Τό κατὰ Μα̃ρκον ἅγιον εὐαγγέλιον

Κεφάλαιον Α' (1)

1 ἀρχὴ του̃ εὐαγγελίου ’Ιησου̃ Χριστου̃ υἱου̃ θεου̃

2 καθὼς γέγραπται ἐν τω̨̃ ’Ησαΐα̨ τω̨̃ προφήτη̨ ἰδοὺ ἀποστέλλω τòν ἄγγελόν μου πρò προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου

3 φωνὴ βοω̃ντος ἐν τη̨̃ ἐρήμω̨ ἑτοιμάσατε τὴν ὁδòν κυρίου εὐθείας ποιει̃τε τὰς τρίβους αὐτου̃

4 ἐγένετο ’Ιωάννης ὁ βαπτίζων ἐν τη̨̃ ἐρήμω̨ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιω̃ν

5 καὶ ἐξεπορεύετο πρòς αὐτòν πα̃σα ἡ ’Ιουδαία χώρα καὶ οἱ ‘Ιεροσολυμι̃ται πάντες καὶ ἐβαπτίζοντο ὑπ' αὐτου̃ ἐν τω̨̃ ’Ιορδάνη̨ ποταμω̨̃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτω̃ν

6 καὶ ἠ̃ν ὁ ’Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτου̃ καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον

7 καὶ ἐκήρυσσεν λέγων ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου οὑ̃ οὐκ εἰμὶ ἱκανòς κύψας λυ̃σαι τòν ἱμάντα τω̃ν ὑποδημάτων αὐτου̃

8 ἐγὼ ἐβάπτισα ὑμα̃ς ὕδατι αὐτòς δὲ βαπτίσει ὑμα̃ς ἐν πνεύματι ἁγίω̨

9 καὶ ἐγένετο ἐν ἐκείναις ται̃ς ἡμέραις ἠ̃λθεν ’Ιησου̃ς ἀπò Ναζαρὲτ τη̃ς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τòν ’Ιορδάνην ὑπò ’Ιωάννου

10 καὶ εὐθὺς ἀναβαίνων ἐκ του̃ ὕδατος εἰ̃δεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τò πνευ̃μα ὡς περιστερὰν καταβαι̃νον εἰς αὐτόν

11 καὶ φωνὴ ἐγένετο ἐκ τω̃ν οὐρανω̃ν σὺ εἰ̃ ὁ υἱός μου ὁ ἀγαπητός ἐν σοὶ εὐδόκησα

12 καὶ εὐθὺς τò πνευ̃μα αὐτòν ἐκβάλλει εἰς τὴν ἔρημον

13 καὶ ἠ̃ν ἐν τη̨̃ ἐρήμω̨ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπò του̃ Σατανα̃ καὶ ἠ̃ν μετὰ τω̃ν θηρίων καὶ οἱ ἄγγελοι διηκόνουν αὐτω̨̃

14 μετὰ δὲ τò παραδοθη̃ναι τòν ’Ιωάννην ἠ̃λθεν ὁ ’Ιησου̃ς εἰς τὴν Γαλιλαίαν κηρύσσων τò εὐαγγέλιον του̃ θεου̃

15 καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρòς καὶ ἤγγικεν ἡ βασιλεία του̃ θεου̃ μετανοει̃τε καὶ πιστεύετε ἐν τω̨̃ εὐαγγελίω̨

16 καὶ παράγων παρὰ τὴν θάλασσαν τη̃ς Γαλιλαίας εἰ̃δεν Σίμωνα καὶ ’Ανδρέαν τòν ἀδελφòν Σίμωνος ἀμφιβάλλοντας ἐν τη̨̃ θαλάσση̨ ἠ̃σαν γὰρ ἁλιει̃ς

17 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς δευ̃τε ὀπίσω μου καὶ ποιήσω ὑμα̃ς γενέσθαι ἁλιει̃ς ἀνθρώπων

18 καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτω̨̃

19 καὶ προβὰς ὀλίγον εἰ̃δεν ’Ιάκωβον τòν του̃ Ζεβεδαίου καὶ ’Ιωάννην τòν ἀδελφòν αὐτου̃ καὶ αὐτοὺς ἐν τω̨̃ πλοίω̨ καταρτίζοντας τὰ δίκτυα

20 καὶ εὐθὺς ἐκάλεσεν αὐτούς καὶ ἀφέντες τòν πατέρα αὐτω̃ν Ζεβεδαι̃ον ἐν τω̨̃ πλοίω̨ μετὰ τω̃ν μισθωτω̃ν ἀπη̃λθον ὀπίσω αὐτου̃

21 καὶ εἰσπορεύονται εἰς Καφαρναούμ καὶ εὐθὺς τοι̃ς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν

22 καὶ ἐξεπλήσσοντο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ ἠ̃ν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματει̃ς

23 καὶ εὐθὺς ἠ̃ν ἐν τη̨̃ συναγωγη̨̃ αὐτω̃ν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτω̨ καὶ ἀνέκραξεν

24 λέγων τί ἡμι̃ν καὶ σοί ’Ιησου̃ Ναζαρηνέ ἠ̃λθες ἀπολέσαι ἡμα̃ς οἰ̃δά σε τίς εἰ̃ ὁ ἅγιος του̃ θεου̃

25 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς λέγων φιμώθητι καὶ ἔξελθε ἐξ αὐτου̃

26 καὶ σπαράξαν αὐτòν τò πνευ̃μα τò ἀκάθαρτον καὶ φωνη̃σαν φωνη̨̃ μεγάλη̨ ἐξη̃λθεν ἐξ αὐτου̃

27 καὶ ἐθαμβήθησαν ἅπαντες ὥστε συζητει̃ν πρòς ἑαυτοὺς λέγοντας τί ἐστιν του̃το διδαχὴ καινὴ κατ' ἐξουσίαν καὶ τοι̃ς πνεύμασι τοι̃ς ἀκαθάρτοις ἐπιτάσσει καὶ ὑπακούουσιν αὐτω̨̃

28 καὶ ἐξη̃λθεν ἡ ἀκοὴ αὐτου̃ εὐθὺς πανταχου̃ εἰς ὅλην τὴν περίχωρον τη̃ς Γαλιλαίας

29 καὶ εὐθὺς ἐκ τη̃ς συναγωγη̃ς ἐξελθόντες ἠ̃λθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ ’Ανδρέου μετὰ ’Ιακώβου καὶ ’Ιωάννου

30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα καὶ εὐθὺς λέγουσιν αὐτω̨̃ περὶ αὐτη̃ς

31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τη̃ς χειρός καὶ ἀφη̃κεν αὐτὴν ὁ πυρετός καὶ διηκόνει αὐτοι̃ς

32 ὀψίας δὲ γενομένης ὅτε ἔδυ ὁ ἥλιος ἔφερον πρòς αὐτòν πάντας τοὺς κακω̃ς ἔχοντας καὶ τοὺς δαιμονιζομένους

33 καὶ ἠ̃ν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρòς τὴν θύραν

34 καὶ ἐθεράπευσεν πολλοὺς κακω̃ς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν καὶ οὐκ ἤφιεν λαλει̃ν τὰ δαιμόνια ὅτι ἤ̨δεισαν αὐτόν

35 καὶ πρωΐ ἔννυχα λίαν ἀναστὰς ἐξη̃λθεν καὶ ἀπη̃λθεν εἰς ἔρημον τόπον κἀκει̃ προσηύχετο

