐφαπτομένην ἔφορον γάμων: <ἀμήτορα> δὲ ἐκείνην καὶ ἐπέκεινα γάμων, ὅτι μηδ' ἐν οὐρανω̨̃ γάμοι. Τὴν δὲ οὐρανίαν λεγομένην ἐκ Κρόνου νου̃ ὄντοσ ἐκείνου ἀνάγκη ψυχὴν θειοτάτην εἰ̃ναι εὐθὺσ ἐξ αὐτου̃ ἀκήρατον ἀκηράτου μείνασαν ἄνω, ὡσ μηδὲ εἰσ τὰ τη̨̃δε ἐλθει̃ν μήτε ἐθελήσασαν μήτε δυναμένην [ὅτι ἠ̃ν φύσεωσ], μὴ κατὰ τὰ κάτω φυ̃σαν βαίνειν χωριστὴν οὐ̃σάν τινα ὑπόστασιν καὶ ἀμέτοχον ὕλησ οὐσίαν-ὅθεν αὐτὴν τούτω̨ ἠ̨νίττοντο, τω̨̃ <ἀμήτορα> εἰ̃ναι-ἣν δὴ καὶ θεὸν ἄν τισ δικαίωσ, οὐ δαίμονα εἴποι ἄμικτον οὐ̃σαν καὶ καθαρὰν ἐφ' ἑαυτη̃σ μένουσαν. Τὸ γὰρ εὐθὺσ ἐκ νου̃ πεφυκὸσ καθαρὸν καὶ αὐτό, ἅτε ἰσχύον καθ' ἑαυτὸ τω̨̃ ἐγγύθεν, ἅτε καὶ τη̃σ ἐπιθυμίασοὔσησ αὐτη̨̃ καὶ τη̃σ ἱδρύσεωσ πρὸσ τὸ γεννη̃σαν ἱκανὸν ὂν κατέχειν ἄνω: ὅθεν οὐδ' ἂν ἐκπέσοι ψυχὴ νου̃ ἐξηρτημένη πολὺ μα̃λλον ἢ ἥλιοσ ἂν ἔχοι ἐξ ἑαυτου̃ ὅσον αὐτὸν περιλάμπει φω̃σ τὸ ἐξ αὐτου̃ εἰσ αὐτὸν συνηρτημένον. 'Εφεπομένη δὴ τω̨̃ Κρόνω̨ ἤ, εἰ βούλει, τω̨̃ πατρὶ του̃ Κρόνου Οὐρανω̨̃ ἐνήργησέ τε πρὸσ αὐτὸν καὶ ὠ̨κειώθη καὶ ἐρασθει̃σα 'Έρωτα ἐγέννησε καὶ μετὰ τούτου πρὸσ αὐτὸν βλέπει, καὶ ἡ ἐνέργεια αὐτη̃σ ὑπόστασιν καὶ οὐσίαν εἰργάσατο, καὶ ἄμφω ἐκει̃ βλέπει, καὶ ἡ γειναμένη καὶ ὁ καλὸσ 'Έρωσ ὁ γεγενημένοσ ὑπόστασισ πρὸσ ἄλλο καλὸν ἀεὶ τεταγμένη καὶ τὸ εἰ̃ναι ἐν τούτω̨ ἔχουσα μεταξὺ ὥσπερ ποθου̃ντοσ καὶ ποθουμένου, ὀφθαλμὸσ ὁ του̃ ποθου̃ντοσ παρέχων μὲν τω̨̃ ἐρω̃ντι δι' αὐτου̃ τὸ ὁρα̃ν τὸ ποθούμενον, προτρέχων δὲ αὐτὸσ καὶ πρὶν ἐκείνω̨ παρασχει̃ν τὴν του̃ ὁρα̃ν δι' ὀργάνου δύναμιν αὐτὸσ πιμπλάμενοσ του̃ θεάματοσ, πρότεροσ μέν, οὐ μὴν ὁμοίωσ ὁρω̃ν τω̨̃ ἐνστηρίζειν μὲν ἐκείνω̨ τὸ ὅραμα, αὐτὸν δὲ καρπου̃σθαι τὴν θέαν του̃ καλου̃ αὐτὸν παραθέουσαν.

3. 'Υπόστασιν δὲ εἰ̃ναι καὶ οὐσίαν ἐξ οὐσίασ ἐλάττω μὲν τη̃σ ποιησαμένησ, οὐ̃σαν δὲ ὅμωσ, ἀπιστει̃ν οὐ προσήκει. Καὶ γὰρ ἡ ψυχὴ ἐκείνη οὐσία ἠ̃ν γενομένη ἐξ ἐνεργείασ τη̃σ πρὸ αὐτη̃σ [καὶ ζω̃σα] καὶ τη̃σ τω̃ν ὄντων οὐσίασ καὶ πρὸσ ἐκει̃νο ὁρω̃σα, ὃ πρώτη ἠ̃ν οὐσία, καὶ σφόδρα ὁρω̃σα. Καὶ πρω̃τον ἠ̃ν ὅραμα αὐτη̨̃ του̃το καὶ ἑώρα ὡσ πρὸσ ἀγαθὸν αὐτη̃σ καὶ ἔχαιρεν ὁρω̃σα, καὶ τὸ ὅραμα τοιου̃τον ἠ̃ν, ὡσ μὴ πάρεργον ποιει̃σθαι τὴν θέαν τὸ ὁρω̃ν, ὡσ τη̨̃οἱ̃ον ἡδονη̨̃ καὶ τάσει τη̨̃ πρὸσ αὐτὸ καὶ σφοδρότητι τη̃σ θέασ γεννη̃σαί τι παρ' αὐτη̃σ ἄξιον αὐτη̃σ καὶ του̃ ὁράματοσ. 'Εξ οὐ̃ν του̃ ἐνεργου̃ντοσ συντόνωσ περὶ τὸ ὁρώμενον καὶ ἐκ του̃ οἱ̃ον ἀπορρέοντοσ ἀπὸ του̃ ὁρωμένου ὄμμα πληρωθέν, οἱ̃ον μετ' εἰδώλου ὅρασισ, 'Έρωσ ἐγένετο τάχα που καὶ τη̃σ προσηγορίασ ἐντευ̃θεν μα̃λλον αὐτω̨̃ γεγενημένησ, ὅτι ἐξ ὁράσεωσ τὴν ὑπόστασιν ἔχει: ἐπεὶ τό γε πάθοσ ἀπὸ τούτου ἔχοι ἂν τὴν ...ἐπωνυμίαν_, εἴπερ πρότερον οὐσία μὴ οὐσίασ-καίτοι τό γε πάθοσ "ἐρα̃ν" λέγεται- καὶ εἴπερ "ἔρωσ αὐτὸν ἔχει του̃δε", ἁπλω̃σ δὲ οὐκ ἂν λέγοιτο ἔρωσ. 'Ο μὲν δὴ τη̃σ ἄνω ψυχη̃σ 'Έρωσ τοιου̃τοσ ἂν εἴη, ὁρω̃ν καὶ αὐτὸσ ἄνω, ἅτε ὀπαδὸσ ὢν ἐκείνησ καὶ ἐξ ἐκείνησ καὶ παρ' ἐκείνησ γεγενημένοσ καὶ θεω̃ν ἀρκούμενοσ θέα̨. Χωριστὴν δὲ ἐκείνην τὴν ψυχὴν λέγοντεσ τὴν πρώτωσ ἐλλάμπουσαν τω̨̃ οὐρανω̨̃, χωριστὸν καὶ τὸν 'Έρωτα του̃τον θησόμεθα-εἰ καὶ ὅτι μάλιστα οὐρανίαν τὴν ψυχὴν εἴπομεν: ἐπεὶ καὶ ἐν ἡμι̃ν λέγοντεσ τὸ ἐν ἡμι̃ν ἄριστον εἰ̃ναι χωριστὸν ὅμωσ τιθέμεθα αὐτὸ εἰ̃ναι-μόνον ἐκει̃ ἔστω, οὑ̃ ἡ ψυχὴ ἡ ἀκήρατοσ. 'Επεὶ δὲ καὶ του̃δε του̃ παντὸσ ψυχὴν εἰ̃ναι ἔδει, ὑπέστη μετὰ ταύτησ ἤδη καὶ ὁ ἄλλοσ 'Έρωσ ὄμμα καὶ ταύτησ, ἐξ ὀρέξεωσ καὶ αὐτὸσ γεγενημένοσ. Του̃ δὲ κόσμου οὐ̃σα ἡ 'Αφροδίτη αὕτη καὶ οὐ μόνον ψυχὴ οὐδὲ ἁπλω̃σ ψυχὴ καὶ τὸν ἐν τω̨̃δε τω̨̃ κόσμω̨ 'Έρωτα ἐγεννήσατο ἐφαπτόμενον ἤδη καὶ αὐτὸν γάμων καί, καθ' ὅσον ἐφάπτεται καὶ αὐτὸσ τη̃σ ὀρέξεωστη̃σ ἄνω, κατὰ τοσου̃τον κινου̃ντα καὶ τὰσ τω̃ν νέων ψυχὰσ καὶ τὴν ψυχὴν ἡ̨̃ συντέτακται ἀναστρέφοντα, καθ' ὅσον καὶ αὐτὴ εἰσ μνήμην ἐκείνων πέφυκεν ἰέναι. Πα̃σα γὰρ ἐφίεται του̃ ἀγαθου̃ καὶ ἡ μεμιγμένη καὶ ἡ τινὸσ γενομένη: ἐπεὶ καὶ αὕτη ἐφεξη̃σ ἐκείνη̨ καὶ ἐξ ἐκείνησ.

4. '~Αρ' οὐ̃ν καὶ ἑκάστη ψυχὴ ἔχει ἔρωτα τοιου̃τον ἐν οὐσία̨ καὶ ὑποστάσει; 'Ή διὰ τί ἡ μὲν ὅλη ἕξει καὶ ἡ του̃ παντὸσ ὑποστατὸν ἔρωτα, ἡ δὲ ἑκάστου ἡμω̃ν οὔ, πρὸσ δὲ καὶ ἡ ἐν τοι̃σ ἄλλοισ ζώ̨οισ ἅπασι; Καὶ ἀ̃ρα ὁ ἔρωσ οὑ̃τόσ ἐστιν ὁ δαίμων, ὅν φασιν ἑκάστω̨ συνέπεσθαι, ὁ αὐτου̃ ἑκάστου ἔρωσ; Οὑ̃τοσ γὰρ ἂν εἴη καὶ ὁ ἐμποιω̃ν τὰσ ἐπιθυμίασ κατὰ φύσιν ἑκάστησ τη̃σ ψυχη̃σ ὀριγνωμένησ ἀνάλογον ἑκάστησ πρὸσ τὴν αὑτη̃σ φύσιν καὶ τὸν ἔρωτα γεννώσησ εἴσ τε ἀξίαν καὶ πρὸσ οὐσίαν. 'Εχέτω δὴ ἡ μὲν ὅλη ὅλον, αἱ δ' ἐν μέρει τὸν αὐτη̃σ ἑκάστη. Καθ' ὅσον δὲ ἑκάστη πρὸσ τὴν ὅλην ἔχει οὐκ ἀποτετμημένη, ἐμπεριεχομένη δέ, ὡσ εἰ̃ναι πάσασ μίαν, καὶ ὁ ἔρωσ ἕκαστοσ πρὸσ τὸν πάντα ἂν ἔχοι: συνει̃ναι δ' αὐ̃ καὶ τὸν ἐν μέρει τη̨̃ ἐν μέρει καὶ τη̨̃ ὅλη̨ τὸν μέγαν ἐκει̃νον καὶ τὸν ἐν τω̨̃ παντὶ τω̨̃ παντὶ πανταχου̃ αὐτου̃: καὶ πολλοὺσ αὐ̃ τὸν ἕνα του̃τον γίνεσθαι καὶ εἰ̃ναι, φαινόμενον πανταχου̃ του̃ παντὸσ οὑ̃ ἂν θέλη̨, σχηματιζόμενον μέρεσιν ἑαυτου̃ καὶ φανταζόμενον, εἰ θέλοι. Οἴεσθαι δὲ χρὴ καὶ 'Αφροδίτασ ἐν τω̨̃ ὅλω̨ πολλάσ, δαίμονασ ἐν αὐτω̨̃ γενομένασ μετ' 'Έρωτοσ, ῥυείσασἐξ 'Αφροδίτησ τινὸσ ὅλησ, ἐν μέρει πολλὰσ ἐκείνησ ἐξηρτημένασ μετὰ ἰδίων ἐρώτων, εἴπερ ψυχὴ μήτηρ ἔρωτοσ, 'Αφροδίτη δὲ ψυχή, ἔρωσ δὲ ἐνέργεια ψυχη̃σ ἀγαθου̃ ὀριγνωμένησ. 'Άγων τοίνυν ἑκάστην οὑ̃τοσ ὁ ἔρωσ πρὸσ τὴν ἀγαθου̃ φύσιν ὁ μὲν τη̃σ ἄνω θεὸσ ἂν εἴη, ὃσ ἀεὶ ψυχὴν ἐκείνω̨ συνάπτει, δαίμων δ' ὁ τη̃σ μεμιγμένησ.

5. 'Αλλὰ τίσ ἡ δαίμονοσ καὶ ὅλωσ ἡ δαιμόνων φύσισ, περὶ ἡ̃σ καὶ ἐν Συμποσίω̨ λέγεται, ἥ τε τω̃ν ἄλλων καὶ ἡ αὐτου̃ του̃ 'Έρωτοσ, ὡσ ἐκ Πενίασ καὶ Πόρου Μήτιδόσ ἐστι γεγενημένοσ ἐν τοι̃σ 'Αφροδίτησ γενεθλίοισ; Τὸ μὲν οὐ̃ν τὸν κόσμον ὑπονοει̃ν λέγεσθαι τόνδε τω̨̃ Πλάτωνι τὸν 'Έρωτα, ἀλλὰ μὴ του̃ κόσμου τὸν ἐν αὐτω̨̃ ἐκφύντα 'Έρωτα, πολλὰ τὰ ἐναντιούμενα τη̨̃ δόξη̨ ἔχει, του̃ μὲν κόσμου λεγομένου <εὐδαίμονοσ θεου̃> καὶ αὐτάρκουσ εἰ̃ναι, του̃ δὲ 'Έρωτοσ τούτου ὁμολογουμένου τω̨̃ ἀνδρὶ οὔτε θεου̃ οὔτε αὐτάρκουσ, ἀεὶ δὲ ἐνδεου̃σ εἰ̃ναι. Εἰ̃τα ἀνάγκη, εἴπερ ὁ κόσμοσ ἐστὶν ἐκ ψυχη̃σ καὶ σώματοσ, ἡ δὲ ψυχὴ του̃ κόσμου ἡ 'Αφροδίτη ἐστὶν αὐτω̨̃, μέροσ τὸ κύριον του̃ 'Έρωτοσ τὴν 'Αφροδίτην εἰ̃ναι: ἤ, εἰ κόσμοσ ἡ ψυχή ἐστιν αὐτου̃, ὥσπερ καὶ ἄνθρωποσ ἡ ἀνθρώπου ψυχή, τὸν 'Έρωτα τὴν 'Αφροδίτην εἰ̃ναι. Εἰ̃τα διὰ τί οὑ̃τοσ μὲν δαίμων ὢν ὁ κόσμοσ ἔσται, οἱ δ' ἄλλοι δαίμονεσ-δη̃λον γὰρ ὅτι ἐκ τη̃σ αὐτη̃σ οὐσίασ εἰσίν-οὐ καὶ αὐτοὶ ἔσονται; Καὶ ὁ κόσμοσ ἔσται σύστασισ αὐτὸ του̃το ἐκ δαιμόνων. 'Ο δὲ <ἔφοροσ καλω̃ν παίδων> λεχθεὶσ εἰ̃ναι πω̃σ ἂν ὁ κόσμοσ εἴη; Τὸ δὲ <ἄστρωτον> καὶ <ἀνυπόδητον> καὶ <ἄοικον> πω̃σ ἂν ἐφαρμόσειε μὴ οὐ γλίσχρωσ καὶ ἀπα̨δόντωσ;

6. 'Αλλὰ τί δὴ χρὴ λέγειν περὶ του̃ 'Έρωτοσ καὶ τη̃σ λεγομένησ γενέσεωσ αὐτου̃; Δη̃λον δὴ ὅτι δει̃ λαβει̃ν τίσ ἡ Πενία καὶ τίσ ὁ Πόροσ, καὶ πω̃σ ἁρμόσουσιν οὑ̃τοι γονει̃σ εἰ̃ναι αὐτω̨̃. Δη̃λον δὲ ὅτι δει̃ καὶ τοι̃σ ἄλλοισ δαίμοσι τούτουσ ἁρμόσαι, εἴπερ δει̃ φύσιν εἰ̃ναι καὶ οὐσίαν μίαν καθὸ δαίμονεσ δαιμόνων, εἰ μὴ κοινὸν ὄνομα ἕξουσι μόνον. Λάβωμεν τοίνυν πη̨̃ ποτε διορίζομεν θεοὺσ δαιμόνων, καὶ εἰ πολλάκισ καὶ δαίμονασ θεοὺσ λέγομεν εἰ̃ναι, ἀλλ' ὅταν γε τὸ μὲν ἕτερον, τὸ δὲ ἕτερον λέγωμεν αὐτω̃ν εἰ̃ναι γένοσ, τὸ μὲν δὴ θεω̃ν ἀπαθὲσ λέγομεν καὶ νομίζομεν γένοσ, δαίμοσι δὲ προστίθεμεν πάθη, ἀιδίουσ λέγοντεσ ἐφεξη̃σ τοι̃σ θεοι̃σ, ἤδη πρὸσ ἡμα̃σ, μεταξὺ θεω̃ν τε καὶ του̃ ἡμετέρου γένουσ. Πη̨̃ δὴ οὐ̃ν οὐκ ἔμειναν ἀπαθει̃σ οὑ̃τοι, πη̨̃ δὲ κατέβησαν τη̨̃ φύσει πρὸσ τὸ χει̃ρον; Καὶ δὴ καὶ του̃το σκεπτέον, πότερα δαίμων ἐν τω̨̃ νοητω̨̃ οὐδὲ εἱ̃σ καὶ αὐ̃ ἐν τω̨̃ κόσμω̨ τω̨̃δε δαίμονεσ μόνον, θεὸσ δὲ ἐν τω̨̃ νοητω̨̃ ἀφορίζεται, ἢ <εἰσὶ καὶ ἐνταυ̃θα θεοὶ> καὶ ὁ κόσμοσ <θεόσ>, ὥσπερ σύνηθεσ λέγειν, <τρίτοσ> καὶ οἱ μέχρι σελήνησ ἕκαστοσ θεόσ. Βέλτιον δὲ μηδένα ἐν τω̨̃ νοητω̨̃ δαίμονα λέγειν, ἀλλὰ καὶ εἰ αὐτοδαίμων, θεὸν καὶ του̃τον εἰ̃ναι, καὶ αὐ̃ ἐν τω̨̃ αἰσθητω̨̃ τοὺσ μέχρι σελήνησ θεοὺσ τοὺσ ὁρατοὺσ θεοὺσ δευτέρουσ μετ' ἐκείνουσ καὶ κατ' ἐκείνουσ τοὺσ νοητούσ, ἐξηρτημένουσ ἐκείνων, ὥσπερ αἴγλην περὶ ἕκαστον ἄστρον. Τοὺσ δὲ δαίμονασ τί; '~Αρά γε ψυχη̃σ ἐν κόσμω̨ γενομένησ τὸ ἀφ' ἑκάστησ ἴχνοσ; Διὰ τί δὲ τη̃σ ἐν κόσμω̨; 'Ότι ἡ καθαρὰ θεὸν γεννα̨̃, καὶ θεὸν ἔφαμεν τὸν ταύτησ ἔρωτα. Πρω̃τον δὴ διὰ τί οὐ πάντεσ οἱ δαίμονεσ ἔρωτεσ; Εἰ̃τα πω̃σ οὐ καθαροὶ καὶ οὑ̃τοι ὕλησ; 'Ή ἔρωτεσ μέν, οἳ γεννω̃νται ψυχη̃σ ἐφιεμένησ του̃ ἀγαθου̃ καὶ καλου̃, καὶ γεννω̃σι πα̃σαι του̃τον τὸν δαίμονα αἱ ἐν τω̨̃δε: οἱ δὲ ἄλλοι δαίμονεσ ἀπὸ ψυχη̃σ μὲν καὶ οὑ̃τοι τη̃σ του̃ παντόσ, δυνάμεσι δὲ ἑτέραισ γεννώμενοι κατὰ χρείαν του̃ ὅλου συμπληρου̃σι καὶ συνδιοικου̃σι τω̨̃ παντὶ ἕκαστα. 'Έδει γὰρ ἀρκει̃ν τὴν ψυχὴν του̃ παντὸσ τω̨̃ παντὶ γεννήσασαν δυνάμεισ δαιμόνων καὶ προσφόρουσ τω̨̃ ἑαυτη̃σ ὅλω̨. 'Αλλὰ πω̃σ καὶ τίνοσ ὕλησ μετέχουσιν; Οὐ γὰρ δὴ τη̃σ σωματικη̃σ, ἢ ζω̨̃α αἰσθητὰ ἔσται. Καὶ γὰρ εἰ σώματα προσλαμβάνουσιν ἀέρινα ἢ πύρινα, ἀλλὰ δει̃ γε πρότερον διάφορον αὐτω̃ν τὴν φύσιν εἰ̃ναι, ἵνα καὶ μετάσχωσι σώματοσ: οὐ γὰρ εὐθὺσ τὸ καθαρὸν πάντη σώματι μίγνυται: καίτοι πολλοι̃σ δοκει̃ ἡ οὐσία του̃ δαίμονοσ καθ' ὅσον δαίμων μετά τινοσ σώματοσ ἢ ἀέροσ ἢ πυρὸσ εἰ̃ναι. 'Αλλὰ διὰ τί ἡ μὲν σώματι μίγνυται, ἡ δὲ οὔ, εἰ μή τισ εἴη τη̨̃ μιγνυμένη̨ αἰτία; Τίσ οὐ̃ν ἡ αἰτία; 'Ύλην δει̃ νοητὴν ὑποθέσθαι, ἵνα τὸ κοινωνη̃σαν ἐκείνησ ἥκη̨ καὶ εἰσ ταύτην τὴν τω̃ν σωμάτων δι' αὐτη̃σ.

7. διὸ καὶ ἐν τη̨̃ γενέσει του̃ 'Έρωτοσ ὁ Πλάτων φησὶ <τὸν Πόρον τὴν μέθην ἔχειν του̃ νέκταροσ οἴνου οὔπω ὄντοσ>, ὡσ πρὸ του̃ αἰσθητου̃ του̃ 'Έρωτοσ γενομένου καὶ τη̃σ Πενίασ μετεχούσησ φύσεωσ νοητου̃, ἀλλ' οὐκ εἰδώλου νοητου̃ οὐδ' ἐκει̃θεν ἐμφαντασθέντοσ, ἀλλ' ἐκει̃ γενομένησ καὶ συμμιχθείσησ ὡσ ἐξ εἴδουσ καὶ ἀοριστίασ, ἣν [ἠ̃ν] ἔχουσα ἡ ψυχὴ πρὶν τυχει̃ν του̃ ἀγαθου̃, μαντευομένη δέ τι εἰ̃ναι κατὰ ἀόριστον καὶ ἄπειρον φάντασμα, τὴν ὑπόστασιν του̃ 'Έρωτοσ τεκούσησ. Λόγοσ οὐ̃ν γενόμενοσ ἐνοὐ λόγω̨, ἀορίστω̨ δὲ ἐφέσει καὶ ὑποστάσει ἀμυδρα̨̃, ἐποίησε τὸ γενόμενον οὐ τέλεον οὐδὲ ἱκανόν, ἐλλιπὲσ δέ, ἅτε ἐξ ἐφέσεωσ ἀορίστου καὶ λόγου ἱκανου̃ γεγενημένον. Καὶ ἔστι λόγοσ οὑ̃τοσ οὐ καθαρόσ, ἅτε ἔχων ἐν αὑτω̨̃ ἔφεσιν ἀόριστον καὶ ἄλογον καὶ ἄπειρον: οὐ γὰρ μήποτε πληρώσεται, ἕωσ ἂν ἔχη̨ ἐν αὑτω̨̃ τὴν του̃ ἀορίστου φύσιν. 'Εξήρτηται δὲ ψυχη̃σ ὡσ ἐξ ἐκείνησ μὲν γενόμενοσ ὡσ ἀρχη̃σ, μίγμα δὲ ὢν ἐκ λόγου οὐ μείναντοσ ἐν αὐτω̨̃, ἀλλὰ μιχθέντοσ ἀοριστία̨, οὐκ αὐτου̃ ἀνακραθέντοσ ἐκείνη̨, ἀλλὰ του̃ ἐξ αὐτου̃ ἐκείνη̨. Καὶ ἔστιν ὁ ἔρωσ οἱ̃ον <οἰ̃στροσ> ἄποροσ τη̨̃ ἑαυτου̃ φύσει: διὸ καὶ τυγχάνων ἄποροσ πάλιν: οὐ γὰρ ἔχει πληρου̃σθαι διὰ τὸ μὴ ἔχειν τὸ μίγμα: μόνον γὰρ πληρου̃ται ἀληθω̃σ, ὅτιπερ καὶ πεπλήρωται τη̨̃ ἑαυτου̃ φύσει: ὃ δὲ διὰ τὴν συνου̃σαν ἔνδειαν ἐφίεται, κἂν παραχρη̃μα πληρωθη̨̃, οὐ στέγει: ἐπεὶ καὶ τὸ εὐμήχανον αὐτω̨̃ διὰ τὴν <ἔνδειαν>, τὸ δὲ ποριστικὸν διὰ τὴν του̃ λόγου φύσιν.

8. δει̃ δὲ καὶ πα̃ν τὸ δαιμόνιον τοιου̃τον νομίζειν καὶ ἐκ τοιούτων: καὶ γὰρ ἕκαστον ἐφ' ὡ̨̃ τέτακται ποριστικὸν ἐκείνου καὶ ἐφιέμενον ἐκείνου καὶ συγγενὲσ καὶ ταύτη̨ τω̨̃ 'Έρωτι καὶ οὐ πλη̃ρεσ οὐδ' αὐτό, ἐφιέμενον δέ τινοσ τω̃ν ἐν μέρει ὡσ ἀγαθω̃ν. 'Όθεν καὶ τοὺσ ἐνταυ̃θα ἀγαθούσ, ὃν ἔχουσιν ἔρωτα, του̃ ἁπλω̃σ ἀγαθου̃ καὶ του̃ ὄντωσ ἔχειν οὐκ ἔρωτά τινα ἔχοντασ: τοὺσ δὲ κατ' ἄλλουσ δαίμονασ τεταγμένουσ κατ' ἄλλον καὶ ἄλλον δαίμονα τετάχθαι, ὃν ἁπλω̃σ εἰ̃χον ἀργὸν ἀφέντασ, ἐνεργου̃ντασ δὲ κατ' ἄλλον δαίμονα, ὃν εἵλοντο κατὰ τὸ σύμφωνον μέροσ του̃ ἐνεργου̃ντοσ ἐν αὐτοι̃σ, ψυχη̃σ. Οἱ δὲ κακω̃ν ἐφιέμενοι ται̃σ κακαι̃σ ἐγγενομέναισ ἐπιθυμίαισ ἐπέδησαν πάντασ τοὺσ ἐν αὐτοι̃σ ἔρωτασ, ὥσπερ καὶ λόγον τὸν ὀρθόν, ὅστισ σύμφυτοσ, κακαι̃σ ται̃σ ἐπιγενομέναισ δόξαισ. Οἱ μὲν οὐ̃ν φύσει ἔρωτεσ καὶ κατὰ φύσιν καλοί: καὶ οἱ μὲν ἐλάττονοσ ψυχη̃σ ἐλάττουσ εἰσ ἀξίαν καὶ δύναμιν, οἱ δὲ κρείττουσ, πάντεσ ἐν οὐσία̨. Οἱ δὲ παρὰ φύσιν σφαλέντων πάθη ταυ̃τα καὶ οὐδαμη̨̃ οὐσία οὐδὲ ὑποστάσεισ οὐσιώδεισ οὐ παρὰ ψυχη̃σ ἔτι γεννώμενα, ἀλλὰ συνυφιστάμενα κακία̨ ψυχη̃σ ὅμοια γεννώσησ ἐν διαθέσεσι καὶ ἕξεσιν ἤδη. Καὶ γὰρ ὅλωσ κινδυνεύει τὰ μὲν ἀγαθὰ τὰ ἀληθη̃ κατὰ φύσιν ψυχη̃σ ἐνεργούσησ ἐν ὡρισμένοισ οὐσία εἰ̃ναι, τὰ δ' ἄλλα οὐκ ἐξ αὐτη̃σ ἐνεργει̃ν, οὐδὲν δ' ἄλλο ἢ πάθη εἰ̃ναι: ὥσπερ ψευδη̃ νοήματα οὐκ ἔχοντα τὰσ ὑπ' αὐτὰ οὐσίασ, καθάπερ τὰ ἀληθη̃ ὄντωσ καὶ ἀίδια καὶ ὡρισμένα ὁμου̃ τὸ νοει̃ν καὶ τὸ νοητὸν καὶ τὸ εἰ̃ναι ἔχοντα οὐ μόνον ἐν τω̨̃ ἁπλω̃σ, ἀλλὰ καὶ ἐν ἑκάστω̨ περὶ τὸ νοητὸν ὄντωσ καὶ νου̃ν τὸν ἐν ἑκάστω̨, εἰ δει̃ καὶ ἐν ἑκάστω̨ ἡμω̃ν τίθεσθαι καθαρω̃σ νόησιν καὶ νοητόν-καὶ μὴ ὁμου̃ καὶ ἡμω̃ν του̃το καὶ ἁπλω̃σ-ὅθεν καὶ τω̃ν ἁπλω̃ν ἡμι̃ν ὁ ἔρωσ: καὶ γὰρ αἱ νοήσεισ: καὶ εἴ τινοσ τω̃ν ἐν μέρει, κατὰ συμβεβηκόσ, ὥσπερ, εἰ τόδε τὸ τρίγωνον, δύο ὀρθὰσ θεωρει̃, καθ' ὅσον ἁπλω̃σ τρίγωνον.

9. 'Αλλὰ τίσ ὁ Ζεύσ, <οὑ̃ τὸν κη̃πον> λέγει, <εἰσ ὃν εἰση̃λθεν ὁ Πόροσ>, καὶ τίσ ὁ κη̃ποσ οὑ̃τοσ; 'Η μὲν γὰρ'Αφροδίτη ψυχὴ ἠ̃ν ἡμι̃ν, λόγοσ δὲ ἐλέγετο τω̃ν πάντων ὁ Πόροσ. Ταυ̃τα δὲ τί δει̃ τίθεσθαι, τὸν Δία καὶ τὸν κη̃πον αὐτου̃; Οὐδὲ γὰρ ψυχὴν δει̃ τίθεσθαι τὸν Δία τὴν 'Αφροδίτην του̃το θέντασ. Δει̃ δὴ λαβει̃ν καὶ ἐνταυ̃θα παρὰ Πλάτωνοσ τὸν Δία ἐκ μὲν Φαίδρου <ἡγεμόνα μέγαν> λέγοντοσ αὐτου̃ του̃τον τὸν θεόν, ἐν ἄλλοισ δὲ τρίτον, οἰ̃μαι, του̃τον: σαφέστερον δὲ ἐν τω̨̃ Φιλήβω̨, ἡνίκ' ἂν φη̨̃ ἐν <τω̨̃ Διὶ εἰ̃ναι βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νου̃ν>. Εἰ οὐ̃ν ὁ Ζεὺσ νου̃σ ἐστι μέγασ καὶ ψυχὴ καὶ ἐν τοι̃σ αἰτίοισ τάττεται, κατὰ δὲ τὸ κρει̃ττον δει̃ τάττειν διά τε τὰ ἄλλα καὶ ὅτι αἴτιον καὶ τὸ βασιλικὸν δὲ καὶ τὸ ἡγούμενον, ὁ μὲν ἔσται κατὰ τὸν νου̃ν, ἡ δὲ 'Αφροδίτη αὐτου̃ οὐ̃σα καὶ ἐξ αὐτου̃ καὶ σὺν αὐτω̨̃ κατὰ τὴν ψυχὴν τετάξεται κατὰ τὸ καλὸν καὶ ἀγλαὸν καὶ τὸ τη̃σ ψυχη̃σ ἄκακον καὶ ἁβρὸν 'Αφροδίτη λεχθει̃σα. Καὶ γὰρ εἰ κατὰ μὲν τὸν νου̃ν τοὺσ ἄρρενασ τάττομεν τω̃ν θεω̃ν, κατὰ δὲ τὰσ ψυχὰσ αὐτω̃ν τὰσ θηλείασ λέγομεν, ὡσ νω̨̃ ἑκάστω̨ ψυχη̃σ συνούσησ, εἴη ἂν καὶ ταύτη̨ ἡ ψυχὴ του̃ Διὸσ ἡ 'Αφροδίτη πάλιν μαρτυρούντων τούτω̨ τω̨̃ λόγω̨ ἱερέων καὶ θεολόγων οἳ εἰσ ταὐτὸν 'Ήραν καὶ 'Αφροδίτην ἄγουσι καὶ τὸν τη̃σ 'Αφροδίτησ ἀστέρα ἐν οὐρανω̨̃ 'Ήρασ λέγουσιν.

10. 'Ο οὐ̃ν Πόροσ λόγοσ ὢν τω̃ν ἐν τω̨̃ νοητω̨̃ καὶ νω̨̃ καὶ μα̃λλον κεχυμένοσ καὶ οἱ̃ον ἁπλωθεὶσ περὶ ψυχὴν ἂν γένοιτο καὶ ἐν ψυχη̨̃. Τὸ γὰρ ἐν νω̨̃ συνεσπειραμένον, καὶ οὐ παρὰ ἄλλου εἰσ αὐτόν, τούτω̨ δὲ μεθύοντι ἐπακτὸν τὸ τη̃σ πληρώσεωσ. Τὸ δ' ἐκει̃ πληρου̃ν του̃ νέκταροσ τί ἂν εἴηἢ λόγοσ ἀπὸ κρείττονοσ ἀρχη̃σ πεσὼν εἰσ ἐλάττονα; 'Εν οὐ̃ν τη̨̃ ψυχη̨̃ ἀπὸ νου̃ ὁ λόγοσ οὑ̃τοσ, ὅτε ἡ 'Αφροδίτη λέγεται γεγονέναι, εἰσρυεὶσ εἰσ τὸν κη̃πον αὐτου̃. Κη̃ποσ δὲ πα̃σ ἀγλάισμα καὶ πλούτου ἐγκαλλώπισμα. 'Αγλαίζεται δὲ τὰ του̃ Διὸσ λόγω̨, καὶ τὰ καλλωπίσματα αὐτου̃ τὰ παρὰ του̃ νου̃ αὐτου̃ εἰσ τὴν ψυχὴν ἐλθόντα ἀγλαίσματα. 'Ή τί ἂν εἴη ὁ κη̃ποσ του̃ Διὸσ ἢ τὰ ἀγάλματα αὐτου̃ καὶ τὰ ἀγλαίσματα; Τί δ' ἂν εἴη τὰ ἀγλαίσματα αὐτου̃ καὶ τὰ κοσμήματα ἢ οἱ λόγοι οἱ παρ' αὐτου̃ ῥυέντεσ; 'Ομου̃ δὲ οἱ λόγοι ὁ Πόροσ, ἡ εὐπορία καὶ ὁ πλου̃τοσ τω̃ν καλω̃ν, ἐν ἐκφάνσει ἤδη: καὶ του̃τό ἐστι τὸ μεθύειν τω̨̃ νέκταρι. Τί γὰρ θεοι̃σ νέκταρ ἢ ὃ τὸ θει̃ον κομίζεται; Κομίζεται δὲ τὸ ὑποβεβηκὸσ νου̃ λόγον: νου̃σ δὲ ἑαυτὸν ἔχει ἐν κόρω̨ καὶ οὐ μεθύει ἔχων. Οὐ γὰρ ἐπακτόν τι ἔχει. 'Ο δὲ λόγοσ νου̃ γέννημα καὶ ὑπόστασισ μετὰ νου̃ν καὶ οὐκέτι αὐτου̃ ὤν, ἀλλ' ἐν ἄλλω̨, ἐν τω̨̃ του̃ Διὸσ κήπω̨ λέγεται κει̃σθαι τότε κείμενοσ, ὅτε ἡ 'Αφροδίτη ἐν τοι̃σ οὐ̃σιν ὑποστη̃ναι λέγεται.

11. δει̃ δὲ τοὺσ μύθουσ, εἴπερ του̃το ἔσονται, καὶ μερίζειν χρόνοισ ἃ λέγουσι, καὶ διαιρει̃ν ἀπ' ἀλλήλων πολλὰ τω̃ν ὄντων ὁμου̃ μὲν ὄντα, τάξει δὲ ἢ δυνάμεσι διεστω̃τα, ὅπου καὶ οἱ λόγοι καὶ γενέσεισ τω̃ν ἀγεννήτων ποιου̃σι, καὶ τὰ ὁμου̃ ὄντα καὶ αὐτοὶ διαιρου̃σι, καὶ διδάξαντεσ ὡσ δύνανται τω̨̃ νοήσαντι ἤδη συγχωρου̃σι συναιρει̃ν. 'Η δὲ συναίρεσισ: ψυχὴ νω̨̃ συνου̃σα καὶ παρὰ νου̃ ὑποστα̃σα καὶ αὐ̃ λόγων πληρωθει̃σα καὶ καλὴ καλοι̃σ κοσμηθει̃σα καὶ εὐπορίασ πληρωθει̃σα, ὡσ εἰ̃ναι ἐν αὐτη̨̃ ὁρα̃ν πολλὰ ἀγλαίσματα καὶτω̃ν καλω̃ν ἁπάντων εἰκόνασ, 'Αφροδίτη μέν ἐστι τὸ πα̃ν, οἱ δὲ ἐν αὐτη̨̃ λόγοι πάντεσ εὐπορία καὶ Πόροσ ἀπὸ τω̃ν ἄνω ῥυέντοσ του̃ ἐκει̃ νέκταροσ: τὰ δὲ ἐν αὐτη̨̃ ἀγλαίσματα ὡσ ἂν ἐν ζωη̨̃ κείμενα <κη̃ποσ Διὸσ> λέγεται, καὶ <εὕδειν> ἐκει̃ ὁ <Πόροσ> οἱ̃σ ἐπληρώθη <βεβαρημένοσ>. Ζωη̃σ δὲ φανείσησ καὶ οὔσησ ἀεὶ ἐν τοι̃σ οὐ̃σιν <ἑστια̃σθαι> οἱ θεοὶ λέγονται ὡσ ἂν ἐν τοιαύτη̨ μακαριότητι ὄντεσ. 'Αεὶ δὲ οὕτωσ ὑπέστη ὅδε ἐξ ἀνάγκησ ἐκ τη̃σ ψυχη̃σ ἐφέσεωσ πρὸσ τὸ κρει̃ττον καὶ ἀγαθόν, καὶ ἠ̃ν ἀεί, ἐξ οὑ̃περ καὶ ψυχή, 'Έρωσ. 'Έστι δ' οὑ̃τοσ μικτόν τι χρη̃μα μετέχον μὲν ἐνδείασ, ἡ̨̃ πληρου̃σθαι θέλει, οὐκ ἄμοιρον δὲ εὐπορίασ, ἡ̨̃ οὑ̃ ἔχει τὸ ἐλλει̃πον ζητει̃: οὐ γὰρ δὴ τὸ πάμπαν ἄμοιρον του̃ ἀγαθου̃ τὸ ἀγαθὸν ἄν ποτε ζητήσειεν. 'Εκ Πόρου οὐ̃ν καὶ Πενίασ λέγεται εἰ̃ναι, ἡ̨̃ ἡ ἔλλειψισ καὶ ἡ ἔφεσισ καὶ τω̃ν λόγων ἡ μνήμη ὁμου̃ συνελθόντα ἐν ψυχη̨̃ ἐγέννησε τὴν ἐνέργειαν τὴν πρὸσ τὸ ἀγαθόν, ἔρωτα του̃τον ὄντα. 'Η δὲ μήτηρ αὐτω̨̃ Πενία, ὅτι ἀεὶ ἡ ἔφεσισ ἐνδεου̃σ. 'Ύλη δὲ ἡ Πενία, ὅτι καὶ ἡ ὕλη ἐνδεὴσ τὰ πάντα, καὶ τὸ ἀόριστον τη̃σ του̃ ἀγαθου̃ ἐπιθυμίασ-οὐ γὰρ μορφή τισ οὐδὲ λόγοσ ἐν τω̨̃ ἐφιεμένω̨ τούτου-ὑλικώτερον τὸ ἐφιέμενον καθ' ὅσον ἐφίεται ποιει̃. Τὸ δὲ πρὸσ αὐτὸ εἰ̃δόσ ἐστι μόνον ἐν αὐτω̨̃ μένον: καὶ δέξασθαι δὲ ἐφιέμενον ὕλην τω̨̃ ἐπιόντι τὸ δεξόμενον παρασκευάζει. Οὕτω τοι ὁ 'Έρωσ ὑλικόσ τίσ ἐστι, καὶ δαίμων οὑ̃τόσ ἐστιν ἐκ ψυχη̃σ, καθ' ὅσον ἐλλείπει τω̨̃ ἀγαθω̨̃, ἐφίεται δέ, γεγενημένοσ.