36 καὶ κατεδίωξεν αὐτòν Σίμων καὶ οἱ μετ' αὐτου̃

37 καὶ εὑ̃ρον αὐτòν καὶ λέγουσιν αὐτω̨̃ ὅτι πάντες ζητου̃σίν σε

38 καὶ λέγει αὐτοι̃ς ἄγωμεν ἀλλαχου̃ εἰς τὰς ἐχομένας κωμοπόλεις ἵνα καὶ ἐκει̃ κηρύξω εἰς του̃το γὰρ ἐξη̃λθον

39 καὶ ἠ̃λθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτω̃ν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων

40 καὶ ἔρχεται πρòς αὐτòν λεπρòς παρακαλω̃ν αὐτòν καὶ γονυπετω̃ν καὶ λέγων αὐτω̨̃ ὅτι ἐὰν θέλη̨ς δύνασαί με καθαρίσαι

41 καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χει̃ρα αὐτου̃ ἥψατο καὶ λέγει αὐτω̨̃ θέλω καθαρίσθητι

42 καὶ εὐθὺς ἀπη̃λθεν ἀπ' αὐτου̃ ἡ λέπρα καὶ ἐκαθαρίσθη

43 καὶ ἐμβριμησάμενος αὐτω̨̃ εὐθὺς ἐξέβαλεν αὐτόν

44 καὶ λέγει αὐτω̨̃ ὅρα μηδενὶ μηδὲν εἴπη̨ς ἀλλὰ ὕπαγε σεαυτòν δει̃ξον τω̨̃ ἱερει̃ καὶ προσένεγκε περὶ του̃ καθαρισμου̃ σου ἃ προσέταξεν Μωϋση̃ς εἰς μαρτύριον αὐτοι̃ς

45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τòν λόγον ὥστε μηκέτι αὐτòν δύνασθαι φανερω̃ς εἰς πόλιν εἰσελθει̃ν ἀλλ' ἔξω ἐπ' ἐρήμοις τόποις ἠ̃ν καὶ ἤρχοντο πρòς αὐτòν πάντοθεν

 

Κεφάλαιον Β' (2)

1 καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι' ἡμερω̃ν ἠκούσθη ὅτι ἐν οἴκω̨ ἐστίν

2 καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρει̃ν μηδὲ τὰ πρòς τὴν θύραν καὶ ἐλάλει αὐτοι̃ς τòν λόγον

3 καὶ ἔρχονται φέροντες πρòς αὐτòν παραλυτικòν αἰρόμενον ὑπò τεσσάρων

4 καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτω̨̃ διὰ τòν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἠ̃ν καὶ ἐξορύξαντες χαλω̃σι τòν κράβαττον ὅπου ὁ παραλυτικòς κατέκειτο

5 καὶ ἰδὼν ὁ ’Ιησου̃ς τὴν πίστιν αὐτω̃ν λέγει τω̨̃ παραλυτικω̨̃ τέκνον ἀφίενταί σου αἱ ἁμαρτίαι

6 ἠ̃σαν δέ τινες τω̃ν γραμματέων ἐκει̃ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ται̃ς καρδίαις αὐτω̃ν

7 τί οὑ̃τος οὕτως λαλει̃ βλασφημει̃ τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἱ̃ς ὁ θεός

8 καὶ εὐθὺς ἐπιγνοὺς ὁ ’Ιησου̃ς τω̨̃ πνεύματι αὐτου̃ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοι̃ς λέγει αὐτοι̃ς τί ταυ̃τα διαλογίζεσθε ἐν ται̃ς καρδίαις ὑμω̃ν

9 τί ἐστιν εὐκοπώτερον εἰπει̃ν τω̨̃ παραλυτικω̨̃ ἀφίενταί σου αἱ ἁμαρτίαι ἢ εἰπει̃ν ἔγειρε καὶ ἀ̃ρον τòν κράβαττόν σου καὶ περιπάτει

10 ἵνα δὲ εἰδη̃τε ὅτι ἐξουσίαν ἔχει ὁ υἱòς του̃ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τη̃ς γη̃ς λέγει τω̨̃ παραλυτικω̨̃

11 σοὶ λέγω ἔγειρε ἀ̃ρον τòν κράβαττόν σου καὶ ὕπαγε εἰς τòν οἰ̃κόν σου

12 καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τòν κράβαττον ἐξη̃λθεν ἔμπροσθεν πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τòν θεòν λέγοντας ὅτι οὕτως οὐδέποτε εἴδομεν

13 καὶ ἐξη̃λθεν πάλιν παρὰ τὴν θάλασσαν καὶ πα̃ς ὁ ὄχλος ἤρχετο πρòς αὐτόν καὶ ἐδίδασκεν αὐτούς

14 καὶ παράγων εἰ̃δεν Λευὶν τòν του̃ ‘Αλφαίου καθήμενον ἐπὶ τò τελώνιον καὶ λέγει αὐτω̨̃ ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτω̨̃

15 καὶ γίνεται κατακει̃σθαι αὐτòν ἐν τη̨̃ οἰκία̨ αὐτου̃ καὶ πολλοὶ τελω̃ναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τω̨̃ ’Ιησου̃ καὶ τοι̃ς μαθηται̃ς αὐτου̃ ἠ̃σαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτω̨̃

16 καὶ οἱ γραμματει̃ς τω̃ν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τω̃ν ἁμαρτωλω̃ν καὶ τελωνω̃ν ἔλεγον τοι̃ς μαθηται̃ς αὐτου̃ ὅτι μετὰ τω̃ν τελωνω̃ν καὶ ἁμαρτωλω̃ν ἐσθίει

17 καὶ ἀκούσας ὁ ’Ιησου̃ς λέγει αὐτοι̃ς ὅτι οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατρου̃ ἀλλ' οἱ κακω̃ς ἔχοντες οὐκ ἠ̃λθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς

18 καὶ ἠ̃σαν οἱ μαθηταὶ ’Ιωάννου καὶ οἱ Φαρισαι̃οι νηστεύοντες καὶ ἔρχονται καὶ λέγουσιν αὐτω̨̃ διὰ τί οἱ μαθηταὶ ’Ιωάννου καὶ οἱ μαθηταὶ τω̃ν Φαρισαίων νηστεύουσιν οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν

19 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς μὴ δύνανται οἱ υἱοὶ του̃ νυμφω̃νος ἐν ὡ̨̃ ὁ νυμφίος μετ' αὐτω̃ν ἐστιν νηστεύειν ὅσον χρόνον ἔχουσιν τòν νυμφίον μετ' αὐτω̃ν οὐ δύνανται νηστεύειν

20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθη̨̃ ἀπ' αὐτω̃ν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨

21 οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν εἰ δὲ μή αἴρει τò πλήρωμα ἀπ' αὐτου̃ τò καινòν του̃ παλαιου̃ καὶ χει̃ρον σχίσμα γίνεται

22 καὶ οὐδεὶς βάλλει οἰ̃νον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή ῥήξει ὁ οἰ̃νος τοὺς ἀσκούς καὶ ὁ οἰ̃νος ἀπόλλυται καὶ οἱ ἀσκοί ἀλλὰ οἰ̃νον νέον εἰς ἀσκοὺς καινούς

23 καὶ ἐγένετο αὐτòν ἐν τοι̃ς σάββασιν παραπορεύεσθαι διὰ τω̃ν σπορίμων καὶ οἱ μαθηταὶ αὐτου̃ ἤρξαντο ὁδòν ποιει̃ν τίλλοντες τοὺς στάχυας

24 καὶ οἱ Φαρισαι̃οι ἔλεγον αὐτω̨̃ ἴδε τί ποιου̃σιν τοι̃ς σάββασιν ὃ οὐκ ἔξεστιν

25 καὶ λέγει αὐτοι̃ς οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτòς καὶ οἱ μετ' αὐτου̃

26 πω̃ς εἰση̃λθεν εἰς τòν οἰ̃κον του̃ θεου̃ ἐπὶ ’Αβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τη̃ς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγει̃ν εἰ μὴ τοὺς ἱερει̃ς καὶ ἔδωκεν καὶ τοι̃ς σὺν αὐτω̨̃ οὐ̃σιν

27 καὶ ἔλεγεν αὐτοι̃ς τò σάββατον διὰ τòν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τò σάββατον

28 ὥστε κύριός ἐστιν ὁ υἱòς του̃ ἀνθρώπου καὶ του̃ σαββάτου

 

Κεφάλαιον Γ' (3)

1 καὶ εἰση̃λθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἠ̃ν ἐκει̃ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χει̃ρα

2 καὶ παρετήρουν αὐτòν εἰ τοι̃ς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτου̃

3 καὶ λέγει τω̨̃ ἀνθρώπω̨ τω̨̃ τὴν ξηρὰν χει̃ρα ἔχοντι ἔγειρε εἰς τò μέσον

4 καὶ λέγει αὐτοι̃ς ἔξεστιν τοι̃ς σάββασιν ἀγαθòν ποιη̃σαι ἢ κακοποιη̃σαι ψυχὴν σω̃σαι ἢ ἀποκτει̃ναι οἱ δὲ ἐσιώπων

5 καὶ περιβλεψάμενος αὐτοὺς μετ' ὀργη̃ς συλλυπούμενος ἐπὶ τη̨̃ πωρώσει τη̃ς καρδίας αὐτω̃ν λέγει τω̨̃ ἀνθρώπω̨ ἔκτεινον τὴν χει̃ρα καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτου̃

6 καὶ ἐξελθόντες οἱ Φαρισαι̃οι εὐθὺς μετὰ τω̃ν ‘Ηρω̨διανω̃ν συμβούλιον ἐδίδουν κατ' αὐτου̃ ὅπως αὐτòν ἀπολέσωσιν

7 καὶ ὁ ’Ιησου̃ς μετὰ τω̃ν μαθητω̃ν αὐτου̃ ἀνεχώρησεν πρòς τὴν θάλασσαν καὶ πολὺ πλη̃θος ἀπò τη̃ς Γαλιλαίας ἠκολούθησεν καὶ ἀπò τη̃ς ’Ιουδαίας

8 καὶ ἀπò ‘Ιεροσολύμων καὶ ἀπò τη̃ς ’Ιδουμαίας καὶ πέραν του̃ ’Ιορδάνου καὶ περὶ Τύρον καὶ Σιδω̃να πλη̃θος πολύ ἀκούοντες ὅσα ἐποίει ἠ̃λθον πρòς αὐτόν

9 καὶ εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ ἵνα πλοιάριον προσκαρτερη̨̃ αὐτω̨̃ διὰ τòν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν

10 πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτω̨̃ ἵνα αὐτου̃ ἅψωνται ὅσοι εἰ̃χον μάστιγας

11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτòν ἐθεώρουν προσέπιπτον αὐτω̨̃ καὶ ἔκραζον λέγοντες ὅτι σὺ εἰ̃ ὁ υἱòς του̃ θεου̃

12 καὶ πολλὰ ἐπετίμα αὐτοι̃ς ἵνα μὴ αὐτòν φανερòν ποιήσωσιν

13 καὶ ἀναβαίνει εἰς τò ὄρος καὶ προσκαλει̃ται οὓς ἤθελεν αὐτός καὶ ἀπη̃λθον πρòς αὐτόν

14 καὶ ἐποίησεν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν ἵνα ὠ̃σιν μετ' αὐτου̃ καὶ ἵνα ἀποστέλλη̨ αὐτοὺς κηρύσσειν

15 καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια

16 καὶ ἐποίησεν τοὺς δώδεκα καὶ ἐπέθηκεν ὄνομα τω̨̃ Σίμωνι Πέτρον

17 καὶ ’Ιάκωβον τòν του̃ Ζεβεδαίου καὶ ’Ιωάννην τòν ἀδελφòν του̃ ’Ιακώβου καὶ ἐπέθηκεν αὐτοι̃ς ὀνόματα Βοανηργές ὅ ἐστιν υἱοὶ βροντη̃ς

18 καὶ ’Ανδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαι̃ον καὶ Μαθθαι̃ον καὶ θωμα̃ν καὶ ’Ιάκωβον τòν του̃ ‘Αλφαίου καὶ Θαδδαι̃ον καὶ Σίμωνα τòν Καναναι̃ον

19 καὶ ’Ιούδαν ’Ισκαριώθ ὃς καὶ παρέδωκεν αὐτόν

20 καὶ ἔρχεται εἰς οἰ̃κον καὶ συνέρχεται πάλιν ὁ ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγει̃ν

21 καὶ ἀκούσαντες οἱ παρ' αὐτου̃ ἐξη̃λθον κρατη̃σαι αὐτόν ἔλεγον γὰρ ὅτι ἐξέστη

22 καὶ οἱ γραμματει̃ς οἱ ἀπò ‘Ιεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τω̨̃ ἄρχοντι τω̃ν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια

23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαι̃ς ἔλεγεν αὐτοι̃ς πω̃ς δύναται Σατανα̃ς Σατανα̃ν ἐκβάλλειν

24 καὶ ἐὰν βασιλεία ἐφ' ἑαυτὴν μερισθη̨̃ οὐ δύναται σταθη̃ναι ἡ βασιλεία ἐκείνη

25 καὶ ἐὰν οἰκία ἐφ' ἑαυτὴν μερισθη̨̃ οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθη̃ναι

26 καὶ εἰ ὁ Σατανα̃ς ἀνέστη ἐφ' ἑαυτòν καὶ ἐμερίσθη οὐ δύναται στη̃ναι ἀλλὰ τέλος ἔχει

27 ἀλλ' οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν του̃ ἰσχυρου̃ εἰσελθὼν τὰ σκεύη αὐτου̃ διαρπάσαι ἐὰν μὴ πρω̃τον τòν ἰσχυρòν δήση̨ καὶ τότε τὴν οἰκίαν αὐτου̃ διαρπάσει

28 ἀμὴν λέγω ὑμι̃ν ὅτι πάντα ἀφεθήσεται τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν

29 ὃς δ' ἂν βλασφημήση̨ εἰς τò πνευ̃μα τò ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τòν αἰω̃να ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος

30 ὅτι ἔλεγον πνευ̃μα ἀκάθαρτον ἔχει

31 καὶ ἔρχεται ἡ μήτηρ αὐτου̃ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρòς αὐτòν καλου̃ντες αὐτόν

32 καὶ ἐκάθητο περὶ αὐτòν ὄχλος καὶ λέγουσιν αὐτω̨̃ ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαι σου ἔξω ζητου̃σίν σε

33 καὶ ἀποκριθεὶς αὐτοι̃ς λέγει τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου

34 καὶ περιβλεψάμενος τοὺς περὶ αὐτòν κύκλω̨ καθημένους λέγει ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου

35 ὃς γὰρ ἂν ποιήση̨ τò θέλημα του̃ θεου̃ οὑ̃τος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν

 

Κεφάλαιον Δ' (4)

1 καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν καὶ συνάγεται πρòς αὐτòν ὄχλος πλει̃στος ὥστε αὐτòν εἰς πλοι̃ον ἐμβάντα καθη̃σθαι ἐν τη̨̃ θαλάσση̨ καὶ πα̃ς ὁ ὄχλος πρòς τὴν θάλασσαν ἐπὶ τη̃ς γη̃ς ἠ̃σαν

2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαι̃ς πολλά καὶ ἔλεγεν αὐτοι̃ς ἐν τη̨̃ διδαχη̨̃ αὐτου̃

3 ἀκούετε ἰδοὺ ἐξη̃λθεν ὁ σπείρων σπει̃ραι

4 καὶ ἐγένετο ἐν τω̨̃ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἠ̃λθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό

5 καὶ ἄλλο ἔπεσεν ἐπὶ τò πετρω̃δες ὅπου οὐκ εἰ̃χεν γη̃ν πολλήν καὶ εὐθὺς ἐξανέτειλεν διὰ τò μὴ ἔχειν βάθος γη̃ς

6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη καὶ διὰ τò μὴ ἔχειν ῥίζαν ἐξηράνθη

7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό καὶ καρπòν οὐκ ἔδωκεν

8 καὶ ἄλλα ἔπεσεν εἰς τὴν γη̃ν τὴν καλήν καὶ ἐδίδου καρπòν ἀναβαίνοντα καὶ αὐξανόμενα καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν

9 καὶ ἔλεγεν ὃς ἔχει ὠ̃τα ἀκούειν ἀκουέτω

10 καὶ ὅτε ἐγένετο κατὰ μόνας ἠρώτων αὐτòν οἱ περὶ αὐτòν σὺν τοι̃ς δώδεκα τὰς παραβολάς

11 καὶ ἔλεγεν αὐτοι̃ς ὑμι̃ν τò μυστήριον δέδοται τη̃ς βασιλείας του̃ θεου̃ ἐκείνοις δὲ τοι̃ς ἔξω ἐν παραβολαι̃ς τὰ πάντα γίνεται

12 ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιω̃σιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθη̨̃ αὐτοι̃ς

13 καὶ λέγει αὐτοι̃ς οὐκ οἴδατε τὴν παραβολὴν ταύτην καὶ πω̃ς πάσας τὰς παραβολὰς γνώσεσθε

14 ὁ σπείρων τòν λόγον σπείρει

15 οὑ̃τοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδòν ὅπου σπείρεται ὁ λόγος καὶ ὅταν ἀκούσωσιν εὐθὺς ἔρχεται ὁ Σατανα̃ς καὶ αἴρει τòν λόγον τòν ἐσπαρμένον εἰς αὐτούς

16 καὶ οὑ̃τοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τòν λόγον εὐθὺς μετὰ χαρα̃ς λαμβάνουσιν αὐτόν

17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοι̃ς ἀλλὰ πρόσκαιροί εἰσιν εἰ̃τα γενομένης θλίψεως ἢ διωγμου̃ διὰ τòν λόγον εὐθὺς σκανδαλίζονται

18 καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι οὑ̃τοί εἰσιν οἱ τòν λόγον ἀκούσαντες

19 καὶ αἱ μέριμναι του̃ αἰω̃νος καὶ ἡ ἀπάτη του̃ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τòν λόγον καὶ ἄκαρπος γίνεται

20 καὶ ἐκει̃νοί εἰσιν οἱ ἐπὶ τὴν γη̃ν τὴν καλὴν σπαρέντες οἵτινες ἀκούουσιν τòν λόγον καὶ παραδέχονται καὶ καρποφορου̃σιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν

21 καὶ ἔλεγεν αὐτοι̃ς μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπò τòν μόδιον τεθη̨̃ ἢ ὑπò τὴν κλίνην οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθη̨̃

22 οὐ γάρ ἐστιν κρυπτòν ἐὰν μὴ ἵνα φανερωθη̨̃ οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ' ἵνα ἔλθη̨ εἰς φανερόν

23 εἴ τις ἔχει ὠ̃τα ἀκούειν ἀκουέτω

24 καὶ ἔλεγεν αὐτοι̃ς βλέπετε τί ἀκούετε ἐν ὡ̨̃ μέτρω̨ μετρει̃τε μετρηθήσεται ὑμι̃ν καὶ προστεθήσεται ὑμι̃ν

25 ὃς γὰρ ἔχει δοθήσεται αὐτω̨̃ καὶ ὃς οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτου̃

26 καὶ ἔλεγεν οὕτως ἐστὶν ἡ βασιλεία του̃ θεου̃ ὡς ἄνθρωπος βάλη̨ τòν σπόρον ἐπὶ τη̃ς γη̃ς

27 καὶ καθεύδη̨ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν καὶ ὁ σπόρος βλαστα̨̃ καὶ μηκύνηται ὡς οὐκ οἰ̃δεν αὐτός

28 αὐτομάτη ἡ γη̃ καρποφορει̃ πρω̃τον χόρτον εἰ̃τα στάχυν εἰ̃τα πλήρης σι̃τον ἐν τω̨̃ στάχυϊ

29 ὅταν δὲ παραδοι̃ ὁ καρπός εὐθὺς ἀποστέλλει τò δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός

30 καὶ ἔλεγεν πω̃ς ὁμοιώσωμεν τὴν βασιλείαν του̃ θεου̃ ἢ ἐν τίνι αὐτὴν παραβολη̨̃ θω̃μεν

31 ὡς κόκκω̨ σινάπεως ὃς ὅταν σπαρη̨̃ ἐπὶ τη̃ς γη̃ς μικρότερον ὂν πάντων τω̃ν σπερμάτων τω̃ν ἐπὶ τη̃ς γη̃ς

32 καὶ ὅταν σπαρη̨̃ ἀναβαίνει καὶ γίνεται μει̃ζον πάντων τω̃ν λαχάνων καὶ ποιει̃ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπò τὴν σκιὰν αὐτου̃ τὰ πετεινὰ του̃ οὐρανου̃ κατασκηνου̃ν

33 καὶ τοιαύταις παραβολαι̃ς πολλαι̃ς ἐλάλει αὐτοι̃ς τòν λόγον καθὼς ἠδύναντο ἀκούειν

34 χωρὶς δὲ παραβολη̃ς οὐκ ἐλάλει αὐτοι̃ς κατ' ἰδίαν δὲ τοι̃ς ἰδίοις μαθηται̃ς ἐπέλυεν πάντα

35 καὶ λέγει αὐτοι̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὀψίας γενομένης διέλθωμεν εἰς τò πέραν

36 καὶ ἀφέντες τòν ὄχλον παραλαμβάνουσιν αὐτòν ὡς ἠ̃ν ἐν τω̨̃ πλοίω̨ καὶ ἄλλα πλοι̃α ἠ̃ν μετ' αὐτου̃

37 καὶ γίνεται λαι̃λαψ μεγάλη ἀνέμου καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τò πλοι̃ον ὥστε ἤδη γεμίζεσθαι τò πλοι̃ον

38 καὶ αὐτòς ἠ̃ν ἐν τη̨̃ πρύμνη̨ ἐπὶ τò προσκεφάλαιον καθεύδων καὶ ἐγείρουσιν αὐτòν καὶ λέγουσιν αὐτω̨̃ διδάσκαλε οὐ μέλει σοι ὅτι ἀπολλύμεθα