III.6

1. τὰσ αἰσθήσεισ οὐ πάθη λέγοντεσ εἰ̃ναι, ἐνεργείασ δὲ περὶ παθήματα καὶ κρίσεισ, τω̃ν μὲν παθω̃ν περὶ ἄλλο γινομένων, οἱ̃ον τὸ σω̃μα φέρε τὸ τοιόνδε, τη̃σ δὲ κρίσεωσ περὶ τὴν ψυχήν, οὐ τη̃σ κρίσεωσ πάθουσ οὔσησ-ἔδει γὰρ αὐ̃ ἄλλην κρίσιν γίνεσθαι καὶ ἐπαναβαίνειν ἀεὶ εἰσ ἄπειρον-εἴχομεν οὐδὲν ἡ̃ττον καὶ ἐνταυ̃θα ἀπορίαν, εἰ ἡ κρίσισ ἡ̨̃ κρίσισ οὐδὲν ἔχει του̃ κρινομένου. 'Ή, εἰ τύπον ἔχοι, πέπονθεν. '~Ην δ' ὅμωσ λέγειν καὶ περὶ τω̃ν καλουμένων τυπώσεων, ὡσ ὁ τρόποσ ὅλωσ ἕτεροσ ἢ ὡσ ὑπείληπται, ὁποι̃οσ καὶ ἐπὶ τω̃ν νοήσεων ἐνεργειω̃ν καὶ τούτων οὐσω̃ν γινώσκειν ἄνευ του̃ παθει̃ν τι δυναμένων: καὶ ὅλωσ ὁ λόγοσ ἡμι̃ν καὶ τὸ βούλημα μὴ ...ὑποβαλει̃ν_ τροπαι̃σ καὶ ἀλλοιώσεσι τὴν ψυχὴν τοιαύταισ, ὁποι̃αι αἱ θερμάνσεισ καὶ ψύξεισ σωμάτων. Καὶ τὸ παθητικὸν δὲλεγόμενον αὐτη̃σ ἔδει ἰδει̃ν καὶ ἐπισκέψασθαι, πότερα καὶ του̃το ἄτρεπτον δώσομεν, ἢ τούτω̨ μόνω̨ τὸ πάσχειν συγχωρήσομεν. 'Αλλὰ του̃το μὲν ὕστερον, περὶ δὲ τω̃ν προτέρων τὰσ ἀπορίασ ἐπισκεπτέον. Πω̃σ γὰρ ἄτρεπτον καὶ τὸ πρὸ του̃ παθητικου̃ καὶ τὸ πρὸ αἰσθήσεωσ καὶ ὅλωσ ψυχη̃σ ὁτιου̃ν κακίασ περὶ αὐτὴν ἐγγινομένησ καὶ δοξω̃ν ψευδω̃ν καὶ ἀνοίασ; Οἰκειώσεισ δὲ καὶ ἀλλοτριώσεισ ἡδομένησ καὶ λυπουμένησ, ὀργιζομένησ, φθονούσησ, ζηλούσησ, ἐπιθυμούσησ, ὅλωσ οὐδαμη̨̃ ἡσυχίαν ἀγούσησ, ἀλλ' ἐφ' ἑκάστω̨ τω̃ν προσπιπτόντων κινουμένησ καὶ μεταβαλλούσησ. 'Αλλ' εἰ μὲν σω̃μά ἐστιν ἡ ψυχὴ καὶ μέγεθοσ ἔχει, οὐ ῥά̨διον, μα̃λλον δὲ ὅλωσ ἀδύνατον, ἀπαθη̃ αὐτὴν καὶ ἄτρεπτον δεικνύναι ἐν ὁτω̨ου̃ν τω̃ν λεγομένων γίγνεσθαι περὶ αὐτήν: εἰ δέ ἐστιν οὐσία ἀμεγέθησ καὶ δει̃ καὶ τὸ ἄφθαρτον αὐτη̨̃ παρει̃ναι, εὐλαβητέον αὐτη̨̃ πάθη διδόναι τοιαυ̃τα, μὴ καὶ λάθωμεν αὐτὴν φθαρτὴν εἰ̃ναι διδόντεσ. Καὶ δὴ εἴτε ἀριθμὸσ εἴτε λόγοσ, ὥσ φαμεν, ἡ οὐσία αὐτη̃σ, πω̃σ ἂν πάθοσ ἐγγένοιτο ἐν ἀριθμω̨̃ ἢ λόγω̨; 'Αλλὰ μα̃λλον λόγουσ ἀλόγουσ καὶ ἀπαθη̃ πάθη δει̃ ἐπιγίγνεσθαι αὐτη̨̃ οἴεσθαι, καὶ ταυ̃τα τὰ ἀπὸ τω̃ν σωμάτων [κατ' ἀναλογίαν] μετενηνεγμένα ἀντικειμένωσ ληπτέον ἕκαστα [καὶ κατ' ἀναλογίαν μετενηνεγμένα], καὶ ἔχουσαν οὐκ ἔχειν καὶ πάσχουσαν οὐ πάσχειν. Καὶ ὅστισ ὁ τρόποσ τω̃ν τοιούτων, ἐπισκεπτέον.

2. πρω̃τον δὲ περὶ κακίασ καὶ ἀρετη̃σ λεκτέον, τί γίγνεται τότε, ὅταν κακία λέγηται παρει̃ναι: καὶ γὰρ ἀφαιρει̃ν δει̃ν φαμεν ὥσ τινοσ ὄντοσ ἐν αὐτη̨̃ κακου̃ καὶ ἐνθει̃ναι ἀρετὴν καὶ κοσμη̃σαι καὶ κάλλοσ ἐμποιη̃σαι ἀντὶ αἴσχουσ του̃ πρόσθεν. '~Αρ' οὐ̃ν λέγοντεσ <ἀρετὴν ἁρμονίαν> εἰ̃ναι, <ἀναρμοστίαν> δὲ τὴν <κακίαν>, λέγοιμεν ἂν δόξαν δοκου̃σαν τοι̃σ παλαιοι̃σ καί τι πρὸσ τὸ ζητούμενον οὐ μικρὸν ὁ λόγοσ ἀνύσειεν; Εἰ γὰρ συναρμοσθέντα μὲν κατὰ φύσιν τὰ μέρη τη̃σ ψυχη̃σ πρὸσ ἄλληλα ἀρετή ἐστι, μὴ συναρμοσθέντα δὲ κακία, ἐπακτὸν οὐδὲν ἂν οὐδὲ ἑτέρωθεν γίγνοιτο, ἀλλ' ἕκαστον ἥκοι ἂν οἱ̃όν ἐστιν εἰσ τὴν ἁρμογὴν καὶ οὐκ ἂν ἥκοι ἐν τη̨̃ ἀναρμοστία̨ τοιου̃τον ὄν, οἱ̃ον καὶ χορευταὶ χορεύοντεσ καὶ συνά̨δοντεσ ἀλλήλοισ, εἰ καὶ μὴ οἱ αὐτοί εἰσι, καὶ μόνοσ τισ ἄ̨δων τω̃ν ἄλλων μὴ ἀ̨δόντων, καὶ ἑκάστου καθ' ἑαυτὸν ἄ̨δοντοσ: οὐ γὰρ μόνον δει̃ συνά̨δειν, ἀλλὰ καὶ ἕκαστον καλω̃σ τὸ αὐτου̃ ἄ̨δοντα οἰκεία̨ μουσικη̨̃: ὥστε κἀκει̃ ἐπὶ τη̃σ ψυχη̃σ ἁρμονίαν εἰ̃ναι ἑκάστου μέρουσ τὸ αὐτω̨̃ προση̃κον ποιου̃ντοσ. Δει̃ δὴ πρὸ τη̃σ ἁρμονίασ ταύτησ ἄλλην ἑκάστου εἰ̃ναι ἀρετήν, καὶ κακίαν δὲ ἑκάστου πρὸ τη̃σ πρὸσ ἄλληλα ἀναρμοστίασ. Τίνοσ οὐ̃ν παρόντοσ ἕκαστον μέροσ κακόν; 'Ή κακίασ. Καὶ ἀγαθὸν αὐ̃; 'Ή ἀρετη̃σ. Τω̨̃ μὲν οὐ̃ν λογιστικω̨̃ τάχ' ἄν τισ λέγων ἄνοιαν εἰ̃ναι τὴν κακίαν καὶ ἄνοιαν τὴν κατὰ ἀπόφασιν οὐ παρουσίαν τινὸσ ἂν λέγοι. 'Αλλ' ὅταν καὶ ψευδει̃σ δόξαι ἐνω̃σιν, ὃ δὴ μάλιστα τὴν κακίαν ποιει̃, πω̃σ οὐκ ἐγγίνεσθαι φήσει καὶ ἀλλοι̃ον ταύτη̨ του̃το τὸ μόριον γίνεσθαι; Τὸ δὲ θυμοειδὲσ οὐκ ἄλλωσ μὲν ἔχει δειλαι̃νον, ἀνδρει̃ον δὲ ὂν ἄλλωσ; Τὸ δ' ἐπιθυμου̃ν ἀκόλαστον μὲν ὂν οὐκ ἄλλωσ,σωφρονου̃ν δὲ ἄλλωσ; ἢ πέπονθεν. 'Ή ὅταν μὲν ἐν ἀρετη̨̃ ἕκαστον ἠ̨̃, ἐνεργει̃ν κατὰ τὴν οὐσίαν ἡ̨̃ ἐστιν ἕκαστον ἐπαίον λόγου φήσομεν: καὶ τὸ μὲν λογιζόμενον παρὰ του̃ νου̃, τὰ δ' ἄλλα παρὰ τούτου. 'Ή τὸ ἐπαίειν λόγου ὥσπερ ὁρα̃ν ἐστιν οὐ σχηματιζόμενον, ἀλλ' ὁρω̃ν καὶ ἐνεργεία̨ ὄν, ὅτε ὁρα̨̃. 'Ώσπερ γὰρ ἡ ὄψισ καὶ δυνάμει οὐ̃σα καὶ ἐνεργεία̨ ἡ αὐτὴ τη̨̃ οὐσία̨, ἡ δὲ ἐνέργειά ἐστιν οὐκ ἀλλοίωσισ, ἀλλ' ἅμα προση̃λθε πρὸσ ὃ ἔχει [τὴν οὐσίαν] καὶ ἔστιν εἰδυι̃α καὶ ἔγνω ἀπαθω̃σ, καὶ τὸ λογιζόμενον οὕτω πρὸσ τὸν νου̃ν ἔχει καὶ ὁρα̨̃, καὶ ἡ δύναμισ του̃ νοει̃ν του̃το, οὐ σφραγι̃δοσ ἔνδον γενομένησ, ἀλλ' ἔχει ὃ εἰ̃δε καὶ αὐ̃ οὐκ ἔχει: ἔχει μὲν τω̨̃ γινώσκειν, οὐκ ἔχει δὲ τω̨̃ μὴ ἀποκει̃σθαί τι ἐκ του̃ ὁράματοσ, ὥσπερ ἐν κηρω̨̃ μορφήν. Μεμνη̃σθαι δὲ δει̃, ὅτι καὶ τὰσ μνήμασ οὐκ ἐναποκειμένων τινω̃ν ἐλέγετο εἰ̃ναι, ἀλλὰ τη̃σ ψυχη̃σ οὕτω τὴν δύναμιν ἐγειράσησ, ὥστε καὶ ὃ μὴ ἔχει ἔχειν. Τί οὐ̃ν; Οὐκ ἄλλη ἠ̃ν πρὶν οὕτω μνημονεύειν καὶ ὕστερον, ὅτε μνημονεύει; ἢ βούλει ἄλλην; οὔκουν ἀλλοιωθει̃σά γε, πλὴν εἰ μή τισ τὸ ἐκ δυνάμεωσ εἰσ ἐνέργειαν ἐλθει̃ν ἀλλοίωσιν λέγοι, ἀλλ' ἔστιν οὐδὲν προσγενόμενον, ἀλλ' ἥπερ ἠ̃ν πεφυκυι̃α του̃το ποιου̃σα. 'Όλωσ γὰρ αἱ ἐνέργεια&# 953; τω̃ν ἀύλων οὐ συναλλοιουμένων γίνονται: ἢ φθαρει̃εν ἄν: ἀλλὰ πολὺ μα̃λλον μενόντων, τὸ δὲ πάσχειν τὸ ἐνεργου̃ν του̃το τω̃νμεθ' ὕλησ. Εἰ δὲ ἄυλον ὂν πείσεται, οὐκ ἔχει ὡ̨̃ μένει ὥσπερ ἐπὶ τη̃σ ὄψεωσ τη̃σ ὁράσεωσ ἐνεργούσησ τὸ πάσχον ὁ ὀφθαλμόσ ἐστιν, αἱ δὲ δόξαι ὥσπερ ὁράματα. Τὸ δὲ θυμοειδὲσ πω̃σ δειλόν; πω̃σ δὲ καὶ ἀνδρει̃ον; 'Ή δειλὸν μὲν τω̨̃ ἢ μὴ ὁρα̃ν πρὸσ τὸν λόγον ἢ πρὸσ φαυ̃λον ὄντα τὸν λόγον ὁρα̃ν ἢ ὀργάνων ἐλλείψει, οἱ̃ον ἀπορία̨ ἢ σαθρότητι ὅπλων σωματικω̃ν, ἢ ἐνεργει̃ν κωλυόμενον ἢ μὴ κινηθὲν οἱ̃ον ἐρεθισθέν: ἀνδρει̃ον δέ, εἰ τὰ ἐναντία. 'Εν οἱ̃σ οὐδεμία ἀλλοίωσισ οὐδὲ πάθοσ. Τὸ δὲ ἐπιθυμου̃ν ἐνεργου̃ν μὲν μόνον τὴν λεγομένην ἀκολασίαν παρέχεσθαι: πάντα γὰρ μόνον πράττει καὶ οὐ πάρεστι τὰ ἄλλα, οἱ̃σ ἂν ἠ̨̃ ἐν μέρει τὸ κρατει̃ν παρου̃σι καὶ δεικνύναι αὐτω̨̃. Τὸ δ' ὁρω̃ν ἠ̃ν ἂν ἄλλο, πρα̃ττον οὐ πάντα, ἀλλά που καὶ σχολάζον τω̨̃ ὁρα̃ν ὡσ οἱ̃όν τε τὰ ἄλλα. Τάχα δὲ τὸ πολὺ καὶ σώματοσ καχεξία ἡ τούτου λεγομένη κακία, ἀρετὴ δὲ τἀναντία: ὥστ' οὐδεμία ἐφ' ἑκάτερα προσθήκη τη̨̃ ψυχη̨̃.

3. τὰσ δ' οἰκειώσεισ καὶ ἀλλοτριώσεισ πω̃σ; Καὶ λυ̃παι καὶ ὀργαὶ καὶ ἡδοναὶ ἐπιθυμίαι τε καὶ φόβοι πω̃σ οὐ τροπαὶ καὶ πάθη ἐνόντα καὶ κινούμενα; Δει̃ δὴ καὶ περὶ τούτων ὡ̃δε διαλαβει̃ν. 'Ότι γὰρ ἐγγίγνονται ἀλλοιώσεισ καὶ σφοδραὶ τούτων αἰσθήσεισ μὴ οὐ λέγειν ἐναντία λέγοντόσ ἐστι τοι̃σ ἐναργέσιν. 'Αλλὰ χρὴ συγχωρου̃ντασ ζητει̃ν ὅ τι ἐστὶ τὸ τρεπόμενον. Κινδυνεύομεν γὰρ περὶ ψυχὴν ταυ̃τα λέγοντεσ ὅμοιόν τι ὑπολαμβάνειν, ὡσ εἰ τὴν ψυχὴν λέγομεν ἐρυθρια̃ν ἢ αὐ̃ ἐν ὠχριάσει γίγνεσθαι, μὴ λογιζόμενοι, ὡσ διὰ ψυχὴν μὲν ταυ̃τα τὰ πάθη, περὶ δὲ τὴνἄλλην σύστασίν ἐστι γιγνόμενα. 'Αλλ' ἡ μὲν αἰσχύνη ἐν ψυχη̨̃ δόξησ αἰσχρου̃ γενομένησ: τὸ δὲ σω̃μα ἐκείνησ του̃το οἱ̃ον σχούσησ, ἵνα μὴ τοι̃σ ὀνόμασι πλανώμεθα, ὑπὸ τη̨̃ ψυχη̨̃ ὂν καὶ οὐ ταὐτὸν ἀψύχω̨ ἐτράπη κατὰ τὸ αἱ̃μα εὐκίνητον ὄν. Τά τε του̃ λεγομένου φόβου ἐν μὲν τη̨̃ ψυχη̨̃ ἡ ἀρχή, τὸ δ' ὠχρὸν ἀναχωρήσαντοσ του̃ αἵματοσ εἴσω. Καὶ τη̃σ ἡδονη̃σ δὲ τὸ τη̃σ διαχύσεωσ του̃το καὶ εἰσ αἴσθησιν ἡ̃κον περὶ τὸ σω̃μα, τὸ δὲ περὶ τὴν ψυχὴν οὐκέτι πάθοσ. Καὶ τὸ τη̃σ λύπησ ὡσαύτωσ. 'Επεὶ καὶ τὸ τη̃σ ἐπιθυμίασ ἐπὶ μὲν τη̃σ ψυχη̃σ τη̃σ ἀρχη̃σ οὔσησ του̃ ἐπιθυμει̃ν λανθάνον ἐστίν, ἐκει̃θεν δὲ τὸ προελθὸν ἡ αἴσθησισ ἔγνω. Καὶ γὰρ ὅταν λέγωμεν κινει̃σθαι αὐτὴν ἐν ἐπιθυμίαισ, ἐν λογισμοι̃σ, ἐν δόξαισ, οὐ σαλευομένην αὐτὴν λέγομεν ταυ̃τα ποιει̃ν, ἀλλ' ἐξ αὐτη̃σ γίγνεσθαι τὰσ κινήσεισ. 'Επεὶ καὶ τὸ ζη̃ν κίνησιν λέγοντεσ οὐκ ἀλλοίου μέν, ἑκάστου δὲ μορίου ἡ ἐνέργεια ἡ κατὰ φύσιν ζωὴ οὐκ ἐξιστα̃σα. Κεφάλαιον δὲ ἱκανόν: εἰ τὰσ ἐνεργείασ καὶ τὰσ ζωὰσ καὶ τὰσ ὀρέξεισ οὐκ ἀλλοιώσεισ συγχωρου̃μεν καὶ μνήμασ οὐ τύπουσ ἐναποσφραγιζομένουσ οὐδὲ τὰσ φαντασίασ ὡσ ἐν κηρω̨̃ τυπώσεισ, συγχωρητέον πανταχου̃ ἐν πα̃σι τοι̃σ λεγομένοισ πάθεσι καὶ κινήσεσι τὴν ψυχὴν ὡσαύτωσ ἔχειν τω̨̃ ὑποκειμένω̨ καὶ τη̨̃ οὐσία̨ καὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν μὴ ὡσ τὸ μέλαν καὶ τὸ λευκὸν περὶ σω̃μα γίγνεσθαι ἢ τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀλλ' ὃν εἴρηται τρόπον ἐπ' ἄμφω περὶ πάνθ' ὅλωσ τὰ ἐναντία γίγνεσθαι.

4. περὶ δὲ του̃ λεγομένου παθητικου̃ τη̃σ ψυχη̃σ ἐπισκεπτέον. 'Ήδη μὲν οὐ̃ν εἴρηται τρόπον τινὰ καὶ περὶ τούτου ἐν οἱ̃σ περὶ τω̃ν παθω̃ν ἁπάντων ἐλέγετο τω̃ν περὶ τὸ θυμοειδὲσ καὶ τὸ ἐπιθυμου̃ν γινομένων ὅπωσ ἕκαστα: οὐ μὴν ἀλλ' ἔτι λεκτέον περὶ αὐτου̃ πρω̃τον λαβόντασ, ὅ τι ποτὲ τὸ παθητικὸν τη̃σ ψυχη̃σ λέγεται εἰ̃ναι. Λέγεται δὴ πάντωσ περὶ ὃ τὰ πάθη δοκει̃ συνίστασθαι: ταυ̃τα δ' ἐστὶν οἱ̃σ ἕπεται ἡδονὴ καὶ λύπη. Τω̃ν δὲ παθω̃ν τὰ μὲν ἐπὶ δόξαισ συνίσταται, ὡσ ὅταν δοξάσασ τισ μέλλειν τελευτα̃ν ἴσχη̨ φόβον, ἢ οἰηθεὶσ ἀγαθὸν αὐτω̨̃ τι ἔσεσθαι ἡσθη̨̃, τη̃σ μὲν δόξησ ἐν ἄλλω̨, του̃ δὲ πάθουσ κινηθέντοσ ἐν ἄλλω̨: τὰ δέ ἐστιν ὡσ ἡγησάμενα αὐτὰ ἀπροαιρέτωσ ἐμποιει̃ν ἐν τω̨̃ πεφυκότι δοξάζειν τὴν δόξαν. 'Η μὲν δὴ δόξα ὅτι ἄτρεπτον ἐα̨̃ τὸ δοξάζειν εἴρηται: ὁ δ' ἐκ τη̃σ δόξησ φόβοσ ἐλθὼν ἄνωθεν αὐ̃ ἀπὸ τη̃σ δόξησ οἱ̃ον σύνεσίν τινα παρασχὼν τω̨̃ λεγομένω̨ τη̃σ ψυχη̃σ φοβει̃σθαι. Τί ποτε ποιει̃ του̃το τὸ φοβει̃σθαι; Ταραχὴν καὶ ἔκπληξίν, φασιν, ἐπὶ προσδοκωμένω̨ κακω̨̃. 'Ότι μὲν οὐ̃ν ἡ φαντασία ἐν ψυχη̨̃, ἥ τε πρώτη, ἣν δὴ καλου̃μεν δόξαν, ἥ τε ἀπὸ ταύτησ οὐκέτι δόξα, ἀλλὰ περὶ τὸ κάτω ἀμυδρὰ οἱ̃ον δόξα καὶ ἀνεπίκριτοσ φαντασία, οἵα τη̨̃ λεγομένη̨ φύσει ἐνυπάρχει ἐνέργεια καθ' ἃ ποιει̃ ἕκαστα, ὥσ φασιν, ἀφαντάστωσ, δη̃λον ἄν τω̨ γένοιτο. Τὸ δ' ἀπὸ τούτων ἤδη αἰσθητὴ ἡ ταραχὴ περὶ τὸ σω̃μα γινομένη ὅ τε τρόμοσ καὶ ὁ σεισμὸσ του̃ σώματοσ καὶ τὸ ὠχρὸν καὶ ἡ ἀδυναμία του̃ λέγειν. Οὐ γὰρ δὴ ἐν τω̨̃ ψυχικω̨̃ μέρει ταυ̃τα: ἢ σωματικὸν φήσομεν αὐτὸ εἰ̃ναι, αὐτό τε εἴπερἠ̃ν ...παθὸν _ταυ̃τα, οὐδ' ἂν ἔτι εἰσ τὸ σω̃μα ταυ̃τα ἀφίκετο του̃ πέμποντοσ οὐκέτι ἐνεργου̃ντοσ τὸ πέμπειν διὰ τὸ κατέχεσθαι τω̨̃ πάθει καὶ ἐξίστασθαι ἑαυτου̃. 'Αλλ' ἔστι μὲν του̃το τὸ τη̃σ ψυχη̃σ μέροσ τὸ παθητικὸν οὐ σω̃μα μέν, εἰ̃δοσ δέ τι. 'Εν ὕλη̨ μέντοι καὶ τὸ ἐπιθυμου̃ν καὶ τό γε θρεπτικόν τε καὶ αὐξητικὸν καὶ γεννητικόν, ὅ ἐστι ῥίζα καὶ ἀρχὴ του̃ ἐπιθυμου̃ντοσ καὶ παθητικου̃ εἴδουσ. Εἴδει δὲ οὐδενὶ δει̃ παρει̃ναι ταραχὴν ἢ ὅλωσ πάθοσ, ἀλλ' ἑστηκέναι μὲν αὐτό, τὴν δὲ ὕλην αὐτου̃ ἐν τω̨̃ πάθει γίγνεσθαι, ὅταν γίγνηται, ἐκείνου τη̨̃ παρουσία̨ κινου̃ντοσ. Οὐ γὰρ δὴ τὸ φυτικόν, ὅταν φύη̨, φύεται, οὐδ', ὅταν αὔξη̨, αὔξεται, οὐδ' ὅλωσ, ὅταν κινη̨̃, κινει̃ται ἐκείνην τὴν κίνησιν ἣν κινει̃, ἀλλ' ἢ οὐδ' ὅλωσ, ἢ ἄλλοσ τρόποσ κινήσεωσ ἢ ἐνεργείασ. Αὐτὴν μὲν οὐ̃ν δει̃ τὴν του̃ εἴδουσ φύσιν ἐνέργειαν εἰ̃ναι καὶ τη̨̃ παρουσία̨ ποιει̃ν, οἱ̃ον εἰ ἡ ἁρμονία ἐξ αὐτη̃σ τὰσ χορδὰσ ἐκίνει. 'Έσται τοίνυν τὸ παθητικὸν πάθουσ μὲν αἴτιον ἢ παρ' αὐτου̃ γενομένου του̃ κινήματοσ ἐκ τη̃σ φαντασίασ τη̃σ αἰσθητικη̃σ ἢ καὶ ἄνευ φαντασίασ: ἐπισκεπτέον δὲ του̃το, εἰ τη̃σ δόξησ ἄνωθεν ἀρξάσησ: αὐτὸ δὲ μένον ἐν ἁρμονίασ εἴδει. Τὰ δὲ αἴτια του̃ κινη̃σαι ἀνάλογον τω̨̃ μουσικω̨̃: τὰ δὲ πληγέντα διὰ πάθοσ πρὸσ τὰσ χορδὰσ ἂν τὸν λόγον ἔχοι. Καὶ γὰρ κἀκει̃ οὐχ ἡ ἁρμονία πέπονθεν, ἀλλ' ἡ χορδή: οὐ μὴν ἐκινήθη ἂν ἡ χορδή, εἰ καὶ ὁ μουσικὸσ ἐβούλετο, μὴ τη̃σ &# 945;̔ρμονίασ του̃το λεγούσησ.

5. τί οὐ̃ν χρὴ ζητει̃ν ἀπαθη̃ τὴν ψυχὴν ἐκ φιλοσοφίασ ποιει̃ν μηδὲ τὴν ἀρχὴν πάσχουσαν; 'Ή ἐπειδὴ καὶ τὸ εἰσαὐτὴν ἐπὶ του̃ λεγομένου παθητικου̃ οἱ̃ον φάντασμα τὸ ἐφεξη̃σ πάθημα ποιει̃, τὴν ταραχήν, καὶ συνέζευκται τη̨̃ ταραχη̨̃ ἡ του̃ προσδοκωμένου κακου̃ εἰκών, πάθοσ τὸ τοιου̃τον λεγόμενον ἠξίου ὁ λόγοσ ὅλωσ ἀφαιρει̃ν καὶ μὴ ἐα̃ν ἐγγίγνεσθαι ὡσ γιγνομένου μὲν οὔπω τη̃σ ψυχη̃σ ἐχούσησ εὐ̃, μὴ γιγνομένου δὲ ...ἀπαθω̃σ _ἰσχούσησ του̃ αἰτίου του̃ πάθουσ του̃ περὶ αὐτὴν ὁράματοσ οὐκέτι ἐγγιγνομένου, οἱ̃ον εἴ τισ τὰσ τω̃ν ὀνειράτων φαντασίασ ἀναιρει̃ν ἐθέλων ἐν ἐγρηγόρσει τὴν ψυχὴν τὴν φανταζομένην ποιοίη, εἰ τὰ πάθη λέγοι πεποιηκέναι, τὰ ἔξωθεν οἱ̃ον ὁράματα παθήματα λέγων τη̃σ ψυχη̃σ εἰ̃ναι. 'Αλλὰ τίσ <ἡ κάθαρσισ> ἂν τη̃σ ψυχη̃σ εἴη μηδαμη̃ μεμολυσμένησ ἢ τί <τὸ χωρίζειν> αὐτὴν ἀπὸ του̃ σώματοσ; 'Ή ἡ μὲν κάθαρσισ ἂν εἴη καταλιπει̃ν μόνην καὶ μὴ μετ' ἄλλων ἢ μὴ πρὸσ ἄλλο βλέπουσαν μηδ' αὐ̃ δόξασ ἀλλοτρίασ ἔχουσαν, ὅστισ ὁ τρόποσ τω̃ν δοξω̃ν, ἢ τω̃ν παθω̃ν, ὡσ εἴρηται, μήτε ὁρα̃ν τὰ εἴδωλα μήτε ἐξ αὐτω̃ν ἐργάζεσθαι πάθη. Εἰ δὲ ἐπὶ θάτερα τὰ ἄνω ἀπὸ τω̃ν κάτω, πω̃σ οὐ κάθαρσισ καὶ χωρισμόσ γε πρὸσ τη̃σ ψυχη̃σ τη̃σ μηκέτι ἐν σώματι γιγνομένησ ὡσ ἐκείνου εἰ̃ναι, καὶ τὸ ὥσπερ φω̃σ μὴ ἐν θολερω̨̃; Καίτοι ἀπαθὲσ ὅμωσ ὃ καὶ ἐν θολερω̨̃. Του̃ δὲ παθητικου̃ ἡ μὲν κάθαρσισ ἡ ἔγερσισ ἐκ τω̃ν ἀτόπων εἰδώλων καὶ μὴ ὅρασισ, τὸ δὲ χωρίζεσθαι τη̨̃ μὴ πολλη̨̃ νεύσει καὶ τη̨̃ περὶ τὰ κάτω μὴ φαντασία̨. Εἴη δ' ἂν καὶ τὸ χωρίζειν αὐτὸ τὸ ἐκει̃να ἀφαιρει̃ν ὡ̃ν του̃το χωρίζεται,ὅταν μὴ ἐπὶ πνεύματοσ θολερου̃ ἐκ γαστριμαργίασ καὶ πλήθουσ οὐ καθαρω̃ν ἠ̨̃ σαρκω̃ν, ἀλλ' ἠ̨̃ ἰσχνὸν τὸ ἐν ὡ̨̃, ὡσ ἐπ' αὐτου̃ ὀχει̃σθαι ἡσυχη̨̃.

6. τὴν μὲν δὴ οὐσίαν τὴν νοητὴν τὴν κατὰ τὸ εἰ̃δοσ ἅπασαν τεταγμένην ὡσ ἀπαθη̃ δει̃ εἰ̃ναι δοκει̃ν εἴρηται. 'Επεὶ δὲ καὶ ἡ ὕλη ἕν τι τω̃ν ἀσωμάτων, εἰ καὶ ἄλλον τρόπον, σκεπτέον καὶ περὶ ταύτησ τίνα τρόπον ἔχει, πότερα παθητή, ὡσ λέγεται, καὶ κατὰ πάντα τρεπτή, ἢ καὶ ταύτην δει̃ ἀπαθη̃ εἰ̃ναι οἴεσθαι, καὶ τίσ ὁ τρόποσ τη̃σ ἀπαθείασ. Πρω̃τον δὲ ληπτέον ἐπὶ του̃το στελλομένοισ καὶ περὶ τη̃σ φύσεωσ αὐτη̃σ λέγουσιν ὁποία τισ, ὡσ ἡ του̃ ὄντοσ φύσισ καὶ ἡ οὐσία καὶ τὸ εἰ̃ναι οὐ ταύτη̨ ἔχει, ὡσ οἱ πολλοὶ νομίζουσιν. 'Έστι γὰρ τὸ ὄν, ὃ καὶ κατ' ἀλήθειαν ἄν τισ εἴποι ὄν, ὄντωσ ὄν: του̃το δέ ἐστιν, ὃ πάντη ἐστὶν ὄν: του̃το δέ, ὡ̨̃ μηδὲν <ἀποστατει̃> του̃ εἰ̃ναι. Τελέωσ δὲ ὂν οὐδενὸσ δει̃ται ἵνα σώ̨ζοιτο καὶ ἠ̨̃, ἀλλὰ καὶ τοι̃σ ἄλλοισ αἴτιον τοι̃σ δοκου̃σιν εἰ̃ναι του̃ δοκει̃ν εἰ̃ναι. Εἰ δὴ ταυ̃τα ὀρθω̃σ λέγεται, ἀνάγκη αὐτὸ ἐν ζωη̨̃ καὶ ἐν τελεία̨ ζωη̨̃ εἰ̃ναι: ἢ ἐλλει̃πον οὐ μα̃λλον ὂν ἢ μὴ ὂν ἔσται. Του̃το δὲ νου̃σ καὶ πάντη φρόνησισ. Καὶ ὡρισμένον ἄρα καὶ πεπερασμένον καὶ τη̨̃ δυνάμει οὐδὲν ὅ τι μή, οὐδὲ τοση̨̃δε: ἐπιλείποι γὰρ ἄν. Διὸ καὶ τὸ ἀεὶ καὶ τὸ ὡσαύτωσ καὶ τὸ ἄδεκτον παντὸσ καὶ οὐδὲν εἰσ αὐτό: εἰ γάρ τι δέχοιτο, παρ' αὐτὸ ἄν τι δέχοιτο: του̃το δὲ μὴ ὄν. Δει̃ δ' αὐτὸ πάντη ὂν εἰ̃ναι: ἥκειν οὐ̃ν δει̃ παρ' αὐτου̃ πάντα ἔχον εἰσ τὸ εἰ̃ναι:καὶ ὁμου̃ πάντα καὶ ἓν πάντα. Εἰ δὴ τούτοισ ὁρίζομεν τὸ ὄν-δει̃ δέ, ἢ οὐκ ἂν ἐκ του̃ ὄντοσ ἥκοι νου̃σ καὶ ζωή, ἀλλὰ τω̨̃ ὄντι ἐπακτὰ ταυ̃τα καὶ οὐκ [ἐξ οὐκ ὄντοσ] ἔσται, καὶ τὸ μὲν ὂν ἄζων καὶ ἄνουν ἔσται, ὃ δὲ μὴ ὄν ἐστιν ἀληθω̃σ ταυ̃τα ἕξει, ὡσ ἐν τοι̃σ χείροσι δέον ταυ̃τα εἰ̃ναι καὶ τοι̃σ ὑστέροισ του̃ ὄντοσ: τὸ γὰρ πρὸ του̃ ὄντοσ χορηγὸν μὲν τούτων εἰσ τὸ ὄν, οὐ δεόμενον δὲ αὐτὸ τούτων:-εἰ οὐ̃ν τοιου̃τον τὸ ὄν, ἀνάγκη μήτε τι σω̃μα αὐτὸ μήτε τὸ ὑποκείμενον τοι̃σ σώμασιν εἰ̃ναι, ἀλλ' εἰ̃ναι τούτοισ τὸ εἰ̃ναι τὸ μὴ οὐ̃σιν εἰ̃ναι.

7. καὶ πω̃σ ἡ τω̃ν σωμάτων φύσισ μὴ οὐ̃σα, πω̃σ δὲ ἡ ὕλη ἐφ' ἡ̃σ ταυ̃τα, ὄρη καὶ πέτραι καὶ πα̃σα γη̃ στερεὰ καὶ πάντα ἀντίτυπα καὶ ται̃σ πληγαι̃σ βιαζόμενα τὰ πληττόμενα ὁμολογει̃ν αὐτω̃ν τὴν οὐσίαν; Εἰ οὐ̃ν τισ λέγοι: πω̃σ δὲ τὰ μὴ θλίβοντα καὶ μὴ βιαζόμενα μηδὲ ἀντίτυπα μηδ' ὅλωσ ὁρώμενα, ψυχὴ καὶ νου̃σ, ὄντα καὶ ὄντωσ ὄντα; καὶ δὴ καὶ ἐπὶ τω̃ν σωμάτων μα̃λλον γη̃σ ἑστώσησ τὸ μα̃λλον κινούμενον καὶ ἐμβριθὲσ ἡ̃ττον, καὶ τούτου τὸ ἄνω; καὶ δὴ καὶ τὸ πυ̃ρ φευ̃γον ἤδη τὴν σώματοσ φύσιν; 'Αλλ' οἰ̃μαι, τὰ μὲν αὐταρκέστερα αὐτοι̃σ ἡ̃ττον ἐνοχλει̃ τὰ ἄλλα καὶ ἀλυπότερα τοι̃σ ἄλλοισ, τὰ δὲ βαρύτερα καὶ γεωδέστερα, ὅσω̨ ἐλλιπη̃ καὶ πίπτοντα καὶ αἴρειν αὐτὰ οὐ δυνάμενα, ταυ̃τα πίπτοντα ὑπὸ ἀσθενείασ τη̨̃ καταφορα̨̃ καὶ νωθεία̨ πληγὰσ ἔχει. 'Επεὶ καὶ τὰ νεκρὰ τω̃ν σωμάτων ἀηδέστεραπροσπεσει̃ν, καὶ τὸ σφόδρα τη̃σ πληγη̃σ καὶ τὸ βλάπτειν ἔχει: τὰ δ' ἔμψυχα μετέχοντα του̃ ὄντοσ, ὅσω̨ τούτου μέτεστιν αὐτοι̃σ, εὐχαριτώτερα τοι̃σ πέλασ. 'Η δὲ κίνησισ ὥσπερ τισ ζωὴ οὐ̃σα ἐν τοι̃σ σώμασιν ἠ̃ν: καὶ μίμησιν ἔχουσα ταύτησ μα̃λλόν ἐστι τοι̃σ ἡ̃ττον σώματοσ ἔχουσιν, ὡσ τη̃σ ἀπολείψεωσ του̃ ὄντοσ ὃ καταλείπει μα̃λλον του̃το σω̃μα ποιούσησ. Καὶ ἐκ τω̃ν δὲ λεγομένων παθημάτων μα̃λλον ἄν τισ ἴδοι τὸ μα̃λλον σω̃μα μα̃λλον παθητὸν ὄν, γη̃ν ἢ τὰ ἄλλα, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτὸν λόγον: τὰ μὲν γὰρ ἄλλα σύνεισι διαιρούμενα μὴ κωλύοντοσ μηδενὸσ εἰσ ἓν πάλιν, τμηθὲν δὲ γεηρὸν ἅπαν χωρὶσ ἑκάτερον ἀεί: ὥσπερ τὰ ἀπαγορεύοντα τη̨̃ φύσει, ἃ δὴ μικρα̃σ πληγη̃σ γενομένησ οὕτωσ ἔχει ὡσ πέπληκται καὶ ἐφθάρη, οὕτω καὶ τὸ μάλιστα σω̃μα γενόμενον ὡσ μάλιστα εἰσ τὸ μὴ ὂν ἡ̃κον ἀναλαβει̃ν αὑτὸ εἰσ τὸ ἓν ἀσθενει̃. Πτω̃μα οὐ̃ν αἱ βαρει̃αι καὶ σφοδραὶ πληγαί, ἀλλὰ ποιει̃ν εἰσ ἄλληλα: ἀσθενὲσ δὲ ἀσθενει̃ προσπι̃πτον ἰσχυρόν ἐστι πρὸσ ἐκει̃νο καὶ μὴ ὂν μὴ ὄντι.

8. ταυ̃τα μὲν οὐ̃ν εἴρηται πρὸσ τοὺσ ἐν τοι̃σ σώμασι τιθεμένουσ τὰ ὄντα τη̨̃ τω̃ν ὠθισμω̃ν μαρτυρία̨ καὶ τοι̃σ διὰ τη̃σ αἰσθήσεωσ φαντάσμασι πίστιν τη̃σ ἀληθείασ λαμβάνοντασ,οἳ παραπλήσιον τοι̃σ ὀνειρώττουσι ποιου̃σι ταυ̃τα ἐνεργει̃ν νομίζουσιν, ἃ ὁρω̃σιν εἰ̃ναι ἐνύπνια ὄντα. Καὶ γὰρ τὸ τη̃σ αἰσθήσεωσ ψυχη̃σ ἐστιν εὑδούσησ: ὅσον γὰρ ἐν σώματι ψυχη̃σ, του̃το εὕδει: ἡ δ' ἀληθινὴ ἐγρήγορσισ ἀληθινὴ ἀπὸ σώματοσ, οὐ μετὰ σώματοσ, ἀνάστασισ. 'Η μὲν γὰρ μετὰ σώματοσ μετάστασίσ ἐστιν ἐξ ἄλλου εἰσ ἄλλον ὕπνον, οἱ̃ον ἐξ ἑτέρων δεμνίων: ἡ δ' ἀληθὴσ ὅλωσ ἀπὸ τω̃ν σωμάτων, ἃ τη̃σ φύσεωσ ὄντα τη̃σ ἐναντίασ ψυχη̨̃ τὸ ἐναντίον εἰσ οὐσίαν ἔχει. Μαρτυρει̃ δὲ καὶ ἡ γένεσισ αὐτω̃ν καὶ ἡ ῥοὴ καὶ ἡ φθορὰ οὐ τη̃σ του̃ ὄντοσ φύσεωσ οὐ̃σα.