39 καὶ διεγερθεὶς ἐπετίμησεν τω̨̃ ἀνέμω̨ καὶ εἰ̃πεν τη̨̃ θαλάσση̨ σιώπα πεφίμωσο καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ ἐγένετο γαλήνη μεγάλη

40 καὶ εἰ̃πεν αὐτοι̃ς τί δειλοί ἐστε οὔπω ἔχετε πίστιν

41 καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρòς ἀλλήλους τίς ἄρα οὑ̃τός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτω̨̃

 

Κεφάλαιον Ε' (5)

1 καὶ ἠ̃λθον εἰς τò πέραν τη̃ς θαλάσσης εἰς τὴν χώραν τω̃ν Γερασηνω̃ν

2 καὶ ἐξελθόντος αὐτου̃ ἐκ του̃ πλοίου εὐθὺς ὑπήντησεν αὐτω̨̃ ἐκ τω̃ν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτω̨

3 ὃς τὴν κατοίκησιν εἰ̃χεν ἐν τοι̃ς μνήμασιν καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτòν δη̃σαι

4 διὰ τò αὐτòν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ' αὐτου̃ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρι̃φθαι καὶ οὐδεὶς ἴσχυεν αὐτòν δαμάσαι

5 καὶ διὰ παντòς νυκτòς καὶ ἡμέρας ἐν τοι̃ς μνήμασιν καὶ ἐν τοι̃ς ὄρεσιν ἠ̃ν κράζων καὶ κατακόπτων ἑαυτòν λίθοις

6 καὶ ἰδὼν τòν ’Ιησου̃ν ἀπò μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτω̨̃

7 καὶ κράξας φωνη̨̃ μεγάλη̨ λέγει τί ἐμοὶ καὶ σοί ’Ιησου̃ υἱὲ του̃ θεου̃ του̃ ὑψίστου ὁρκίζω σε τòν θεόν μή με βασανίση̨ς

8 ἔλεγεν γὰρ αὐτω̨̃ ἔξελθε τò πνευ̃μα τò ἀκάθαρτον ἐκ του̃ ἀνθρώπου

9 καὶ ἐπηρώτα αὐτόν τί ὄνομά σοι καὶ λέγει αὐτω̨̃ λεγιὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν

10 καὶ παρεκάλει αὐτòν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλη̨ ἔξω τη̃ς χώρας

11 ἠ̃ν δὲ ἐκει̃ πρòς τω̨̃ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη

12 καὶ παρεκάλεσαν αὐτòν λέγοντες πέμψον ἡμα̃ς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν

13 καὶ ἐπέτρεψεν αὐτοι̃ς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰση̃λθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ του̃ κρημνου̃ εἰς τὴν θάλασσαν ὡς δισχίλιοι καὶ ἐπνίγοντο ἐν τη̨̃ θαλάσση̨

14 καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς καὶ ἠ̃λθον ἰδει̃ν τί ἐστιν τò γεγονός

15 καὶ ἔρχονται πρòς τòν ’Ιησου̃ν καὶ θεωρου̃σιν τòν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονου̃ντα τòν ἐσχηκότα τòν λεγιω̃να καὶ ἐφοβήθησαν

16 καὶ διηγήσαντο αὐτοι̃ς οἱ ἰδόντες πω̃ς ἐγένετο τω̨̃ δαιμονιζομένω̨ καὶ περὶ τω̃ν χοίρων

17 καὶ ἤρξαντο παρακαλει̃ν αὐτòν ἀπελθει̃ν ἀπò τω̃ν ὁρίων αὐτω̃ν

18 καὶ ἐμβαίνοντος αὐτου̃ εἰς τò πλοι̃ον παρεκάλει αὐτòν ὁ δαιμονισθεὶς ἵνα μετ' αὐτου̃ ἠ̨̃

19 καὶ οὐκ ἀφη̃κεν αὐτόν ἀλλὰ λέγει αὐτω̨̃ ὕπαγε εἰς τòν οἰ̃κόν σου πρòς τοὺς σούς καὶ ἀπάγγειλον αὐτοι̃ς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε

20 καὶ ἀπη̃λθεν καὶ ἤρξατο κηρύσσειν ἐν τη̨̃ Δεκαπόλει ὅσα ἐποίησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς καὶ πάντες ἐθαύμαζον

21 καὶ διαπεράσαντος του̃ ’Ιησου̃ ἐν τω̨̃ πλοίω̨ πάλιν εἰς τò πέραν συνήχθη ὄχλος πολὺς ἐπ' αὐτόν καὶ ἠ̃ν παρὰ τὴν θάλασσαν

22 καὶ ἔρχεται εἱ̃ς τω̃ν ἀρχισυναγώγων ὀνόματι ’Ιάϊρος καὶ ἰδὼν αὐτòν πίπτει πρòς τοὺς πόδας αὐτου̃

23 καὶ παρακαλει̃ αὐτòν πολλὰ λέγων ὅτι τò θυγάτριόν μου ἐσχάτως ἔχει ἵνα ἐλθὼν ἐπιθη̨̃ς τὰς χει̃ρας αὐτη̨̃ ἵνα σωθη̨̃ καὶ ζήση̨

24 καὶ ἀπη̃λθεν μετ' αὐτου̃ καὶ ἠκολούθει αὐτω̨̃ ὄχλος πολύς καὶ συνέθλιβον αὐτόν

25 καὶ γυνὴ οὐ̃σα ἐν ῥύσει αἵματος δώδεκα ἔτη

26 καὶ πολλὰ παθου̃σα ὑπò πολλω̃ν ἰατρω̃ν καὶ δαπανήσασα τὰ παρ' αὐτη̃ς πάντα καὶ μηδὲν ὠφεληθει̃σα ἀλλὰ μα̃λλον εἰς τò χει̃ρον ἐλθου̃σα

27 ἀκούσασα περὶ του̃ ’Ιησου̃ ἐλθου̃σα ἐν τω̨̃ ὄχλω̨ ὄπισθεν ἥψατο του̃ ἱματίου αὐτου̃

28 ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τω̃ν ἱματίων αὐτου̃ σωθήσομαι

29 καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ του̃ αἵματος αὐτη̃ς καὶ ἔγνω τω̨̃ σώματι ὅτι ἴαται ἀπò τη̃ς μάστιγος

30 καὶ εὐθὺς ὁ ’Ιησου̃ς ἐπιγνοὺς ἐν ἑαυτω̨̃ τὴν ἐξ αὐτου̃ δύναμιν ἐξελθου̃σαν ἐπιστραφεὶς ἐν τω̨̃ ὄχλω̨ ἔλεγεν τίς μου ἥψατο τω̃ν ἱματίων

31 καὶ ἔλεγον αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ βλέπεις τòν ὄχλον συνθλίβοντά σε καὶ λέγεις τίς μου ἥψατο

32 καὶ περιεβλέπετο ἰδει̃ν τὴν του̃το ποιήσασαν

33 ἡ δὲ γυνὴ φοβηθει̃σα καὶ τρέμουσα εἰδυι̃α ὃ γέγονεν αὐτη̨̃ ἠ̃λθεν καὶ προσέπεσεν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ πα̃σαν τὴν ἀλήθειαν

34 ὁ δὲ εἰ̃πεν αὐτη̨̃ θυγάτηρ ἡ πίστις σου σέσωκέν σε ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπò τη̃ς μάστιγός σου

35 ἔτι αὐτου̃ λαλου̃ντος ἔρχονται ἀπò του̃ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανεν τί ἔτι σκύλλεις τòν διδάσκαλον