9. 'Αλλ' ἐπανιτέον ἐπί τε τὴν ὕλην τὴν ὑποκειμένην ἢ τὰ ἐπὶ τη̨̃ ὕλη̨ εἰ̃ναι λεγόμενα, ἐξ ὡ̃ν τό τε μὴ εἰ̃ναι αὐτὴν καὶ τὸ τη̃σ ὕλησ ἀπαθὲσ γνωσθήσεται. 'Έστι μὲν οὐ̃ν ἀσώματοσ, ἐπείπερ τὸ σω̃μα ὕστερον καὶ σύνθετον καὶ αὐτὴ μετ' ἄλλου ποιει̃ σω̃μα. Οὕτω γὰρ του̃ ὀνόματοσ τετύχηκε του̃ αὐτου̃ κατὰ τὸ ἀσώματον, ὅτι ἑκάτερον τό τε ὂν ἥ τε ὕλη ἕτερα τω̃ν σωμάτων. Οὔτε δὲ ψυχὴ οὐ̃σα οὔτε νου̃σ οὔτε ζωὴ οὔτε εἰ̃δοσ οὔτε λόγοσ οὔτε πέρασ-ἀπειρία γάρ-οὔτε δύναμισ-τί γὰρ καὶ ποιει̃; -ἀλλὰ ταυ̃τα ὑπερεκπεσου̃σα πάντα οὐδὲ τὴν του̃ ὄντοσ προσηγορίαν ὀρθω̃σ ἂν δέχοιτο, μὴ ὂν δ' ἂν εἰκότωσ λέγοιτο, καὶ οὐχ ὥσπερ κίνησισ μὴ ὂν ἢ στάσισ μὴ ὄν, ἀλλ' ἀληθινω̃σ μὴ ὄν, εἴδωλον καὶ φάντασμα ὄγκου καὶ ὑποστάσεωσ ἔφεσισ καὶ ἑστηκὸσ οὐκ ἐν στάσει καὶ ἀόρατον καθ' αὑτὸ καὶ φευ̃γοντὸ βουλόμενον ἰδει̃ν, καὶ ὅταν τισ μὴ ἴδη̨ γιγνόμενον, ἀτενίσαντι δὲ οὐχ ὁρώμενον, καὶ τὰ ἐναντία ἀεὶ ἐφ' ἑαυτου̃ φανταζόμενον, μικρὸν καὶ μέγα καὶ ἡ̃ττον καὶ μα̃λλον, ἐλλει̃πόν τε καὶ ὑπερέχον, εἴδωλον οὐ μένον οὐδ' αὐ̃ φεύγειν δυνάμενον: οὐδὲ γὰρ οὐδὲ του̃το ἰσχύει ἅτε μὴ ἰσχὺν παρὰ νου̃ λαβόν, ἀλλ' ἐν ἐλλείψει του̃ ὄντοσ παντὸσ γενόμενον. Διὸ πα̃ν ὃ ἂν ἐπαγγέλληται ψεύδεται, κἂν μέγα φαντασθη̨̃, μικρόν ἐστι, κἂν μα̃λλον, ἡ̃ττόν ἐστι, καὶ τὸ ὂν αὐτου̃ ἐν φαντάσει οὐκ ὄν ἐστιν, οἱ̃ον παίγνιον φευ̃γον: ὅθεν καὶ τὰ ἐν αὐτω̨̃ ἐγγίγνεσθαι δοκου̃ντα παίγνια, εἴδωλα ἐν εἰδώλω̨ ἀτεχνω̃σ, ὡσ ἐν κατόπτρω̨ τὸ ἀλλαχου̃ ἱδρυμένον ἀλλαχου̃ φανταζόμενον: καὶ πιμπλάμενον, ὡσ δοκει̃, καὶ ἔχον οὐδὲν καὶ δοκου̃ν τὰ πάντα. <Τὰ δὲ εἰσιόντα καὶ ἐξιόντα τω̃ν ὄντων μιμήματα> καὶ εἴδωλα εἰσ εἴδωλον ἄμορφον καὶ διὰ τὸ ἄμορφον αὐτη̃σ ἐνορώμενα ποιει̃ν μὲν δοκει̃ εἰσ αὐτήν, ποιει̃ δὲ οὐδέν: ἀμενηνὰ γὰρ καὶ ἀσθενη̃ καὶ ἀντερει̃δον οὐκ ἔχοντα: ἀλλ' οὐδὲ ἐκείνησ ἐχούσησ δίεισιν οὐ τέμνοντα οἱ̃ον δι' ὕδατοσ ἢ εἴ τισ ἐν τω̨̃ λεγομένω̨ κενω̨̃ μορφὰσ οἱ̃ον εἰσπέμποι. Καὶ γὰρ αὐ̃, εἰ μὲν τοιαυ̃τα ἠ̃ν τὰ ἐνορώμενα, οἱ̃α τὰ ἀφ' ὡ̃ν ἠ̃λθεν εἰσ αὐτήν, τάχ' ἄν τισ διδοὺσ αὐτοι̃σ δύναμίν τινα τω̃ν πεμψάντων τὴν εἰσ αὐτὴν γενομένην πάσχειν ὑπ' αὐτω̃ν ἂν ὑπέλαβε: νυ̃ν δ' ἄλλων μὲν ὄντων τω̃ν ἐμφανταζομένων, ἀλλοίων δὲ τω̃ν ἐνορωμένων, κἀκ τούτων μαθει̃ν ἔστι τὸ τη̃σ πείσεωσ ψευ̃δοσ ψευδου̃σ ὄντοσ του̃ ἐνορωμένου καὶ οὐδαμη̨̃ ἔχοντοσ ὁμοιότητα πρὸσ τὸποιη̃σαν. 'Ασθενὲσ δὴ καὶ ψευ̃δοσ ὂν καὶ εἰσ ψευ̃δοσ ἐμπι̃πτον, οἱ̃α ἐν ὀνείρω̨ ἢ ὕδατι ἢ κατόπτρω̨, ἀπαθη̃ αὐτὴν εἴασεν ἐξ ἀνάγκησ εἰ̃ναι: καίτοι ἔν γε τοι̃σ προειρημένοισ ὁμοίωσισ τοι̃σ ἐνορωμένοισ ἐστὶ πρὸσ τὰ ἐνορω̃ντα.

10. 'Όλωσ δὲ τὸ πάσχον δει̃ τοιου̃τον εἰ̃ναι οἱ̃ον ἐν ται̃σ ἐναντίαισ εἰ̃ναι δυνάμεσι καὶ ποιότησι τω̃ν ἐπεισιόντων καὶ τὸ πάσχειν ἐμποιούντων. Τω̨̃ γὰρ ἐνόντι θερμω̨̃ ἡ ἀλλοίωσισ ἡ παρὰ του̃ ψύχοντοσ καὶ τω̨̃ ἐνόντι ὑγρω̨̃ ἡ ἀλλοίωσισ ἡ παρὰ του̃ ξηραίνοντοσ, καὶ ἠλλοιω̃σθαι λέγομεν τὸ ὑποκείμενον, ὅταν ἐκ θερμου̃ ψυχρὸν ἢ ἐκ ξηρου̃ ὑγρὸν γίγνηται. Μαρτυρει̃ δὲ καὶ ἡ λεγομένη πυρὸσ φθορὰ μεταβολη̃σ γενομένησ εἰσ στοιχει̃ον ἄλλο: τὸ γὰρ πυ̃ρ ἐφθάρη, φαμέν, οὐχ ἡ ὕλη: ὥστε καὶ τὰ πάθη περὶ του̃το, περὶ ὃ καὶ ἡ φθορά: ὁδὸσ γὰρ εἰσ φθορὰν ἡ παραδοχὴ του̃ πάθουσ: καὶ τούτω̨ τὸ φθείρεσθαι, ὡ̨̃ καὶ τὸ πάσχειν. Τὴν δὲ ὕλην φθείρεσθαι οὐχ οἱ̃όν τε: εἰσ τί γὰρ καὶ πω̃σ; Πω̃σ οὐ̃ν λαβου̃σα ἐν αὐτη̨̃ θερμότητασ, ψυχρότητασ, μυρίασ καὶ ἀπείρουσ ὅλωσ ποιότητασ καὶ ταύταισ διαληφθει̃σα καὶ οἱ̃ον συμφύτουσ αὐτὰσ ἔχουσα καὶ συγκεκραμένασ ἀλλήλαισ, οὐ γὰρ ἕκαστα χωρίσ, αὐτὴ δὲ ἐν μέσω̨ ἀποληφθει̃σα πασχουσω̃ν τω̃ν ποιοτήτων ἐν τη̨̃ πρὸσ ἀλλήλασ ὑπ' ἀλλήλων μίξει οὐχὶ συμπάσχει καὶ αὐτή; Εἰ μὴ ἄρα ἔξω τισ αὐτὴν θήσεται αὐτω̃ν παντάπασιν: ἐν ὑποκειμένω̨ δὲ πα̃ν οὕτω πάρεστι τω̨̃ ὑποκειμένω̨, ὡσ αὐτω̨̃ τι παρ' αὐτου̃ διδόναι.

11. ληπτέον δὴ τὸ παρει̃ναι ἕτερον ἑτέρω̨ καὶ τὸ εἰ̃ναι ἄλλο ἐν ἄλλω̨ πρω̃τον ὡσ οὐ καθ' ἕνα τρόπον ὑπάρχει, ἀλλὰ τὸ μέν ἐστιν οἱ̃ον μετὰ του̃ παρει̃ναι ἢ χει̃ρον ἢ βέλτιον ποιει̃ν ἐκει̃νο μετὰ του̃ τρέπειν, οἱ̃ον ἐπὶ τω̃ν σωμάτων ὁρα̃ται ἐπί γε τω̃ν ζώ̨ων, τὸ δ' οἱ̃ον ποιει̃ν βέλτιον ἢ χει̃ρον ἄνευ του̃ πάσχειν ἐκει̃νο, ὥσπερ ἐπὶ τη̃σ ψυχη̃σ ἐλέγετο, τὸ δ' οἱ̃ον ὅταν τισ σχη̃μα κηρω̨̃ προσαγάγη̨, ἔνθα οὔτε τι πάθοσ, ὡσ ἄλλο τι ποιη̃σαι τὸν κηρὸν εἰ̃ναι, ὅταν παρη̨̃ τὸ σχη̃μα, οὔτε ἐλλείψεισ [ἐκει̃νο] ἀπεληλυθότοσ ἐκείνου. Τὸ δὲ δὴ φω̃σ οὐδὲ σχήματοσ ἀλλοίωσιν περὶ τὸ φωτιζόμενον ποιει̃. 'Ο δὲ δὴ λίθοσ ψυχρὸσ γενόμενοσ τί παρὰ τη̃σ ψυχρότητοσ μένων λίθοσ ἔχει; Τί δ' ἂν γραμμὴ πάθοι ὑπὸ χρώματοσ; Οὐδὲ δὴ τὸ ἐπίπεδον, οἰ̃μαι. 'Αλλὰ τὸ ὑποκείμενον ἴσωσ σω̃μα; Καίτοι ὑπὸ χρώματοσ τί ἂν πάθοι; Οὐ γὰρ δει̃ τὸ παθει̃ν λέγειν τὸ παρει̃ναι οὐδὲ τὸ μορφὴν περιθει̃ναι. Εἰ δέ τισ καὶ τὰ κάτοπτρα λέγοι καὶ ὅλωσ τὰ διαφανη̃ ὑπὸ τω̃ν ἐνορωμένων εἰδώλων μηδὲν πάσχειν, οὐκ ἀνόμοιον ἂν τὸ παράδειγμα φέροι. Εἴδωλα γὰρ καὶ τὰ ἐν τη̨̃ ὕλη̨. καὶ αὕτη ἔτι μα̃λλον ἀπαθέστερον ἢ τὰ κάτοπτρα. 'Εγγίγνονται μὲν δὴ ἐν αὐτη̨̃ θερμότητεσ καὶ ψυχρότητεσ, ἀλλ' οὐκ αὐτὴν θερμαίνουσαι: τὸ γὰρ θερμαίνεσθαί ἐστι καὶ τὸ ψύχεσθαι ποιότητοσ ἐξ ἄλλησ εἰσ ἄλλην τὸ ὑποκείμενον ἀγούσησ. 'Επισκεπτέον δὲ περὶ τη̃σ ψυχρότητοσ μήποτε ἀπουσία καὶ στέρησισ. Συνελθου̃σαι δὲ εἰσ αὐτὴν αἱ ποιότητεσ εἰσ ἀλλήλασ μὲν αἱ πολλαὶ αὐτω̃ν ποιήσουσι, μα̃λλον δὲ αἱ ἐναντίωσ ἔχουσαι. Τί γὰρ ἂν εὐωδία γλυκύτητα ἐργάσαιτο ἢ χρω̃μα σχη̃μα ἢ τὸ ἐξ ἄλλου γένουσ ἄλλο; 'Όθεν ἄν τισ καὶ μάλιστα πιστεύσειεν ὡσ ἔστιν ἐν τω̨̃ αὐτω̨̃ εἰ̃ναι ἄλλο ἄλλω̨ ἢ ἕτερον ἐν ἑτέρω̨ ἄλυπον ὂν τη̨̃ αὐτου̃ παρουσία̨ ὡ̨̃ ἢ ἐν ὡ̨̃ πάρεστιν. 'Ώσπερ οὐ̃ν καὶ τὸ βλαπτόμενον οὐχ ὑπὸ του̃ τυχόντοσ, οὕτωσ οὐδὲ τὸ τρεπόμενον καὶ πάσχον ὑφ' ὁτουου̃ν ἂν πάθοι, ἀλλὰ τοι̃σ ἐναντίοισ ὑπὸ τω̃ν ἐναντίων ἡ πει̃σισ, τὰ δ' ἄλλα ὑπ' ἄλλων ἄτρεπτα. Οἱ̃σ δὴ μηδεμία ἐναντιότησ ὑπάρχει, ταυ̃τα ὑπ' οὐδενὸσ ἂν ἐναντίου πάθοι. 'Ανάγκη τοίνυν, εἴ τι πάσχοι, μὴ ὕλην, ἀλλά τι συναμφότερον ἢ ὅλωσ πολλὰ ὁμου̃ εἰ̃ναι. Τὸ δὲ μόνον καὶ ἔρημον τω̃ν ἄλλων καὶ παντάπασιν ἁπλου̃ν ἀπαθὲσ ἂν εἴη πάντων καὶ ἐν μέσοισ ἅπασιν ἀπειλημμένον [ἢ] τοι̃σ εἰσ ἄλληλα ποιου̃σιν: οἱ̃ον ἐν οἴκω̨ τω̨̃ αὐτω̨̃ ἀλλήλουσ παιόντων ὁ οἰ̃κοσ ἀπαθὴσ καὶ ὁ ἐν αὐτω̨̃ ἀήρ. Συνιόντα δὲ τὰ ἐπὶ τη̃σ ὕλησ ἄλληλα ποιείτω, ὅσα ποιει̃ν πέφυκεν, αὐτὴ δ' ἀπαθὴσ ἔστω πολὺ μα̃λλον, ἢ ὅσαι ποιότητεσ ἐν αὐτη̨̃ τω̨̃ μὴ ἐναντίαι εἰ̃ναι ἀπαθει̃σ ὑπ' ἀλλήλων εἰσίν.

12. 'Έπειτα, εἰ πάσχει ἡ ὕλη, δει̃ τι ἔχειν αὐτὴν ἐκ του̃ πάθουσ ἢ αὐτὸ τὸ πάθοσ ἢ ἑτέρωσ διακει̃σθαι ἢ πρὶν εἰσελθει̃ν εἰσ αὐτὴν τὸ πάθοσ. 'Επιούσησ τοίνυν ἄλλησ μετ' ἐκείνην ποιότητοσ οὐκέτι ὕλη ἔσται τὸ δεχόμενον, ἀλλὰ ποιὰ ὕλη. Εἰ δὲ καὶ αὕτη ἡ ποιότησ ἀποσταίη καταλιπου̃σά τι αὐτη̃σ τω̨̃ ποιη̃σαι, ἄλλο ἂν ἔτι μα̃λλονγίγνοιτο τὸ ὑποκείμενον. Καὶ προιου̃σα του̃τον τὸν τρόπον ἄλλο τι ἢ ὕλη ἔσται τὸ ὑποκείμενον, πολύτροπον δὲ καὶ πολυειδέσ: ὥστε οὐδ' ἂν ἔτι πανδεχὲσ γένοιτο ἐμπόδιον πολλοι̃σ τοι̃σ ἐπεισιου̃σι γιγνόμενον, ἥ τε ὕλη οὐκέτι μένει: οὐδὲ ἄφθαρτοσ τοίνυν: ὥστε, εἰ δει̃ ὕλην εἰ̃ναι, ὥσπερ ἐξ ἀρχη̃σ ἠ̃ν, οὕτωσ ἀεὶ δει̃ αὐτὴν εἰ̃ναι τὴν αὐτήν: ὡσ τό γε ἀλλοιου̃σθαι λέγειν οὐκ ἔστιν αὐτὴν ὕλην τηρούντων. 'Έπειτα δέ, εἰ ὅλωσ τὸ ἀλλοιούμενον πα̃ν δει̃ μένον ἐπὶ του̃ αὐτου̃ εἴδουσ ἀλλοιου̃σθαι, καὶ κατὰ συμβεβηκότα ἀλλ' οὐ καθ' αὑτά, εἰ δὴ δει̃ μένειν τὸ ἀλλοιούμενον καὶ οὐ τὸ μένον ἐστὶν αὐτου̃ τὸ πάσχον, δυοι̃ν θάτερον ἀνάγκη, ἢ ἀλλοιουμένην τὴν ὕλην αὑτη̃σ ἐξίστασθαι, ἢ μὴ ἐξισταμένην αὑτη̃σ μὴ ἀλλοιου̃σθαι. Εἰ δέ τισ λέγοι μὴ καθ' ὅσον ὕλη ἀλλοιου̃σθαι, πρω̃τον μὲν κατὰ τί ἀλλοιώσεται οὐχ ἕξει λέγειν, ἔπειτα ὁμολογήσει καὶ οὕτω τὴν ὕλην αὐτὴν μὴ ἀλλοιου̃σθαι. 'Ώσπερ γὰρ τοι̃σ ἄλλοισ εἴδεσιν οὐ̃σιν οὐκ ἔστιν ἀλλοιου̃σθαι κατὰ τὴν οὐσίαν τη̃σ οὐσίασ αὐτοι̃σ ἐν τούτω̨ οὔσησ, οὕτωσ, ἐπειδὴ τὸ εἰ̃ναι τη̨̃ ὕλη̨ ἐστὶ τὸ εἰ̃ναι ἡ̨̃ ὕλη, οὐκ ἔστιν αὐτὴν ἀλλοιου̃σθαι καθ' ὅ τι ὕλη ἐστίν, ἀλλὰ μένειν, καὶ ὥσπερ ἐκει̃ ἀναλλοίωτον αὐτὸ τὸ εἰ̃δοσ, οὕτω καὶ ἐνταυ̃θα ἀναλλοίωτον αὐτὴν τὴν ὕλην.

13. 'Όθεν δὴ καὶ τὸν Πλάτωνα οὕτω διανοούμενον ὀρθω̃σ εἰρηκέναι νομίζω, <τὰ δ' εἰσιόντα καὶ ἐξιόντα τω̃ν ὄντων μιμήματα> μὴ μάτην εἰσιέναι καὶ ἐξιέναιεἰρηκέναι, ἀλλὰ βουλόμενον ἡμα̃σ συνει̃ναι ἐπιστήσαντασ τω̨̃ τρόπω̨ τη̃σ μεταλήψεωσ, καὶ κινδυνεύει τὸ ἄπορον ἐκει̃νο τὸ ὅπωσ ἡ ὕλη τω̃ν εἰδω̃ν μεταλαμβάνει μὴ ἐκει̃νο εἰ̃ναι ὃ οἱ πολλοὶ ὠ̨ήθησαν τω̃ν πρὸ ἡμω̃ν, τὸ πω̃σ ἔρχεται εἰσ αὐτήν, ἀλλὰ μα̃λλον πω̃σ ἔστιν ἐν αὐτη̨̃. 'Όντωσ γὰρ θαυμαστὸν εἰ̃ναι δοκει̃, πω̃σ τούτων τω̃ν εἰδω̃ν παρόντων αὐτη̨̃ μένει ἡ αὐτὴ ἀπαθὴσ αὐτω̃ν οὐ̃σα καὶ προσέτι αὐτω̃ν τω̃ν εἰσιόντων πασχόντων ὑπ' ἀλλήλων. 'Αλλὰ καὶ αὐτὰ τὰ εἰσιόντα ἐξωθει̃ν τὰ πρότερα ἕκαστα, καὶ εἰ̃ναι τὸ παθει̃ν ἐν τω̨̃ συνθέτω̨ καὶ οὐδὲ ἐν παντὶ συνθέτω̨, ἀλλ' ὡ̨̃ χρεία του̃ προσελθόντοσ ἢ ἀπελθόντοσ καὶ ὃ ἐλλιπὲσ μὲν τη̨̃ συστάσει ἀπουσία̨ τινόσ, τέλειον δὲ τη̨̃ παρουσία̨. Τη̨̃ δὲ ὕλη̨ οὔτε τι πλέον εἰσ τὴν αὐτη̃σ σύστασιν προσελθόντοσ ὁτουου̃ν: οὐ γὰρ γίγνεται τότε ὅ ἐστι προσελθόντοσ, οὔτε ἔλαττον ἀπελθόντοσ: μένει γὰρ ὃ ἐξ ἀρχη̃σ ἠ̃ν. Του̃ δὲ κεκοσμη̃σθαι τοι̃σ μὲν κόσμου καὶ τάξεωσ δεομένοισ εἴη ἂν χρεία, καὶ ὁ κόσμοσ δὲ γένοιτο ἂν ἄνευ μεταλλοιώσεωσ, οἱ̃ον οἱ̃σ περιτίθεμεν: εἰ δὲ οὕτω τισ κοσμηθείη ὡσ σύμφυτον εἰ̃ναι, δεήσει ἀλλοιωθὲν ὃ πρότερον αἰσχρὸν ἠ̃ν καὶ ἕτερον γενόμενον ἐκει̃νο τὸ κεκοσμημένον οὕτω καλὸν ἐξ αἰσχρου̃ εἰ̃ναι. Εἰ τοίνυν αἰσχρὰ οὐ̃σα ἡ ὕλη καλὴ ἐγένετο, ὃ ἠ̃ν πρότερον τὸ αἰσχρὰ εἰ̃ναι οὐκέτ' ἐστίν: ὥστε ἐν τω̨̃ οὕτω κεκοσμη̃σθαι ἀπολει̃ τὸ ὕλην εἰ̃ναι καὶ μάλιστα, εἰ μὴ κατὰ συμβεβηκὸσ αἰσχρά: εἰ δ' οὕτωσ αἰσχρὰ ὡσ αἰ̃σχοσ εἰ̃ναι, οὐδ' ἂν μεταλάβοι κόσμου, καὶ εἰ οὕτω κακὴ ὡσ κακὸν εἰ̃ναι, οὐδ' ἂν μεταλάβοι ἀγαθου̃: ὥστε οὐχ οὕτωσ ἡ μετάληψισ ὡσ ...οἴονται _παθούσησ, ἀλλ' ἕτεροσ τρόποσ οἱ̃ον δοκει̃ν. 'Ίσωσ δὲ καὶ του̃τον τὸν τρόπον λύοιτο ἂν τὸ ἄπορον, πω̃σ οὐ̃σα κακὴ ἐφίοιτο ἂν του̃ ἀγαθου̃, ὡσ μὴ μεταλήψει ἀπολλυμένησ ὃ ἠ̃ν: εἰ γὰρ του̃τον τὸν τρόπον ἡ λεγομένη μετάληψισ, ὡσ τὴν αὐτὴν μένειν μὴ ἀλλοιουμένην, ὡσ λέγομεν, ἀλλ' εἰ̃ναι ἀεὶ ὅ ἐστιν, οὐκέτι θαυμαστὸν γίνεται τὸ πω̃σ οὐ̃σα κακὴ μεταλαμβάνει. Οὐ γὰρ ἐξίσταται ἑαυτη̃σ, ἀλλ' ὅτι μὲν ἀναγκαι̃όν ἐστι μεταλαμβάνειν ἀμη̨γέπη̨ μεταλαμβάνει ἕωσ ἂν ἠ̨̃, τω̨̃ δ' εἰ̃ναι ὅ ἐστι τρόπω̨ μεταλήψεωσ τηρου̃ντι αὐτὴν οὐ βλάπτεται εἰσ τὸ εἰ̃ναι παρὰ του̃ οὕτω διδόντοσ, καὶ κινδυνεύει διὰ του̃το οὐχ ἡ̃ττον εἰ̃ναι κακή, ὅτι ἀεὶ μένει του̃το ὅ ἐστι. Μεταλαμβάνουσα γὰρ ὄντωσ καὶ ἀλλοιουμένη ὄντωσ ὑπὸ του̃ ἀγαθου̃ οὐκ ἂν ἠ̃ν τὴν φύσιν κακή. 'Ώστε εἴ τισ τὴν ὕλην λέγει κακήν, οὕτωσ ἂν ἀληθεύοι, εἰ του̃ ἀγαθου̃ ἀπαθη̃ λέγοι: του̃το δὲ ταὐτόν ἐστι τω̨̃ ὅλωσ ἀπαθη̃ εἰ̃ναι.

14. 'Ο δέ γε Πλάτων του̃το νοω̃ν περὶ αὐτη̃σ καὶ τὴν μετάληψιν οὐχ ὡσ ἐν ὑποκειμένω̨ εἴδουσ γενομένου καὶ μορφὴν διδόντοσ ὥστε ἓν σύνθετον γενέσθαι συντραπέντων καὶ οἱ̃ον συγκραθέντων καὶ συμπαθόντων τιθέμενοσ, ὅτι μὴ οὕτω λέγει παραστη̃σαι βουλόμενοσ, καὶ πω̃σ ἂν αὐτὴ ἀπαθὴσ μένουσα ἔχοι τὰ εἴδη ἀπαθου̃σ μεταλήψεωσ ζητω̃ν παράδειγμα-ἄλλον τρόπον οὐ ῥά̨διον διδάξαι ἃ μάλιστα παρόντα σώ̨ζει τὸ ὑποκείμενον ταὐτὸν εἰ̃ναι- ὑπέστη πολλὰσ ἀπορίασ σπεύδων ἐφ' ὃ βούλεται καὶπροσέτι παραστη̃σαι θέλων τὸ ἐν τοι̃σ αἰσθητοι̃σ κενὸν τη̃σ ὑποστάσεωσ καὶ τὴν χώραν του̃ εἰκότοσ οὐ̃σαν πολλήν. Τὴν οὐ̃ν ὕλην σχήμασιν ὑποθέμενοσ τὰ πάθη ποιει̃ν τοι̃σ ἐμψύχοισ σώμασιν οὐδὲν αὐτὴν ἔχουσαν τούτων τω̃ν παθημάτων τὸ μένον ταύτησ [ταύτην] ἐνδείκνυται διδοὺσ συλλογίζεσθαι, ὡσ οὐδὲ παρὰ τω̃ν σχημάτων ἔχει τὸ πάσχειν αὐτὴ καὶ ἀλλοιου̃σθαι. Τοι̃σ μὲν γὰρ σώμασι τούτοισ ἐξ ἑτέρου σχήματοσ ἕτερον σχη̃μα δεχομένοισ τάχα ἄν τισ ἀλλοίωσιν λέγοι γίγνεσθαι τὴν του̃ σχήματοσ μεταβολὴν ὁμώνυμον τὴν ἀλλοίωσιν εἰ̃ναι λέγων: τη̃σ δὲ ὕλησ οὐδὲν σχη̃μα ἐχούσησ οὐδὲ μέγεθοσ πω̃σ ἄν τισ τὴν του̃ σχήματοσ ὁπωσου̃ν παρουσίαν ἀλλοίωσιν εἰ̃ναι κἂν ὁμωνύμωσ λέγοι; Εἴ τισ οὐ̃ν ἐνταυ̃θα τὸ <νόμω̨ χροιὴ> καὶ τὰ ἄλλα <νόμω̨> λέγοι τω̨̃ τὴν φύσιν τὴν ὑποκειμένην μηδὲν οὕτωσ ἔχειν, ὡσ νομίζεται, οὐκ ἂν ἄτοποσ εἴη του̃ λόγου. 'Αλλὰ πω̃σ ἔχει, εἰ μηδὲ τὸ ὡσ σχήματα ἀρέσκει; 'Αλλ' ἔχει ἔνδειξιν ἡ ὑπόθεσισ ὡσ οἱ̃όν τε τη̃σ ἀπαθείασ καὶ τη̃σ οἱ̃ον εἰδώλων οὐ παρόντων δοκούσησ παρουσίασ.

15. '`Η πρότερον ἔτι περὶ τη̃σ ἀπαθείασ αὐτη̃σ λεκτέον διδάσκοντασ ὡσ χρὴ ται̃σ συνηθείαισ τω̃ν ὀνομάτων ἐπὶ τὸ πάσχειν αὐτὴν φέρεσθαι, οἱ̃ον ὅταν [ξηραινομένην] τὴν αὐτὴν πυρουμένην καὶ ὑγραινομένην, ἐνθυμουμένουσ καὶ τὰ ἑξη̃σ "καὶ τὰσ ἀέροσ καὶ ὕδατοσ μορφὰσ δεχομένην". Τὸ γὰρ "καὶ τὰσ ἀέροσ καὶ ὕδατοσ μορφὰσ δεχομένην" ἀπαμβλύνει μὲν τὸ "πυρουμένην καὶ ὑγραινομένην", δηλοι̃ τε ἐν τω̨̃ "μορφὰσ δεχομένην" οὐ τὸ μεμορφω̃σθαι αὐτήν, ἀλλ' εἰ̃ναι τὰσ μορφὰσ ὡσ εἰση̃λθον, τό τε "πυρουμένην" οὐ κυρίωσ εἰρη̃σθαι, ἀλλὰ μα̃λλον πυ̃ρ γινομένην: οὐ γὰρ τὸ αὐτὸ πυ̃ρ γίνεσθαι καὶ πυρου̃σθαι: ὑπ' ἄλλου μὲν γὰρ τὸ πυρου̃σθαι, ἐν ὡ̨̃ καὶ τὸ πάσχειν: ὃ δ' αὐτὸ μέροσ ἐστὶ πυρὸσ πω̃σ ἂν πυροι̃το; Τοιου̃τον γὰρ ἂν εἴη, οἱ̃ον εἴ τισ διὰ του̃ χαλκου̃ τὸν ἀνδριάντα λέγοι πεφοιτηκέναι, εἰ τὸ πυ̃ρ διὰ τη̃σ ὕλησ λέγοι κεχωρηκέναι καὶ προσέτι πυρω̃σαι. 'Έτι, εἰ λόγοσ ὁ προσιών, πω̃σ ἂν πυρώσειεν; 'Ή εἰ σχη̃μα; 'Αλλὰ τὸ πυρούμενον ὑπ' ἀμφοι̃ν ἤδη. Πω̃σ οὐ̃ν ὑπ' ἀμφοι̃ν μὴ ἑνὸσ ἐξ ἀμφοι̃ν γενομένου; 'Ή, κἂν ἓν ἠ̨̃ γενόμενον, οὐκ ἐν ἀλλήλοισ τὰ πάθη ἐχόντων, ἀλλὰ πρὸσ ἄλλα ποιούντων. '~Αρ' οὐ̃ν ἀμφοτέρων ποιούντων; 'Ή θατέρου θάτερον παρέχοντοσ μὴ φυγει̃ν. 'Αλλ' ὅταν διαιρεθη̨̃ τι σω̃μα, πω̃σ οὐ καὶ αὐτὴ διή̨ρηται; Καὶ πεπονθότοσ ἐκείνου τω̨̃ διη̨ρη̃σθαι πω̃σ οὐ καὶ αὐτὴ τω̨̃ αὐτω̨̃ τούτω̨ παθήματι πέπονθεν; 'Ή τί κωλύει τω̨̃ αὐτω̨̃ λόγω̨ τούτω̨ καὶ φθει̃ραι λέγοντασ πω̃σ φθαρέντοσ του̃ σώματοσ οὐκ ἔφθαρται; 'Έτι λεκτέον τοσόνδε γὰρ εἰ̃ναι καὶ μέγεθοσ εἰ̃ναι, τω̨̃ δὲ μὴ μεγέθει οὐδὲ τὰ μεγέθουσ πάθη ἐγγίγνεσθαι καὶ ὅλωσ δὴ τω̨̃ μὴ σώματι μηδὲ τὰ σώματοσ πάθη γίγνεσθαι: ὥστε ὅσοι παθητὴν ποιου̃σι καὶ σω̃μα συγχωρείτωσαν αὐτὴν εἰ̃ναι.

16. 'Έτι δὲ κἀκει̃νο ἐπιστη̃σαι αὐτοὺσ προσήκει, πω̃σ λέγουσι φεύγειν αὐτὴν τὸ εἰ̃δοσ: πω̃σ γὰρ ἂν λίθουσ-τὰ περιλαβόντα αὐτήν-καὶ πέτρασ φύγοι; Οὐ γὰρ δὴ ποτὲ μὲν φεύγειν, ποτὲ δὲ μὴ φεύγειν φήσουσιν. Εἰ γὰρ βουλήσειαὑτη̃σ φεύγει, διὰ τί οὐκ ἀεί; Εἰ δὲ ἀνάγκη̨ μένει, οὐκ ἔστιν ὅτε οὐκ ἐν εἴδει τινί ἐστιν. 'Αλλὰ του̃ μὴ τὸ αὐτὸ εἰ̃δοσ ἀεὶ ἴσχειν ἑκάστην ὕλην ζητητέον τὴν αἰτίαν, καὶ ἐν τοι̃σ εἰσιου̃σι μα̃λλον. Πω̃σ οὐ̃ν λέγεται <φεύγειν;> ἢ τη̨̃ αὐτη̃σ φύσει καὶ ἀεί: του̃το δὲ τί ἂν εἴη ἢ μηδέποτε αὐτη̃σ ἐξισταμένην οὕτωσ ἔχειν τὸ εἰ̃δοσ ὡσ μηδέποτε ἔχειν; ἢ ὅ τι χρήσονται τω̨̃ ὑφ' αὑτω̃ν λεγομένω̨ οὐχ ἕξουσιν "ἡ δὲ <ὑποδοχὴ> καὶ <τιθήνη γενέσεωσ ἁπάσησ>." Εἰ γὰρ ὑποδοχὴ καὶ τιθήνη, ἡ δὲ γένεσισ ἄλλο αὐτη̃σ, τὸ δὲ ἀλλοιούμενον ἐν τη̨̃ γενέσει, πρὸ γενέσεωσ οὐ̃σα εἴη ἂν καὶ πρὸ ἀλλοιώσεωσ: ἥ τε ὑποδοχὴ καὶ ἔτι ἡ τιθήνη τηρει̃ν ἐν ὡ̨̃ ἐστιν ἀπαθη̃ οὐ̃σαν, καὶ τὸ <ἐν ὡ̨̃ ἐγγινόμενον ἕκαστον φαντάζεται καὶ πάλιν ἐκει̃θεν> ἔξεισι καὶ <χώραν> εἰ̃ναι καὶ <ἕδραν>. Καὶ τὸ λεγόμενον δὲ καὶ εὐθυνόμενον ὡσ τόπον εἰδω̃ν λέγοντοσ οὐ πάθοσ λέγει περὶ ἐκει̃νο, ἀλλὰ τρόπον ἕτερον ζητει̃. Τίσ οὐ̃ν οὑ̃τοσ; 'Επειδὴ τὴν λεγομένην ταύτην φύσιν οὐδὲν δει̃ εἰ̃ναι τω̃ν ὄντων, ἀλλ' ἅπασαν ἐκπεφευγέναι τὴν τω̃ν ὄντων οὐσίαν καὶ πάντη ἑτέραν-λόγοι γὰρ ἐκει̃να καὶ ὄντωσ ὄντεσ-, ἀνάγκη δὴ αὐτὴν τω̨̃ ἑτέρω̨ τούτω̨ φυλάττουσαν αὑτη̃σ ἣνεἴληχε σωτηρίαν-ἀνάγκη αὐτὴν μὴ μόνον τω̃ν ὄντων ἄδεκτον εἰ̃ναι, ἀλλὰ καί, εἴ τι μίμημα αὐτω̃ν, καὶ τούτου ἄμοιρον εἰσ οἰκείωσιν εἰ̃ναι. Οὕτω γὰρ ἂν ἑτέρα πάντη: ἢ εἰ̃δόσ τι εἰσοικισαμένη μετ' ἐκείνου ἄλλο γενομένη ἀπώλεσε τὸ ἑτέρα εἰ̃ναι καὶ χώρα πάντων, καὶ οὐδενὸσ ὅτου οὐχ ὑποδοχή. 'Αλλὰ δει̃ καὶ εἰσιόντων τὴν αὐτὴν μένειν καὶ ἐξιόντων ἀπαθη̃, ἵνα καὶ εἰσίη̨ τι ἀεὶ εἰσ αὐτὴν καὶ ἐξίη̨. Εἴσεισι δὴ τὸ εἰσιὸν εἴδωλον ὂν καὶ εἰσ οὐκ ἀληθινὸν οὐκ ἀληθέσ. '~Αρ' οὐ̃ν ἀληθω̃σ; Καὶ πω̃σ, ὡ̨̃ μηδαμω̃σ θέμισ ἀληθείασ μετέχειν διὰ τὸ ψευ̃δοσ εἰ̃ναι; '~Αρα οὐ̃ν ψευδω̃σ εἰσ ψευ̃δοσ ἔρχεται καὶ παραπλήσιον γίνεται οἱ̃ον καὶ εἰσ τὸ κάτοπτρον, ...εἰ ὁρω̨̃το_ τὰ εἴδωλα τω̃ν ἐνορωμένων καὶ ἕωσ ἐνορα̨̃ ἐκει̃να; Καὶ γὰρ εἰ ἐνταυ̃θα ἀνέλοισ τὰ ὄντα, οὐδὲν ἂν οὐδένα χρόνον φανείη τω̃ν νυ̃ν ἐν αἰσθητω̨̃ ὁρωμένων. Τὸ μὲν οὐ̃ν κάτοπτρον ἐνταυ̃θα καὶ αὐτὸ [ἐν]ὁρα̃ται: ἔστι γὰρ καὶ αὐτὸ εἰ̃δόσ τι: ἐκει̃ δὲ οὐδὲν εἰ̃δοσ ὂν αὐτὸ μὲν οὐχ ὁρα̃ται: ἔδει γὰρ αὐτὸ πρότερον καθ' αὑτὸ ὁρα̃σθαι: ἀλλὰ τοιου̃τόν τι πάσχει, οἱ̃ον καὶ ὁ ἀὴρ φωτισθεὶσ ἀφανήσ ἐστι καὶ τότε, ὅτι καὶ ἄνευ του̃ φωτισθη̃ναι οὐχ ἑωρα̃το. Ταύτη̨ οὐ̃ν τὰ μὲν ἐν τοι̃σ κατόπτροισ οὐ πιστεύεται εἰ̃ναι ἢ ἡ̃ττον, ὅτι ὁρα̃ται τὸ ἐν ὡ̨̃ ἐστι καὶ μένει μὲν αὐτό, τὰ δὲ ἀπέρχεται: ἐν δὲ τη̨̃ ὕλη̨ οὐχ ὁρα̃ται αὐτὴ οὔτε ἔχουσα οὔτε ἄνευ ἐκείνων. Εἰ δέ γε ἠ̃ν μένειν τὰ ἀφ' ὡ̃ν πληρου̃ται τὰ κάτοπτρα καὶ αὐτὰ μὴ ἑωρα̃το, οὐκ ἂν μὴ εἰ̃ναι ἀληθινὰ ἠπιστήθη τὰ ἐνορώμενα. Εἰ μὲν οὐ̃ν ἔστι τι ἐν τοι̃σ κατόπτροισ, καὶ ἐν τη̨̃ ὕλη̨ οὕτω τὰ αἰσθητὰ ἔστω: εἰ δὲ μὴ ἔστι, φαίνεται δὲ εἰ̃ναι, κἀκει̃ φατέον φαίνεσθαι ἐπὶ τη̃σὕλησ αἰτιωμένουσ τη̃σ φαντάσεωσ τὴν τω̃ν ὄντων ὑπόστασιν, ἡ̃σ τὰ μὲν ὄντα ὄντωσ ἀεὶ μεταλαμβάνει, τὰ δὲ μὴ ὄντα μὴ ὄντωσ, ἐπείπερ οὐ δει̃ οὕτωσ ἔχειν αὐτὰ ὡσ εἰ̃χεν ἄν, του̃ ὄντωσ μὴ ὄντοσ εἰ ἠ̃ν αὐτά.