36 ὁ δὲ ’Ιησου̃ς παρακούσας τòν λόγον λαλούμενον λέγει τω̨̃ ἀρχισυναγώγω̨ μὴ φοβου̃ μόνον πίστευε

37 καὶ οὐκ ἀφη̃κεν οὐδένα μετ' αὐτου̃ συνακολουθη̃σαι εἰ μὴ τòν πέτρον καὶ ’Ιάκωβον καὶ ’Ιωάννην τòν ἀδελφòν ’Ιακώβου

38 καὶ ἔρχονται εἰς τòν οἰ̃κον του̃ ἀρχισυναγώγου καὶ θεωρει̃ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά

39 καὶ εἰσελθὼν λέγει αὐτοι̃ς τί θορυβει̃σθε καὶ κλαίετε τò παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει

40 καὶ κατεγέλων αὐτου̃ αὐτòς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τòν πατέρα του̃ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ' αὐτου̃ καὶ εἰσπορεύεται ὅπου ἠ̃ν τò παιδίον

41 καὶ κρατήσας τη̃ς χειρòς του̃ παιδίου λέγει αὐτη̨̃ ταλιθα κουμ ὅ ἐστιν μεθερμηνευόμενον τò κοράσιον σοὶ λέγω ἔγειρε

42 καὶ εὐθὺς ἀνέστη τò κοράσιον καὶ περιεπάτει ἠ̃ν γὰρ ἐτω̃ν δώδεκα καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλη̨

43 καὶ διεστείλατο αὐτοι̃ς πολλὰ ἵνα μηδεὶς γνοι̃ του̃το καὶ εἰ̃πεν δοθη̃ναι αὐτη̨̃ φαγει̃ν

 

Κεφάλαιον ΣΤ' (6)

1 καὶ ἐξη̃λθεν ἐκει̃θεν καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτου̃ καὶ ἀκολουθου̃σιν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃

2 καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τη̨̃ συναγωγη̨̃ καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες πόθεν τούτω̨ ταυ̃τα καὶ τίς ἡ σοφία ἡ δοθει̃σα τούτω̨ καὶ αἱ δυνάμεις τοιαυ̃ται διὰ τω̃ν χειρω̃ν αὐτου̃ γινόμεναι

3 οὐχ οὑ̃τός ἐστιν ὁ τέκτων ὁ υἱòς τη̃ς Μαρίας καὶ ἀδελφòς ’Ιακώβου καὶ ’Ιωση̃τος καὶ ’Ιούδα καὶ Σίμωνος καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτου̃ ὡ̃δε πρòς ἡμα̃ς καὶ ἐσκανδαλίζοντο ἐν αὐτω̨̃

4 καὶ ἔλεγεν αὐτοι̃ς ὁ ’Ιησου̃ς ὅτι οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τη̨̃ πατρίδι αὐτου̃ καὶ ἐν τοι̃ς συγγενευ̃σιν αὐτου̃ καὶ ἐν τη̨̃ οἰκία̨ αὐτου̃

5 καὶ οὐκ ἐδύνατο ἐκει̃ ποιη̃σαι οὐδεμίαν δύναμιν εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χει̃ρας ἐθεράπευσεν

6 καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτω̃ν καὶ περιη̃γεν τὰς κώμας κύκλω̨ διδάσκων

7 καὶ προσκαλει̃ται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοι̃ς ἐξουσίαν τω̃ν πνευμάτων τω̃ν ἀκαθάρτων

8 καὶ παρήγγειλεν αὐτοι̃ς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδòν εἰ μὴ ῥάβδον μόνον μὴ ἄρτον μὴ πήραν μὴ εἰς τὴν ζώνην χαλκόν

9 ἀλλὰ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτω̃νας

10 καὶ ἔλεγεν αὐτοι̃ς ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν ἐκει̃ μένετε ἕως ἂν ἐξέλθητε ἐκει̃θεν

11 καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμα̃ς μηδὲ ἀκούσωσιν ὑμω̃ν ἐκπορευόμενοι ἐκει̃θεν ἐκτινάξατε τòν χου̃ν τòν ὑποκάτω τω̃ν ποδω̃ν ὑμω̃ν εἰς μαρτύριον αὐτοι̃ς

12 καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοω̃σιν

13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίω̨ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον

14 καὶ ἤκουσεν ὁ βασιλεὺς ‘Ηρώ̨δης φανερòν γὰρ ἐγένετο τò ὄνομα αὐτου̃ καὶ ἔλεγον ὅτι ’Ιωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρω̃ν καὶ διὰ του̃το ἐνεργου̃σιν αἱ δυνάμεις ἐν αὐτω̨̃

15 ἄλλοι δὲ ἔλεγον ὅτι ’Ηλίας ἐστίν ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἱ̃ς τω̃ν προφητω̃ν

16 ἀκούσας δὲ ὁ ‘Ηρώ̨δης ἔλεγεν ὃν ἐγὼ ἀπεκεφάλισα ’Ιωάννην οὑ̃τος ἠγέρθη

17 αὐτòς γὰρ ὁ ‘Ηρώ̨δης ἀποστείλας ἐκράτησεν τòν ’Ιωάννην καὶ ἔδησεν αὐτòν ἐν φυλακη̨̃ διὰ ‘Ηρω̨διάδα τὴν γυναι̃κα Φιλίππου του̃ ἀδελφου̃ αὐτου̃ ὅτι αὐτὴν ἐγάμησεν

18 ἔλεγεν γὰρ ὁ ’Ιωάννης τω̨̃ ‘Ηρώ̨δη̨ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναι̃κα του̃ ἀδελφου̃ σου

19 ἡ δὲ ‘Ηρω̨διὰς ἐνει̃χεν αὐτω̨̃ καὶ ἤθελεν αὐτòν ἀποκτει̃ναι καὶ οὐκ ἠδύνατο

20 ὁ γὰρ ‘Ηρώ̨δης ἐφοβει̃το τòν ’Ιωάννην εἰδὼς αὐτòν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτου̃ πολλὰ ἠπόρει καὶ ἡδέως αὐτου̃ ἤκουεν

21 καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε ‘Ηρώ̨δης τοι̃ς γενεσίοις αὐτου̃ δει̃πνον ἐποίησεν τοι̃ς μεγιστα̃σιν αὐτου̃ καὶ τοι̃ς χιλιάρχοις καὶ τοι̃ς πρώτοις τη̃ς Γαλιλαίας

22 καὶ εἰσελθούσης τη̃ς θυγατρòς αὐτου̃ ‘Ηρω̨διάδος καὶ ὀρχησαμένης ἤρεσεν τω̨̃ ‘Ηρώ̨δη̨ καὶ τοι̃ς συνανακειμένοις εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ κορασίω̨ αἴτησόν με ὃ ἐὰν θέλη̨ς καὶ δώσω σοι

23 καὶ ὤμοσεν αὐτη̨̃ πολλά ὅ τι ἐάν με αἰτήση̨ς δώσω σοι ἕως ἡμίσους τη̃ς βασιλείας μου

24 καὶ ἐξελθου̃σα εἰ̃πεν τη̨̃ μητρὶ αὐτη̃ς τί αἰτήσωμαι ἡ δὲ εἰ̃πεν τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτίζοντος

25 καὶ εἰσελθου̃σα εὐθὺς μετὰ σπουδη̃ς πρòς τòν βασιλέα ἠ̨τήσατο λέγουσα θέλω ἵνα ἐξαυτη̃ς δω̨̃ς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτιστου̃

26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετη̃σαι αὐτήν

27 καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτου̃ καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτòν ἐν τη̨̃ φυλακη̨̃

28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτου̃ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τω̨̃ κορασίω̨ καὶ τò κοράσιον ἔδωκεν αὐτὴν τη̨̃ μητρὶ αὐτη̃ς

29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτου̃ ἠ̃λθον καὶ ἠ̃ραν τò πτω̃μα αὐτου̃ καὶ ἔθηκαν αὐτò ἐν μνημείω̨

30 καὶ συνάγονται οἱ ἀπόστολοι πρòς τòν ’Ιησου̃ν καὶ ἀπήγγειλαν αὐτω̨̃ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν

31 καὶ λέγει αὐτοι̃ς δευ̃τε ὑμει̃ς αὐτοὶ κατ' ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον ἠ̃σαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί καὶ οὐδὲ φαγει̃ν εὐκαίρουν

32 καὶ ἀπη̃λθον ἐν τω̨̃ πλοίω̨ εἰς ἔρημον τόπον κατ' ἰδίαν

33 καὶ εἰ̃δον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί καὶ πεζη̨̃ ἀπò πασω̃ν τω̃ν πόλεων συνέδραμον ἐκει̃ καὶ προη̃λθον αὐτούς

34 καὶ ἐξελθὼν εἰ̃δεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς ὅτι ἠ̃σαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά

35 καὶ ἤδη ὥρας πολλη̃ς γενομένης προσελθόντες αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ ἔλεγον ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή

36 ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλω̨ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοι̃ς τί φάγωσιν

37 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς δότε αὐτοι̃ς ὑμει̃ς φαγει̃ν καὶ λέγουσιν αὐτω̨̃ ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοι̃ς φαγει̃ν

38 ὁ δὲ λέγει αὐτοι̃ς πόσους ἄρτους ἔχετε ὑπάγετε ἴδετε καὶ γνόντες λέγουσιν πέντε καὶ δύο ἰχθύας

39 καὶ ἐπέταξεν αὐτοι̃ς ἀνακλι̃ναι πάντας συμπόσια συμπόσια ἐπὶ τω̨̃ χλωρω̨̃ χόρτω̨

40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατòν καὶ κατὰ πεντήκοντα

41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τòν οὐρανòν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοι̃ς μαθηται̃ς αὐτου̃ ἵνα παρατιθω̃σιν αὐτοι̃ς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πα̃σιν

42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν

43 καὶ ἠ̃ραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπò τω̃ν ἰχθύων

44 καὶ ἠ̃σαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες

45 καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτου̃ ἐμβη̃ναι εἰς τò πλοι̃ον καὶ προάγειν εἰς τò πέραν πρòς Βηθσαϊδάν ἕως αὐτòς ἀπολύει τòν ὄχλον

46 καὶ ἀποταξάμενος αὐτοι̃ς ἀπη̃λθεν εἰς τò ὄρος προσεύξασθαι

47 καὶ ὀψίας γενομένης ἠ̃ν τò πλοι̃ον ἐν μέσω̨ τη̃ς θαλάσσης καὶ αὐτòς μόνος ἐπὶ τη̃ς γη̃ς

48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τω̨̃ ἐλαύνειν ἠ̃ν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοι̃ς περὶ τετάρτην φυλακὴν τη̃ς νυκτòς ἔρχεται πρòς αὐτοὺς περιπατω̃ν ἐπὶ τη̃ς θαλάσσης καὶ ἤθελεν παρελθει̃ν αὐτούς

49 οἱ δὲ ἰδόντες αὐτòν ἐπὶ τη̃ς θαλάσσης περιπατου̃ντα ἔδοξαν ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν

50 πάντες γὰρ αὐτòν εἰ̃δον καὶ ἐταράχθησαν ὁ δὲ εὐθὺς ἐλάλησεν μετ' αὐτω̃ν καὶ λέγει αὐτοι̃ς θαρσει̃τε ἐγώ εἰμι μὴ φοβει̃σθε

51 καὶ ἀνέβη πρòς αὐτοὺς εἰς τò πλοι̃ον καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ λίαν ἐκ περισσου̃ ἐν ἑαυτοι̃ς ἐξίσταντο

52 οὐ γὰρ συνη̃καν ἐπὶ τοι̃ς ἄρτοις ἀλλ' ἠ̃ν αὐτω̃ν ἡ καρδία πεπωρωμένη

53 καὶ διαπεράσαντες ἐπὶ τὴν γη̃ν ἠ̃λθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν

54 καὶ ἐξελθόντων αὐτω̃ν ἐκ του̃ πλοίου εὐθὺς ἐπιγνόντες αὐτòν

55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοι̃ς κραβάττοις τοὺς κακω̃ς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν

56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ται̃ς ἀγοραι̃ς ἐτίθεσαν τοὺς ἀσθενου̃ντας καὶ παρεκάλουν αὐτòν ἵνα κἂν του̃ κρασπέδου του̃ ἱματίου αὐτου̃ ἅψωνται καὶ ὅσοι ἂν ἥψαντο αὐτου̃ ἐσώ̨ζοντο

 

Κεφάλαιον Ζ' (7)

1 καὶ συνάγονται πρòς αὐτòν οἱ Φαρισαι̃οι καί τινες τω̃ν γραμματέων ἐλθόντες ἀπò ‘Ιεροσολύμων

2 καὶ ἰδόντες τινὰς τω̃ν μαθητω̃ν αὐτου̃ ὅτι κοιναι̃ς χερσίν του̃τ' ἔστιν ἀνίπτοις ἐσθίουσιν τοὺς ἄρτους

3 οἱ γὰρ Φαρισαι̃οι καὶ πάντες οἱ ’Ιουδαι̃οι ἐὰν μὴ πυγμη̨̃ νίψωνται τὰς χει̃ρας οὐκ ἐσθίουσιν κρατου̃ντες τὴν παράδοσιν τω̃ν πρεσβυτέρων

4 καὶ ἀπ' ἀγορα̃ς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατει̃ν βαπτισμοὺς ποτηρίων καὶ ξεστω̃ν καὶ χαλκίων καὶ κλινω̃ν

5 καὶ ἐπερωτω̃σιν αὐτòν οἱ Φαρισαι̃οι καὶ οἱ γραμματει̃ς διὰ τί οὐ περιπατου̃σιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τω̃ν πρεσβυτέρων ἀλλὰ κοιναι̃ς χερσὶν ἐσθίουσιν τòν ἄρτον

6 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς καλω̃ς ἐπροφήτευσεν ’Ησαΐας περὶ ὑμω̃ν τω̃ν ὑποκριτω̃ν ὡς γέγραπται ὅτι οὑ̃τος ὁ λαòς τοι̃ς χείλεσίν με τιμα̨̃ ἡ δὲ καρδία αὐτω̃ν πόρρω ἀπέχει ἀπ' ἐμου̃

7 μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων

8 ἀφέντες τὴν ἐντολὴν του̃ θεου̃ κρατει̃τε τὴν παράδοσιν τω̃ν ἀνθρώπων

9 καὶ ἔλεγεν αὐτοι̃ς καλω̃ς ἀθετει̃τε τὴν ἐντολὴν του̃ θεου̃ ἵνα τὴν παράδοσιν ὑμω̃ν στήσητε

10 Μωϋση̃ς γὰρ εἰ̃πεν τίμα τòν πατέρα σου καὶ τὴν μητέρα σου καί ὁ κακολογω̃ν πατέρα ἢ μητέρα θανάτω̨ τελευτάτω