17. τί οὐ̃ν; Μὴ οὔσησ οὐδὲν ὑπέστη ἄν; 'Ή οὐδὲ εἴδωλον κατόπτρου μὴ ὄντοσ ἤ τινοσ τοιούτου. Τὸ γὰρ ἐν ἑτέρω̨ πεφυκὸσ γίνεσθαι ἐκείνου μὴ ὄντοσ οὐκ ἂν γένοιτο: του̃το γὰρ φύσισ εἰκόνοσ τὸ ἐν ἑτέρω̨. Εἰ μὲν γάρ τι ἀπή̨ει ἀπὸ τω̃ν ποιούντων, καὶ ἄνευ του̃ ἐν ἑτέρω̨ ἠ̃ν ἄν. 'Επεὶ δὲ μένει ἐκει̃να, εἰ ἐμφαντασθήσεται ἐν ἄλλω̨, δει̃ τὸ ἄλλο εἰ̃ναι ἕδραν παρέχον τω̨̃ οὐκ ἐλθόντι, τη̨̃ δ' αὐτου̃ παρουσία̨ καὶ τη̨̃ τόλμη̨ καὶ οἱ̃ον προσαιτήσει καὶ πενία̨ οἱ̃ον βιασάμενον λαβει̃ν καὶ ἀπατηθὲν τη̨̃ οὐ λήψει, ἵνα μένη̨ ἡ πενία καὶ ἀεὶ προσαιτη̨̃. 'Επεὶ γὰρ ...ἅρπαξ _ὑπέστη, ὁ μὲν μυ̃θοσ αὐτὴν ποιει̃ προσαιτου̃σαν ἐνδεικνύμενοσ αὐτη̃σ τὴν φύσιν, ὅτι ἀγαθου̃ ἔρημοσ. Αἰτει̃ τε ὁ προσαιτω̃ν οὐχ ἃ ἔχει ὁ διδούσ, ἀλλ' ἀγαπα̨̃ ὅ τι ἂν λάβη̨: ὥστε καὶ του̃το ἐνδείκνυσθαι, ὡσ ἕτερον τὸ ἐν αὐτη̨̃ φανταζόμενον. Τό τε ὄνομα ὡσ οὐ πληρουμένησ. Τὸ δὲ τω̨̃ Πόρω̨ συγγίνεσθαι οὐ τω̨̃ ὄντι δηλου̃ντόσ ἐστι συγγίνεσθαι οὐδὲ τω̨̃ κόρω̨, ἀλλά τινι πράγματι εὐμηχάνω̨: του̃το δέ ἐστι τη̨̃ σοφία̨ του̃ φαντάσματοσ. 'Επεὶ γὰρ οὐχ οἱ̃όν τε του̃ ὄντοσ πάντη μὴ μετέχειν ὅ τι περ ὁπωσου̃ν ἔξω ὂν αὐτου̃ ἐστιν-αὕτη γὰρὄντοσ φύσισ [εἰσ] τὰ ὄντα ποιει̃ν-τὸ δὲ πάντη μὴ ὂν ἄμικτον τω̨̃ ὄντι, θαυ̃μα τὸ χρη̃μα γίγνεται, πω̃σ μὴ μετέχον μετέχει, καὶ πω̃σ οἱ̃ον παρὰ τη̃σ γειτνιάσεωσ ἔχει τι καίπερ τη̨̃ αὑτου̃ φύσει μὲν οἱ̃ον κολλα̃σθαι ἀδυνατου̃ν. 'Απολισθάνει οὐ̃ν ὡσ ἂν ἀπὸ φύσεωσ ἀλλοτρίασ ὃ ἔλαβεν ἄν, οἱ̃ον ἠχὼ ἀπὸ τόπων λείων καὶ ὁμαλω̃ν: ὅτι μὴ μένει ἐκει̃, τούτω̨ καὶ ἐφαντάσθη ἐκει̃ κἀκει̃θεν εἰ̃ναι. Εἰ δ' ἠ̃ν μετασχου̃σα καὶ οὕτω δεξαμένη, ὥσπερ τισ ἀξιοι̃, καταποθὲν ἂν εἰσ αὐτὴν τὸ προσελθὸν ἔδυ. Νυ̃ν δὲ φαίνεται, ὅτι μὴ κατεπόθη, ἀλλ' ἔμεινεν ἡ αὐτὴ οὐδὲν δεξαμένη, ἀλλ' ἐπισχου̃σα τὴν πρόσοδον ὡσ ἕδρα ἀπωθουμένη καὶ εἰσ τὸ αὐτὸ τω̃ν προσιόντων κἀκει̃ μιγνυμένων ὑποδοχή, οἱ̃ον ὅσα πρὸσ ἥλιον πυ̃ρ ζητου̃ντεσ λαβει̃ν ἱστα̃σι λει̃α, τὰ δὲ καὶ πληρου̃ντεσ ὕδατοσ, ἵνα μὴ διέλθη̨ κωλυομένη ὑπὸ του̃ ἔνδον ἐναντίου ἡ φλόξ, ἔξω δὲ συνίσταιτο. Γίνεται οὐ̃ν αἰτία τη̃σ γενέσεωσ οὕτω καὶ τὰ ἐν αὐτη̨̃ συνιστάμενα τοιου̃τον συνίσταται τρόπον.

18. 'Επὶ μὲν οὐ̃ν τω̃ν τὸ πυ̃ρ ἐξ ἡλίου περὶ αὐτὰ συναγόντων ἅτε παρὰ αἰσθητου̃ πυρὸσ λαμβανόντων τὴν περὶ αὐτὰ γινομένην ἔξαψιν τὸ αἰσθητοι̃σ εἰ̃ναι καὶ αὐτοι̃σ ὑπάρχει: διὸ καὶ φαίνεται, ὅτι ἔξω τὰ συνιστάμενα καὶ ἐφεξη̃σ καὶ πλησίον καὶ ἅπτεται καὶ πέρατα δύο: ὁ δ' ἐπὶ τη̃σ ὕλησ λόγοσ ἄλλον ἔχει τρόπον τὸ ἔξω. 'Η γὰρ ἑτερότησ τη̃σ φύσεωσ ἀρκει̃ οὐδὲν πέρατοσ διπλου̃ δεομένη, ἀλλὰ πολὺ μα̃λλον παντὸσ πέρατοσ ...ἀλλοτρία _τη̨̃ ἑτερότητιτη̃σ οὐσίασ καὶ οὐδαμη̨̃ συγγενεία̨ τὸ ἀμιγὲσ ἔχουσα: καὶ τὸ αἴτιον του̃ μένειν ἐπ' αὐτη̃σ του̃το, ὅτι μή τι τὸ εἰσιὸν ἀπολαύει αὐτη̃σ, οὐδ' αὐτὴ του̃ εἰσιόντοσ: ἀλλ' ὥσπερ αἱ δόξαι καὶ αἱ φαντασίαι ἐν ψυχη̨̃ οὐ κέκρανται, ἀλλ' ἄπεισι πάλιν ἑκάστη ὡσ οὐ̃σα ὅ ἐστι μόνη οὐδὲν ἐφέλκουσα οὐδὲ καταλείπουσα, ὅτι μὴ ἐμέμικτο: καὶ τὸ ἔξω, οὐχ ὅτι ἐπέκειτο, καὶ ἐφ' ὡ̨̃ ἐστιν οὐχ ὁράσει ἕτερον, ἀλλ' ὁ λόγοσ φησίν. 'Ενταυ̃θα μὲν οὐ̃ν εἴδωλον ὂν ἡ φαντασία οὐκ εἰδώλου τὴν φύσιν οὔσησ τη̃σ ψυχη̃σ, καίπερ πολλὰ δοκου̃σα ἄγειν καὶ ὅπη̨ θέλει ἄγειν, χρη̃ται μὲν αὐτη̨̃ οὐδὲν ἡ̃ττον ὡσ ὕλη̨ ἢ ἀνάλογον, οὐ μέντοι ἔκρυψε ται̃σ παρ' αὐτη̃σ ἐνεργείαισ πολλάκισ ἐξωθουμένη οὐδὲ ἐποίησεν αὐτήν, οὐδ' εἰ μετὰ πάσησ ἔλθοι, κεκρύφθαι καί τι αὐτὴν φαντάζεσθαι: ἔχει γὰρ ἐν αὐτη̨̃ ἐνεργείασ καὶ λόγουσ ἐναντίουσ, οἱ̃σ ἀπωθει̃ται τὰ προσιόντα. 'Η δὲ-ἀσθενεστέρα γάρ ἐστιν [ἢ] ὡσ πρὸσ δύναμιν πολλω̨̃ ψυχη̃σ καὶ ἔχει οὐδὲν τω̃ν ὄντων οὔτ' ἀληθὲσ οὔτ' αὐ̃ οἰκει̃ον ψευ̃δοσ- οὐκ ἔχει δὲ δι' ὅτου φανη̨̃ ἐρημία πάντων οὐ̃σα, ἀλλὰ γίνεται μὲν αἰτία ἄλλοισ του̃ φαίνεσθαι, οὐ δύναται δὲ εἰπει̃ν οὐδὲ του̃το, ὡσ "ἐγὼ ἐνταυ̃θα", ἀλλ' εἴ ποτε ἐξεύροι αὐτὴν λόγοσ βαθύσ τισ ἐξ ἄλλων ὄντων, ὡσ ἄρα ἐστί τι ἀπολελειμμένον πάντων τω̃ν ὄντων καὶ τω̃ν ὕστερον δοξάντων εἰ̃ναι, ἑλκόμενον εἰσ πάντα καὶ ἀκολουθου̃ν ὡσ δόξαι καὶ αὐ̃ οὐκ ἀκολουθου̃ν.

19. καὶ μέν τισ ἐλθὼν λόγοσ ἀγαγὼν εἰσ ὅσον αὐτὸσ ἤθελεν ἐποίησεν αὐτὴν μέγα παρ' αὐτου̃ τὸ μέγα περιθεὶσ αὐτη̨̃ οὐκ οὔση̨, του̃το δὲ οὐδὲ γενομένη̨: τὸ γὰρ ἐπ' αὐτη̨̃ μέγα μέγεθοσ ἠ̃ν. 'Εὰν οὐ̃ν τισ του̃το ἀφέλη̨ τὸ εἰ̃δοσ, οὐκέτ' ἐστὶν οὐδὲ φαίνεται τὸ ὑποκείμενον μέγα, ἀλλ' εἰ ἠ̃ν τὸ γενόμενον μέγα ἄνθρωποσ καὶ ἵπποσ καὶ μετὰ του̃ ἵππου τὸ μέγα του̃ ἵππου ἐπελθόν, ἀπελθόντοσ του̃ ἵππου καὶ τὸ μέγα αὐτου̃ ἀπέρχεται. Εἰ δέ τισ λέγοι ὡσ ὁ ἵπποσ ἐπὶ μεγάλου τινὸσ ὄγκου καὶ τοσου̃δε γίνεται καὶ μένει τὸ μέγα, φήσομεν μὴ τὸ του̃ ἵππου μέγα, ἀλλὰ τὸ του̃ ὄγκου μέγα μένειν ἐκει̃. Εἰ μέντοι ὁ ὄγκοσ οὑ̃τοσ πυ̃ρ ἐστιν ἢ γη̃, ἀπελθόντοσ του̃ πυρὸσ τὸ του̃ πυρὸσ ἀπέρχεται ἢ τὸ τη̃σ γη̃σ μέγα. Οὐ τοίνυν οὐδὲ του̃ σχήματοσ οὐδὲ του̃ μεγέθουσ ἀπολαύσειεν ἄν: ἢ οὐκ ἐκ πυρὸσ ἄλλο τι ἔσται, ἀλλὰ μένουσα πυ̃ρ οὐ πυ̃ρ γενήσεται. 'Επεὶ καὶ νυ̃ν τοσαύτη γενομένη, ὡσ δοκει̃, ὅσον τόδε τὸ πα̃ν, εἰ παύσαιτο ὁ οὐρανὸσ καὶ τὰ ἐντὸσ πάντα, ...σὺν πα̃σι _τούτοισ καὶ τὸ μέγεθοσ πα̃ν οἰχήσεται ἀπ' αὐτη̃σ καὶ αἱ ἄλλαι δηλονότι ὁμου̃ ποιότητεσ, καὶ καταλειφθήσεται ὅπερ ἠ̃ν σώ̨ζουσα οὐδὲν τω̃ν πρότερον περὶ αὐτὴν οὕτωσ ὄντων. Καίτοι ἐν οἱ̃σ ὑπάρχει τὸ πεπονθέναι παρουσία̨ τινω̃ν, καὶ ἀπελθόντων ἔστι τι ἔτι ἐν τοι̃σ λαβου̃σιν: ἐν δὲ τοι̃σ μὴ παθου̃σιν οὐκέτι, ὥσπερ ἐπὶ του̃ ἀέροσ φωτὸσ περὶ αὐτὸν ὄντοσ καὶ ἀπελθόντοσ τούτου. 'Εὰν δέ τισ θαυμάζη̨, πω̃σ οὐκ ἔχον μέγεθοσ μέγα ἔσται, πω̃σ δ' οὐκ ἔχον θερμότητα θερμὸν ἔσται; οὐ γὰρ δὴ τὸ αὐτὸ τὸ εἰ̃ναι αὐτη̨̃ καὶ μεγέθει εἰ̃ναι, εἴπερ καὶ ἄυλον μέγεθόσ ἐστιν, ὥσπερ καὶ ἄυλον σχη̃μα. Καὶ εἰτηρου̃μεν τὴν ὕλην, μεταλήψει πάντα: ἓν δὲ τω̃ν πάντων καὶ τὸ μέγεθοσ. 'Εν μὲν οὐ̃ν τοι̃σ σώμασι συνθέτοισ οὐ̃σιν ἔστι καὶ μέγεθοσ μετὰ τω̃ν ἄλλων, οὐ μὴν ἀφωρισμένον, ἐπειδὴ ἐν σώματοσ λόγω̨ ἔγκειται καὶ μέγεθοσ: ἐν δὲ τη̨̃ ὕλη̨ οὐδὲ τὸ οὐκ ἀφωρισμένον: οὐ γὰρ σω̃μα.

20. οὐδ' αὐ̃ μέγεθοσ αὐτὸ ἔσται. Εἰ̃δοσ γὰρ τὸ μέγεθοσ, ἀλλ' οὐ δεκτικόν: καὶ καθ' αὑτὸ δὲ τὸ μέγεθοσ [ἀλλὰ καὶ εἴ τι μίμημα αὐτω̃ν καὶ τούτου ἄμοιρον εἰσ οἰκείωσιν εἰ̃ναι], οὐχ οὕτω μέγεθοσ. 'Αλλ' ἐπεὶ βούλεται ἐν νω̨̃ ἢ ἐν ψυχη̨̃ κείμενον μέγα εἰ̃ναι, ἔδωκε τοι̃σ οἱ̃ον ἐθέλουσι μιμει̃σθαι ἐφέσει αὐτου̃ ἢ κινήσει τη̨̃ πρὸσ αὐτὸ τὸ αὐτω̃ν πάθοσ ἐνσείσασθαι εἰσ ἄλλο. Τὸ οὐ̃ν μέγα ἐν προόδω̨ φαντάσεωσ θέον εἰσ αὐτὸ δὴ του̃το τὸ μέγα συνθει̃ν ποιη̃σαν τὸ μικρὸν τη̃σ ὕλησ, πεποίηκεν αὐτὸ τη̨̃ παρατάσει οὐ πληρούμενον δοκει̃ν εἰ̃ναι μέγα. Τὸ γὰρ ψευδω̃σ μέγα του̃τό ἐστιν, ὅταν τω̨̃ μὴ ἔχειν τὸ μέγα εἰ̃ναι ἐκτεινόμενον πρὸσ ἐκει̃νο παραταθη̨̃ τη̨̃ ἐκτάσει. Ποιούντων γὰρ πάντων ὄντων εἰσ τὰ ἄλλα ἢ τὸ ἄλλο τὴν αὐτω̃ν ἐνόπτρισιν ἕκαστόν τε τω̃ν ποιούντων ὡσ αὐτὸ ἠ̃ν μέγα, τό τε πα̃ν ἠ̃ν ἐκείνωσ μέγα. Συνή̨ει οὐ̃ν τὸ ἑκάστου λόγου μετὰ τό τι μέγα, οἱ̃ον ἵππου καὶὁτουου̃ν ἄλλου, καὶ τὸ μέγα αὐτό: καὶ ἐγίγνετο πα̃σα μὲν μέγα πρὸσ αὐτόμεγα ἐλλαμπομένη, καὶ ἑκάστη δὲ μοι̃ρα μέγα τι: καὶ ὁμου̃ πάντα ἐφαίνετο ἐκ παντὸσ του̃ εἴδουσ, οὑ̃ τὸ μέγα, καὶ ἐξ ἑκάστου: καὶ οἱ̃ον παρετέτατο καὶ πρὸσ πα̃ν καὶ πάντα, καὶ ἐν εἴδει του̃το ἀναγκασθει̃σα εἰ̃ναι καὶ ἐν ὄγκω̨, ὅσον ἡ δύναμισ πεποίηκε τὸ μηδὲν ὂν αὐτὸ πάντα εἰ̃ναι: οἱ̃ον αὐτω̨̃ τω̨̃ φαίνεσθαι καὶ τὸ χρω̃μα τὸ ἐξ οὐ χρώματοσ καὶ ἡ ποιότησ ἡ ἐνταυ̃θα ἡ ἐξ οὐ ποιότητοσ ἔσχε τὴν ὁμωνυμίαν τὴν ἀπ' ἐκείνων, καὶ τὸ μέγεθοσ ἐξ οὐ μεγέθουσ ἢ ὁμωνύμου μεταξὺ θεωρουμένων ἐκείνων καὶ αὐτη̃σ τη̃σ ὕλησ καὶ του̃ εἴδουσ αὐτου̃. Καὶ φαίνεται μέν, ὅτι ἐκει̃θεν, ψεύδεται δέ, ὅτι οὐκ ἔστι τὸ ἐν ὡ̨̃ φαίνεται. Μεγεθύνεται δὲ ἕκαστα ἑλκόμενα τη̨̃ δυνάμει τω̃ν ἐνορωμένων καὶ χώραν ἑαυτοι̃σ ποιούντων, ἕλκεται δὲ ἐπὶ πάντα οὐ βία̨ τω̨̃ ὕλη̨ τὸ πα̃ν εἰ̃ναι. 'Έλκει δὲ ἕκαστον κατὰ τὴν αὐτου̃ δύναμιν ἣν ἔχει: ἔχει δὲ ἐκει̃θεν. Καὶ τὸ μὲν ποιου̃ν μέγα τὴν ὕλην, ὡσ δοκει̃, ἀπὸ τη̃σ ἐμφαντάσεωσ του̃ μέγα καὶ του̃τό ἐστι τὸ ἐμφαντασθέν, τὸ ἐνταυ̃θα μέγα: ἡ δὲ ὕλη, ἐφ' ἡ̃σ ἀναγκάζεται συνθει̃ν, ὁμου̃ πα̃σα καὶ πανταχου̃ παρέχει ἑαυτήν: ὕλη γάρ ἐστι καὶ τούτου καὶ οὐ τουτί: ὃ δὲ μή ἐστί τι παρ' αὐτου̃, δύναται γενέσθαι καὶ τὸ ἐναντίον δι' ἄλλο καὶ γενόμενον τὸ ἐναντίον οὐδὲ ἐκει̃νό ἐστιν: ἔστη γὰρ ἄν.

21. 'Ο τοίνυν νόησιν μεγάλου ἔχων, εἰ αὐτου̃ ἡ νόησισδύναμιν ἔχοι μὴ μόνον ἐν αὐτη̨̃ εἰ̃ναι, ἀλλὰ καὶ οἱ̃ον πρὸσ τὸ ἔξω ὑπὸ δυνάμεωσ φέροιτο, λάβοι ἂν φύσιν οὐκ οὐ̃σαν ἐν τω̨̃ νοου̃ντι, οὐδέ τι ἔχουσαν εἰ̃δοσ οὐδέ τι ἴχνοσ του̃ μεγάλου, ἀλλ' οὐδὲ οὐδενόσ ...του _ἄλλου. Τί ἂν ποιήσειε ταύτη̨ τη̨̃ δυνάμει; Οὐχ ἵππον, οὐ βου̃ν: ταυ̃τα γὰρ ἄλλοι ποιήσουσιν. 'Ή, ἐπειδὴ παρὰ μεγάλου πατρὸσ ἔρχεται, οὐ δύναται τὸ ἄλλο χωρη̃σαι μέγα, του̃το δ' ἕξει ἐμφανταζόμενον. Τω̨̃ δὴ μὴ οὕτωσ εὐτυχήσαντι του̃ μεγάλου ὡσ αὐτὸ μέγα εἰ̃ναι ἐν τοι̃σ αὐτου̃ καθ' ὅσον οἱ̃όν τε μεγάλω̨ φαίνεσθαι λοιπόν ἐστι. Του̃το δ' ἐστὶ μὴ ἐλλείπειν καὶ τὸ μὴ ἐπὶ πολλὰ πολλαχου̃ καὶ ἐν αὐτω̨̃ τὰ συγγενη̃ ἔχειν μέρη καὶ ἀπολείπεσθαι μηδενόσ. Οὐδὲ γὰρ ἠνείχετο ἐν σμικρω̨̃ ὄγκω̨ [τὸ] ἴσον ἔτι τὸ του̃ μεγάλου εἴδωλον εἰ̃ναι μεγάλου ὄν, ἀλλ' ὅσω̨ ἐφίετο τη̃σ ἐλπίδοσ ἐκείνου, προση̃λθέ τε ὅσον οἱ̃όν τε ἠ̃ν αὐτω̨̃ μετὰ του̃ συνθέοντοσ αὐτω̨̃ ἀπολειφθη̃ναι οὐ δυναμένου, καὶ πεποίηκε μέγα τε ἐκει̃νο τὸ μὴ μέγα μηδ' οὕτω δόξαι καὶ τὸ ὁρώμενον ἐν ὄγκω̨ μέγα. 'Η δ' ὅμωσ φυλάττει τὴν αὐτη̃σ φύσιν ἀποχρωμένη τούτω̨ τω̨̃ μεγάλω̨ οἱ̃ον ἀμφιέσματι, ὃ συνδραμου̃σα αὐτω̨̃ ὅτε θέον αὐτὴν ἠ̃γεν ἀμπέσχετο: ὃ εἰ ὁ ἀμφιέσασ ἀφέλοιτο, μενει̃ πάλιν ἡ αὐτή, οἵαπερ παρ' αὐτη̃σ ἠ̃ν ἡ τοσαύτη, ὅσον ἂν τὸ παρὸν εἰ̃δοσ αὐτὴν ποιη̨̃. 'Η μέν γε ψυχὴ τὰ τω̃ν ὄντων εἴδη ἔχουσα εἰ̃δοσ οὐ̃σα καὶ αὐτὴ ὁμου̃ πάντα ἔχει καὶ του̃ εἴδουσ ἑκάστου ὁμου̃ὄντοσ αὐτω̨̃, τά τε τω̃ν αἰσθητω̃ν εἴδη οἱ̃ον ἀναστρέφοντα πρὸσ αὐτὴν καὶ προσιόντα ὁρω̃σα οὐκ ἀνέχεται μετὰ πλήθουσ δέχεσθαι, ἀλλ' ἀποθέμενα τὸν ὄγκον ὁρα̨̃: οὐ γὰρ δύναται ἄλλο τι ἢ ὅ ἐστι γενέσθαι. 'Η δὲ ὕλη οὐδὲν ἔχουσα τὸ ἀντικόπτον, οὐ γὰρ ἔχει ἐνέργειαν, οὐ̃σα δὲ σκιά, ἀναμένει παθει̃ν ὅ τι ἂν ἐθέλη̨ τὸ ποιη̃σον. Τό τε οὐ̃ν προιὸν ἐκ του̃ ἐκει̃ λόγου ἤδη ἴχνοσ ἔχει του̃ μέλλοντοσ γενήσεσθαι: οἱ̃ον γὰρ ἐν φαντασία̨ εἰκονικη̨̃ κινούμενοσ ὁ λόγοσ ἢ ἡ κίνησισ ἡ ἀπὸ τούτου μερισμόσ ἐστιν: ἤ, εἰ ταὐτὸν εἴη ἕν, οὐδὲ ἐκινήθη, ἀλλὰ μένει: ἥ τε ὕλη πάντα ὁμου̃ ὥσπερ ἡ ψυχὴ οὐ δύναται εἰσοικίσασθαι: ἢ ἠ̃ν ἄν τι ἐκείνων: αὐτήν τε αὐ̃ δει̃ τὰ πάντα δέξασθαι, μὴ ἀμερω̃σ δὲ δέξασθαι. Δει̃ τοίνυν πα̃σι τόπον οὐ̃σαν ἐπὶ πάντα αὐτὴν ἐλθει̃ν καὶ πα̃σιν ἀπαντη̃σαι καὶ πρὸσ πα̃ν διάστημα ἀρκέσαι, ὅτι μὴ κατείληπται διαστήματι αὐτή, ἀλλ' ἠ̃ν ἐκκειμένη τω̨̃ μέλλοντι. Πω̃σ οὐ̃ν οὐκ εἰσελθὸν ἕν τι ἐκώλυσε τὰ ἄλλα, ἃ οὐχ οἱ̃όν τε ἠ̃ν ἐπ' ἀλλήλοισ εἰ̃ναι; 'Ή οὐκ ἠ̃ν οὐδὲν πρω̃τον: εἰ δ' ἄρα, τὸ του̃ παντὸσ εἰ̃δοσ: ὥστε πάντα μὲν ἅμα, ἐν μέρει δὲ ἕκαστον: ζώ̨ου γὰρ ὕλη μερισθει̃σα σὺν τω̨̃ του̃ ζώ̨ου μερισμω̨̃: εἰ δὲ μή, οὐκ ἂν ἐγένετό τι παρὰ τὸν λόγον.

22. τὰ μὲν δὴ εἰσελθόντα εἰσ τὴν ὕλην ὥσπερ <μητέρα> ἀδικει̃ οὐδὲν οὐδ' αὐ̃ ὠφελει̃. Οὐδέ γε αἱ πληγαὶ αἱ τούτων πρὸσ αὐτήν, πρὸσ ἄλληλα δέ, ὅτι αἱ δυνάμεισ πρὸσ τὰ ἐναντία, οὐ πρὸσ τὰ ὑποκείμενα, εἰ μή τισ συνειλημμέναθεωρει̃ τοι̃σ ἐπεισιου̃σι: θερμὸν γὰρ ἔπαυσε τὸ ψυχρὸν καὶ μέλαν τὸ λευκὸν ἢ συγκραθέντα ἄλλην ποιότητα ἐξ αὐτω̃ν ἐποίησε. Τὰ παθόντα οὐ̃ν τὰ κρατηθέντα, τὸ δὲ παθει̃ν αὐτοι̃σ τὸ μὴ εἰ̃ναι ὅπερ ἠ̃σαν. Καὶ ἐν τοι̃σ ἐμψύχοισ δὲ αἱ μὲν πείσεισ περὶ τὰ σώματα κατὰ τὰσ ποιότητασ καὶ τὰσ δυνάμεισ τὰσ ἐνυπαρχούσασ τη̃σ ἀλλοιώσεωσ γινομένησ, λυομένων δὲ τω̃ν συστάσεων ἢ συνιουσω̃ν ἢ μετατιθεμένων παρὰ τὴν κατὰ φύσιν σύστασιν τὰ μὲν πάθη ἐν τοι̃σ σώμασι, ται̃σ δὲ ψυχαι̃σ αἱ γνώσεισ συνημμέναισ τω̃ν σφοδροτέρων: εἰ δὲ μή, οὐ γινώσκουσιν. 'Η δὲ ὕλη μένει: οὐδὲν γὰρ ἀπελθόντοσ μὲν πέπονθε του̃ ψυχρου̃, του̃ δὲ θερμου̃ ἐπελθόντοσ: οὐ γὰρ ἠ̃ν οὔτε φίλον αὐτη̨̃ οὔτε ἀλλότριον ὁποτερονου̃ν. 'Ώστε οἰκειότερον αὐτη̨̃ ἡ <ὑποδοχὴ> καὶ <τιθήνη>: ἡ δὲ <μήτηρ> οἱ̃ον εἴρηται: οὐδὲν γὰρ αὕτη γεννα̨̃. 'Αλλ' ἐοίκασι μητέρα αὐτὴν λέγειν ὅσοι καὶ τὴν μητέρα τάξιν ὕλησ πρὸσ τὰ γεννώμενα ἀξιου̃σιν ἔχειν, ὡσ ὑποδεχομένησ μόνον, οὐδὲν δὲ εἰσ τὰ γεννώμενα διδούσησ: ἐπεὶ καὶ ὅσον σω̃μα του̃ γινομένου ἐκ τη̃σ τροφη̃σ. Εἰ δὲ δίδωσιν ἡ μήτηρ τι τω̨̃ γεννωμένω̨, οὐ καθ' ὅσον ὕλη, ἀλλ' ὅτι καὶ εἰ̃δοσ: μόνον γὰρ τὸ εἰ̃δοσ γόνιμον, ἡ δ' ἑτέρα φύσισ ἄγονοσ. 'Όθεν, οἰ̃μαι, καὶ οἱ πάλαι σοφοὶ μυστικω̃σ καὶ ἐν τελεται̃σ αἰνιττόμενοι 'Ερμη̃ν μὲν ποιου̃σι τὸν ἀρχαι̃ον τὸ τη̃σ γενέσεωσ ὄργανον ἀεὶ ἔχοντα πρὸσ ἐργασίαν τὸν γεννω̃ντα τὰ ἐν αἰσθήσει δηλου̃ντεσ εἰ̃ναι τὸννοητὸν λόγον, τὸ δὲ ἄγονον τη̃σ ὕλησ μενούσησ τὸ αὐτὸ ἀεὶ διὰ τω̃ν περὶ αὐτὴν ἀγόνων δηλου̃ντεσ. Μητέρα γὰρ πάντων ποιήσαντεσ, ἣν δὴ οὕτωσ ἐπιφημίζουσι τὴν κατὰ τὸ ὑποκείμενον ἀρχὴν λαβόντεσ καὶ ὄνομα του̃το θέμενοι, ἵνα δηλοι̃εν ὃ βούλονται, τὸ πρὸσ τὴν μητέρα οὐχ ὅμοιον πάντη ἐνδείκνυσθαι θέλοντεσ, τοι̃σ ὅστισ ὁ τρόποσ βουλομένοισ ἀκριβέστερον λαβει̃ν καὶ μὴ ἐπιπολη̃σ ζητου̃σι πόρρωθεν μέν, ὅμωσ δὲ ὡσ ἐδύναντο, ἐνεδείξαντο ὡσ ἄγονόσ τε καὶ οὐδὲ πάντη θη̃λυσ, ἀλλὰ τοσου̃τον μὲν θη̃λυσ, ὅσον ὑποδέξασθαι, ὅσον δὲ γεννα̃ν οὐκέτι, τω̨̃ τὸ πρὸσ αὐτὴν κεχωρηκὸσ πρὸσ αὐτὴν μήτε θη̃λυ εἰ̃ναι, μήτε γεννα̃ν δύνασθαι, ἀποτετμημένον δὲ πάσησ τη̃σ του̃ γεννα̃ν δυνάμεωσ, ἣ μόνω̨ ὑπάρχει τω̨̃ μένοντι ἄρρενι.

III.7

1. τὸν αἰω̃να καὶ τὸν χρόνον ἕτερον λέγοντεσ ἑκάτερον εἰ̃ναι καὶ τὸν μὲν περὶ τὴν ἀίδιον εἰ̃ναι φύσιν, τὸν δὲ χρόνον περὶ τὸ γινόμενον καὶ τόδε τὸ πα̃ν, αὐτόθεν μὲν καὶ ὥσπερ ται̃σ τη̃σ ἐννοίασ ἀθροωτέραισ ἐπιβολαι̃σ ἐναργέσ τι παρ' αὐτοι̃σ περὶ αὐτω̃ν ἐν ται̃σ ψυχαι̃σ ἔχειν πάθοσ νομίζομεν λέγοντέσ τε ἀεὶ καὶ παρ' ἅπαντα ὀνομάζοντεσ. Πειρώμενοι μὴν εἰσ ἐπίστασιν αὐτω̃ν ἰέναι καὶ οἱ̃ον ἐγγὺσ προσελθει̃ν πάλιν αὐ̃ ται̃σ γνώμαισ ἀπορου̃ντεσ τὰσ τω̃ν παλαιω̃ν ἀποφάσεισ περὶ αὐτω̃ν ἄλλοσ ἄλλασ, τάχα δὲ καὶ ἄλλωσ τὰσ αὐτὰσ λαβόντεσ ἐπὶ τούτων ἀναπαυσάμενοι καὶ αὔταρκεσ νομίσαντεσ, εἰ ἔχοιμεν ἐρωτηθέντεσ τὸ δοκου̃ν ἐκείνοισ λέγειν, ἀγαπήσαντεσ ἀπαλλαττόμεθα του̃ ζητει̃ν ἔτι περὶ αὐτω̃ν. Εὑρηκέναι μὲν οὐ̃ν τινασ τω̃ν ἀρχαίων καὶ μακαρίων φιλοσόφων τὸ ἀληθὲσ δει̃ νομίζειν: τίνεσ δ' οἱ τυχόντεσ μάλιστα, καὶ πω̃σ ἂν καὶ ἡμι̃ν σύνεσισ περὶ τούτων γένοιτο, ἐπισκέψασθαι προσήκει. Καὶ πρότερον περὶ του̃ αἰω̃νοσ ζητει̃ν, τί ποτε νομίζουσιν εἰ̃ναι αὐτὸν οἱ ἕτερον του̃ χρόνου τιθέντεσ εἰ̃ναι: γνωσθέντοσ γὰρ του̃κατὰ τὸ παράδειγμα ἑστω̃τοσ καὶ τὸ τη̃σ εἰκόνοσ αὐτου̃, ὃν δὴ χρόνον λέγουσιν εἰ̃ναι, τάχ' ἂν σαφὲσ γένοιτο. Εἰ δέ τισ πρὸ του̃ τὸν αἰω̃να θεάσασθαι τὸν χρόνον ὅσ ἐστι φαντασθείη, γένοιτ' ἂν καὶ τούτω̨ ἐντευ̃θεν ἐκει̃ κατὰ ἀνάμνησιν ἐλθόντι ὡ̨̃ ἄρα ὡμοίωτο ὁ χρόνοσ θεάσασθαι, εἴπερ ὁμοιότητα οὑ̃τοσ πρὸσ ἐκει̃νον ἔχοι.

2. τίνα οὐ̃ν ποτε χρὴ φάναι τὸν αἰω̃να εἰ̃ναι; '~Αρά γε τὴν νοητὴν αὐτὴν οὐσίαν, ὥσπερ ἂν εἴ τισ λέγοι τὸν χρόνον τὸν σύμπαντα οὐρανὸν καὶ κόσμον εἰ̃ναι; Καὶ γὰρ αὐ̃ καὶ ταύτην τὴν δόξαν ἔσχον τινέσ, φασι, περὶ του̃ χρόνου. 'Επεὶ γὰρ σεμνότατόν τι τὸν αἰω̃να εἰ̃ναι φανταζόμεθα καὶ νοου̃μεν, σεμνότατον δὲ τὸ τη̃σ νοητη̃σ φύσεωσ, καὶ οὐκ ἔστιν εἰπει̃ν ὅ τι σεμνότερον ὁποτερονου̃ν-του̃ δ' ἐπέκεινα οὐδὲ του̃το κατηγορητέον-εἰσ ταὐτὸν ἄν τισ οὕτω συνάγοι. Καὶ γὰρ αὐ̃ ὅ τε κόσμοσ ὁ νοητὸσ ὅ τε αἰὼν περιεκτικὰ ἄμφω καὶ τω̃ν αὐτω̃ν. 'Αλλ' ὅταν τὰ ἕτερα ἐν θατέρω̨ λέγωμεν-ἐν τω̨̃ αἰω̃νι- κει̃σθαι, καὶ ὅταν τὸ αἰώνιον κατηγορω̃μεν αὐτω̃ν-ἡ μὲν γάρ, φησι, του̃ παραδείγματοσ φύσισ ἐτύγχανεν οὐ̃σα αἰώνιοσ, -ἄλλο τὸν αἰω̃να πάλιν αὐ̃ λέγομεν, εἰ̃ναι μέντοι περὶ ἐκείνην ἢ ἐν ἐκείνη̨ ἢ παρει̃ναι ἐκείνη̨ φαμέν. Τὸ δὲ σεμνὸν ἑκάτερον εἰ̃ναι ταὐτότητα οὐ δηλοι̃: ἴσωσ γὰρ ἂν καὶ τω̨̃ ἑτέρω̨ αὐτω̃ν παρὰ του̃ ἑτέρου τὸ σεμνὸν γίνοιτο. 'Ή τε περιοχὴ τω̨̃ μὲν ὡσ μερω̃ν ἔσται, τω̨̃ δὲ αἰω̃νι ὁμου̃ τὸ ὅλον οὐχ ὡσ μέροσ, ἀλλ' ὅτι πάντα τὰ τοιαυ̃τα οἱ̃α αἰώνια κατ' αὐτόν.

3. 'Αλλ' ἀ̃ρα κατὰ τὴν στάσιν φατέον τὴν ἐκει̃ τὸν αἰω̃να εἰ̃ναι, ὥσπερ ἐνταυ̃θα τὸν χρόνον κατὰ τὴν κίνησίν φασιν; 'Αλλ' εἰκότωσ ἄν τισ τὸν ...αἰω̃να _ζητήσειε πότερα ταὐτὸν τη̨̃ στάσει λέγοντεσ ἢ οὐχ ἁπλω̃σ, ἀλλὰ τη̨̃ στάσει τη̨̃ περὶ τὴν οὐσίαν. Εἰ μὲν γὰρ τη̨̃ στάσει ταὐτόν, πρω̃τον μὲν οὐκ ἐρου̃μεν αἰώνιον τὴν στάσιν, ὥσπερ οὐδὲ τὸν αἰω̃να αἰώνιον: τὸ γὰρ αἰώνιον τὸ μετέχον αἰω̃νοσ. 'Έπειτα ἡ κίνησισ πω̃σ αἰώνιον; Οὕτω γὰρ ἂν καὶ στάσιμον εἴη. Εἰ̃τα πω̃σ ἔχει ἡ τη̃σ στάσεωσ ἔννοια ἐν αὐτη̨̃ τὸ ἀεί; Λέγω δὲ οὐ τὸ ἐν χρόνω̨, ἀλλὰ οἱ̃ον νοου̃μεν, ὅταν τὸ ἀίδιον λέγωμεν. Εἰ δὲ τη̨̃ τη̃σ οὐσίασ στάσει, ἔξω πάλιν αὐ̃ τὰ ἄλλα γένη του̃ αἰω̃νοσ ποιήσομεν. Εἰ̃τα τὸν αἰω̃να οὐ μόνον ἐν στάσει δει̃ νοει̃ν, ἀλλὰ καὶ ἐν ἑνί: εἰ̃τα καὶ ἀδιάστατον, ἵνα μὴ ταὐτὸν ἠ̨̃ χρόνω̨: ἡ δὲ στάσισ οὔτε τὴν του̃ ἓν οὔτε τὴν του̃ ἀδιαστάτου ἔχει ἔννοιαν ἐν αὐτη̨̃, ἡ̨̃ στάσισ. Εἰ̃τα του̃ μὲν αἰω̃νοσ κατηγορου̃μεν τὸ <μένειν ἐν ἑνί>: μετέχοι ἂν οὐ̃ν στάσεωσ, ἀλλ' οὐκ αὐτοστάσισ εἴη.

4. τί ἂν οὐ̃ν εἴη του̃το, καθ' ὃ τὸν κόσμον πάντα τὸν ἐκει̃ αἰώνιον λέγομεν καὶ ἀίδιον εἰ̃ναι, καὶ τί ἡ ἀιδιότησ, εἴτε ταὐτὸν καὶ ἡ αὐτὴ τω̨̃ αἰω̃νι, εἴτε κατ' αὐτὴν ὁ αἰών; '~Αρά γε καθ' ἕν τι δει̃, ἀλλὰ ἐκ πολλω̃ν συνηθροισμένην τινὰ νόησιν, ἢ καὶ φύσιν εἴτ' ἐπακολουθου̃σαν τοι̃σ ἐκει̃ εἴτε συνου̃σαν εἴτ' ἐνορωμένην, πάντα δὲ ταυ̃τα ἐκείνην μίαν μὲν οὐ̃σαν, πολλὰ δὲ δυναμένην καὶ πολλὰ οὐ̃σαν; Καὶὅ γε τὴν πολλὴν δύναμιν εἰσαθρήσασ κατὰ μὲν τοδὶ τὸ οἱ̃ον ὑποκείμενον λέγει <οὐσίαν>, εἰ̃τα <κίνησιν> του̃το, καθ' ὃ ζωὴν ὁρα̨̃, εἰ̃τα <στάσιν> τὸ πάντη ὡσαύτωσ, <θάτερον> δὲ καὶ <ταὐτόν>, ἡ̨̃ ταυ̃τα ὁμου̃ ἕν. Οὕτω δὴ καὶ συνθεὶσ πάλιν αὐ̃ εἰσ ἓν ὁμου̃ [ὥστε] εἰ̃ναι ζωὴν μόνην, ἐν τούτοισ τὴν ἑτερότητα συστείλασ καὶ τη̃σ ἐνεργείασ τὸ ἄπαυστον καὶ τὸ ταὐτὸν καὶ οὐδέποτε ἄλλο καὶ οὐκ ἐξ ἄλλου εἰσ ἄλλο νόησιν ἢ ζωήν, ἀλλὰ τὸ ὡσαύτωσ καὶ ἀεὶ ἀδιαστάτωσ, ταυ̃τα πάντα ἰδὼν αἰω̃να εἰ̃δεν ἰδὼν ζωὴν μένουσαν ἐν τω̨̃ αὐτω̨̃ ἀεὶ παρὸν τὸ πα̃ν ἔχουσαν, ἀλλ' οὐ νυ̃ν μὲν τόδε, αὐ̃θισ δ' ἕτερον, ἀλλ' ἅμα τὰ πάντα, καὶ οὐ νυ̃ν μὲν ἕτερα, αὐ̃θισ δ' ἕτερα, ἀλλὰ τέλοσ ἀμερέσ, οἱ̃ον ἐν σημείω̨ ὁμου̃ πάντων ὄντων καὶ οὔποτε εἰσ ῥύσιν προιόντων, ἀλλὰ μένοντοσ ἐν τω̨̃ αὐτω̨̃ ἐν αὑτω̨̃ καὶ οὐ μὴ μεταβάλλοντοσ, ὄντοσ δ' ἐν τω̨̃ παρόντι ἀεί, ὅτι οὐδὲν αὐτου̃ παρη̃λθεν οὐδ' αὐ̃ γενήσεται, ἀλλὰ του̃το ὅπερ ἔστι, του̃το καὶ ὄντοσ: ὥστε εἰ̃ναι τὸν αἰω̃να οὐ τὸ ὑποκείμενον, ἀλλὰ τὸ ἐξ αὐτου̃ του̃ ὑποκειμένου οἱ̃ον ἐκλάμπον κατὰ τὴν [του̃] ἣν ἐπαγγέλλεται περὶ του̃ μὴ μέλλοντοσ, ἀλλὰ ἤδη ὄντοσ, ταυτότητα, ὡσ ἄρα οὕτωσ καὶ οὐκ ἄλλωσ. Τί γὰρ ἂν καὶ ὕστερον αὐτω̨̃ γένοιτο, ὃ μὴ νυ̃ν ἐστι; Μηδ' αὐ̃ ὕστερον ἐσομένου, ὃ μὴ ἔστιν ἤδη. Οὔτε γὰρ ἔστιν, ἀφ' οὑ̃ εἰσ τὸ νυ̃ν ἥξει: ἐκει̃νο γὰρ ἠ̃ν οὐκ ἄλλο, ἀλλὰ του̃το: οὔτε μέλλοντοσ ἔσεσθαι, ὃ μὴ νυ̃ν ἔχει. 'Εξ ἀνάγκησ οὔτε τὸ ἠ̃ν ἕξει περὶ αὐτό: τί γὰρ ἔστιν, ὃ ἠ̃ν αὐτω̨̃ καὶ παρελήλυθεν; Οὔτε τὸ ἔσται: τί γὰρἔσται αὐτω̨̃; Λείπεται δὴ ἐν τω̨̃ εἰ̃ναι του̃το ὅπερ ἔστιν εἰ̃ναι. 'Ό οὐ̃ν μήτε ἠ̃ν, μήτε ἔσται, ἀλλ' ἔστι μόνον, του̃το ἑστὼσ ἔχον τὸ εἰ̃ναι τω̨̃ μὴ μεταβάλλειν εἰσ τὸ ἔσται μηδ' αὐ̃ μεταβεβληκέναι ἐστὶν ὁ αἰών. Γίνεται τοίνυν ἡ περὶ τὸ ὂν ἐν τω̨̃ εἰ̃ναι ζωὴ ὁμου̃ πα̃σα καὶ πλήρησ ἀδιάστατοσ πανταχη̨̃ του̃το, ὃ δὴ ζητου̃μεν, αἰών.

5. οὐκ ἔξωθεν δὲ δει̃ συμβεβηκέναι νομίζειν του̃τον ἐκείνη̨ τη̨̃ φύσει, ἀλλ' ἐκείνη καὶ ἐξ ἐκείνησ καὶ σὺν ἐκείνη̨. 'Ενορα̃ται γὰρ ἐνὼν παρ' αὐτη̃σ, ὅτι καὶ τὰ ἄλλα πάντα ὅσα λέγομεν ἐκει̃ εἰ̃ναι ἐνυπάρχοντα ὁρω̃ντεσ λέγομεν ἐκ τη̃σ οὐσίασ ἅπαντα καὶ σὺν τη̨̃ οὐσία̨. Τὰ γὰρ πρώτωσ ὄντα συνόντα δει̃ τοι̃σ πρώτοισ καὶ ἐν τοι̃σ πρώτοισ εἰ̃ναι: ἐπεὶ καὶ τὸ καλὸν ἐν αὐτοι̃σ καὶ ἐξ αὐτω̃ν καὶ ἡ ἀλήθεια ἐν αὐτοι̃σ. Καὶ τὰ μὲν ὥσπερ ἐν μέρει του̃ παντὸσ ὄντοσ, τὰ δ' ἐν παντί, ὥσπερ καὶ τὸ ἀληθω̃σ του̃το πα̃ν οὐκ ἐκ τω̃ν μερω̃ν ἠθροισμένον, ἀλλὰ τὰ μέρη γεννη̃σαν αὐτό, ἵνα καὶ ταύτη̨ ὡσ ἀληθω̃σ πα̃ν ἠ̨̃. Καὶ ἡ ἀλήθεια δὲ οὐ συμφωνία πρὸσ ἄλλο ἐκει̃, ἀλλ' αὐτου̃ ἑκάστου οὑ̃περ ἀλήθεια. Δει̃ δὴ τὸ πα̃ν του̃το τὸ ἀληθινόν, εἴπερ ἔσται πα̃ν ὄντωσ, μὴ μόνον εἰ̃ναι πα̃ν ἡ̨̃ ἐστι τὰ πάντα, ἀλλὰ καὶ τὸ πα̃ν ἔχειν οὕτωσ ὡσ μηδενὶ ἐλλείπειν. Εἰ του̃το, οὐδ' ἔσται τι αὐτω̨̃: εἰ γὰρ ἔσται, ἐλλει̃πον ἠ̃ν τούτω̨: οὐκ ἄρα ἠ̃ν πα̃ν.Παρὰ φύσιν δὲ τί ἂν αὐτω̨̃ γένοιτο; Πάσχει γὰρ οὐδέν. Εἰ οὐ̃ν μηδὲν αὐτω̨̃ γένοιτο, οὐδὲ μέλλει οὐδὲ ἔσται οὐδ' ἐγένετο. Τοι̃σ μὲν οὐ̃ν γενητοι̃σ, εἰ ἀφέλοισ τὸ "ἔσται", ἅτε ἐπικτωμένοισ ἀεὶ εὐθὺσ ὑπάρχει μὴ εἰ̃ναι: τοι̃σ δὲ μὴ τοιούτοισ, εἰ προσθείησ τὸ "ἔσται", ὑπάρχει τὸ ἔρρειν ἐκ τη̃σ του̃ εἰ̃ναι ἕδρασ: δη̃λον γὰρ ὅτι ἠ̃ν αὐτοι̃σ τὸ εἰ̃ναι οὐ σύμφυτον, εἰ γίγνοιτο ἐν τω̨̃ μέλλειν καὶ γενέσθαι καὶ ἔσεσθαι εἰσ ὕστερον. Κινδυνεύει γὰρ τοι̃σ μὲν γενητοι̃σ ἡ οὐσία εἰ̃ναι τὸ ἐκ του̃ ἐξ ἀρχη̃σ εἰ̃ναι τη̃σ γενέσεωσ, μέχριπερ ἂν εἰσ ἔσχατον ἥκη̨ του̃ χρόνου, ἐν ὡ̨̃ μηκέτ' ἐστί: του̃το δὴ τὸ "ἔστιν" εἰ̃ναι, καί, εἴ τισ του̃το παρέλοιτο, ἠλαττω̃σθαι ὁ βίοσ: ὥστε καὶ τὸ εἰ̃ναι. Καὶ τω̨̃ παντὶ δει̃, εἰσ ὅπερ οὕτωσ ἔσται. Διὸ καὶ σπεύδει πρὸσ τὸ μέλλον εἰ̃ναι καὶ στη̃ναι οὐ θέλει ἕλκον τὸ εἰ̃ναι αὑτω̨̃ ἐν τω̨̃ τι ἄλλο καὶ ἄλλο ποιει̃ν καὶ κινει̃σθαι κύκλω̨ ἐφέσει τινὶ οὐσίασ: ὥστε εἰ̃ναι ἡμι̃ν εὑρημένον καὶ τὸ αἴτιον τη̃σ κινήσεωσ τη̃σ οὕτω σπευδούσησ ἐπὶ τὸ ἀεὶ εἰ̃ναι τω̨̃ μέλλοντι. Τοι̃σ δὲ πρώτοισ καὶ μακαρίοισ οὐδὲ ἔφεσίσ ἐστι του̃ μέλλοντοσ: ἤδη γάρ εἰσι τὸ ὅλον, καὶ ὅπερ αὐτοι̃σ οἱ̃ον ὀφείλεται ζη̃ν ἔχουσι πα̃ν: ὥστε οὐδὲν ζητου̃σι, διότι τὸ μέλλον αὐτοι̃σ οὐδέν ἐστιν οὐδ' ἄρα ἐκει̃νο, ἐν ὡ̨̃ τὸ μέλλον. 'Η οὐ̃ν του̃ ὄντοσ παντελὴσ οὐσία καὶ ὅλη, οὐχ ἡ ἐν τοι̃σ μέρεσι μόνον, ἀλλὰκαὶ ἡ ἐν τω̨̃ μηδ' ἂν ἔτι ἐλλείψειν καὶ [τὸ] μηδὲν ἂν μὴ ὂν αὐτη̨̃ προσγενέσθαι-οὐ γὰρ μόνα τὰ ὄντα πάντα δει̃ παρει̃ναι τω̨̃ παντὶ καὶ ὅλω̨, ἀλλὰ καὶ μηδὲν του̃ ποτε μὴ ὄντοσ-αὕτη ἡ διάθεσισ αὐτου̃ καὶ φύσισ εἴη ἂν αἰών: αἰὼν γὰρ ἀπὸ του̃ ἀεὶ ὄντοσ.

6. του̃το δέ, ὅταν τινὶ προσβαλὼν τη̨̃ ψυχη̨̃ ἔχω λέγειν περὶ αὐτου̃, μα̃λλον δὲ ὁρα̃ν αὐτὸ τοιου̃τον οἱ̃ον μηδὲν περὶ αὐτὸ ὅλωσ γεγονέναι-εἰ γὰρ του̃το, οὐκ ἀεὶ ὄν, ἢ οὐκ ἀεί τι ὅλον ὄν-ἀ̃ρ' οὐ̃ν ἤδη ἀίδιον, εἰ μὴ καὶ ἐνυπάρχοι αὐτω̨̃ τοιαύτη φύσισ, ὡσ πίστιν ἔχειν περὶ αὐτου̃, ὡσ οὕτω καὶ μὴ ἄλλωσ ἔτι, ὡσ, εἰ πάλιν προσβάλοισ, εὑρει̃ν τοιου̃τον; Τί οὐ̃ν, εἰ μηδὲ ἀφίσταιτό τισ αὐτου̃ τη̃σ θέασ, ἀλλὰ συνὼν εἴη τη̃σ φύσεωσ ἀγασθεὶσ καὶ δυνατὸσ του̃το πράττειν ἀτρύτω̨ φύσει; 'Ή δραμὼν καὶ αὐτὸσ εἰσ αἰω̃να ἔσται καὶ οὐκ ἀποκλίνων οὐδαμη̨̃, ἵν' ἠ̨̃ ὅμοιοσ καὶ αἰώνιοσ, τω̨̃ ἐν αὐτω̨̃ αἰωνίω̨ τὸν αἰω̃να καὶ τὸ αἰώνιον θεώμενοσ. Εἰ οὐ̃ν τὸ οὕτωσ ἔχον αἰώνιον καὶ ἀεὶ ὄν, τὸ μὴ ἀποκλι̃νον εἰσ ἑτέραν φύσιν κατὰ μηδὲν, ζωὴν ἔχον, ἣν ἔχει πα̃σαν ἤδη, οὐ προσλαβὸν οὐδὲ προσλαμβάνον ἢ προσληψόμενον, εἴη ἂν ἀίδιον μὲν τὸ οὕτωσ ἔχον, ἀιδιότησ δὲ ἡ τοιαύτη κατάστασισ του̃ ὑποκειμένου ἐξ αὐτου̃ οὐ̃σα καὶ ἐν αὐτω̨̃, αἰὼν δὲ τὸ ὑποκείμενον μετὰ τη̃σ τοιαύτησ καταστάσεωσ ἐμφαινομένησ. 'Όθεν σεμνὸν ὁ αἰών, καὶταὐτὸν τω̨̃ θεω̨̃ ἡ ἔννοια λέγει: λέγει δὲ τούτω̨ τω̨̃ θεω̨̃. Καὶ καλω̃σ ἂν λέγοιτο ὁ αἰὼν θεὸσ ἐμφαίνων καὶ προφαίνων ἑαυτὸν οἱ̃όσ ἐστι, τὸ εἰ̃ναι ὡσ ἀτρεμὲσ καὶ ταὐτὸν καὶ οὕτωσ καὶ τὸ βεβαίωσ ἐν ζωη̨̃. Εἰ δ' ἐκ πολλω̃ν λέγομεν αὐτόν, οὐ δει̃ θαυμάζειν: πολλὰ γὰρ ἕκαστον τω̃ν ἐκει̃ διὰ δύναμιν ἄπειρον: ἐπεὶ καὶ τὸ ἄπειρον τὸ μὴ ἂν ἐπιλείπειν, καὶ του̃το κυρίωσ, ὅτι μηδὲν αὐτου̃ ἀναλίσκει. Καὶ εἴ τισ οὕτω τὸν αἰω̃να λέγοι ζωὴν ἄπειρον ἤδη τω̨̃ πα̃σαν εἰ̃ναι καὶ μηδὲν ἀναλίσκειν αὐτη̃σ τω̨̃ μὴ παρεληλυθέναι μηδ' αὐ̃ μέλλειν-ἤδη γὰρ οὐκ ἂν εἴη πα̃σα-ἐγγὺσ ἂν εἴη του̃ ὁρίζεσθαι. [Τὸ γὰρ ἑξη̃σ "τω̨̃ πα̃σαν εἰ̃ναι καὶ μηδὲν ἀναλίσκειν" ἐξήγησισ ἂν εἴη του̃ "ἄπειρον ἤδη εἰ̃ναι."]

7. 'Επειδὴ δὲ ἡ τοιαύτη φύσισ οὕτω παγκάλη καὶ ἀίδιοσ περὶ τὸ ἓν καὶ ἀπ' ἐκείνου καὶ πρὸσ ἐκει̃νο, οὐδὲν ἐκβαίνουσα ἀπ' αὐτου̃, μένουσα δὲ ἀεὶ περὶ ἐκει̃νο καὶ ἐν ἐκείνω̨ καὶ ζω̃σα κατ' ἐκει̃νο, εἴρηταί τε, ὡσ ἐγὼ οἰ̃μαι, του̃το τω̨̃ Πλάτωνι καλω̃σ καὶ βαθεία̨ τη̨̃ γνώμη̨ καὶ οὐκ ἄλλωσ, του̃το δὴ τὸ <μένοντοσ αἰω̃νοσ ἐν ἑνί>, ἵνα μὴ μόνον ἠ̨̃ αὐτὸσ αὑτὸν εἰσ ἓν πρὸσ ἑαυτὸν ἄγων, ἀλλ' ἢ περὶ τὸ ἓντου̃ ὄντοσ ζωὴ ὡσαύτωσ, του̃το ὃ δὴ ζητου̃μεν: [καὶ τὸ οὕτω μένον αἰὼν εἰ̃ναι.] Τὸ γὰρ του̃το καὶ οὕτω μένον καὶ αὐτὸ τὸ μένον ὅ ἐστιν ἐνέργεια ζωη̃σ μενούσησ παρ' αὐτη̃σ πρὸσ ἐκει̃νο καὶ ἐν ἐκείνω̨ καὶ οὔτε τὸ εἰ̃ναι οὔτε τὸ ζη̃ν ψευδομένη ἔχοι ἂν τὸ αἰὼν εἰ̃ναι. Τὸ γὰρ ἀληθω̃σ εἰ̃ναί ἐστι τὸ οὐδέποτε μὴ εἰ̃ναι οὐδ' ἄλλωσ εἰ̃ναι: του̃το δὲ ὡσαύτωσ εἰ̃ναι: του̃το δὲ ἀδιαφόρωσ εἰ̃ναι. Οὐκ ἔχει οὐ̃ν ὁτιου̃ν [τὸ] ἄλλο καὶ ἄλλο, οὐδ' ἄρα διαστήσεισ, οὐδ' ἐξελίξεισ, οὐδὲ προάξεισ, οὐδὲ παρατενει̃σ, οὐδ' ἄρα οὐδὲ πρότερον αὐτου̃ οὐδέ τι ὕστερον λαβει̃ν ἔχεισ. Εἰ οὐ̃ν μήτε πρότερον μήτε ὕστερον περὶ αὐτό, τὸ δ' "ἔστιν" ἀληθέστατον τω̃ν περὶ αὐτὸ καὶ αὐτό, καὶ οὕτω δέ, ὅτι ἐστὶν ὡσ οὐσία̨ ἢ τω̨̃ ζη̃ν, πάλιν αὐ̃ ἥκει ἡμι̃ν του̃το, ὃ δὴ λέγομεν, ὁ αἰών. 'Όταν δὲ τὸ ἀεὶ λέγωμεν καὶ τὸ οὐ ποτὲ μὲν ὄν, ποτὲ δὲ μὴ ὄν, ἡμω̃ν, ἕνεκα [τη̃σ σαφηνείασ] δει̃ νομίζειν λέγεσθαι: ἐπεὶ τό γε ἀεὶ τάχ' ἂν οὐ κυρίωσ λέγοιτο, ἀλλὰ ληφθὲν εἰσ δήλωσιν του̃ ἀφθάρτου πλανω̨̃ ἂν τὴν ψυχὴν εἰσ ...ἔκτασιν _του̃ πλείονοσ καὶ ἔτι ὡσ μὴ ἐπιλείψοντόσ ποτε. Τὸ δὲ ἴσωσ βέλτιον ἠ̃ν μόνον τὸ "ὢν" λέγειν. 'Αλλὰ ὥσπερ τὸ ὂν ἀρκου̃ν ὄνομα τη̨̃ οὐσία̨, ἐπειδὴ καὶ τὴν γένεσιν οὐσίαν ἐνόμιζον, ἐδεήθησαν πρὸσ τὸ μαθει̃ν καὶ προσθήκησ του̃ ἀεί. Οὐ γὰρ ἄλλο μέν ἐστιν ὄν,ἄλλο δὲ τὸ ἀεὶ ὄν, ὥσπερ οὐδ' ἄλλο μὲν φιλόσοφοσ, ἄλλο δὲ ὁ ἀληθινόσ: ἀλλ' ὅτι τὸ ὑποδυόμενον ἠ̃ν φιλοσοφίαν, ἡ προσθήκη του̃ ἀληθινου̃ ἐγένετο. Οὕτω καὶ τω̨̃ ὄντι τὸ ἀεὶ καὶ τω̨̃ "ὢν" τὸ ἀεί, ὥστε λέγεσθαι "ἀεὶ ὤν": διὸ ληπτέον τὸ ἀεὶ οἱ̃ον "ἀληθω̃σ ὢν" λέγεσθαι καὶ συναιρετέον τὸ ἀεὶ εἰσ ἀδιάστατον δύναμιν τὴν οὐδὲν δεομένην οὐδενὸσ μεθ' ὃ ἤδη ἔχει: ἔχει δὲ τὸ πα̃ν.

8. πα̃ν οὐ̃ν καὶ ὂν καὶ κατὰ πα̃ν οὐκ ἐνδεὲσ καὶ οὐ ταύτη̨ μὲν πλη̃ρεσ, ἄλλη̨ δὲ ἐλλει̃πον ἡ τοιαύτη φύσισ. Τὸ γὰρ ἐν χρόνω̨, κἂν τέλειον ἠ̨̃, ὡσ δοκει̃, οἱ̃ον σω̃μά τι ἱκανὸν ψυχη̨̃ τέλειον, δεόμενον καὶ του̃ ἔπειτα, ἐλλει̃πον τω̨̃ χρόνω̨, οὑ̃ δει̃ται, ἅτε σὺν ἐκείνω̨, εἰ παρείη αὐτω̨̃ καὶ συνθέοι, ὂν ἀτελέσ: ταύτη̨ ὂν ὁμωνύμωσ ἂν τέλειον λέγοιτο. 'Ότω̨ δὲ ὑπάρχει μηδὲ του̃ ἔπειτα δει̃σθαι μήτε εἰσ χρόνον ἄλλον μεμετρημένον μήτε τὸν ἄπειρον καὶ ἀπείρωσ ἐσόμενον, ἀλλ' ὅπερ δει̃ εἰ̃ναι, του̃το ἔχει, του̃τό ἐστιν οὑ̃ ἡ ἔννοια ἐπορέγεται, ὡ̨̃ τὸ εἰ̃ναι οὐκ ἐκ του̃ τοσου̃δε, ἀλλὰ πρὸ του̃ τοσου̃δε. 'Έπρεπε γὰρ αὐτω̨̃ μηδὲ τοσω̨̃δε ὄντι πάντη μηδενὸσ ἐφάπτεσθαι τοσου̃δε, ἵνα μὴ ἡ ζωὴ αὐτου̃ μερισθει̃σα τὸ καθαρω̃σ ἀμερὲσ αὐτου̃ ἀνέλη̨, ἀλλ' ἠ̨̃ καὶ τη̨̃ ζωη̨̃ ἀμερὲσ καὶ τη̨̃ οὐσία̨. Τὸ δ' "<ἀγαθὸσ ἠ̃ν>" ἀναφέρειεἰσ ἔννοιαν του̃ παντὸσ σημαίνων τω̨̃ ἐπέκεινα παντὶ τὸ μὴ ἀπὸ χρόνου τινόσ: ὥστε μηδὲ τὸν κόσμον ἀρχήν τινα χρονικὴν εἰληφέναι τη̃σ αἰτίασ του̃ εἰ̃ναι αὐτω̨̃ τὸ πρότερον παρεχούσησ. 'Αλλ' ὅμωσ δηλώσεωσ χάριν του̃το εἰπὼν μέμφεται ὕστερον καὶ τούτω̨ τω̨̃ ὀνόματι ὡσ οὐδ' αὐτου̃ ὀρθω̃σ πάντη λεγομένου ἐπὶ τω̃ν τὸν λεγόμενον καὶ νοούμενον αἰω̃να εἰληχότων.

9. ταυ̃τα οὐ̃ν λέγομεν ἀ̃ρά γε μαρτυρου̃ντεσ ἑτέροισ καὶ ὡσ περὶ ἀλλοτρίων τοὺσ λόγουσ ποιούμεθα; Καὶ πω̃σ; Τίσ γὰρ ἂν σύνεσισ γένοιτο μὴ ἐφαπτομένοισ; Πω̃σ δ' ἂν ἐφαψαίμεθα τοι̃σ ἀλλοτρίοισ; Δει̃ ἄρα καὶ ἡμι̃ν μετει̃ναι του̃ αἰω̃νοσ. 'Αλλὰ ἐν χρόνω̨ οὐ̃σι πω̃σ; 'Αλλὰ πω̃σ ἐν χρόνω̨ καὶ πω̃σ ἐν αἰω̃νι ἔστιν εἰ̃ναι, γνωσθείη ἂν εὑρεθέντοσ πρότερον του̃ χρόνου. Καὶ τοίνυν καταβατέον ἡμι̃ν ἐξ αἰω̃νοσ ἐπὶ τὴν ζήτησιν του̃ χρόνου καὶ τὸν χρόνον: ἐκει̃ μὲν γὰρ ἠ̃ν ἡ πορεία πρὸσ τὸ ἄνω, νυ̃ν δὲ λέγωμεν ἤδη οὐ πάντη καταβάντεσ, ἀλλ' οὕτωσ, ὥσπερ κατέβη χρόνοσ. Εἰ μὲν περὶ χρόνου εἰρημένον μηδὲν ἠ̃ν τοι̃σ παλαιοι̃σ καὶ μακαρίοισ ἀνδράσιν, ἐχρη̃ν τω̨̃ αἰω̃νι ἐξ ἀρχη̃σ συνείραντασ τὸ ἐφεξη̃σ λέγειν τὰ δοκου̃ντα περὶ αὐτου̃, πειρωμένουσ τη̨̃ ἐννοία̨ αὐτου̃ ἣν κεκτήμεθα ἐφαρμόζειν τὴν λεγομένην ὑφ' ἡμω̃ν δόξαν: νυ̃ν δ' ἀναγκαι̃ον πρότερον λαβει̃ν τὰ μάλιστα ἀξίωσ λόγου εἰρημένα σκοπου̃ντασ, εἴ τινι αὐτω̃ν συμφώνωσ ὁ παρ' ἡμω̃ν ἕξει λόγοσ. Τριχη̨̃ δ' ἴσωσ διαιρετέον τοὺσ λεγομένουσ περὶ αὐτου̃ λόγουσ τὴν πρώτην. 'Ήγὰρ κίνησισ ἡ λεγομένη, ἢ τὸ κινούμενον λέγοι ἄν, ἢ κινήσεώσ τι τὸν χρόνον: τὸ γὰρ στάσιν ἢ τὸ ἑστηκὸσ ἢ στάσεώσ τι λέγειν παντάπασι πόρρω τη̃σ ἐννοίασ ἂν εἴη του̃ χρόνου οὐδαμη̨̃ του̃ αὐτου̃ ὄντοσ. Τω̃ν δὲ κίνησιν λεγόντων οἱ μὲν πα̃σαν κίνησιν ἂν λέγοιεν, οἱ δὲ τὴν του̃ παντόσ: οἱ δὲ τὸ κινούμενον λέγοντεσ τὴν του̃ παντὸσ ἂν σφαι̃ραν λέγοιεν: οἱ δὲ κινήσεώσ τι ἢ διάστημα κινήσεωσ, οἱ δὲ μέτρον, οἱ δ' ὅλωσ παρακολουθου̃ν αὐτη̨̃: καὶ ἢ πάσησ ἢ τη̃σ τεταγμένησ.

10. κίνησιν μὲν οὐχ οἱ̃όν τε οὔτε τὰσ συμπάσασ λαμβάνοντι κινήσεισ καὶ οἱ̃ον μίαν ἐκ πασω̃ν ποιου̃ντι, οὔτε τὴν τεταγμένην: ἐν χρόνω̨ γὰρ ἡ κίνησισ ἑκατέρα ἡ λεγομένη. Εἰ δέ τισ μὴ ἐν χρόνω̨, πολὺ μα̃λλον ἂν ἀπείη του̃ χρόνοσ εἰ̃ναι, ὡσ ἄλλου ὄντοσ του̃ ἐν ὡ̨̃ ἡ κίνησισ, ἄλλου τη̃σ κινήσεωσ αὐτη̃σ οὔσησ. Καὶ ἄλλων λεγομένων καὶ λεχθέντων ἂν ἀρκει̃ του̃το καὶ ὅτι κίνησισ μὲν ἂν καὶ παύσαιτο καὶ διαλίποι, χρόνοσ δὲ οὔ. Εἰ δὲ τὴν του̃ παντὸσ κίνησιν μὴ διαλείπειν τισ λέγοι, ἀλλὰ καὶ αὕτη, εἴπερ τὴν περιφορὰν λέγοι, ἐν χρόνω̨ τινὶ [καὶ αὕτη] περιφέροιτο ἂν εἰσ τὸαὐτό, οὐκ ἐν ὡ̨̃ τὸ ἥμισυ ἤνυσται, καὶ ὁ μὲν ἂν εἴη ἥμισυσ, ὁ δὲ διπλάσιοσ, κινήσεωσ του̃ παντὸσ οὔσησ ἑκατέρασ, τη̃σ τε εἰσ τὸ αὐτὸ ἀπὸ του̃ αὐτου̃ καὶ τη̃σ εἰσ τὸ ἥμισυ ἡκούσησ. Καὶ τὸ ὀξυτάτην δὲ καὶ ταχίστην λέγειν τὴν τη̃σ ἐξωτάτησ σφαίρασ κίνησιν μαρτυρει̃ τω̨̃ λόγω̨, ὡσ ἕτερον ἡ κίνησισ αὐτη̃σ καὶ ὁ χρόνοσ. Ταχίστη γὰρ πασω̃ν δηλονότι τω̨̃ ἐλάττονι χρόνω̨ τὸ μει̃ζον καὶ τὸ μέγιστον διάστημα ἀνύειν: τὰ δ' ἄλλα βραδύτερα τω̨̃ ἐν πλείονι ἂν καὶ μέροσ αὐτου̃.

11. εἰ τοίνυν μηδὲ ἡ κίνησισ τη̃σ σφαίρασ ὁ χρόνοσ, σχολη̨̃ γ' ἂν ἡ σφαι̃ρα αὐτή, ἣ ἐκ του̃ κινει̃σθαι ὑπενοήθη χρόνοσ εἰ̃ναι.

12. '~Αρ' οὐ̃ν κινήσεώσ τι; Εἰ μὲν διάστημα, πρω̃τον μὲν οὐ πάσησ κινήσεωσ τὸ αὐτό, οὐδὲ τη̃σ ὁμοειδου̃σ: θα̃ττον γὰρ καὶ βραδύτερον ἡ κίνησισ καὶ ἡ ἐν τόπω̨. Καὶ εἰ̃εν ἂν ἄμφω μετρούμεναι αἱ διαστάσεισ ἑνὶ ἑτέρω̨, ὃ δὴ ὀρθότερον ἄν τισ εἴποι χρόνον. Ποτέρασ δὴ αὐτω̃ν τὸ διάστημα χρόνοσ, μα̃λλον δὲ τίνοσ αὐτω̃ν ἀπείρων οὐσω̃ν; Εἰ δὲ τη̃σ τεταγμένησ, οὐ πάσησ μὲν οὐδὲ τη̃σ τοιαύτησ: πολλαὶ γὰρ αὑ̃ται: ὥστε καὶ πολλοὶ χρόνοι ἅμα ἔσονται. Εἰ δὲ τη̃σ του̃ παντὸσ διάστημα, εἰ μὲν τὸ ἐν αὐτη̨̃ τη̨̃ κινήσει διάστημα, τί ἂν [εἴη] ἄλλο ἢ ἡ κίνησισ [ἂν εἴη]; Τοσήδε μέντοι: τὸ δὲ τοσόνδε του̃το ἤτοι τω̨̃ τόπω̨, ὅτι τοσόσδε ὃν διεξη̃λθε, μετρηθήσεται, καὶ τὸ διάστημα του̃το ἔσται: του̃το δὲ οὐχρόνοσ, ἀλλὰ τόποσ: ἢ αὐτὴ ἡ κίνησισ τη̨̃ συνεχεία̨ αὐτη̃σ καὶ τω̨̃ μὴ εὐθὺσ πεπαυ̃σθαι, ἀλλ' ἐπιλαμβάνειν ἀεί, τὸ διάστημα ἕξει. 'Αλλὰ του̃το τὸ πολὺ τη̃σ κινήσεωσ ἂν εἴη: καὶ εἰ μὲν εἰσ αὐτήν τισ βλέπων ἀποφανει̃ται πολλήν, ὥσπερ ἂν εἴ τισ πολὺ τὸ θερμὸν λέγοι, οὐδ' ἐνταυ̃θα χρόνοσ φανει̃ται οὐδὲ προσπίπτει, ἀλλὰ κίνησισ πάλιν καὶ πάλιν, ὡσπερεὶ ὕδωρ ῥέον πάλιν καὶ πάλιν, καὶ τὸ ἐπ' αὐτω̨̃ διάστημα θεωρούμενον. Καὶ τὸ μὲν πάλιν καὶ πάλιν ἔσται ἀριθμόσ, ὥσπερ δυὰσ ἢ τριάσ, τὸ δὲ διάστημα του̃ ὄγκου. Οὕτωσ οὐ̃ν καὶ πλη̃θοσ κινήσεωσ ὡσ δεκάσ, ἢ ὡσ τὸ ἐπιφαινόμενον τω̨̃ οἱ̃ον ὄγκω̨ τη̃σ κινήσεωσ διάστημα, ὃ οὐκ ἔχει ἔννοιαν χρόνου, ἀλλ' ἔσται τὸ τοσόνδε του̃το γενόμενον ἐν χρόνω̨, ἢ ὁ χρόνοσ οὐκ ἔσται πανταχου̃, ἀλλ' ἐν ὑποκειμένω̨ τη̨̃ κινήσει, συμβαίνει τε πάλιν αὐ̃ κίνησιν τὸν χρόνον λέγειν: οὐ γὰρ ἔξω αὐτη̃σ τὸ διάστημα, ἀλλὰ κίνησισ οὐκ ἀθρόα: [τὸ δὲ μὴ ἀθρόα εἰσ τὸ ἀθρόον ἐν χρόνω̨.] Τὸ μὴ ἀθρόον τίνι διοίσει του̃ ἀθρόωσ ἢ τω̨̃ ἐν χρόνω̨; 'Ώστε ἡ διεστω̃σα κίνησισ καὶ τὸ διάστημα αὐτη̃σ οὐκ αὐτὸ χρόνοσ, ἀλλ' ἐν χρόνω̨. Εἰ δὲ τὸ διάστημα τη̃σ κινήσεωσ λέγοι τισ χρόνον, οὐ τὸ αὐτη̃σ τη̃σ κινήσεωσ, ἀλλὰ παρ' ὃ αὐτὴ ἡ κίνησισ τὴν παράτασιν ἔχοι οἱ̃ον συμπαραθέουσα ἐκείνω̨, τί δὲ του̃τό ἐστιν οὐκ εἴρηται. Δη̃λον γάρ, ὅτι του̃τ' ἐστὶν ὁ χρόνοσ, ἐν ὡ̨̃ γέγονεν ἡ κίνησισ. Του̃το δ' ἠ̃ν ὃ ἐξ ἀρχη̃σ ἐζήτει ὁ λόγοσ, τί ὤνἐστι χρόνοσ: ἐπεὶ ὅμοιόν τε γίνεται καὶ ταὐτὸν οἱ̃ον εἴ τισ ἐρωτηθεὶσ τί ἐστι χρόνοσ, λέγοι κινήσεωσ διάστημα ἐν χρόνω̨. Τί οὐ̃ν ἐστι του̃το τὸ διάστημα, ὃ δὴ χρόνον καλει̃σ τη̃σ κινήσεωσ του̃ οἰκείου διαστήματοσ ἔξω τιθέμενοσ; Καὶ γὰρ αὐ̃ καὶ ἐν αὐτη̨̃ ὁ τιθέμενοσ τη̨̃ κινήσει τὸ διάστημα τὴν τη̃σ ἠρεμίασ διάστασιν ποι̃ θήσεται, ἄποροσ ἔσται. 'Όσον γὰρ κινει̃ταί τι, τοσου̃τον ἂν σταίη καὶ ἄλλο, καὶ εἴποισ ἂν τὸν χρόνον ἑκατέρου τὸν αὐτὸν εἰ̃ναι, ὡσ ἄλλον δηλονότι ἀμφοι̃ν ὄντα. Τί οὐ̃ν ἐστι καὶ τίνα φύσιν ἔχει του̃το τὸ διάστημα; 'Επείπερ τοπικὸν οὐχ οἱ̃όν τε: ἐπεὶ καὶ του̃τό γε ἔξωθέν ἐστιν.

13. 'Αριθμὸσ δὲ κινήσεωσ ἢ μέτρον-βέλτιον γὰρ οὕτω συνεχου̃σ οὔσησ-πω̃σ, σκεπτέον. Πρω̃τον μὲν οὐ̃ν καὶ ἐνταυ̃θα τὸ πάσησ ὁμοίωσ ἀπορητέον, ὥσπερ καὶ ἐπὶ του̃ διαστήματοσ τη̃σ κινήσεωσ, εἴ τισ τη̃σ πάσησ εἰ̃ναι ἐλέγετο. Πω̃σ γὰρ ἄν τισ ἀριθμήσειε τὴν ἄτακτον καὶ ἀνώμαλον; ἢ τίσ ἀριθμὸσ ἢ μέτρον ἢ κατὰ τί τὸ μέτρον; Εἰ δὲ τω̨̃ αὐτω̨̃ ἑκατέραν καὶ ὅλωσ πα̃σαν, ταχει̃αν, βραδει̃αν, ἔσται ὁ ἀριθμὸσ καὶ τὸ μέτρον τοιου̃τον, οἱ̃ον εἰ δεκὰσ εἴη μετρου̃σα καὶ ἵππουσ καὶ βου̃σ, ἢ εἰ τὸ αὐτὸ μέτρον καὶ ὑγρω̃ν καὶ ξηρω̃ν εἴη. Εἰ δὴ τοιου̃τον μέτρον, τίνων μέν ἐστιν ὁ χρόνοσ εἴρηται, ὅτι κινήσεων, αὐτὸσ δὲὅ ἐστιν οὔπω εἴρηται. Εἰ δὲ ὥσπερ δεκάδοσ ληφθείσησ καὶ ἄνευ ἵππων ἔστι νοει̃ν τὸν ἀριθμόν, καὶ τὸ μέτρον μέτρον ἐστὶ φύσιν ἔχον τινά, κἂν μήπω μετρη̨̃, οὕτω δει̃ ἔχειν καὶ τὸν χρόνον μέτρον ὄντα: εἰ μὲν τοιου̃τόν ἐστιν ἐφ' ἑαυτου̃ οἱ̃ον ἀριθμόσ, τί ἂν του̃δε του̃ ἀριθμου̃ του̃ κατὰ τὴν δεκάδα ἢ ἄλλου ὁτουου̃ν διαφέροι μοναδικου̃; Εἰ δὲ συνεχὲσ μέτρον ἐστί, ποσόν τι ὂν μέτρον ἔσται, οἱ̃ον τὸ πηχυαι̃ον [μέγεθοσ]. Μέγεθοσ τοίνυν ἔσται, οἱ̃ον γραμμὴ συνθέουσα δηλονότι κινήσει. 'Αλλ' αὕτη συνθέουσα πω̃σ μετρήσει τὸ ὡ̨̃ συνθει̃; Τί γὰρ μα̃λλον ὁποτερονου̃ν θάτερον; Καὶ βέλτιον τίθεσθαι καὶ πιθανώτερον οὐκ ἐπὶ πάσησ, ἀλλ' ἡ̨̃ συνθει̃. Του̃το δὲ συνεχὲσ δει̃ εἰ̃ναι, ἢ ἐφέξει ἡ συνθέουσα. 'Αλλ' οὐκ ἔξωθεν δει̃ τὸ μετρου̃ν λαμβάνειν οὐδὲ χωρίσ, ἀλλὰ ὁμου̃ κίνησιν μεμετρημένην. Καὶ τί τὸ μετρου̃ν ἔσται; 'Ή μεμετρημένη μὲν ἡ κίνησισ ἔσται, μεμετρηκὸσ δ' ἔσται μέγεθοσ. Καὶ ποι̃ον αὐτω̃ν ὁ χρόνοσ ἔσται; 'Η κίνησισ ἡ μεμετρημένη, ἢ τὸ μέγεθοσ τὸ μετρη̃σαν; 'Ή γὰρ ἡ κίνησισ ἔσται ἡ μεμετρημένη ὑπὸ του̃ μεγέθουσ ὁ χρόνοσ, ἢ τὸ μέγεθοσ τὸ μετρη̃σαν, ἢ τὸ τω̨̃ μεγέθει χρησάμενον, ὥσπερ τω̨̃ πήχει πρὸσ τὸ μετρη̃σαι ὅση ἡ κίνησισ. 'Αλλ' ἐπὶ μὲν πάντων τούτων ὑποθέσθαι, ὅπερ εἴπομεν πιθανώτερον εἰ̃ναι, τὴν ὁμαλὴν κίνησιν: ἄνευ γὰρ ὁμαλότητοσ καὶ προσέτι μια̃σ καὶ τη̃σ του̃ ὅλου ἀπορώτερον τὸ του̃ λόγου τω̨̃ θεμένω̨ ὁπωσου̃ν μέτρον γίνεται. Εἰ δὲ δὴ μεμετρημένηκίνησισ ὁ χρόνοσ καὶ ὑπὸ του̃ ποσου̃ μεμετρημένη, ὥσπερ τὴν κίνησιν, εἰ ἔδει μεμετρη̃σθαι, οὐχὶ ὑπ' αὐτη̃σ ἔδει μεμετρη̃σθαι, ἀλλ' ἑτέρω̨, οὕτωσ ἀνάγκη, εἴπερ μέτρον ἕξει ἄλλο ἡ κίνησισ παρ' αὐτήν, καὶ διὰ του̃το ἐδεήθημεν του̃ συνεχου̃σ μέτρου εἰσ μέτρησιν αὐτη̃σ, τὸν αὐτὸν τρόπον δει̃ καὶ τω̨̃ μεγέθει αὐτω̨̃ μέτρου, ἵν' [ἠ̨̃] ἡ κίνησισ, τοσου̃δε γεγενημένου του̃ καθ' ὃ μετρει̃ται ὅση, μετρηθη̨̃. Καὶ ὁ ἀριθμὸσ του̃ μεγέθουσ ἔσται [του̃] τη̨̃ κινήσει παρομαρτου̃ντοσ ἐκει̃νοσ ὁ χρόνοσ, ἀλλ' οὐ τὸ μέγεθοσ τὸ συνθέον τη̨̃ κινήσει. Οὑ̃τοσ δὲ τίσ ἂν εἴη ἢ ὁ μοναδικόσ; 'Όσ ὅπωσ μετρήσει ἀπορει̃ν ἀνάγκη. 'Επεί, κἄν τισ ἐξεύρη̨ ὅπωσ, οὐ χρόνον εὑρήσει μετρου̃ντα, ἀλλὰ τὸν τοσόνδε χρόνον: του̃το δὲ οὐ ταὐτὸν χρόνω̨. 'Έτερον γὰρ εἰπει̃ν χρόνον, ἕτερον δὲ τοσόνδε χρόνον: πρὸ γὰρ του̃ τοσόνδε δει̃ ὅ τί ποτ' ἐστὶν εἰπει̃ν ἐκει̃νο, ὃ τοσόνδε ἐστίν. 'Αλλ' ὁ ἀριθμὸσ ὁ μετρήσασ τὴν κίνη&# 963;ιν ἔξωθεν τη̃σ κινήσεωσ ὁ χρόνοσ, οἱ̃ον ἡ δεκὰσ ἐπὶ τω̃ν ἵππων οὐ μετὰ τω̃ν ἵππων λαμβανόμενοσ. Τίσ οὐ̃ν οὑ̃τοσ ὁ ἀριθμόσ, οὐκ εἴρηται, ὃσ πρὸ του̃ μετρει̃ν ἐστιν ὅπερ ἐστίν, ὥσπερ ἡ δεκάσ. 'Ή οὑ̃τοσ, ὃσ κατὰ τὸ πρότερον καὶ ὕστερον τη̃σ κινήσεωσ παραθέων ἐμέτρησεν. 'Αλλ' οὑ̃τοσ ὁ κατὰ τὸ πρότερον καὶ ὕστερον οὔπω δη̃λοσ ὅστισ ἐστίν. 'Αλλ' οὐ̃ν κατὰ τὸ πρότερον καὶ ὕστερον μετρω̃ν εἴτε σημείω̨ εἴθ'ὁτω̨ου̃ν ἄλλω̨ πάντωσ κατὰ χρόνον μετρήσει. 'Έσται οὐ̃ν ὁ χρόνοσ οὑ̃τοσ ὁ μετρω̃ν τὴν κίνησιν τω̨̃ προτέρω̨ καὶ ὑστέρω̨ ἐχόμενοσ του̃ χρόνου καὶ ἐφαπτόμενοσ, ἵνα μετρη̨̃. 'Ή γὰρ τὸ τοπικὸν πρότερον καὶ ὕστερον, οἱ̃ον ἡ ἀρχὴ του̃ σταδίου, λαμβάνει, ἢ ἀνάγκη τὸ χρονικὸν λαμβάνειν. 'Έστι γὰρ ὅλωσ τὸ πρότερον καὶ ὕστερον τὸ μὲν χρόνοσ ὁ εἰσ τὸ νυ̃ν λήγων, τὸ δὲ ὕστερον ὃσ ἀπὸ του̃ νυ̃ν ἄρχεται. 'Άλλο τοίνυν ἀριθμου̃ του̃ κατὰ τὸ πρότερον καὶ ὕστερον μετρου̃ντοσ τὴν κίνησιν οὐ μόνον ἡντινου̃ν, ἀλλὰ καὶ τὴν τεταγμένην, ὁ χρόνοσ. 'Έπειτα διὰ τί ἀριθμου̃ μὲν προσγεγενημένου εἴτε κατὰ τὸ μεμετρημένον εἴτε κατὰ τὸ μετρου̃ν: ἔστι γὰρ [ἂν] τὸν αὐτὸν καὶ μετρου̃ντα καὶ μεμετρημένον εἰ̃ναι-ἀλλ' οὐ̃ν διὰ τί ἀριθμου̃ μὲν γενομένου χρόνοσ ἔσται, κινήσεωσ δὲ οὔσησ καὶ του̃ προτέρου πάντωσ ὑπάρχοντοσ περὶ αὐτὴν καὶ του̃ ὑστέρου οὐκ ἔσται χρόνοσ; 'Ώσπερ ἂν εἴ τισ λέγοι τὸ μέγεθοσ μὴ εἰ̃ναι ὅσον ἐστίν, εἰ μή τισ τὸ ὅσον ἐστὶ του̃το λάβοι. 'Απείρου δὲ του̃ χρόνου ὄντοσ καὶ λεγομένου πω̃σ ἂν περὶ αὐτὸν ἀριθμὸσ εἴη; Εἰ μή τισ ἀπολαβὼν μέροσ τι αὐτου̃ μετροι̃, ἐν ὡ̨̃ συμβαίνει εἰ̃ναι καὶ πρὶν μετρηθη̃ναι. Διὰ τί δὲ οὐκ ἔσται πρὶν καὶ ψυχὴν τὴν μετρου̃σαν εἰ̃ναι; Εἰ μή τισ τὴν γένεσιν αὐτου̃ παρὰ ψυχη̃σ λέγοι γίνεσθαι. 'Επεὶ διά γε τὸ μετρει̃ν οὐδαμω̃σ ἀναγκαι̃ον εἰ̃ναι: ὑπάρχει γὰρ ὅσον ἐστί, κἂν μή τισ μετρη̨̃. Τὸ δὲ τω̨̃ μεγέθει χρησάμενον πρὸσ τὸ ...μετρη̃σαι_ τὴν ψυχὴν ἄν τισ λέγοι: του̃το δὲ τί ἂν εἴη πρὸσ ἔννοιαν χρόνου;

14. τὸ δὲ παρακολούθημα λέγειν τη̃σ κινήσεωσ, τί ποτε του̃τό ἐστιν οὐκ ἔστι διδάσκοντοσ οὐδὲ εἴρηκέ τι, πρὶν εἰπει̃ν τί ἐστι του̃το τὸ παρακολουθου̃ν: ἐκει̃νο γὰρ ἂν ἴσωσ εἴη ὁ χρόνοσ. 'Επισκεπτέον δὲ τὸ παρακολούθημα του̃το εἴτε ὕστερον εἴτε ἅμα εἴτε πρότερον, εἴπερ τι ἔστι τοιου̃τον παρακολούθημα: ὅπωσ γὰρ ἂν λέγηται, ἐν χρόνω̨ λέγεται. Εἰ του̃το, ἔσται ὁ χρόνοσ παρακολούθημα κινήσεωσ ἐν χρόνω̨.

15. 'Αλλ' ἐπειδὴ οὐ τί μή ἐστι ζητου̃μεν ἀλλὰ τί ἐστιν, εἴρηταί τε πολλὰ πολλοι̃σ τοι̃σ πρὸ ἡμω̃ν καθ' ἑκάστην θέσιν, ἃ εἴ τισ διεξίοι, ἱστορίαν μα̃λλον ἂν ποιοι̃το, ὅσον τε ἐξ ἐπιδρομη̃σ εἴρηταί τι περὶ αὐτω̃ν, ἔστι δὲ καὶ πρὸσ τὸν λέγοντα μέτρον κινήσεωσ του̃ παντὸσ ἐκ τω̃ν ἤδη εἰρημένων ἀντιλέγειν τά τε ἄλλα ὅσα νυ̃ν περὶ μέτρου κινήσεωσ εἴρηται-χωρὶσ γὰρ τη̃σ ἀνωμαλίασ πάντα τὰ ἄλλα, ἃ καὶ πρὸσ αὐτούσ, ἁρμόσει-εἴη ἂν ἀκόλουθον εἰπει̃ν, τί ποτε δει̃ νομίζειν τὸν χρόνον εἰ̃ναι.

16. δει̃ δὴ ἀναγαγει̃ν ἡμα̃σ αὐτοὺσ πάλιν εἰσ ἐκείνην τὴν διάθεσιν ἣν ἐπὶ του̃ αἰω̃νοσ ἐλέγομεν εἰ̃ναι, τὴν ἀτρεμη̃ ἐκείνην καὶ ὁμου̃ πα̃σαν καὶ ἄπειρον ἤδη ζωὴν καὶ ἀκλινη̃ πάντη καὶ ἐν ἑνὶ καὶ πρὸσ ἓν ἑστω̃σαν. Χρόνοσ δὲ οὔπω ἠ̃ν, ἢ ἐκείνοισ γε οὐκ ἠ̃ν, γεννήσομεν δὲ χρόνον λόγω̨ καὶ φύσει του̃ ὑστέρου. Τούτων δὴ οὐ̃ν ἡσυχίαν ἀγόντων ἐν αὐτοι̃σ, <ὅπωσ δὴ πρω̃τον ἐξέπεσε> χρόνοσ, τὰσ μὲν Μούσασ οὔπω τότε οὔσασ οὐκ ἄν τισ ἴσωσ καλοι̃ εἰπει̃ν του̃το: ἀλλ' ἴσωσ, εἴπερ ἠ̃σαν καὶ αἱ Μου̃σαι τότε, αὐτὸν δ' ἄν τισ τάχα τὸν γενόμενον χρόνον, ὅπωσ ἐστὶν ἐκφανεὶσ καὶ γενόμενοσ. Λέγοι δ' ἂν περὶ αὐτου̃ ὡ̃δέ πωσ: ὡσ πρότερον, πρὶν τὸ πρότερον δὴ του̃το γεννη̃σαι καὶ του̃ ὑστέρου δεηθη̃ναι, σὺν αὐτω̨̃ ἐν τω̨̃ ὄντι ἀνεπαύετο χρόνοσ οὐκ ὤν, ἀλλ' ἐν ἐκείνω̨ καὶ αὐτὸσ ἡσυχίαν ἠ̃γε. Φύσεωσ δὲ πολυπράγμονοσ καὶ ἄρχειν αὐτη̃σ βουλομένησ καὶ εἰ̃ναι αὐτη̃σ καὶ τὸ πλέον του̃ παρόντοσ ζητει̃ν ἑλομένησ ἐκινήθη μὲν αὐτή, ἐκινήθη δὲ καὶ αὐτόσ, καὶ εἰσ τὸ ἔπειτα ἀεὶ καὶ τὸ ὕστερον καὶ οὐ ταὐτόν, ἀλλ' ἕτερον εἰ̃θ' ἕτερον κινούμενοι, μη̃κόσ τι τη̃σ πορείασ ποιησάμενοι αἰω̃νοσ εἰκόνα τὸν χρόνον εἰργάσμεθα. 'Επεὶ γὰρ ψυχη̃σ ἠ̃ν τισ δύναμισ οὐχ ἥσυχοσ, τὸ δ' ἐκει̃ ὁρώμενον ἀεὶ μεταφέρειν εἰσ ἄλλο βουλομένησ, τὸ μὲν ἀθρόον αὐτη̨̃ πα̃ν παρει̃ναι οὐκ ἤθελεν: ὥσπερ δ' ἐκ σπέρματοσ ἡσύχου ἐξελίττων αὐτὸν ὁ λόγοσ διέξοδον εἰσ πολύ, ὡσ οἴεται, ποιει̃, ἀφανίζων τὸ πολὺ τω̨̃ μερισμω̨̃, καὶ ἀνθ' ἑνὸσ ἐν αὐτω̨̃ οὐκ ἐν αὐτω̨̃ τὸ ἓν δαπανω̃ν εἰσ μη̃κοσ ἀσθενέστερον πρόεισιν, οὕτω δὴ καὶ αὐτὴ κόσμον ποιου̃σα αἰσθητὸν μιμήσει ἐκείνου κινούμενον κίνησιν οὐ τὴν ἐκει̃, ὁμοίαν δὲ τη̨̃ ἐκει̃ καὶ ἐθέλουσαν εἰκόνα ἐκείνησ εἰ̃ναι, πρω̃τον μὲνἑαυτὴν ἐχρόνωσεν ἀντὶ του̃ αἰω̃νοσ του̃τον ποιήσασα: ἔπειτα δὲ καὶ τω̨̃ γενομένω̨ ἔδωκε δουλεύειν χρόνω̨, ἐν χρόνω̨ αὐτὸν πάντα ποιήσασα εἰ̃ναι, τὰσ τούτου διεξόδουσ ἁπάσασ ἐν αὐτω̨̃ περιλαβου̃σα: ἐν ἐκείνη̨ γὰρ κινούμενοσ -οὐ γάρ τισ αὐτου̃ [του̃δε του̃ παντὸσ] τόποσ ἢ ψυχή- καὶ ἐν τω̨̃ ἐκείνησ αὐ̃ ἐκινει̃το χρόνω̨. Τὴν γὰρ ἐνέργειαν αὐτη̃σ παρεχομένη ἄλλην μετ' ἄλλην, εἰ̃θ' ἑτέραν πάλιν ἐφεξη̃σ, ἐγέννα τε μετὰ τη̃σ ἐνεργείασ τὸ ἐφεξη̃σ καὶ συμπροή̨ει μετὰ διανοίασ ἑτέρασ μετ' ἐκείνην τὸ μὴ πρότερον ὄν, ὅτι οὐδ' ἡ διάνοια ἐνεργηθει̃σα ἠ̃ν οὐδ' ἡ νυ̃ν ζωὴ ὁμοία τη̨̃ πρὸ αὐτη̃σ. 'Άμα οὐ̃ν ζωὴ ἄλλη καὶ τὸ "ἄλλη" χρόνον εἰ̃χεν ἄλλον. Διάστασισ οὐ̃ν ζωη̃σ χρόνον εἰ̃χε καὶ τὸ πρόσω ἀεὶ τη̃σ ζωη̃σ χρόνον ἔχει ἀεὶ καὶ ἡ παρελθου̃σα ζωὴ χρόνον ἔχει παρεληλυθότα. Εἰ οὐ̃ν χρόνον τισ λέγοι ψυχη̃σ ἐν κινήσει μεταβατικη̨̃ ἐξ ἄλλου εἰσ ἄλλον βίον ζωὴν εἰ̃ναι, ἀ̃ρ' ἂν δοκοι̃ τι λέγειν; Εἰ γὰρ αἰών ἐστι ζωὴ ἐν στάσει καὶ τω̨̃ αὐτω̨̃ καὶ ὡσαύτωσ καὶ ἄπειροσ ἤδη, εἰκόνα δὲ δει̃ του̃ αἰω̃νοσ τὸν χρόνον εἰ̃ναι, ὥσπερ καὶ τόδε τὸ πα̃ν ἔχει πρὸσ ἐκει̃νο, ἀντὶ μὲν ζωη̃σ τη̃σ ἐκει̃ ἄλλην δει̃ ζωὴν τὴν τη̃σδε τη̃σ δυνάμεωσ τη̃σ ψυχη̃σ ὥσπερ ὁμώνυμον λέγειν εἰ̃ναι καὶ ἀντὶ 54;ινήσεωσ νοερα̃σ ψυχη̃σ τινοσ μέρουσκίνησιν, ἀντὶ δὲ ταὐτότητοσ καὶ του̃ ὡσαύτωσ καὶ μένοντοσ τὸ μὴ μένον ἐν τω̨̃ αὐτω̨̃, ἄλλο δὲ καὶ ἄλλο ἐνεργου̃ν, ἀντὶ δὲ ἀδιαστάτου καὶ ἑνὸσ εἴδωλον του̃ ἑνὸσ τὸ ἐν συνεχεία̨ ἕν, ἀντὶ δὲ ἀπείρου ἤδη καὶ ὅλου τὸ εἰσ ἄπειρον πρὸσ τὸ ἐφεξη̃σ ἀεί, ἀντὶ δὲ ἀθρόου ὅλου [τὸ κατὰ μέροσ ἐσόμενον] καὶ ἀεὶ [τὸ κατὰ μέροσ] ἐσόμενον ὅλον. Οὕτω γὰρ μιμήσεται τὸ ἤδη ὅλον καὶ ἀθρόον καὶ ἄπειρον ἤδη, εἰ ἐθελήσει ἀεὶ προσκτώμενον εἰ̃ναι ἐν τω̨̃ εἰ̃ναι: καὶ γὰρ τὸ εἰ̃ναι οὕτω τὸ ἐκείνου μιμήσεται. Δει̃ δὲ οὐκ ἔξωθεν τη̃σ ψυχη̃σ λαμβάνειν τὸν χρόνον, ὥσπερ οὐδὲ τὸν αἰω̃να ἐκει̃ ἔξω του̃ ὄντοσ, οὐδ' αὐ̃ παρακολούθημα οὐδ' ὕστερον, ὥσπερ οὐδ' ἐκει̃, ἀλλ' ἐνορώμενον καὶ ἐνόντα καὶ συνόντα, ὥσπερ κἀκει̃ ὁ αἰών.

17. νοη̃σαι δὲ δει̃ καὶ ἐντευ̃θεν, ὡσ ἡ φύσισ αὕτη χρόνοσ, τὸ τοιούτου μη̃κοσ βίου ἐν μεταβολαι̃σ προιὸν ὁμαλαι̃σ τε καὶ ὁμοίαισ ἀψοφητὶ προιούσαισ, συνεχὲσ τὸ τη̃σ ἐνεργείασ ἔχον. Εἰ δὴ πάλιν τω̨̃ λόγω̨ ἀναστρέψαι ποιήσαιμεν τὴν δύναμιν ταύτην καὶ παύσαιμεν του̃δε του̃ βίου, ὃν νυ̃ν ἔχει ἄπαυστον ὄντα καὶ οὔποτε λήξοντα, ὅτι ψυχη̃σ τινοσ ἀεὶ οὔσησ ἐστὶν ἐνέργεια, οὐ πρὸσ αὐτὴν οὐδ' ἐν αὐτη̨̃, ἀλλ' ἐν ποιήσει καὶ γενέσει-εἰ οὐ̃ν ὑποθοίμεθα μηκέτι ἐνεργου̃σαν, ἀλλὰ παυσαμένην ταύτην τὴν ἐνέργειαν καὶ ἐπιστραφὲν καὶ του̃το τὸ μέροσ τη̃σ ψυχη̃σ πρὸσ τὸ ἐκει̃ καὶ τὸν αἰω̃να καὶ ἐν ἡσυχία̨ μένον, τί ἂν ἔτι μετὰ αἰω̃να εἴη; Τί δ' ἂν ἄλλο καὶ ἄλλο πάντων ἐν ἑνὶ μεινάντων; Τί δ' ἂν ἔτι πρότερον; Τί δ' ἂν ὕστερον [ἢ μα̃λλον]; Που̃ δ' ἂν ἔτι ψυχὴ ἐπιβάλλοι εἰσ ἄλλο ἢ ἐν ὡ̨̃ ἐστι; ['Ή] μα̃λλον δὲ οὐδὲ τούτω̨: ἀφεστήκοι γὰρ ἂν πρότερον, ἵνα ἐπιβάλη̨. 'Επεὶ οὐδ' ἂν ἡ σφαι̃ρα αὐτὴ εἴη, ἣ οὐ πρώτωσ ὑπάρχει:[χρόνοσ] ἐν χρόνω̨ γὰρ καὶ αὕτη καὶ ἔστι καὶ κινει̃ται, κἂν στη̨̃, ἐκείνησ ἐνεργούσησ, ὅση ἡ στάσισ αὐτη̃σ, μετρήσομεν, ἕωσ ἐκείνη του̃ αἰω̃νόσ ἐστιν ἔξω. Εἰ οὐ̃ν ἀποστάσησ ἐκείνησ καὶ ἑνωθείσησ ἀνή̨ρηται χρόνοσ, δη̃λον ὅτι ἡ ταύτησ ἀρχὴ πρὸσ ταυ̃τα κινήσεωσ καὶ οὑ̃τοσ ὁ βίοσ τὸν χρόνον γεννα̨̃. Διὸ καὶ εἴρηται ἅμα τω̨̃δε τω̨̃ παντὶ γεγονέναι, ὅτι ψυχὴ αὐτὸν μετὰ του̃δε του̃ παντὸσ ἐγέννησεν. 'Εν γὰρ τη̨̃ τοιαύτη̨ ἐνεργεία̨ καὶ τόδε γεγένηται τὸ πα̃ν: καὶ ἡ μὲν χρόνοσ, ὁ δὲ ἐν χρόνω̨. Εἰ δέ τισ λέγοι χρόνουσ λέγεσθαι αὐτω̨̃ καὶ τὰσ τω̃ν ἄστρων φορὰσ, ἀναμνησθήτω, ὅτι ταυ̃τά φησι γεγονέναι πρὸσ δήλωσιν καὶ <διορισμὸν χρόνου> καὶ τὸ <ἵνα ἠ̨̃ μέτρον ἐναργέσ>. 'Επεὶ γὰρ οὐκ ἠ̃ν τὸν χρόνον αὐτὸν τη̨̃ ψυχη̨̃ ὁρίσαι οὐδὲ μετρει̃ν παρ' αὐτοι̃σ ἕκαστον αὐτου̃ μέροσ ἀοράτου ὄντοσ καὶ οὐ ληπτου̃ καὶ μάλιστα ἀριθμει̃ν οὐκ εἰδόσιν, ἡμέραν καὶ νύκτα ποιει̃, δι' ὡ̃ν ἠ̃ν δύο τη̨̃ ἑτερότητι λαβει̃ν, ἀφ' οὑ̃ ἔννοιά, φησιν, ἀριθμου̃. Εἰ̃θ' ὅσον τὸ ἀπ' ἀνατολη̃σ εἰσ τὸ πάλιν λαμβάνουσιν ἠ̃ν ὅσον χρόνου διάστημα, ὁμαλου̃ ὄντοσ του̃ τη̃σ κινήσεωσ εἴδουσ ὅτω̨ ἐπερειδόμεθα, ἔχειν καὶ οἱ̃ον μέτρω̨ χρώμεθα τω̨̃ τοιούτω̨: μέτρω̨ δὲ του̃ χρόνου: οὐ γὰρ ὁ χρόνοσ αὐτὸσ μέτρον. Πω̃σ γὰρ ἂν καὶ μετροι̃ καὶ τί ἂν λέγοι μετρω̃ν; Τοσου̃τον εἰ̃ναι, ὅσον ἐγὼ τοσόνδε; Τίσ οὐ̃ν ὁ ἐγώ; 'Ή καθ' ὃν ἡ μέτρησισ. Οὐκου̃ν ὤν, ἵνα μετρη̨̃, καὶ μὴ μέτρον; 'Η οὐ̃ν κίνησισ ἡ του̃ παντὸσ μετρουμένη κατὰ χρόνον ἔσται, καὶ ὁ χρόνοσ οὐ μέτρον ἔσται κινήσεωσ κατὰ τὸ τί ἐστιν, ἀλλὰ κατὰ συμβεβηκὸσ ὢν ἄλλο τι πρότερον παρέξει δήλωσιν του̃ ὁπόση ἡ κίνησισ. Καὶ ἡ κίνησισ δὲ ληφθει̃σα ἡ μία ἐν τοσω̨̃δε χρόνω̨ πολλάκισ ἀριθμουμένη εἰσ ἔννοιαν ἄξει του̃ ὁπόσοσ παρελήλυθεν: ὥστε τὴν κίνησιν καὶ τὴν περιφορὰν εἴ τισ λέγοι τρόπον τινὰ μετρει̃ν τὸν χρόνον, ὅσον οἱ̃όν τε, ὡσ δηλου̃σαν ἐν τω̨̃ αὐτη̃σ τοσω̨̃δε τὸ τοσόνδε του̃ χρόνου, οὐκ ὂν λαβει̃ν οὐδὲ συνει̃ναι ἄλλωσ, οὐκ ἄτοποσ τη̃σ δηλώσεωσ. Τὸ οὐ̃ν μετρούμενον ὑπὸ τη̃σ περιφ 59;ρα̃σ-του̃το δέ ἐστι τὸ δηλούμενον-ὁ χρόνοσ ἔσται, οὐ γεννηθεὶσ ὑπὸ τη̃σ περιφορα̃σ, ἀλλὰ δηλωθείσ: καὶ οὕτω τὸ μέτρον τη̃σ κινήσεωσ, τὸ μετρηθὲν ὑπὸ κινήσεωσ ὡρισμένησ καὶ μετρούμενον ὑπὸ ταύτησ, ἄλλο ὂν αὐτη̃σ: ἐπεὶ καὶ εἰ μετρου̃ν ἄλλο ἠ̃ν, καὶ ἡ̨̃ μετρούμενον ἕτερον, μετρούμενον δὲ κατὰ συμβεβηκόσ. Καὶ οὕτωσ ἂν ἐλέγετο, ὡσ εἰ τὸ μετρούμενον ὑπὸ πήχεωσ λέγοι τισ τὸ μέγεθοσ εἰ̃ναι ὅ τί ποτ' ἐστὶν ἐκει̃νο μὴ λέγων, μέγεθοσ ὁριζόμενοσ, καὶ οἱ̃ον εἴ τισ τὴν κίνησιν αὐτὴν οὐ δυνάμενοσ τω̨̃ ἀόριστον εἰ̃ναι δηλω̃σαι λέγοι τὸ μετρούμενον ὑπὸ τόπου: λαβὼν γὰρ τόπον τισ, ὃν ἐπεξη̃λθεν ἡ κίνησισ, τοσαύτην ἂν εἰ̃πεν εἰ̃ναι, ὅσοσ ὁ τόποσ.

18. χρόνον οὐ̃ν ἡ περιφορὰ δηλοι̃, ἐν ὡ̨̃ αὐτή. Δει̃ δὲ αὐτὸν τὸν χρόνον μηκέτι τὸ ἐν ὡ̨̃ ἔχειν, ἀλλὰ πρω̃τον αὐτὸν εἰ̃ναι ὅσ ἐστιν, ἐν ὡ̨̃ τὰ ἄλλα κινει̃ται καὶ ἕστηκεν ὁμαλω̃σκαὶ τεταγμένωσ, καὶ παρὰ μέν τινοσ τεταγμένου ἐμφαίνεσθαι καὶ προφαίνεσθαι εἰσ ἔννοιαν, οὐ μέντοι γίνεσθαι, εἴτε ἑστω̃τοσ εἴτε κινουμένου, μα̃λλον μέντοι κινουμένου: μα̃λλον γὰρ κινει̃ εἰσ γνώρισιν καὶ μετάβασιν ἐπὶ τὸν χρόνον ἡ κίνησισ ἤπερ ἡ στάσισ καὶ γνωριμώτερον τὸ ὁπόσον κεκίνηταί τι ἢ ὅσον ἕστηκε. Διὸ καὶ κινήσεωσ ἠνέχθησαν εἰσ τὸ εἰπει̃ν μέτρον ἀντὶ του̃ εἰπει̃ν κινήσει μετρούμενον, εἰ̃τα προσθει̃ναι τί ὂν κινήσει μετρει̃ται καὶ μὴ κατὰ συμβεβηκὸσ γινόμενον περί τι αὐτου̃ εἰπει̃ν καὶ ταυ̃τα ἐνηλλαγμένωσ. 'Αλλ' ἴσωσ ἐκει̃νοι οὐκ ἐνηλλαγμένωσ, ἡμει̃σ δὲ οὐ συνίεμεν, ἀλλὰ σαφω̃σ λεγόντων μέτρον κατὰ τὸ μετρούμενον οὐκ ἐτυγχάνομεν τη̃σ ἐκείνων γνώμησ. Αἴτιον δὲ του̃ μὴ συνιέναι ἡμα̃σ, ὅτι τί ὂν εἴτε μετρου̃ν εἴτε μετρούμενον οὐκ ...ἐδήλουν _διὰ τω̃ν συγγραμμάτων ὡσ εἰδόσι καὶ ἠκροαμένοισ αὐτω̃ν γράφοντεσ. 'Ο μέντοι Πλάτων οὔτε μετρου̃ν εἴρηκεν οὔτε μετρούμενον ὑπό τινοσ τὴν οὐσίαν αὐτου̃ εἰ̃ναι, ἀλλὰ εἰσ δήλωσιν αὐτου̃ τὴν περιφορὰν ἐλάχιστόν τι εἰλη̃φθαι πρὸσ ἐλάχιστον αὐτου̃ μέροσ, ὡσ ἐντευ̃θεν γινώσκειν δύνασθαι, οἱ̃ον καὶ ὅσον ὁ χρόνοσ. Τὴν μέντοι οὐσίαν αὐτου̃ δηλω̃σαι θέλων ἅμα οὐρανω̨̃ φησι γεγονέναι κατὰ παράδειγμα αἰω̃νοσ καὶ εἰκόνα κινητήν, ὅτι μὴ μένει μηδ' ὁ χρόνοσ τη̃σ ζωη̃σ οὐ μενούσησ, ἡ̨̃ συνθει̃ καὶ συντρέχει: ἅμα οὐρανω̨̃ δέ, ὅτι ζωὴ ἡ τοιαύτη καὶ τὸν οὐρανὸν ποιει̃ καὶ μία ζωὴ οὐρανὸν καὶχρόνον ἐργάζεται. 'Επιστραφείσησ οὐ̃ν ζωη̃σ ταύτησ εἰσ ἕν, εἰ δύναιτο, ὁμου̃ καὶ χρόνοσ πέπαυται ἐν τη̨̃ ζωη̨̃ ὢν ταύτη̨ καὶ οὐρανὸσ τὴν ζωὴν ταύτην οὐκ ἔχων. Εἰ δέ τισ τη̃σδε μὲν τη̃σ κινήσεωσ τὸ πρότερον καὶ τὸ ὕστερον λαμβάνων χρόνον λέγοι-εἰ̃ναι γάρ τι του̃το-τη̃σ δ' ἀληθεστέρασ κινήσεωσ τὸ πρότερον καὶ τὸ ὕστερον ἐχούσησ μὴ λέγοι τι εἰ̃ναι, ἀτοπώτατοσ ἂν εἴη, κινήσει μὲν ἀψύχω̨ διδοὺσ ἔχειν τὸ πρότερον καὶ ὕστερον καὶ χρόνον παρ' αὐτήν, κινήσει δέ, καθ' ἣν καὶ αὕτη ὑφέστηκε κατὰ μίμησιν, μὴ διδοὺσ του̃το, παρ' ἡ̃σ καὶ τὸ πρότερον καὶ τὸ ὕστερον πρώτωσ ὑπέστη αὐτουργου̃ οὔσησ κινήσεωσ καὶ ὥσπερ τὰσ ἐνεργείασ αὐτη̃σ ἑκάστασ γεννώσησ, οὕτω καὶ τὸ ἐφεξη̃σ, καὶ ἅμα τη̨̃ γεννήσει καὶ τὴν μετάβασιν αὐτω̃ν. Διὰ τί οὐ̃ν ταύτην μὲν τὴν κίνησιν τὴν του̃ παντὸσ ἀνάγομεν εἰσ περιοχὴν ἐκείνησ καὶ ἐν χρόνω̨ φαμέν, οὐχὶ δέ γε καὶ τὴν τη̃σ ψυχη̃σ κίνησιν τὴν ἐν αὐτη̨̃ ἐν διεξόδω̨ οὐ̃σαν ἀιδίω̨; 'Ή ὅτι τὸ πρὸ ταύτησ ἐστὶν αἰὼν οὐ συμπαραθέων οὐδὲ συμπαρατείνων αὐτη̨̃. Πρώτη οὐ̃ν αὕτη εἰσ χρόνον καὶ χρόνον ἐγέννησε καὶ σὺν τη̨̃ ἐνεργεία̨ αὑτη̃σ ἔχει. Πω̃σ οὐ̃ν πανταχου̃; 'Ότι κἀκείνη οὐδενὸσ ἀφέστηκε του̃ κόσμου μέρουσ, ὥσπερ οὐδ' ἡ ἐν ἡμι̃ν οὐδενὸσ ἡμω̃ν μέρουσ. Εἰ δέ τισ ἐν οὐχ ὑποστάσει ἢ ἐν οὐχ ὑπάρξει τὸν χρόνον λέγοι, δηλονότι ψεύδεσθαι καταθετέον αὐτόν, ὅταν λέγη̨ "ἠ̃ν" καὶ "ἔσται": οὕ 64;ω γὰρ ἔσται καὶ ἠ̃ν, ὡσ τὸ ἐνὡ̨̃ λέγει αὐτὸν ἔσεσθαι. 'Αλλὰ πρὸσ τοὺσ τοιούτουσ ἄλλοσ τρόποσ λόγων. 'Εκει̃νο δὲ ἐνθυμει̃σθαι δει̃ πρὸσ ἅπασι τοι̃σ εἰρημένοισ, ὡσ, ὅταν τισ τὸν κινούμενον ἄνθρωπον λαμβάνη̨ ὅσον προελήλυθε, καὶ τὴν κίνησιν λαμβάνει ὅση, καὶ ὅταν τὴν κίνησιν οἱ̃ον τὴν διὰ σκελω̃ν, ὁράτω καὶ τὸ πρὸ τη̃σ κινήσεωσ ταύτησ ἐν αὐτω̨̃ κίνημα ὅτι τοσου̃τον ἠ̃ν, εἴ γε ἐπὶ τοσου̃τον συνει̃χε τὴν κίνησιν του̃ σώματοσ. Τὸ μὲν δὴ σω̃μα τὸ κινούμενον τὸν τοσόνδε χρόνον ἀνάξει ἐπὶ τὴν κίνησιν τὴν τοσήνδε-αὕτη γὰρ αἰτία-καὶ τὸν χρόνον ταύτησ, ταύτην δὲ ἐπὶ τὴν τη̃σ ψυχη̃σ κίνησιν, ἥτισ τὰ ἴσα διειστήκει. Τὴν οὐ̃ν κίνησιν τη̃σ ψυχη̃σ εἰσ τί; Εἰσ ὃ γὰρ ἐθελήσει, ἀδιάστατον ἤδη. Του̃το τοίνυν τὸ πρώτωσ καὶ τὸ ἐν ὡ̨̃ τὰ ἄλλα: αὐτὸ δὲ οὐκέτι ἐν ὡ̨̃: οὐ γὰρ ἕξει [του̃το τοίνυν τὸ πρώτωσ]. Καὶ ἐπὶ τη̃σ ψυχη̃σ του̃ παντὸσ ὡσαύτωσ. '~Αρ' οὐ̃ν καὶ ἐν ἡμι̃ν χρόνοσ; 'Ή ἐν ψυχη̨̃ τη̨̃ τοιαύτη̨ πάση̨ καὶ ὁμοειδω̃σ ἐν πάση̨ καὶ αἱ πα̃σαι μία. Διὸ οὐ διασπασθήσεται ὁ χρόνοσ: ἐπεὶ οὐδ' ὁ αἰὼν ὁ κατ' ἄλλο ἐν τοι̃σ ὁμοειδέσι πα̃σιν.

III.8

1. παίζοντεσ δὴ τὴν πρώτην πρὶν ἐπιχειρει̃ν σπουδάζειν εἰ λέγοιμεν πάντα θεωρίασ ἐφίεσθαι καὶ εἰσ τέλοσ του̃το βλέπειν, οὐ μόνον ἔλλογα ἀλλὰ καὶ ἄλογα ζω̨̃α καὶ τὴν ἐν φυτοι̃σ φύσιν καὶ τὴν ταυ̃τα γεννω̃σαν γη̃ν, καὶ πάντα τυγχάνειν καθ' ὅσον οἱ̃όν τε αὐτοι̃σ κατὰ φύσιν ἔχοντα, ἄλλα δὲ ἄλλωσ καὶ θεωρει̃ν καὶ τυγχάνειν καὶ τὰ μὲν ἀληθω̃σ, τὰ δὲ μίμησιν καὶ εἰκόνα τούτου λαμβάνοντα- ἀ̃ρ' ἄν τισ ἀνάσχοιτο τὸ παράδοξον του̃ λόγου; 'Ή πρὸσ ἡμα̃σ αὐτου̃ γινομένου κίνδυνοσ οὐδεὶσ ἐν τω̨̃ παίζειν τὰ αὐτω̃ν γενήσεται. '~Αρ' οὐ̃ν καὶ ἡμει̃σ παίζοντεσ ἐν τω̨̃ παρόντι θεωρου̃μεν; 'Ή καὶ ἡμει̃σ καὶ πάντεσ ὅσοι παίζουσι του̃το ποιου̃σιν ἢ τούτου γε παίζουσιν ἐφιέμενοι. Καὶ κινδυνεύει, εἴτε τισ παι̃σ εἴτε ἀνὴρ παίζει ἢ σπουδάζει, θεωρίασ ἕνεκεν ὁ μὲν παίζειν, ὁ δὲ σπουδάζειν, καὶ πρα̃ξισ πα̃σα εἰσ θεωρίαν τὴν σπουδὴν ἔχειν, ἡ μὲν ἀναγκαία καὶ ἐπιπλέον, τὴν θεωρίαν ἕλκουσα πρὸσ τὸ ἔξω,ἡ δὲ ἑκούσιοσ λεγομένη ἐπ' ἔλαττον μέν, ὅμωσ δὲ καὶ αὕτη ἐφέσει θεωρίασ γινομένη. 'Αλλὰ ταυ̃τα μὲν ὕστερον: νυ̃ν δὲ λέγωμεν περί τε γη̃σ αὐτη̃σ καὶ δένδρων καὶ ὅλωσ φυτω̃ν τίσ αὐτω̃ν ἡ θεωρία, καὶ πω̃σ τὰ παρ' αὐτη̃σ ποιούμενα καὶ γεννώμενα ἐπὶ τὴν τη̃σ θεωρίασ ἀνάξομεν ἐνέργειαν, καὶ πω̃σ ἡ φύσισ, ἣν ἀφάνταστόν φασι καὶ ἄλογον εἰ̃ναι, θεωρίαν τε ἐν αὐτη̨̃ ἔχει καὶ ἃ ποιει̃ διὰ θεωρίαν ποιει̃, ἣν οὐκ ἔχει [καὶ πω̃σ].

2. 'Ότι μὲν οὐ̃ν οὔτε χει̃ρεσ ἐνταυ̃θα οὔτε πόδεσ οὔτε τι ὄργανον ἐπακτὸν ἢ σύμφυτον, ὕλησ δὲ δει̃, [ἐφ' ἡ̃σ ποιήσει,] καθ' ἣν ἐνειδοποιει̃, παντί που δη̃λον. Δει̃ δὲ καὶ τὸ μοχλεύειν ἀφελει̃ν ἐκ τη̃σ φυσικη̃σ ποιήσεωσ. Ποι̃οσ γὰρ ὠθισμὸσ ἢ τίσ μοχλεία χρώματα ποικίλα καὶ παντοδαπὰ καὶ σχήματα ποιει̃; 'Επεὶ οὐδὲ οἱ κηροπλάσται [ἢ κοροπλάθαι], εἰσ οὓσ δὴ καὶ βλέποντεσ ὠ̨ήθησαν τὴν τη̃σ φύσεωσ δημιουργίαν τοιαύτην εἰ̃ναι, χρώματα δύνανται ποιει̃ν μὴ χρώματα ἀλλαχόθεν ἐπάγοντεσ οἱ̃σ ποιου̃σιν. 'Αλλὰ γὰρ ἐχρη̃ν συννοου̃ντασ, ὡσ καὶ ἐπὶ τω̃ν τὰσ τέχνασ τὰσ τοιαύτασ μετιόντων [ὅτι] δει̃ τι ἐν αὐτοι̃σ μένειν, καθ' ὃ μένον διὰ χειρω̃ν ποιήσουσιν ἃ αὐτω̃ν ἔργα, ἐπὶ τὸ τοιου̃τον ἀνελθει̃ν τη̃σ φύσεωσ καὶ αὐτοὺσ καὶ συνει̃ναι, ὡσ μένειν δει̃ καὶ ἐνταυ̃θα τὴν δύναμιν τὴν οὐ διὰ χειρω̃ν ποιου̃σαν καὶ πα̃σαν μένειν. Οὐ γὰρ δὴ δει̃ται τω̃ν μὲν ὡσ μενόντων, τω̃ν δὲ ὡσ κινουμένων-ἡ γὰρ ὕλη τὸ κινούμενον, αὐτη̃σ δὲ οὐδὲν κινούμενον-ἢ ἐκει̃νο οὐκ ἔσται τὸ κινου̃νπρώτωσ, οὐδὲ ἡ φύσισ του̃το, ἀλλὰ τὸ ἀκίνητον τὸ ἐν τω̨̃ ὅλω̨. 'Ο μὲν δὴ λόγοσ, φαίη ἄν τισ, ἀκίνητοσ, αὕτη δὲ ἄλλη παρὰ τὸν λόγον καὶ κινουμένη. 'Αλλ' εἰ μὲν πα̃σαν φήσουσι, καὶ ὁ λόγοσ: εἰ δέ τι αὐτη̃σ ἀκίνητον, του̃το καὶ ὁ λόγοσ. Καὶ γὰρ εἰ̃δοσ αὐτὴν δει̃ εἰ̃ναι καὶ οὐκ ἐξ ὕλησ καὶ εἴδουσ: τί γὰρ δει̃ αὐτη̨̃ ὕλησ θερμη̃σ ἢ ψυχρα̃σ; 'Η γὰρ ὑποκειμένη καὶ δημιουργουμένη ὕλη ἥκει του̃το φέρουσα, ἢ γίνεται τοιαύτη ἡ μὴ ποιότητα ἔχουσα λογωθει̃σα. Οὐ γὰρ πυ̃ρ δει̃ προσελθει̃ν, ἵνα πυ̃ρ ἡ ὕλη γένηται, ἀλλὰ λόγον: ὃ καὶ σημει̃ον οὐ μικρὸν του̃ ἐν τοι̃σ ζώ̨οισ καὶ ἐν τοι̃σ φυτοι̃σ τοὺσ λόγουσ εἰ̃ναι τοὺσ ποιου̃ντασ καὶ τὴν φύσιν εἰ̃ναι λόγον, ὃσ ποιει̃ λόγον ἄλλον γέννημα αὐτου̃ δόντα μέν τι τω̨̃ ὑποκειμένω̨, μένοντα δ' αὐτόν. 'Ο μὲν οὐ̃ν λόγοσ ὁ κατὰ τὴν μορφὴν τὴν ὁρωμένην ἔσχατοσ ἤδη καὶ νεκρὸσ καὶ οὐκέτι ποιει̃ν δύναται ἄλλον, ὁ δὲ ζωὴν ἔχων ὁ του̃ ποιήσαντοσ τὴν μορφὴν ἀδελφὸσ ὢν καὶ αὐτὸσ τὴν αὐτὴν δύναμιν ἔχων ποιει̃ ἐν τω̨̃ γενομένω̨.

3. πω̃σ οὐ̃ν ποιω̃ν καὶ οὕτω ποιω̃ν θεωρίασ τινὸσ ἂν ἐφάπτοιτο; 'Ή, εἰ μένων ποιει̃ καὶ ἐν αὐτω̨̃ μένων καί ἐστι λόγοσ, εἴη ἂν αὐτὸσ θεωρία. 'Η μὲν γὰρ πρα̃ξισ γένοιτ' ἂν κατὰ λόγον ἑτέρα οὐ̃σα δηλονότι του̃ λόγου: ὁ μέντοι λόγοσ καὶ αὐτὸσ ὁ συνὼν τη̨̃ πράξει καὶ ἐπιστατω̃ν οὐκ ἂν εἴη πρα̃ξισ. Εἰ οὐ̃ν μὴ πρα̃ξισ ἀλλὰ λόγοσ, θεωρία: καὶ ἐπὶ παντὸσ λόγου ὁ μὲν ἔσχατοσ ἐκ θεωρίασ καὶ θεωρία οὕτωσ ὡσ τεθεωρημένοσ, ὁ δὲ πρὸ τούτου πα̃σ ὁ μὲν ἄλλοσ ἄλλωσ, ὁ μὴ ὡσ φύσισ ἀλλὰ ψυχή, ὁ δ' ἐν τη̨̃ φύσει καὶ ἡ φύσισ. '~Αρά γε καὶ αὐτὸσ ἐκ θεωρίασ; Πάντωσ μὲν ἐκθεωρίασ. 'Αλλ' εἰ καὶ αὐτὸσ τεθεωρηκὼσ αὑτόν; ἢ πω̃σ; ἔστι μὲν γὰρ ἀποτέλεσμα θεωρίασ καὶ θεωρήσαντόσ τινοσ. Πω̃σ δὲ αὕτη ἔχει θεωρίαν; Τὴν μὲν δὴ ἐκ λόγου οὐκ ἔχει: λέγω δ' ἐκ λόγου τὸ σκοπει̃σθαι περὶ τω̃ν ἐν αὐτη̨̃. Διὰ τί οὐ̃ν ζωή τισ οὐ̃σα καὶ λόγοσ καὶ δύναμισ ποιου̃σα; '~Αρ' ὅτι τὸ σκοπει̃σθαί ἐστι τὸ μήπω ἔχειν; 'Η δὲ ἔχει, καὶ διὰ του̃το ὅτι ἔχει καὶ ποιει̃. Τὸ οὐ̃ν εἰ̃ναι αὐτη̨̃ ὅ ἐστι του̃τό ἐστι τὸ ποιει̃ν αὐτη̨̃ καὶ ὅσον ἐστὶ του̃τό ἐστι τὸ ποιου̃ν. 'Έστι δὲ θεωρία καὶ θεώρημα, λόγοσ γάρ. Τω̨̃ οὐ̃ν εἰ̃ναι θεωρία καὶ θεώρημα καὶ λόγοσ τούτω̨ καὶ ποιει̃ ἡ̨̃ ταυ̃τά ἐστιν. 'Η ποίησισ ἄρα θεωρία ἡμι̃ν ἀναπέφανται: ἔστι γὰρ ἀποτέλεσμα θεωρίασ μενούσησ θεωρίασ οὐκ ἄλλο τι πραξάσησ, ἀλλὰ τω̨̃ εἰ̃ναι θεωρία ποιησάσησ.

4. καὶ εἴ τισ δὲ αὐτὴν ἔροιτο τίνοσ ἕνεκα ποιει̃, εἰ του̃ ἐρωτω̃ντοσ ἐθέλοι ἐπαίειν καὶ λέγειν, εἴποι ἄν: "'Εχρη̃ν μὲν μὴ ἐρωτα̃ν, ἀλλὰ συνιέναι καὶ αὐτὸν σιωπη̨̃, ὥσπερ ἐγὼ σιωπω̃ καὶ οὐκ εἴθισμαι λέγειν. Τί οὐ̃ν συνιέναι; 'Ότι τὸ γενόμενόν ἐστι θέαμα ἐμὸν σιωπώσησ, καὶ φύσει γενόμενον θεώρημα, καί μοι γενομένη̨ ἐκ θεωρίασ τη̃σ ὡδὶ τὴν φύσιν ἔχειν φιλοθεάμονα ὑπάρχειν. Καὶ τὸ θεωρου̃ν μου θεώρημα ποιει̃, ὥσπερ οἱ γεωμέτραι θεωρου̃ντεσ γράφουσιν: ἀλλ' ἐμου̃ μὴ γραφούσησ, θεωρούσησ δέ, ὑφίστανται αἱ τω̃ν σωμάτων γραμμαὶ ὥσπερ ἐκπίπτουσαι. Καί μοι τὸ τη̃σμητρὸσ καὶ τω̃ν γειναμένων ὑπάρχει πάθοσ: καὶ γὰρ ἐκει̃νοί εἰσιν ἐκ θεωρίασ καὶ ἡ γένεσισ ἡ ἐμὴ ἐκείνων οὐδὲν πραξάντων, ἀλλ' ὄντων μειζόνων λόγων καὶ θεωρούντων αὑτοὺσ ἐγὼ γεγέννημαι."

5. τί οὐ̃ν ταυ̃τα βούλεται; 'Ωσ ἡ μὲν λεγομένη φύσισ ψυχὴ οὐ̃σα, γέννημα ψυχη̃σ προτέρασ δυνατώτερον ζώσησ, ἡσυχη̨̃ ἐν ἑαυτη̨̃ θεωρίαν ἔχουσα οὐ πρὸσ τὸ ἄνω οὐδ' αὐ̃ ἔτι πρὸσ τὸ κάτω, στα̃σα δὲ ἐν ὡ̨̃ ἔστιν, ἐν τη̨̃ αὑτη̃σ στάσει καὶ οἱ̃ον συναισθήσει, τη̨̃ συνέσει ταύτη̨ καὶ συναισθήσει τὸ μετ' αὐτὴν εἰ̃δεν ὡσ οἱ̃όν τε αὐτη̨̃ καὶ οὐκέτι ἐζήτησεν ἄλλα θεώρημα ἀποτελέσασα ἀγλαὸν καὶ χάριεν. Καὶ εἴτε τισ βούλεται σύνεσίν τινα ἢ αἴσθησιν αὐτη̨̃ διδόναι, οὐχ οἵαν λέγομεν ἐπὶ τω̃ν ἄλλων τὴν αἴσθησιν ἢ τὴν σύνεσιν, ἀλλ' οἱ̃ον εἴ τισ τὴν καθύπνου ...τη̨̃ _ἐγρηγορότοσ προσεικάσειε. Θεωρου̃σα γὰρ θεώρημα αὐτη̃σ ἀναπαύεται γενόμενον αὐτη̨̃ ἐκ του̃ ἐν αὑτη̨̃ καὶ σὺν αὑτη̨̃ μένειν καὶ θεώρημα εἰ̃ναι: καὶ θεωρία ἄψοφοσ, ἀμυδροτέρα δέ. 'Ετέρα γὰρ αὐτη̃σ εἰσ θέαν ἐναργεστέρα, ἡ δὲ εἴδωλον θεωρίασ ἄλλησ. Ταύτη̨ δὴ καὶ τὸ γεννηθὲν ὑπ' αὐτη̃σ ἀσθενὲσ παντάπασιν, ὅτι ἀσθενου̃σα θεωρία ἀσθενὲσ θεώρημα ποιει̃: ἐπεὶ καὶ ἄνθρωποι, ὅταν ἀσθενήσωσιν εἰσ τὸ θεωρει̃ν, σκιὰν θεωρίασ καὶ λόγου τὴν πρα̃ξιν ποιου̃νται. 'Ότι γὰρ μὴ ἱκανὸν αὐτοι̃σ τὸ τη̃σ θεωρίασ ὑπ' ἀσθενείασ ψυχη̃σ, λαβει̃ν οὐ δυνάμενοι τὸ θέαμα ἱκανω̃σ καὶ διὰ του̃το οὐ πληρούμενοι, ἐφιέμενοι δὲ αὐτὸ ἰδει̃ν, εἰσ πρα̃ξιν φέρονται, ἵνα ἴδωσιν, ὃ μὴ νω̨̃ ἐδύναντο. 'Όταν γου̃νποιω̃σι, καὶ αὐτοὶ ὁρα̃ν βούλονται αὐτὸ καὶ θεωρει̃ν καὶ αἰσθάνεσθαι καὶ τοὺσ ἄλλουσ, ὅταν ἡ πρόθεσισ αὐτοι̃σ ὡσ οἱ̃όν τε πρα̃ξισ ἠ̨̃. Πανταχου̃ δὴ ἀνευρήσομεν τὴν ποίησιν καὶ τὴν πρα̃ξιν ἢ ἀσθένειαν θεωρίασ ἢ παρακολούθημα: ἀσθένειαν μέν, εἰ μηδέν τισ ἔχοι μετὰ τὸ πραχθέν, παρακολούθημα δέ, εἰ ἔχοι ἄλλο πρὸ τούτου κρει̃ττον του̃ ποιηθέντοσ θεωρει̃ν. Τίσ γὰρ θεωρει̃ν τὸ ἀληθινὸν δυνάμενοσ προηγουμένωσ ἔρχεται ἐπὶ τὸ εἴδωλον του̃ ἀληθινου̃; Μαρτυρου̃σι δὲ καὶ οἱ νωθέστεροι τω̃ν παίδων, οἳ πρὸσ τὰσ μαθήσεισ καὶ θεωρίασ ἀδυνάτωσ ἔχοντεσ ἐπὶ τὰσ τέχνασ καὶ τὰσ ἐργασίασ καταφέρονται.

6. 'Αλλὰ περὶ μὲν φύσεωσ εἰπόντεσ ὃν τρόπον θεωρία ἡ γένεσισ, ἐπὶ τὴν ψυχὴν τὴν πρὸ ταύτησ ἐλθόντεσ λέγωμεν, ὡσ ἡ ταύτησ θεωρία καὶ τὸ φιλομαθὲσ καὶ τὸ ζητητικὸν καὶ ἡ ἐξ ὡ̃ν ἐγνώκει ὠδὶσ καὶ τὸ πλη̃ρεσ πεποίηκεν αὐτὴν θεώρημα πα̃ν γενομένην ἄλλο θεώρημα ποιη̃σαι: οἱ̃ον ἡ τέχνη ποιει̃: ὅταν ἑκάστη πλήρησ ἠ̨̃, ἄλλην οἵαν μικρὰν τέχνην ποιει̃ ἐν παιγνίω̨ ἴνδαλμα ἔχοντι ἁπάντων: ἄλλωσ μέντοι ταυ̃τα ὥσπερ ἀμυδρὰ καὶ οὐ δυνάμενα βοηθει̃ν ἑαυτοι̃σ θεάματα καὶ θεωρήματα. Τὸ πρω̃τον. [Τὸ λογιστικὸν] οὐ̃ν αὐτη̃σ ἄνω πρὸσ τὸ ἄνω ἀεὶ πληρούμενον καὶ ἐλλαμπόμενον μένει ἐκει̃, τὸ δὲ τη̨̃ του̃ μεταλαβόντοσ πρώτη̨ μεταλήψει μεταλαμβάνον [πρόεισι]: πρόεισι γὰρ ἀεὶ ζωὴ ἐκ ζωη̃σ: ἐνέργεια γὰρ πανταχου̃ φθάνει καὶ οὐκ ἔστιν ὅτου ἀποστατει̃. Προιου̃σα μέντοι ἐα̨̃ τὸ πρότερον [τὸ ἑαυτη̃σ πρόσθεν] μέροσ οὑ̃ καταλέλοιπε μένειν: ἀπολιπου̃σα γὰρτὸ [ἑαυτη̃σ] πρόσθεν οὐκέτι ἔσται πανταχου̃, ἀλλ' ἐν ὡ̨̃ τελευτα̨̃ μόνον. Οὐκ ἴσον δὲ τὸ προιὸν τω̨̃ μείναντι. Εἰ οὐ̃ν πανταχου̃ δει̃ γίνεσθαι καὶ μὴ εἰ̃ναι ὅπου μὴ τὴν ἐνέργειαν τὴν αὐτὴν ἀεί τε τὸ πρότερον ἕτερον του̃ ὑστέρου, ἥκει δὲ ἡ ἐνέργεια ἐκ θεωρίασ ἢ πράξεωσ, πρα̃ξισ δὲ οὔπω ἠ̃ν-οὐ γὰρ οἱ̃όν τε πρὸ θεωρίασ-ἀνάγκη ἀσθενεστέραν μὲν ἑτέραν ἑτέρασ εἰ̃ναι, πα̃σαν δὲ θεωρίαν: ὥστε τὴν κατὰ τὴν θεωρίαν πρα̃ξιν δοκου̃σαν εἰ̃ναι τὴν ἀσθενεστάτην θεωρίαν εἰ̃ναι: ὁμογενὲσ γὰρ ἀεὶ δει̃ τὸ γεννώμενον εἰ̃ναι, ἀσθενέστερον μὴν τω̨̃ ἐξίτηλον καταβαι̃νον γίγνεσθαι. 'Αψοφητὶ μὲν δὴ πάντα, ὅτι μηδὲν ἐμφανου̃σ καὶ τη̃σ ἔξωθεν θεωρίασ ἢ πράξεωσ δει̃ται, καὶ ψυχὴ δὲ ἡ θεωρου̃σα καὶ τὸ οὕτω θεωρη̃σαν ἅτε ἐξωτέρω καὶ οὐχ ὡσαύτωσ τω̨̃ πρὸ αὐτη̃σ τὸ μετ' αὐτὴν ποιει̃: καὶ θεωρία τὴν θεωρίαν ποιει̃. Καὶ γὰρ οὐκ ἔχει πέρασ ἡ θεωρία οὐδὲ τὸ θεώρημα. Διὰ του̃το δέ: [ἢ καὶ διὰ του̃το] πανταχου̃: που̃ γὰρ οὐχί; 'Επεὶ καὶ ἐν πάση̨ ψυχη̨̃ τὸ αὐτό. Οὐ γὰρ περιγέγραπται μεγέθει. Οὐ μὴν ὡσαύτωσ ἐν πα̃σιν, ὥστε οὐδὲ ἐν παντὶ μέρει ψυχη̃σ ὁμοίωσ. Διὸ ὁ ἡνίοχοσ τοι̃σ ἵπποισ δίδωσιν ὡ̃ν εἰ̃δεν, οἱ δὲ λαβόντεσ δηλονότι ὀρέγοιντο ἂν ὡ̃ν εἰ̃δον: ἔλαβον γὰρ οὐ πα̃ν. 'Ορεγόμενοι δὲ εἰ πράττοιεν, οὑ̃ ὀρέγονται ἕνεκα πράττουσιν. '~Ην δὲ θεώρημα καὶ θεωρία ἐκει̃νο.

7. 'Η ἄρα πρα̃ξισ ἕνεκα θεωρίασ καὶ θεωρήματοσ: ὥστε καὶ τοι̃σ πράττουσιν ἡ θεωρία τέλοσ, καὶ οἱ̃ον ἐξ εὐθείασ ὃ μὴ ἠδυνήθησαν λαβει̃ν του̃το περιπλανώμενοι ἑλει̃ν ζητου̃σι. Καὶ γὰρ αὐ̃ ὅταν τύχωσιν οὑ̃ βούλονται, ὃ γενέσθαι ἠθέλησαν, οὐχ ἵνα μὴ γνω̃σιν, ἀλλ' ἵνα γνω̃σι καὶ παρὸν ἴδωσιν ἐν ψυχη̨̃, δη̃λον ὅτι κείμενον θεατόν. 'Επεὶ καὶ ἀγαθου̃ χάριν πράττουσι: του̃το δὲ οὐχ ἵνα ἔξω αὐτω̃ν, οὐδ' ἵνα μὴ ἔχωσιν, ἀλλ' ἵνα ἔχωσι τὸ ἐκ τη̃σ πράξεωσ ἀγαθόν. Του̃το δὲ που̃; 'Εν ψυχη̨̃. 'Ανέκαμψεν οὐ̃ν πάλιν ἡ πρα̃ξισ εἰσ θεωρίαν: ὃ γὰρ ἐν ψυχη̨̃ λαμβάνει λόγω̨ οὔση̨, τί ἂν ἄλλο ἢ λόγοσ σιωπω̃ν εἴη; Καὶ μα̃λλον, ὅσω̨ μα̃λλον. Τότε γὰρ καὶ ἡσυχίαν ἄγει καὶ οὐδὲν ζητει̃ ὡσ πληρωθει̃σα, καὶ ἡ θεωρία ἡ ἐν τω̨̃ τοιούτω̨ τω̨̃ πιστεύειν ἔχειν εἴσω κει̃ται. Καὶ ὅσω̨ ἐναργεστέρα ἡ πίστισ, ἡσυχαιτέρα καὶ ἡ θεωρία, ἡ̨̃ μα̃λλον εἰσ ἓν ἄγει, καὶ τὸ γινω̃σκον ὅσω̨ γινώσκει-ἤδη γὰρ σπουδαστέον-εἰσ ἓν τω̨̃ γνωσθέντι ἔρχεται. Εἰ γὰρ δύο, τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο ἔσται: ὥστε οἱ̃ον παράκειται, καὶ τὸ διπλου̃ν του̃το οὔπω ὠ̨κείωσεν, οἱ̃ον ὅταν ἐνόντεσ ...λόγοι ἐν _ψυχη̨̃ μηδὲν ποιω̃σι. Διὸ δει̃ μὴ ἔξωθεν τὸν λόγον εἰ̃ναι, ἀλλ' ἑνωθη̃ναι τη̨̃ ψυχη̨̃ του̃ μανθάνοντοσ, ἕωσ ἂν οἰκει̃ον εὕρη̨. 'Η μὲν οὐ̃ν ψυχή, ὅταν οἰκειωθη̨̃ καὶ διατεθη̨̃, ὅμωσ προφέρει καὶ προχειρίζεται-οὐ γὰρ πρώτωσ εἰ̃χε-καὶ καταμανθάνει, καὶ τη̨̃ προχειρίσει οἱ̃ον ἑτέρα αὐτου̃ γίνεται, καὶ διανοουμένη βλέπει ὡσ ἄλλο ὂν ἄλλο: καίτοι καὶ αὕτη λόγοσ ἠ̃ν καὶ οἱ̃ον νου̃σ, ἀλλ' ὁρω̃ν ἄλλο. 'Έστι γὰρ οὐ πλήρησ, ἀλλὰ ἐλλείπει τω̨̃ πρὸ αὐτη̃σ: ὁρα̨̃ μέντοι καὶ αὐτὴ ἡσύχωσ ἃ προφέρει. 'Ά μὲν γὰρ εὐ̃ προήνεγκεν, οὐκέτι προφέρει, ἃ δὲ προφέρει, τω̨̃ ἐλλιπει̃ προφέρει εἰσ ἐπίσκεψιν καταμανθάνουσα ὃ ἔχει. 'Εν δὲτοι̃σ πρακτικοι̃σ ἐφαρμόττει ἃ ἔχει τοι̃σ ἔξω. Καὶ τω̨̃ μὲν μα̃λλον ἔχειν ἢ ἡ φύσισ ἡσυχαιτέρα, καὶ τω̨̃ πλέον θεωρητικὴ μα̃λλον, τω̨̃ δὲ μὴ τελέωσ ἐφιεμένη μα̃λλον ἔχειν τὴν του̃ θεωρηθέντοσ καταμάθησιν καὶ θεωρίαν τὴν ἐξ ἐπισκέψεωσ. Καὶ ἀπολείπουσα δὲ καὶ ἐν ἄλλοισ γινομένη, εἰ̃τ' ἐπανιου̃σα πάλιν, θεωρει̃ τω̨̃ ἀπολειφθέντι αὐτη̃σ μέρει: ἡ δὲ στα̃σα ἐν αὑτη̨̃ ἡ̃ττον του̃το ποιει̃. Διὸ ὁ σπουδαι̃οσ λελόγισται ἤδη καὶ τὸ παρ' αὑτου̃ πρὸσ ἄλλον ἀποφαίνει: πρὸσ δὲ αὑτὸν ὄψισ. 'Ήδη γὰρ οὑ̃τοσ πρὸσ τὸ ἓν καὶ πρὸσ τὸ ἥσυχον οὐ μόνον τω̃ν ἔξω, ἀλλὰ καὶ πρὸσ αὑτόν, καὶ πάντα εἴσω.

8. 'Ότι μὲν οὐ̃ν πάντα τά τε ὡσ ἀληθω̃σ ὄντα ἐκ θεωρίασ καὶ θεωρία, καὶ τὰ ἐξ ἐκείνων γενόμενα θεωρούντων ἐκείνων καὶ αὐτὰ θεωρήματα, τὰ μὲν αἰσθήσει τὰ δὲ γνώσει ἢ δόξη̨, καὶ αἱ πράξεισ τὸ τέλοσ ἔχουσιν εἰσ γνω̃σιν καὶ ἡ ἔφεσισ γνώσεωσ καὶ αἱ γεννήσεισ ἀπὸ θεωρίασ εἰσ ἀποτελεύτησιν εἴδουσ καὶ θεωρήματοσ ἄλλου, καὶ ὅλωσ μιμήματα ὄντα ἕκαστα τω̃ν ποιούντων θεωρήματα ποιει̃ καὶ εἴδη, καὶ αἱ γινόμεναι ὑποστάσεισ μιμήσεισ ὄντων οὐ̃σαι ποιου̃ντα δείκνυσι τέλοσ ποιούμενα οὐ τὰσ ποιήσεισ οὐδὲ τὰσ πράξεισ, ἀλλὰ τὸ ἀποτέλεσμα ἵνα θεωρηθη̨̃, καὶ του̃το καὶ αἱ διανοήσεισ ἰδει̃ν θέλουσι καὶ ἔτι πρότερον αἱ αἰσθήσεισ, αἱ̃σ τέλοσ ἡ γνω̃σισ, καὶ ἔτι πρὸ τούτων ἡ φύσισ τὸ θεώρημα τὸ ἐν αὐτη̨̃ καὶ τὸν λόγον ποιει̃ ἄλλον λόγον ἀποτελου̃σα-τὰ μὲν ἠ̃ν αὐτόθεν λαβει̃ν, τὰ δ' ὑπέμνησεν ὁ λόγοσ-δη̃λόν που. 'Επεὶ κἀκει̃νοδη̃λον, ὡσ ἀναγκαι̃ον ἠ̃ν τω̃ν πρώτων ἐν θεωρία̨ ὄντων καὶ τὰ ἄλλα πάντα ἐφίεσθαι τούτου, εἴπερ τέλοσ ἅπασιν ἡ ἀρχή. 'Επεὶ καί, ὅταν τὰ ζω̨̃α γεννα̨̃, οἱ λόγοι ἔνδον ὄντεσ κινου̃σι, καὶ ἔστιν ἐνέργεια θεωρίασ του̃το καὶ ὠδὶσ του̃ πολλὰ ποιει̃ν εἴδη καὶ πολλὰ θεωρήματα καὶ λόγων πληρω̃σαι πάντα καὶ οἱ̃ον ἀεὶ θεωρει̃ν: τὸ γὰρ ποιει̃ν εἰ̃ναί τι εἰ̃δόσ ἐστι ποιει̃ν, του̃το δέ ἐστι πάντα πληρω̃σαι θεωρίασ. Καὶ αἱ ἁμαρτίαι δέ, αἵ τε ἐν τοι̃σ γινομένοισ αἵ τε ἐν τοι̃σ πραττομένοισ, θεωρούντων εἰσὶν ἐκ του̃ θεωρητου̃ παραφορα̨̃: καὶ ὅ γε κακὸσ τεχνίτησ ἔοικεν αἰσχρὰ εἴδη ποιου̃ντι. Καὶ οἱ ἐρω̃ντεσ δὲ ἰδόντων καὶ πρὸσ εἰ̃δοσ σπευδόντων.

9. ταυ̃τα μὲν οὕτω. Τη̃σ δὲ θεωρίασ ἀναβαινούσησ ἐκ τη̃σ φύσεωσ ἐπὶ ψυχὴν καὶ ἀπὸ ταύτησ εἰσ νου̃ν καὶ ἀεὶ οἰκειοτέρων τω̃ν θεωριω̃ν γιγνομένων καὶ ἑνουμένων τοι̃σ θεωρου̃σι καὶ ἐπὶ τη̃σ σπουδαίασ ψυχη̃σ πρὸσ τὸ αὐτὸ τω̨̃ ὑποκειμένω̨ ἰόντων τω̃ν ἐγνωσμένων ἅτε εἰσ νου̃ν σπευδόντων, ἐπὶ τούτου δηλονότι ἤδη ἓν ἄμφω οὐκ οἰκειώσει, ὥσπερ ἐπὶ τη̃σ ψυχη̃σ τη̃σ ἀρίστησ, ἀλλ' οὐσία̨ καὶ τω̨̃ <ταὐτὸν τὸ εἰ̃ναι καὶ τὸ νοει̃ν> εἰ̃ναι. Οὐ γὰρ ἔτι ἄλλο, τὸ δ' ἄλλο: πάλιν γὰρ αὐ̃ ἄλλο ἔσται, ὃ οὐκέτι ἄλλο καὶ ἄλλο. Δει̃ οὐ̃ν του̃το εἰ̃ναι ἓν ὄντωσ ἄμφω: του̃το δέ ἐστι θεωρία ζω̃σα, οὐ θεώρημα, οἱ̃ον τὸ ἐν ἄλλω̨. Τὸ γὰρ ἐν ἄλλω̨ ζω̃ν δι' ἐκει̃νο, οὐκ αὐτοζω̃ν. Εἰ οὐ̃ν ζήσεταί τι θεώρημα καὶ νόημα, δει̃ αὐτοζωὴν εἰ̃ναι οὐφυτικὴν οὐδὲ αἰσθητικὴν οὐδὲ ψυχικὴν τὴν ἄλλην. Νοήσεισ μὲν γάρ πωσ καὶ ἄλλαι: ἀλλ' ἡ μὲν φυτικὴ νόησισ, ἡ δὲ αἰσθητική, ἡ δὲ ψυχική. Πω̃σ οὐ̃ν νοήσεισ; 'Ότι λόγοι. Καὶ πα̃σα ζωὴ νόησίσ τισ, ἀλλὰ ἄλλη ἄλλησ ἀμυδροτέρα, ὥσπερ καὶ ζωή. 'Η δὲ ...ἐναργεστέρα_: αὕτη καὶ πρώτη ζωὴ καὶ πρω̃τοσ νου̃σ εἱ̃σ. Νόησισ οὐ̃ν ἡ πρώτη ζωὴ καὶ ζωὴ δευτέρα νόησισ δευτέρα καὶ ἡ ἐσχάτη ζωὴ ἐσχάτη νόησισ. Πα̃σα οὐ̃ν ζωὴ του̃ γένουσ τούτου καὶ νόησισ. 'Αλλὰ ζωη̃σ μὲν ἴσωσ διαφορὰσ τάχ' ἂν ...λέγοιεν _ἄνθρωποι, νοήσεων δὲ οὐ λέγουσιν, ἀλλὰ τὰσ μέν, τὰσ δ' ὅλωσ οὐ νοήσεισ, ὅτι ὅλωσ τὴν ζωὴν ὅ τι ποτέ ἐστιν οὐ ζητου̃σιν. 'Αλλ' ἐκει̃νό γε ἐπισημαντέον, ὅτι πάλιν αὐ̃ ὁ λόγοσ πάρεργον ἐνδείκνυται θεωρίασ τὰ πάντα ὄντα. Εἰ τοίνυν ἡ ζωὴ ἡ ἀληθεστάτη νοήσει ζωή ἐστιν, αὕτη δὲ ταὐτὸν τη̨̃ ἀληθεστάτη̨ νοήσει, ἡ ἀληθεστάτη νόησισ ζη̨̃ καὶ ἡ θεωρία καὶ τὸ θεώρημα τὸ τοιου̃το ζω̃ν καὶ ζωὴ καὶ ἓν ὁμου̃ τὰ δύο. 'Έν οὐ̃ν ὂν τὰ δύο πω̃σ αὐ̃ πολλὰ του̃το τὸ ἕν; 'Ή ὅτι οὐχ ἓν θεωρει̃. 'Επεὶ καὶ ὅταν τὸ ἓν θεωρη̨̃, οὐχ ὡσ ἕν: εἰ δὲ μή, οὐ γίνεται νου̃σ. 'Αλλὰ ἀρξάμενοσ ὡσ ἓν οὐχ ὡσ ἤρξατο ἔμεινεν, ἀλλ' ἔλαθεν ἑαυτὸν πολὺσ γενόμενοσ, οἱ̃ον βεβαρημένοσ, καὶ ἐξείλιξεν αὑτὸν πάντα ἔχειν θέλων -ὡσ βέλτιον ἠ̃ν αὐτω̨̃ μὴ ἐθελη̃σαι του̃το, δεύτερον γὰρ ἐγένετο-οἱ̃ον γὰρ κύκλοσ ἐξελίξασ αὑτὸν γέγονε καὶ σχη̃μα καὶ ἐπίπεδον καὶ περιφέρεια καὶ κέντρον καὶ γραμμαὶ καὶ τὰ μὲν ἄνω, τὰ δὲ κάτω: βελτίω μὲν ὅθεν, χείρω δὲ εἰσ ὅ.Τὸ γὰρ εἰσ ὃ οὐκ ἠ̃ν τοιου̃τον οἱ̃ον τὸ ἀφ' οὑ̃ καὶ εἰσ ὅ, οὐδ' αὐ̃ τὸ ἀφ' οὑ̃ καὶ εἰσ ὃ οἱ̃ον τὸ ἀφ' οὑ̃ μόνον. Καὶ ἄλλωσ δὲ ὁ νου̃σ οὐχ ἑνόσ τινοσ νου̃σ, ἀλλὰ καὶ πα̃σ: πα̃σ δὲ ὢν καὶ πάντων. Δει̃ οὐ̃ν αὐτὸν πάντα ὄντα καὶ πάντων καὶ τὸ μέροσ αὐτου̃ ἔχειν πα̃ν καὶ πάντα: εἰ δὲ μή, ἕξει τι μέροσ οὐ νου̃ν, καὶ συγκείσεται ἐξ οὐ νω̃ν, καὶ σωρόσ τισ συμφορητὸσ ἔσται ἀναμένων τὸ γενέσθαι νου̃σ ἐκ πάντων. Διὸ καὶ ἄπειροσ οὕτωσ καί, εἴ τι ἀπ' αὐτου̃, οὐκ ἠλάττωται, οὔτε τὸ ἀπ' αὐτου̃, ὅτι πάντα καὶ αὐτό, οὔτε ἐκει̃νοσ ὁ ἐξ οὑ̃, ὅτι μὴ σύνθεσισ ἠ̃ν ἐκ μορίων.

10. οὑ̃τοσ μὲν οὐ̃ν τοιου̃τοσ: διὸ οὐ πρω̃τοσ, ἀλλὰ δει̃ εἰ̃ναι τὸ <ἐπέκεινα> αὐτου̃, οὑ̃περ χάριν καὶ οἱ πρόσθεν λόγοι, πρω̃τον μέν, ὅτι πλη̃θοσ ἑνὸσ ὕστερον: καὶ ἀριθμὸσ δὲ οὑ̃τοσ, ἀριθμου̃ δὲ ἀρχὴ καὶ του̃ τοιούτου τὸ ...ὄντωσ _ἕν: καὶ οὑ̃τοσ νου̃σ καὶ νοητὸν ἅμα, ὥστε δύο ἅμα. Εἰ δὲ δύο, δει̃ τὸ πρὸ του̃ δύο λαβει̃ν. Τί οὐ̃ν; Νου̃σ μόνον; 'Αλλὰ παντὶ νω̨̃ συνέζευκται τὸ νοητόν: εἰ οὐ̃ν δει̃ μὴ συνεζευ̃χθαι τὸ νοητόν, οὐδὲ νου̃σ ἔσται. Εἰ οὐ̃ν μὴ νου̃σ, ἀλλ' ἐκφεύξεται τὰ δύο, τὸ πρότερον τω̃ν δύο τούτων ἐπέκεινα νου̃ εἰ̃ναι. Τί οὐ̃ν κωλύει τὸ νοητὸν αὐτὸ εἰ̃ναι; 'Ή ὅτι καὶ τὸ νοητὸν συνέζευκτο τω̨̃ νω̨̃. Εἰ οὐ̃ν μήτε νου̃σ μήτε νοητὸν εἴη, τί ἂν εἴη; 'Εξ οὑ̃ ὁ νου̃σ καὶ τὸ σὺν αὐτω̨̃ νοητὸν φήσομεν. Τί οὐ̃ν του̃το καὶ ποι̃όν τι αὐτὸ φαντασθησόμεθα; Καὶ γὰρ αὐ̃ ἢ νοου̃ν ἔσται ἢ ἀνόητόν τι.Νοου̃ν μὲν οὐ̃ν νου̃σ, ἀνόητον δὲ ἀγνοήσει καὶ ἑαυτό: ὥστε τί σεμνόν; Οὐδὲ γάρ, εἰ λέγοιμεν τὸ ἀγαθὸν εἰ̃ναι καὶ ἁπλούστατον εἰ̃ναι, δη̃λόν τι καὶ σαφὲσ ἐρου̃μεν τὸ ἀληθὲσ λέγοντεσ, ἕωσ ἂν μὴ ἔχωμεν ἐπὶ τί ἐρείδοντεσ τὴν διάνοιαν λέγομεν. Καὶ γὰρ αὐ̃ τη̃σ γνώσεωσ διὰ νου̃ τω̃ν ἄλλων γινομένησ καὶ τω̨̃ νω̨̃ νου̃ν γινώσκειν δυναμένων ὑπερβεβηκὸσ του̃το τὴν νου̃ φύσιν τίνι ἂν ἁλίσκοιτο ἐπιβολη̨̃ ἀθρόα̨; Πρὸσ ὃν δει̃ σημη̃ναι, ὅπωσ οἱ̃όν τε, τω̨̃ ἐν ἡμι̃ν ὁμοίω̨ φήσομεν. 'Έστι γάρ τι καὶ παρ' ἡμι̃ν αὐτου̃: ἢ οὐκ ἔστιν, ὅπου μὴ ἔστιν, οἱ̃σ ἐστι μετέχειν αὐτου̃. Τὸ γὰρ πανταχου̃ παρὸν στήσασ ὁπουου̃ν τὸ δυνάμενον ἔχειν ἔχεισ ἐκει̃θεν: ὥσπερ εἰ φωνη̃σ κατεχούσησ ἐρημίαν ἢ καὶ μετὰ τη̃σ ἐρημίασ καὶ ἀνθρώπουσ ἐν ὁτω̨ου̃ν του̃ ἐρήμου στήσασ οὐ̃σ τὴν φωνὴν κομιει̃ πα̃σαν καὶ αὐ̃ οὐ πα̃σαν. Τί οὐ̃ν ἐστιν ὃ κομιούμεθα νου̃ν παραστησάμενοι; 'Ή δει̃ τὸν νου̃ν οἱ̃ον εἰσ τοὐπίσω ἀναχωρει̃ν καὶ οἱ̃ον ἑαυτὸν ἀφέντα τοι̃σ εἰσ ὄπισθεν αὐτου̃ ἀμφίστομον ὄντα, % κἀκει̃να, εἰ ἐθέλοι ἐκει̃νο ὁρα̃ν, μὴ πάντα νου̃ν εἰ̃ναι. 'Έστι μὲν γὰρ αὐτὸσ ζωὴ πρώτη, ἐνέργεια οὐ̃σα ἐν διεξόδω̨ τω̃ν πάντων: διεξόδω̨ δὲ οὐ τη̨̃ διεξιούση̨, ἀλλὰ τη̨̃ διεξελθούση̨. Εἴπερ οὐ̃ν καὶ ζωή ἐστι καὶ διέξοδόσ ἐστι καὶ πάντα ἀκριβω̃σ καὶ οὐχ ὁλοσχερω̃σ ἔχει-ἀτελω̃σ γὰρ ἂν καὶ ἀδιαρθρώτωσ ἔχοι-ἔκ τινοσ ἄλλου αὐτὸν εἰ̃ναι, ὃ οὐκέτι ἐν διεξόδω̨, ἀλλὰ ἀρχὴ διεξόδου καὶ ἀρχὴζωη̃σ καὶ ἀρχὴ νου̃ καὶ τω̃ν πάντων. Οὐ γὰρ ἀρχὴ τὰ πάντα, ἀλλ' ἐξ ἀρχη̃σ τὰ πάντα, αὕτη δὲ οὐκέτι τὰ πάντα οὐδέ τι τω̃ν πάντων, ἵνα γεννήση̨ τὰ πάντα, καὶ ἵνα μὴ πλη̃θοσ ἠ̨̃, ἀλλὰ του̃ πλήθουσ ἀρχή: του̃ γὰρ γεννηθέντοσ πανταχου̃ τὸ γεννω̃ν ἁπλούστερον. Εἰ οὐ̃ν του̃το νου̃ν ἐγέννησεν, ἁπλούστερον νου̃ δει̃ αὐτὸ εἰ̃ναι. Εἰ δέ τισ οἴοιτο αὐτὸ τὸ ἓν καὶ τὰ πάντα εἰ̃ναι, ἤτοι καθ' ἓν ἕκαστον τω̃ν πάντων ἐκει̃νο ἔσται ἢ ὁμου̃ πάντα. Εἰ μὲν οὐ̃ν ὁμου̃ πάντα συνηθροισμένα, ὕστερον ἔσται τω̃ν πάντων: εἰ δὲ πρότερον τω̃ν πάντων, ἄλλα μὲν τὰ πάντα, ἄλλο δὲ αὐτὸ ἔσται τω̃ν πάντων: εἰ δὲ ἅμα καὶ αὐτὸ καὶ τὰ πάντα, οὐκ ἀρχὴ ἔσται. Δει̃ δὲ αὐτὸ ἀρχὴν εἰ̃ναι κα 53;̀ εἰ̃ναι πρὸ πάντων, ἵνα ἠ̨̃ μετ' αὐτὸ καὶ τὰ πάντα. Τὸ δὲ καθ' ἕκαστον τω̃ν πάντων πρω̃τον μὲν τὸ αὐτὸ ἔσται ὁτιου̃ν ὁτω̨ου̃ν, ἔπειτα ὁμου̃ πάντα, καὶ οὐδὲν διακρινει̃. Καὶ οὕτωσ οὐδὲν τω̃ν πάντων, ἀλλὰ πρὸ τω̃ν πάντων.

11. τί δὴ ὄν; Δύναμισ τω̃ν πάντων: ἡ̃σ μὴ οὔσησ οὐδ' ἂν τὰ πάντα, οὐδ' ἂν νου̃σ ζωὴ ἡ πρώτη καὶ πα̃σα. Τὸ δὲ ὑπὲρ τὴν ζωὴν αἴτιον ζωη̃σ: οὐ γὰρ ἡ τη̃σ ζωη̃σ ἐνέργεια τὰ πάντα οὐ̃σα πρώτη, ἀλλ' ὥσπερ προχυθει̃σα αὐτὴ οἱ̃ον ἐκ πηγη̃σ. Νόησον γὰρ πηγὴν ἀρχὴν ἄλλην οὐκ ἔχουσαν, δου̃σαν δὲ ποταμοι̃σ πα̃σαν αὑτήν, οὐκ ἀναλωθει̃σαν τοι̃σ ποταμοι̃σ, ἀλλὰ μένουσαν αὐτὴν ἡσύχωσ, τοὺσ δὲ ἐξ αὐτη̃σ προεληλυθότασ πρὶν ἄλλον ἄλλη̨ ῥει̃ν ὁμου̃ συνόντασ ἔτι, ἤδη δὲ οἱ̃ον ἑκάστουσ εἰδότασ οἱ̃ ἀφήσουσιν αὐτω̃ν τὰ ῥεύματα: ἢ ζωὴν φυτου̃ μεγίστου διὰ παντὸσ ἐλθου̃σαν ἀρχη̃σ μενούσησ καὶ οὐ σκεδασθείσησ περὶ πα̃ν αὐτη̃σ οἱ̃ονἐν ῥίζη̨ ἱδρυμένησ. Αὕτη τοίνυν παρέσχε μὲν τὴν πα̃σαν ζωὴν τω̨̃ φυτω̨̃ τὴν πολλήν, ἔμεινε δὲ αὐτὴ οὐ πολλὴ οὐ̃σα, ἀλλ' ἀρχὴ τη̃σ πολλη̃σ. Καὶ θαυ̃μα οὐδέν. 'Ή καὶ θαυ̃μα, πω̃σ τὸ πλη̃θοσ τη̃σ ζωη̃σ ἐξ οὐ πλήθουσ ἠ̃ν, καὶ οὐκ ἠ̃ν τὸ πλη̃θοσ, εἰ μὴ τὸ πρὸ του̃ πλήθουσ ἠ̃ν ὃ μὴ πλη̃θοσ ἠ̃ν. Οὐ γὰρ μερίζεται εἰσ τὸ πα̃ν ἡ ἀρχή: μερισθει̃σα γὰρ ἀπώλεσεν ἂν καὶ τὸ πα̃ν, καὶ οὐδ' ἂν ἔτι γένοιτο μὴ μενούσησ τη̃σ ἀρχη̃σ ἐφ' ἑαυτη̃σ ἑτέρασ οὔσησ. Διὸ καὶ ἡ ἀναγωγὴ πανταχου̃ ἐφ' ἕν. Καὶ ἐφ' ἑκάστου μέν τι ἕν, εἰσ ὃ ἀνάξεισ, καὶ τόδε πα̃ν εἰσ ἓν τὸ πρὸ αὐτου̃, οὐχ ἁπλω̃σ ἕν, ἕωσ τισ ἐπὶ τὸ ἁπλω̃σ ἓν ἔλθη̨: του̃το δὲ οὐκέτι ἐπ' ἄλλο. 'Αλλ' εἰ μὲν τὸ του̃ φυτου̃ ἕν-του̃το δὲ καὶ ἡ ἀρχὴ ἡ μένουσα-καὶ τὸ ζώ̨ου ἓν καὶ τὸ ψυχη̃σ ἓν καὶ τὸ του̃ παντὸσ ἓν λαμβάνοι, λαμβάνει ἑκασταχου̃ τὸ δυνατώτατον καὶ τὸ τίμιον: εἰ δὲ τὸ τω̃ν κατ' ἀλήθειαν ὄντων ἕν, τὴν ἀρχὴν καὶ πηγὴν καὶ δύναμιν, λαμβάνοι, ἀπιστήσομεν καὶ τὸ μηδὲν ὑπονοήσομεν; 'Ή ἐστι μὲν τὸ μηδὲν τούτων ὡ̃ν ἐστιν ἀρχή, τοιου̃το μέντοι, οἱ̃ον, μηδενὸσ αὐτου̃ κατηγορει̃σθαι δυναμένου, μὴ ὄντοσ, μὴ οὐσίασ, μὴ ζωη̃σ, τὸ ὑπὲρ πάντα αὐτω̃ν εἰ̃ναι. Εἰ δὲ ἀφελὼν τὸ εἰ̃ναι λαμβάνοισ, θαυ̃μα ἕξεισ. Καὶ βαλὼν πρὸσ αὐτὸ καὶ τυχὼν ἐντὸσ αὐτου̃ ἀναπαυσάμενοσ συννόει μα̃λλον τη̨̃ προσβολη̨̃ συνείσ, συνορω̃ν δὲ τὸ μέγα αὐτου̃ τοι̃σ μετ' αὐτὸ δι' αὐτὸ οὐ̃σιν.

12. 'Έτι δὲ καὶ ὡ̃δε: ἐπεὶ γὰρ ὁ νου̃σ ἐστιν ὄψισ τισ καὶ ὄψισ ὁρω̃σα, δύναμισ ἔσται εἰσ ἐνέργειαν ἐλθου̃σα. 'Έσται τοίνυν τὸ μὲν ὕλη, τὸ δὲ εἰ̃δοσ αὐτου̃ [οἱ̃ον καὶ ἡ κατ' ἐνέργειαν ὅρασισ], ὕλη δὲ ἐν νοητοι̃σ: ἐπεὶ καὶ ἡ ὅρασισ ἡ κατ' ἐνέργειαν διττὸν ἔχει: πρὶν γου̃ν ἰδει̃ν ἠ̃ν ἕν. Τὸ οὐ̃ν ἓν δύο γέγονε καὶ τὰ δύο ἕν. Τη̨̃ μὲν οὐ̃ν ὁράσει ἡ πλήρωσισ παρὰ του̃ αἰσθητου̃ καὶ ἡ οἱ̃ον τελείωσισ, τη̨̃ δὲ του̃ νου̃ ὄψει τὸ ἀγαθὸν τὸ πληρου̃ν. Εἰ γὰρ αὐτὸσ τὸ ἀγαθόν, τί ἔδει ὁρα̃ν ἢ ἐνεργει̃ν ὅλωσ; Τὰ μὲν γὰρ ἄλλα περὶ τὸ ἀγαθὸν καὶ διὰ τὸ ἀγαθὸν ἔχει τὴν ἐνέργειαν, τὸ δὲ ἀγαθὸν οὐδενὸσ δει̃ται: διὸ οὐδέν ἐστιν αὐτω̨̃ ἢ αὐτό. Φθεγξάμενοσ οὐ̃ν τὸ ἀγαθὸν μηδὲν ἔτι προσνόει: ἐὰν γάρ τι προσθη̨̃σ, ὡ̨̃ προσέθηκασ ὁτιου̃ν, ἐνδεὲσ ποιήσεισ. Διὸ οὐδὲ τὸ νοει̃ν, ἵνα μὴ καὶ ἄλλο, καὶ ποιήση̨σ δύο, νου̃ν καὶ ἀγαθόν. 'Ο μὲν γὰρ νου̃σ του̃ ἀγαθου̃, τὸ δ' ἀγαθὸν οὐ δει̃ται ἐκείνου: ὅθεν καὶ τυγχάνων του̃ ἀγαθου̃ ἀγαθοειδὲσ γίνεται καὶ τελειου̃ται παρὰ του̃ ἀγαθου̃, του̃ μὲν εἴδουσ του̃ ἐπ' αὐτω̨̃ παρὰ του̃ ἀγαθου̃ ἥκοντοσ ἀγαθοειδη̃ ποιου̃ντοσ. Οἱ̃ον δὲ ἐνορα̃ται ἐπ' αὐτω̨̃ ἴχνοσ του̃ ἀγαθου̃, τοιου̃τον τὸ ἀρχέτυπον ἐννοει̃ν προσήκει τὸ ἀληθινὸν ἐκείνου ἐνθυμηθέντα ἐκ του̃ ἐπὶ τω̨̃ νω̨̃ ἐπιθέοντοσ ἴχνουσ. Τὸ μὲν οὐ̃ν ἐπ' αὐτου̃ ἴχνοσ αὐτου̃ τω̨̃ νω̨̃ ὁρω̃ντι ἔδωκεν ἔχειν: ὥστε ἐν μὲν τω̨̃ νω̨̃ ἡ ἔφεσισ καὶ ἐφιέμενοσ ἀεὶ καὶ ἀεὶ τυγχάνων, ἐκει̃[νοσ] δὲ οὔτε ἐφιέμενοσ-τίνοσ γάρ; -οὔτε τυγχάνων: οὐδὲ γὰρ ἐφίετο. Οὐ τοίνυν οὐδὲ νου̃σ. 'Έφεσισγὰρ καὶ ἐν τούτω̨ καὶ σύννευσισ πρὸσ τὸ εἰ̃δοσ αὐτου̃. Του̃ δὴ νου̃ καλου̃ ὄντοσ καὶ πάντων καλλίστου, ἐν φωτὶ καθαρω̨̃ καὶ <αὐγη̨̃ καθαρα̨̃> κειμένου καὶ τὴν τω̃ν ὄντων περιλαβόντοσ φύσιν, οὑ̃ καὶ ὁ καλὸσ οὑ̃τοσ κόσμοσ σκιὰ καὶ εἰκών, καὶ ἐν πάση̨ ἀγλαία̨ κειμένου, ὅτι μηδὲν ἀνόητον μηδὲ σκοτεινὸν μηδ' ἄμετρον ἐν αὐτω̨̃, ζω̃ντοσ ζωὴν μακαρίαν, θάμβοσ μὲν ἂν ἔχοι τὸν ἰδόντα καὶ του̃τον καὶ ὡσ χρὴ εἰσ αὐτὸν εἰσδύντα καὶ αὐτω̨̃ γενόμενον ἕνα. 'Ωσ δὴ ὁ ἀναβλέψασ εἰσ τὸν οὐρανὸν καὶ τὸ τω̃ν ἄστρων φέγγοσ ἰδὼν τὸν ποιήσαντα ἐνθυμει̃ται καὶ ζητει̃, οὕτω χρὴ καὶ τὸν νοητὸν κόσμον ὃσ ἐθεάσατο καὶ ἐνει̃δε καὶ ἐθαύμασε τὸν κἀκείνου ποιητὴν τίσ ἄρα ὁ τοιου̃τον ὑποστήσασ ζητει̃ν, [ἢ που̃] ἢ πω̃σ, ὁ τοιου̃τον παι̃δα γεννήσασ νου̃ν, κόρον καλὸν καὶ παρ' αὐτου̃ γενόμενον κόρον. Πάντωσ τοι οὔτε νου̃σ ἐκει̃νοσ οὔτε κόροσ, ἀλλὰ καὶ πρὸ νου̃ καὶ κόρου: μετὰ γὰρ αὐτὸν νου̃σ καὶ κόροσ, δεηθέντα καὶ κεκορέσθαι καὶ νενοηκέναι: ἃ πλησίον μέν ἐστι του̃ ἀνενδεου̃σ καὶ του̃ νοει̃ν οὐδὲν δεομένου, πλήρωσιν δὲ ἀληθινὴν καὶ νόησιν ἔχει, ὅτι πρώτωσ ἔχει. Τὸ δὲ πρὸ αὐτω̃ν οὔτε δει̃ται οὔτε ἔχει: ἢ οὐκ ἂν τὸ ἀγαθὸν ἠ̃ν.

III.9

1. <Νου̃σ>, φησιν, <ὁρα̨̃ ἐνούσασ ἰδέασ> ἐν <τω̨̃ ὅ ἐστι ζω̨̃ον>: εἰ̃τα <διενοήθη>, φησίν, ὁ δημιουργόσ, ἃ ὁ <νου̃σ ὁρα̨̃> ἐν <τω̨̃ ὅ ἐστι ζω̨̃ον, καὶ τόδε> τὸ πα̃ν <ἔχειν>. Οὐκου̃ν φησιν ἤδη εἰ̃ναι τὰ εἴδη πρὸ του̃ νου̃, ὄντα δὲ αὐτὰ νοει̃ν τὸν νου̃ν; Πρω̃τον οὐ̃ν ἐκει̃νο, λέγω δὲ τὸ ζω̨̃ον, ζητητέον εἰ μὴ νου̃σ, ἀλλ' ἕτερον νου̃: τὸ γὰρ θεώμενον νου̃σ: τὸ τοίνυν ζω̨̃ον αὐτὸ οὐ νου̃σ, ἀλλὰ νοητὸν αὐτὸ φήσομεν καὶ τὸν νου̃ν ἔξω φήσομεν αὐτου̃ ἃ ὁρα̨̃ ἔχειν. Εἴδωλα ἄρα καὶ οὐ τἀληθη̃ ἔχει, εἰ ἐκει̃ τἀληθη̃. 'Εκει̃ γὰρ καὶ τὴν ἀλήθειάν φησιν εἰ̃ναι ἐν τω̨̃ ὄντι, οὑ̃ αὐτὸ ἕκαστον. 'Ή, κἂν ἕτερον ἑκάτερον, οὐ χωρὶσ ἀλλήλων, ἀλλ' ἢ μόνον τω̨̃ ἕτερα. 'Έπειτα οὐδὲν κωλύει ὅσον ἐπὶ τω̨̃ λεγομένω̨ ἓν εἰ̃ναι ἄμφω, διαιρούμενα δὲ τη̨̃ νοήσει, εἴπερ μόνον ὡσ ὂν τὸ μὲν νοητόν, τὸ δὲ νοου̃ν: ὃ γὰρ καθορα̨̃ οὔ φησιν ἐν ἑτέρω̨πάντωσ, ἀλλ' ἐν αὐτω̨̃ τω̨̃ ἐν αὑτω̨̃ τὸ νοητὸν ἔχειν. 'Ή τὸ μὲν νοητὸν οὐδὲν κωλύει καὶ νου̃ν εἰ̃ναι ἐν στάσει καὶ ἑνότητι καὶ ἡσυχία̨, τὴν δὲ του̃ νου̃ φύσιν του̃ ὁρω̃ντοσ ἐκει̃νον τὸν νου̃ν τὸν ἐν αὑτω̨̃ ἐνέργειάν τινα ἀπ' ἐκείνου, ἣ ὁρα̨̃ ἐκει̃νον: ὁρω̃ντα δὲ ἐκει̃νον [εἰ̃ναι] οἱ̃ον [ἐκει̃νον εἰ̃ναι] νου̃ν ἐκείνου, ὅτι νοει̃ ἐκει̃νον: νοου̃ντα δὲ ἐκει̃νον καὶ αὐτὸν νου̃ν καὶ νοητὸν ἄλλωσ εἰ̃ναι τω̨̃ μεμιμη̃σθαι. Του̃το οὐ̃ν ἐστι τὸ διανοηθέν, ἃ ἐκει̃ ὁρα̨̃, ἐν τω̨̃δε τω̨̃ κόσμω̨ ποιη̃σαι ζώ̨ων γένη τέσσαρα. Δοκει̃ γε μὴν τὸ διανοούμενον ἐπικεκρυμμένωσ ἕτερον ἐκείνων τω̃ν δύο ποιει̃ν. 'Άλλοισ δὲ δόξει τὰ τρία ἓν εἰ̃ναι, τὸ ζω̨̃ον αὐτὸ ὅ ἐστιν, ὁ νου̃σ, τὸ διανοούμενον. 'Ή, ὥσπερ ἐν πολλοι̃σ, προτείνων ἄλλωσ, ὁ δὲ ἄλλωσ νοει̃ τρία εἰ̃ναι. Καὶ τὰ μὲν δύο εἴρηται, τὸ δὲ τρίτον τί, ὃ διενοήθη τὰ ὁρώμενα ὑπὸ του̃ νου̃ ἐν τω̨̃ ζώ̨ω̨ κείμενα αὐτὸ ἐργάσασθαι καὶ ποιη̃σαι καὶ μερίσαι; 'Ή δυνατὸν τρόπον μὲν ἄλλον τὸν νου̃ν εἰ̃ναι τὸν μερίσαντα, τρόπον δὲ ἕτερον τὸν μερίσαντα μὴ τὸν νου̃ν εἰ̃ναι: ἡ̨̃ μὲν γὰρ παρ' αὐτου̃ τὰ μερισθέντα, αὐτὸν εἰ̃ναι τὸν μερίσαντα, ἡ̨̃ δ' αὐτὸσ ἀμέριστοσ μένει, τὰ δ' ἀπ' αὐτου̃ ἐστι τὰ μερισθέντα-ταυ̃τα δέ ἐστι ψυχαί-ψυχὴν εἰ̃ναι τὴν μερίσασαν εἰσ πολλὰσ ψυχάσ. Διὸ καί φησι του̃ τρίτου εἰ̃ναι τὸν μερισμὸν καὶ ἐν τω̨̃ τρίτω̨, ὅτι διενοήθη, ὃ οὐ νου̃ ἔργον-ἡ διάνοια-ἀλλὰ ψυχη̃σ μεριστὴν ἐνέργειαν ἐχούσησ ἐν μεριστη̨̃ φύσει.

2. οἱ̃ον γὰρ μια̃σ ἐπιστήμησ τη̃σ ὅλησ ὁ μερισμὸσ εἰσ τὰ θεωρήματα τὰ καθέκαστα οὐ σκεδασθείσησ οὐδὲ κατακερματισθείσησ, ἔχει δὲ ἕκαστον δυνάμει τὸ ὅλον, οὑ̃ τὸ αὐτὸ ἀρχὴ καὶ τέλοσ, καὶ οὕτω χρὴ παρασκευάζειν αὐτόν, ὡσ τὰσ ἀρχὰσ τὰσ ἐν αὐτω̨̃ καὶ τέλη εἰ̃ναι καὶ ὅλα καὶ πάντα εἰσ τὸ τη̃σ φύσεωσ ἄριστον: ὁ γενόμενόσ ἐστιν ἐκει̃: τούτω̨ γὰρ τω̨̃ ἀρίστω̨ αὐτου̃, ὅταν ἔχη̨, ἅψεται ἐκείνου.

3. 'Η πα̃σα ψυχὴ οὐδαμου̃ ἐγένετο οὐδὲ ἠ̃λθεν: οὐδὲ γὰρ ἠ̃ν ὅπου: ἀλλὰ τὸ σω̃μα γειτονη̃σαν μετέλαβεν αὐτη̃σ: διὸ οὐκ ἐν τω̨̃ σώματι οὐδ' ὁ Πλάτων φησί που, ἀλλὰ τὸ σω̃μα εἰσ αὐτήν. Αἱ δ' ἄλλαι ἔχουσιν ὅθεν-ἀπὸ γὰρ ψυχη̃σ-καὶ εἰσ ὅ, καὶ κατελθει̃ν καὶ μετελθει̃ν: ὅθεν καὶ ἀνελθει̃ν. 'Η δ' ἀεὶ ἄνω ἐν ὡ̨̃ πέφυκεν εἰ̃ναι ψυχή: τὸ δὲ ἐφεξη̃σ τὸ πα̃ν, οἱ̃ον τὸ πλησίον ἢ τὸ ὑφ' ἡλίω̨. Φωτίζεται μὲν οὐ̃ν ἡ μερικὴ πρὸσ τὸ πρὸ αὐτη̃σ φερομένη-ὄντι γὰρ ἐντυγχάνει-εἰσ δὲ τὸ μετ' αὐτὴν εἰσ τὸ μὴ ὄν. Του̃το δὲ ποιει̃, ὅταν πρὸσ αὑτήν: πρὸσ αὑτὴν γὰρ βουλομένη τὸ μετ' αὐτὴν ποιει̃ εἴδωλον αὐτη̃σ, τὸ μὴ ὄν, οἱ̃ον κενεμβατου̃σα καὶ ἀοριστοτέρα γινομένη: καὶ τούτου τὸ εἴδωλον τὸ ἀόριστον πάντη σκοτεινόν: ἄλογον γὰρ καὶ ἀνόητον πάντη καὶ πολὺ του̃ ὄντοσ ἀποστατου̃ν. Εἰσ δὲ τὸ μεταξύ ἐστιν ἐν τω̨̃ οἰκείω̨, πάλιν δὲ ἰδου̃σα οἱ̃ον δευτέρα̨ προσβολη̨̃ τὸ εἴδωλον ἐμόρφωσε καὶ ἡσθει̃σα ἔρχεται εἰσ αὐτό.

4. πω̃σ οὐ̃ν ἐξ ἑνὸσ πλη̃θοσ; 'Ότι πανταχου̃: οὐ γάρ ἐστιν ὅπου οὔ. Πάντα οὐ̃ν πληροι̃: πολλὰ οὐ̃ν, μα̃λλον δὲ πάντα ἤδη. Αὐτὸ μὲν γὰρ εἰ μόνον πανταχου̃, αὐτὸ ἂν ἠ̃ν τὰ πάντα: ἐπεὶ δὲ καὶ οὐδαμου̃, τὰ πάντα γίνεται μὲν δι' αὐτόν, ὅτι πανταχου̃ ἐκει̃νοσ, ἕτερα δὲ αὐτου̃, ὅτι αὐτὸσ οὐδαμου̃. Διὰ τί οὐ̃ν οὐκ αὐτὸσ μόνον πανταχου̃ καὶ αὐ̃ πρὸσ τούτω̨ καὶ οὐδαμου̃; 'Ότι δει̃ πρὸ πάντων ἓν εἰ̃ναι. Πληρου̃ν οὐ̃ν δει̃ αὐτὸν καὶ ποιει̃ν πάντα, οὐκ εἰ̃ναι τὰ πάντα, ἃ ποιει̃.

5. τὴν ψυχὴν αὐτὴν δει̃ ὥσπερ ὄψιν εἰ̃ναι, ὁρατὸν δὲ αὐτη̨̃ τὸν νου̃ν εἰ̃ναι, ἀόριστον πρὶν ἰδει̃ν, πεφυκυι̃αν δὲ νοει̃ν: ὕλην οὐ̃ν πρὸσ νου̃ν.

6. νοου̃ντεσ αὑτοὺσ βλέπομεν δηλονότι νοου̃σαν φύσιν, ἢ ψευδοίμεθα ἂν τὸ νοει̃ν. Εἰ οὐ̃ν νοου̃μεν καὶ ἑαυτοὺσ νοου̃μεν, νοερὰν οὐ̃σαν φύσιν νοου̃μεν: πρὸ ἄρα τη̃σ νοήσεωσ ταύτησ ἄλλη ἐστὶ νόησισ οἱ̃ον ἥσυχοσ. Καὶ οὐσίασ δὴ νόησισ καὶ ζωη̃σ νόησισ: ὥστε πρὸ ταύτησ τη̃σ ζωη̃σκαὶ οὐσίασ ἄλλη οὐσία καὶ ζωή. Ταυ̃τα ἄρα εἰ̃δεν, ὅσα ἐνέργειαι. Εἰ δὲ νόεσ αἱ ἐνέργειαι αἱ κατὰ τὸ νοει̃ν οὕτωσ ἑαυτούσ, τὸ νοητὸν ἡμει̃σ οἱ ὄντωσ. 'Η δὲ νόησισ ἡ αὐτω̃ν τὴν εἰκόνα φέρει.

7. τὸ μὲν πρω̃τον δύναμίσ ἐστι κινήσεωσ καὶ στάσεωσ, ὥστε ἐπέκεινα τούτων: τὸ δὲ δεύτερον ἕστηκέ τε καὶ κινει̃ται περὶ ἐκει̃νο: καὶ νου̃σ δὲ περὶ τὸ δεύτερον: ἄλλο γὰρ ὂν πρὸσ ἄλλο ἔχει τὴν νόησιν, τὸ δὲ ἓν νόησιν οὐκ ἔχει. Διπλου̃ν δὲ τὸ νοου̃ν, ...κἂν _αὐτὸν νοη̨̃, καὶ ἐλλιπέσ, ὅτι ἐν τω̨̃ νοει̃ν ἔχει τὸ εὐ̃, οὐκ ἐν τη̨̃ ὑποστάσει.

8. τὸ ἐνεργεία̨ παντὶ τω̨̃ ἐκ δυνάμεωσ εἰσ ἐνέργειαν ὅ ἐστι ταὐτὸν ἀεί, ἕωσ ἂν ἠ̨̃: ὥστε καὶ τὸ τέλειον καὶ τοι̃σ σώμασιν ὑπάρχει, οἱ̃ον τω̨̃ πυρί: ἀλλ' οὐ δύναται ἀεὶ εἰ̃ναι, ὅτι μεθ' ὕλησ: ὃ δ' ἂν ἀσύνθετον ὂν ἐνεργεία̨ ἠ̨̃, ἀεὶ ἔστιν. 'Έστι δὲ τὸ αὐτὸ ἐνεργεία̨ ὂν δυνάμει κατ' ἄλλο εἰ̃ναι.

9. 'Αλλ' οὐ ...νοει̃ _τὸ πρω̃τον ἐπέκεινα ...ὄντοσ_: ὁ δὲ νου̃σ τὰ ὄντα, καὶ ἔστι κίνησισ ἐνταυ̃θα καὶ στάσισ. Περὶ οὐδὲν γὰρ αὐτὸ τὸ πρω̃τον, τὰ ἄλλα δὲ περὶ αὐτὸ ἀναπαυόμενα ἕστηκεκαὶ κινει̃ται: ἡ γὰρ κίνησισ ἔφεσισ, τὸ δὲ οὐδενὸσ ἐφίεται: τίνοσ γὰρ τό γε ἀκρότατον; Οὐ νοει̃ οὐ̃ν οὐδὲ ἑαυτό; 'Ή ἡ̨̃ ἔχει ἑαυτό, καὶ νοει̃ν ὅλωσ λέγεται; 'Ή τω̨̃ ἔχειν ἑαυτὸ οὐ νοει̃ν λέγεται, ἀλλὰ τω̨̃ πρὸσ τὸ πρω̃τον βλέπειν. 'Έστι δὲ πρώτη ἐνέργεια καὶ αὐτὴ ἡ νόησισ. Εἰ οὐ̃ν αὕτη πρώτη, οὐδεμίαν δει̃ προτέραν. Τὸ οὐ̃ν παρέχον ταύτην ἐπέκεινα ταύτησ: ὥστε δευτέρα ἡ νόησισ μετ' ἐκει̃νο. Οὐδὲ γὰρ τὸ πρώτωσ σεμνὸν ἡ νόησισ: οὔκουν οὐδὲ πα̃σα, ἀλλ' ἡ του̃ ἀγαθου̃: ἐπέκεινα ἄρα νοήσεωσ τἀγαθόν. 'Αλλ' οὐ παρακολουθήσει αὑτω̨̃. Τί οὐ̃ν ἡ παρακολούθησισ αὐτω̨̃; 'Αγαθου̃ ὄντοσ ἢ οὔ; Εἰ μὲν γὰρ ὄντοσ, ἤδη ἐστὶ πρὸ τη̃σ παρακολουθήσεωσ τἀγαθόν: εἰ δ' ἡ παρακολούθησισ ποιει̃, οὐκ ἂν εἴη πρὸ ταύτησ τὸ ἀγαθόν: ὥστε οὐδ' αὐτὴ ἔσται μὴ οὐ̃σα ἀγαθου̃. Τί οὐ̃ν; Οὐδὲ ζη̨̃; 'Ή ζη̃ν μὲν οὐ λεκτέον, εἴπερ δέ, ζωὴν δίδωσι. Τὸ δὲ παρακολουθου̃ν ἑαυτω̨̃ καὶ τὸ νοου̃ν αὑτὸ δεύτερον: παρακολουθει̃ γάρ, ἵνα τη̨̃ ἐνεργεία̨ ταύτη̨ συνη̨̃ αὑτό. Δει̃ οὐ̃ν, εἰ καταμανθάνει αὑτό, ἀκαταμάθητον τετυχηκέναι εἰ̃ναι αὐτου̃ καὶ τη̨̃ αὐτου̃ φύσει ἐλλιπὲσ εἰ̃ναι, τη̨̃ δὲ νοήσει τελειου̃σθαι. Τὸ ἄρα κατανοει̃ν ἐξαιρετέον: ἡ γὰρ προσθήκη ἀφαίρεσιν καὶ ἔλλειψιν ποιει̃.

10. τὴν τη̃σ ψυχη̃σ οὐσίαν τίσ ποτέ ἐστι ζητου̃ντεσ σω̃μα οὐδὲν αὐτὴν δείξαντεσ εἰ̃ναι, οὐδ' ἐν ἀσωμάτοισ αὐ̃ ἁρμονίαν, τό τε τη̃σ ἐντελεχείασ οὔτε ἀληθὲσ οὕτωσ, ὡσ λέγεται, οὔτε δηλωτικὸν ὂν του̃ τί ἐστιν ἀφέντεσ, καὶ μὴν τη̃σ νοητη̃σ φύσεωσ εἰπόντεσ καὶ τη̃σ θείασ μοίρασ εἰ̃ναι τάχα μὲν ἄν τι σαφὲσ εἰρηκότεσ εἴημεν περὶ τη̃σ οὐσίασ αὐτη̃σ. 'Όμωσ γε μὴν προσωτέρω χωρει̃ν βέλτιον: τότε μὲν οὐ̃ν διη̨ρου̃μεν αἰσθητη̨̃ καὶ νοητη̨̃ φύσει διαστελλόμενοι, ἐν τω̨̃ νοητω̨̃ τὴν ψυχὴν τιθέμενοι. Νυ̃ν δὲ κείσθω μὲν ἐν τω̨̃ νοητω̨̃: κατ' ἄλλην δὲ ὁδὸν τὸ προσεχὲσ τη̃σ φύσεωσ αὐτη̃σ μεταδιώκωμεν. Λέγωμεν δὴ τὰ μὲν πρώτωσ εἰ̃ναι μεριστὰ καὶ τη̨̃ αὐτω̃ν φύσει σκεδαστά: ταυ̃τα δὲ εἰ̃ναι, ὡ̃νοὐδὲν μέροσ ταὐτόν ἐστιν οὔτε ἄλλω̨ μέρει οὔτε τω̨̃ ὅλω̨, τό τε μέροσ αὐτω̃ν ἔλαττον εἰ̃ναι δει̃ του̃ παντὸσ καὶ ὅλου. Ταυ̃τα δέ ἐστι τὰ αἰσθητὰ μεγέθη καὶ ὄγκοι, ὡ̃ν ἕκαστον ἴδιον τόπον ἔχει, καὶ οὐχ οἱ̃όν τε ἅμα ταὐτὸν ἐν πλείοσι τόποισ εἰ̃ναι. 'Η δέ ἐστιν ἀντιτεταγμένη ταύτη̨ οὐσία, οὐδαμη̨̃ μερισμὸν δεχομένη, ἀμερήσ τε καὶ ἀμέριστοσ, διάστημά τε οὐδὲν οὐδὲ δι' ἐπινοίασ δεχομένη, οὐ τόπου δεομένη οὐδ' ἔν τινι τω̃ν ὄντων γιγνομένη οὔτε κατὰ μέρη οὔτε κατὰ ὅλα, οἱ̃ον πα̃σιν ὁμου̃ τοι̃σ οὐ̃σιν ἐποχουμένη, οὐχ ἵνα ἐν αὐτοι̃σ ἱδρυθη̨̃, ἀλλ' ὅτι μὴ δύναται τὰ ἄλλα ἄνευ αὐτη̃σ εἰ̃ναι μηδὲ θέλει, ἀεὶ κατὰ τὰ αὐτὰ ἔχουσα οὐσία, κοινὸν ἁπάντων τω̃ν ἐφεξη̃σ οἱ̃ον κέντρον ἐν κύκλω̨, ἀφ' οὑ̃ πα̃σαι αἱ πρὸσ τὴν περιφέρειαν γραμμαὶ ἐξημμέναι οὐδὲν ἡ̃ττον ἐω̃σιν αὐτὸ ἐφ' ἑαυτου̃ μένειν ἔχουσαι παρ' αὐτου̃ τὴν γένεσιν καὶ τὸ εἰ̃ναι, καὶ μετέχουσι μὲν του̃ σημείου, καὶ ἀρχὴ τὸ ἀμερὲσ αὐται̃σ, προη̃λθόν γε μὴν ἐξαψάμεναι αὐτὰσ ἐκει̃. Τούτου δὴ του̃ πρώτωσ ἀμερίστου ὄντοσ ἐν τοι̃σ νοητοι̃σ καὶ τοι̃σ οὐ̃σιν ἀρχηγου̃ καὶ αὐ̃ ἐκείνου του̃ ἐν αἰσθητοι̃σ μεριστου̃ πάντη, πρὸσ μὲν του̃ αἰσθητου̃ καὶ ἐγγύσ τι τούτου καὶ ἐν τούτω̨ ἄλλη ἐστὶ φύσισ, μεριστὴ μὲν οὐ πρώτωσ, ὥσπερ τὰ σώματα, μεριστή γε μὴν γιγνομένη ἐν τοι̃σ σώμασιν: ὥστε διαιρουμένων τω̃ν σωμάτων μερίζεσθαι μὲν καὶ τὸ ἐν αὐτοι̃σ εἰ̃δοσ, ὅλον γε μὴν ἐν ἑκάστω̨ τω̃ν μερισθέντων εἰ̃ναι πολλὰ τὸ αὐτὸ γινόμενον, ὡ̃ν ἕκαστον πάντη ἄλλου ἀπέστη, ἅτε πάντη μεριστὸν γενόμενον: οἱ̃α χροιαὶ καὶ ποιότητεσ πα̃σαι καὶ ἑκάστημορφή, ἥτισ δύναται ὅλη ἐν πολλοι̃σ ἅμα εἰ̃ναι διεστηκόσιν οὐδὲν μέροσ ἔχουσα πάσχον τὸ αὐτὸ τω̨̃ ἄλλο πάσχειν: διὸ δὴ μεριστὸν πάντη καὶ του̃το θετέον. Πρὸσ δ' αὐ̃ ἐκείνη̨ τη̨̃ ἀμερίστω̨ πάντη φύσει ἄλλη ἑξη̃σ οὐσία ἀπ' ἐκείνησ οὐ̃σα, ἔχουσα μὲν τὸ ἀμέριστον ἀπ' ἐκείνησ, προόδω̨ δὲ τη̨̃ ἀπ' αὐτη̃σ ἐπὶ τὴν ἑτέραν σπεύδουσα φύσιν εἰσ μέσον ἀμφοι̃ν κατέστη, του̃ τε ἀμερίστου καὶ πρώτου καὶ του̃ περὶ τὰ σώματα μεριστου̃ του̃ ἐπὶ τοι̃σ σώμασιν, οὐχ ὅντινα τρόπον χρόα καὶ ποιότησ πα̃σα πολλαχου̃ μέν ἐστιν ἡ αὐτὴ ἐν πολλοι̃σ σωμάτων ὄγκοισ, ἀλλ' ἔστι τὸ ἐν ἑκάστω̨ ἀφεστὼσ του̃ ἑτέρου πάντη, καθόσον καὶ ὁ ὄγκοσ του̃ ὄγκου ἀπέστη: κἂν τὸ μέγεθοσ δε ;̀ ἓν ἠ̨̃, ἀλλὰ τό γε ἐφ' ἑκάστω̨ μέρει ταὐτὸν κοινωνίαν οὐδεμίαν εἰσ ὁμοπάθειαν ἔχει, ὅτι τὸ ταὐτὸν του̃το ἕτερον, τὸ δ' ἕτερόν ἐστι: πάθημα γὰρ τὸ ταὐτόν, οὐκ οὐσία ἡ αὐτή. '~Ην δὲ ἐπὶ ταύτη̨ τη̨̃ φύσει φαμὲν εἰ̃ναι τη̨̃ ἀμερίστω̨ προσχωρου̃σαν οὐσία̨, οὐσία τέ ἐστι καὶ ἐγγίγνεται σώμασι, περὶ ἃ καὶ μερίζεσθαι αὐτη̨̃ συμβαίνει οὐ πρότερον του̃το πασχούση̨, πρὶν σώμασιν ἑαυτὴν δου̃ναι. 'Εν οἱ̃σ οὐ̃ν γίγνεται σώμασι, κἂν ἐν τω̨̃ μεγίστω̨ γίγνηται καὶ ἐπὶ πάντα διεστηκότι, δου̃σ' ἑαυτὴν τω̨̃ ὅλω̨ οὐκ ἀφίσταται του̃ εἰ̃ναι μία. Οὐχοὕτωσ, ὡσ τὸ σω̃μα ἕν: τω̨̃ γὰρ συνεχει̃ τὸ σω̃μα ἕν, ἕκαστον δὲ τω̃ν μερω̃ν ἄλλο, τὸ δ' ἄλλο καὶ ἀλλαχου̃. Οὐδ' ὡσ ποιότησ μία. 'Η δ' ὁμου̃ μεριστή τε καὶ ἀμέριστοσ φύσισ, ἣν δὴ ψυχὴν εἰ̃ναί φαμεν, οὐχ οὕτωσ ὡσ τὸ συνεχὲσ μία, μέροσ ἄλλο, τὸ δ' ἄλλο ἔχουσα: ἀλλὰ μεριστὴ μέν, ὅτι ἐν πα̃σι μέρεσι του̃ ἐν ὡ̨̃ ἔστιν, ἀμέριστοσ δέ, ὅτι ὅλη ἐν πα̃σι καὶ ἐν ὁτω̨ου̃ν αὐτου̃ ὅλη. Καὶ ὁ του̃το κατιδὼν τὸ μέγεθοσ τη̃σ ψυχη̃σ καὶ τὴν δύναμιν αὐτη̃σ κατιδὼν εἴσεται, ὡσ θει̃ον τὸ χρη̃μα αὐτη̃σ καὶ θαυμαστὸν καὶ τω̃ν ὑπὲρ τὰ χρήματα φύσεων. Μέγεθοσ οὐκ ἔχουσα παντὶ μεγέθει σύνεστι καὶ ὡδὶ οὐ̃σα ὡδὶ πάλιν αὐ̃ ἐστιν οὐκ ἄλλω̨, ἀλλὰ τω̨̃ αὐτω̨̃: ὥστε μεμερίσθαι καὶ μὴ μεμερίσθαι αὐ̃, μα̃λλον δὲ μὴ μεμερίσθαι αὐτὴν μηδὲ μεμερισμένην γεγονέναι: μένει γὰρ μεθ' ἑαυτη̃σ ὅλη, περὶ δὲ τὰ σώματά ἐστι μεμερισμένη τω̃ν σωμάτων τω̨̃ οἰκείω̨ μεριστω̨̃ οὐ δυναμένων αὐτὴν ἀμερίστωσ δέξασθαι: ὥστε εἰ̃ναι τω̃ν σωμάτων πάθημα τὸν μερισμόν, οὐκ αὐτη̃σ.

11. 'Ότι δὲ τοιαύτην ἔδει τὴν ψυχη̃σ φύσιν εἰ̃ναι, καὶ τὸ παρὰ ταύτην οὐχ οἱ̃όν τε εἰ̃ναι ψυχὴν οὔτε ἀμέριστον οὐ̃σαν μόνον οὔτε μόνον μεριστήν, ἀλλ' ἀνάγκη ἄμφω του̃τον τὸν τρόπον εἰ̃ναι, ἐκ τω̃νδε δη̃λον. Εἴτε γὰρ οὕτωσ ἠ̃ν, ὡσ τὰ σώματα, ἄλλο, τὸ δὲ ἄλλο ἔχουσα μέροσ, οὐκ ἂν του̃ ἑτέρου παθόντοσ τὸ ἕτερον μέροσ εἰσ αἴσθησιν ἠ̃λθετου̃ παθόντοσ, ἀλλ' ἐκείνη ἂν ἡ ψυχή, οἱ̃ον ἡ περὶ τὸν δάκτυλον, ὡσ ἑτέρα καὶ ἐφ' ἑαυτη̃σ οὐ̃σα ἤ̨σθετο του̃ παθήματοσ: πολλαί γε ὅλωσ ἠ̃σαν ψυχαὶ αἱ διοικου̃σαι ἕκαστον ἡμω̃ν: καὶ δὴ καὶ τὸ πα̃ν τόδε οὐ μία, ἀλλὰ ἄπειροι χωρὶσ ἀλλήλων. Τὸ γὰρ τη̃σ συνεχείασ, εἰ μὴ εἰσ ἓν συντελοι̃, μάταιον: οὐ γὰρ δὴ ὅπερ ἀπατω̃ντεσ ἑαυτοὺσ λέγουσιν, ὡσ <διαδόσει> ἐπὶ τὸ ἡγεμονου̃ν ἴασιν αἱ αἰσθήσεισ, παραδεκτέον. Πρω̃τον μὲν γὰρ ἡγεμονου̃ν ψυχη̃σ μέροσ λέγειν ἀνεξετάστωσ λέγεται: πω̃σ γὰρ καὶ μεριου̃σι καὶ τὸ μὲν ἄλλο, τὸ δ' ἄλλο φήσουσι, τὸ δὲ ἡγεμονου̃ν; Πηλίκω̨ ποσω̨̃ διαιρου̃ντεσ ἑκάτερον ἢ τίνι διαφορα̨̃ ποιότητοσ, ἑνὸσ καὶ συνεχου̃σ ὄγκου ὄντοσ; Καὶ πότερα μόνον τὸ ἡγεμονου̃ν ἢ καὶ τὰ ἄλλα μέρη αἰσθήσεται; Καὶ εἰ μὲν μόνον, εἰ μὲν αὐτω̨̃ προσπέσοι τω̨̃ ἡγεμονου̃ντι, ἐν τίνι τόπω̨ ...ἱδρυμένον _τὸ αἴσθημα αἰσθήσεται; Εἰ δὲ ἄλλω̨ μέρει τη̃σ ψυχη̃σ, αἰσθάνεσθαι οὐ πεφυκὸσ τόδε τὸ μέροσ οὐ διαδώσει τω̨̃ ἡγεμονου̃ντι τὸ αὐτου̃ πάθημα, οὐδ' ὅλωσ αἴσθησισ ἔσται. Καὶ αὐτω̨̃ δὲ τω̨̃ ἡγεμονου̃ντι εἰ προσπέσοι, ἢ μέρει αὐτου̃ προσπεσει̃ταικαὶ αἰσθομένου του̃δε τὰ λοιπὰ οὐκέτι: μάταιον γάρ: ἢ πολλαὶ αἰσθήσεισ καὶ ἄπειροι ἔσονται καὶ οὐχ ὅμοιαι πα̃σαι: ἀλλ' ἡ μέν, ὅτι πρώτωσ ἔπαθον ἐγώ, ἡ δ' ὅτι τὸ ἄλλησ πάθημα ἠ̨σθόμην: που̃ τε ἐγένετο τὸ πάθημα, ἀγνοήσει ἑκάστη πάρεξ τη̃σ πρώτησ. 'Ή καὶ ἕκαστον μέροσ ψυχη̃σ ἀπατήσεται δοξάζον, ὅπου ἔστιν, ἐκει̃ γεγονέναι. Εἰ δὲ μὴ μόνον τὸ ἡγεμονου̃ν, ἀλλὰ καὶ ὁτιου̃ν μέροσ αἰσθήσεται, διὰ τί τὸ μὲν ἡγεμονου̃ν ἔσται, τὸ δὲ οὔ; 'Ή τί δει̃ ἐπ' ἐκει̃νο τὴν αἴσθησιν ἀνιέναι; Πω̃σ δὲ καὶ τὰ ἐκ πολλω̃ν αἰσθήσεων, οἱ̃ον ὤτων καὶ ὀμμάτων, ἕν τι γνώσεται; Εἰ δ' αὐ̃ πάντη ἓν ἡ ψυχὴ εἴη, οἱ̃ον ἀμέριστον πάντη καὶ ἐφ' ἑαυτου̃ ἕν, καὶ πάντη πλήθουσ καὶ μερισμου̃ ἐκφεύγοι φύσιν, οὐδὲν ὅλον, ὅ τι ἂν ψυχὴ καταλάβοι, ἐψυχωμένον ἔσται: ἀλλ' οἱ̃ον περὶ κέντρον στήσασα ἑαυτὴν ἑκάστου ἄψυχον ἂν εἴασε πάντα τὸν του̃ ζώ̨ου ὄγκον. Δει̃ ἄρα οὕτωσ ἕν τε καὶ πολλὰ καὶ μεμερισμένον καὶ ἀμέριστον ψυχὴν εἰ̃ναι, καὶ μὴ ἀπιστει̃ν, ὡσ ἀδύνατον τὸ αὐτὸ καὶ ἓν πολλαχου̃ εἰ̃ναι. Εἰ γὰρ του̃το μὴ παραδεχοίμεθα, ἡ τὰ πάντα συνέχουσα καὶ διοικου̃σα φύσισ οὐκ ἔσται, ἥτισ ὁμου̃ τε πάντα περιλαβου̃σα ἔχει καὶ μετὰ φρονήσεωσ ἄγει, πλη̃θοσ μὲν οὐ̃σα, ἐπείπερ πολλὰ τὰ ὄντα, μία δέ, ἵν' ἠ̨̃ ἓν τὸ συνέχον, τω̨̃ μὲν πολλω̨̃ αὐτη̃σ ἑνὶ ζωὴν χορηγου̃σα τοι̃σ μέρεσι πα̃σι, τω̨̃ δὲ ἀμερίστω̨ ἑνὶ φρονίμωσ ἄγουσα. 'Εν οἱ̃σ δὲ μὴ φρόνησισ, τὸ ἓν τὸ ἡγούμενον μιμει̃ται του̃το. Του̃τ' ἄρα ἐστὶ τὸ θείωσ ἠ̨νιγμένον <τη̃σ ἀμερίστου καὶ ἀεὶ κατὰ ; τὰ αὐτὰ ἐχούσησ καὶ τη̃σπερὶ τὰ σώματα γιγνομένησ μεριστη̃σ τρίτον ἐξ ἀμφοι̃ν συνεκεράσατο οὐσίασ εἰ̃δοσ>. 'Έστιν οὐ̃ν ψυχὴ ἓν καὶ πολλὰ οὕτωσ: τὰ δὲ ἐν τοι̃σ σώμασιν εἴδη πολλὰ καὶ ἕν: τὰ δὲ σώματα πολλὰ μόνον: τὸ δ' ὑπέρτατον ἓν μόνον.

Книго

[X]