11 ὑμει̃ς δὲ λέγετε ἐὰν εἴπη̨ ἄνθρωπος τω̨̃ πατρὶ ἢ τη̨̃ μητρί Κορβα̃ν ὅ ἐστιν δω̃ρον ὃ ἐὰν ἐξ ἐμου̃ ὠφεληθη̨̃ς

12 οὐκέτι ἀφίετε αὐτòν οὐδὲν ποιη̃σαι τω̨̃ πατρὶ ἢ τη̨̃ μητρί

13 ἀκυρου̃ντες τòν λόγον του̃ θεου̃ τη̨̃ παραδόσει ὑμω̃ν ἡ̨̃ παρεδώκατε καὶ παρόμοια τοιαυ̃τα πολλὰ ποιει̃τε

14 καὶ προσκαλεσάμενος πάλιν τòν ὄχλον ἔλεγεν αὐτοι̃ς ἀκούσατέ μου πάντες καὶ σύνετε

15 οὐδέν ἐστιν ἔξωθεν του̃ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτòν ὃ δύναται κοινω̃σαι αὐτόν ἀλλὰ τὰ ἐκ του̃ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινου̃ντα τòν ἄνθρωπον

17 καὶ ὅτε εἰση̃λθεν εἰς οἰ̃κον ἀπò του̃ ὄχλου ἐπηρώτων αὐτòν οἱ μαθηταὶ αὐτου̃ τὴν παραβολήν

18 καὶ λέγει αὐτοι̃ς οὕτως καὶ ὑμει̃ς ἀσύνετοί ἐστε οὐ νοει̃τε ὅτι πα̃ν τò ἔξωθεν εἰσπορευόμενον εἰς τòν ἄνθρωπον οὐ δύναται αὐτòν κοινω̃σαι

19 ὅτι οὐκ εἰσπορεύεται αὐτου̃ εἰς τὴν καρδίαν ἀλλ' εἰς τὴν κοιλίαν καὶ εἰς τòν ἀφεδρω̃να ἐκπορεύεται καθαρίζων πάντα τὰ βρώματα

20 ἔλεγεν δὲ ὅτι τò ἐκ του̃ ἀνθρώπου ἐκπορευόμενον ἐκει̃νο κοινοι̃ τòν ἄνθρωπον

21 ἔσωθεν γὰρ ἐκ τη̃ς καρδίας τω̃ν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται πορνει̃αι κλοπαί φόνοι

22 μοιχει̃αι πλεονεξίαι πονηρίαι δόλος ἀσέλγεια ὀφθαλμòς πονηρός βλασφημία ὑπερηφανία ἀφροσύνη

23 πάντα ταυ̃τα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοι̃ τòν ἄνθρωπον

24 ἐκει̃θεν δὲ ἀναστὰς ἀπη̃λθεν εἰς τὰ ὅρια τύρου καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνω̃ναι καὶ οὐκ ἠδυνήθη λαθει̃ν

25 ἀλλ' εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτου̃ ἡ̃ς εἰ̃χεν τò θυγάτριον αὐτη̃ς πνευ̃μα ἀκάθαρτον ἐλθου̃σα προσέπεσεν πρòς τοὺς πόδας αὐτου̃

26 ἡ δὲ γυνὴ ἠ̃ν ‘Ελληνίς Συροφοινίκισσα τω̨̃ γένει καὶ ἠρώτα αὐτòν ἵνα τò δαιμόνιον ἐκβάλη̨ ἐκ τη̃ς θυγατρòς αὐτη̃ς

27 καὶ ἔλεγεν αὐτη̨̃ ἄφες πρω̃τον χορτασθη̃ναι τὰ τέκνα οὐ γάρ ἐστιν καλòν λαβει̃ν τòν ἄρτον τω̃ν τέκνων καὶ τοι̃ς κυναρίοις βαλει̃ν

29 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτω̨̃ κύριε καὶ τὰ κυνάρια ὑποκάτω τη̃ς τραπέζης ἐσθίουσιν ἀπò τω̃ν ψιχίων τω̃ν παιδίων

29 καὶ εἰ̃πεν αὐτη̨̃ διὰ του̃τον τòν λόγον ὕπαγε ἐξελήλυθεν ἐκ τη̃ς θυγατρός σου τò δαιμόνιον

30 καὶ ἀπελθου̃σα εἰς τòν οἰ̃κον αὐτη̃ς εὑ̃ρεν τò παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τò δαιμόνιον ἐξεληλυθός

31 καὶ πάλιν ἐξελθὼν ἐκ τω̃ν ὁρίων Τύρου ἠ̃λθεν διὰ Σιδω̃νος εἰς τὴν θάλασσαν τη̃ς Γαλιλαίας ἀνὰ μέσον τω̃ν ὁρίων Δεκαπόλεως

32 καὶ φέρουσιν αὐτω̨̃ κωφòν καὶ μογιλάλον καὶ παρακαλου̃σιν αὐτòν ἵνα ἐπιθη̨̃ αὐτω̨̃ τὴν χει̃ρα

33 καὶ ἀπολαβόμενος αὐτòν ἀπò του̃ ὄχλου κατ' ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτου̃ εἰς τὰ ὠ̃τα αὐτου̃ καὶ πτύσας ἥψατο τη̃ς γλώσσης αὐτου̃

34 καὶ ἀναβλέψας εἰς τòν οὐρανòν ἐστέναξεν καὶ λέγει αὐτω̨̃ εφφαθα ὅ ἐστιν διανοίχθητι

35 καὶ εὐθέως ἠνοίγησαν αὐτου̃ αἱ ἀκοαί καὶ ἐλύθη ὁ δεσμòς τη̃ς γλώσσης αὐτου̃ καὶ ἐλάλει ὀρθω̃ς

36 καὶ διεστείλατο αὐτοι̃ς ἵνα μηδενὶ λέγωσιν ὅσον δὲ αὐτοι̃ς διεστέλλετο αὐτοὶ μα̃λλον περισσότερον ἐκήρυσσον

37 καὶ ὑπερπερισσω̃ς ἐξεπλήσσοντο λέγοντες καλω̃ς πάντα πεποίηκεν καὶ τοὺς κωφοὺς ποιει̃ ἀκούειν καὶ τοὺς ἀλάλους λαλει̃ν

(16 εἴ τις ἔχει ὠ̃τα ἀκούειν ἀκουέτω)

 

Κεφάλαιον Η' (8)

1 ἐν ἐκείναις ται̃ς ἡμέραις πάλιν πολλου̃ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοι̃ς

2 σπλαγχνίζομαι ἐπὶ τòν ὄχλον ὅτι ἤδη ἡμέραι τρει̃ς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν

3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἰ̃κον αὐτω̃ν ἐκλυθήσονται ἐν τη̨̃ ὁδω̨̃ καί τινες αὐτω̃ν ἀπò μακρόθεν ἥκασιν

4 καὶ ἀπεκρίθησαν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ ὅτι πόθεν τούτους δυνήσεταί τις ὡ̃δε χορτάσαι ἄρτων ἐπ' ἐρημίας

5 καὶ ἠρώτα αὐτούς πόσους ἔχετε ἄρτους οἱ δὲ εἰ̃παν ἑπτά

6 καὶ παραγγέλλει τω̨̃ ὄχλω̨ ἀναπεσει̃ν ἐπὶ τη̃ς γη̃ς καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοι̃ς μαθηται̃ς αὐτου̃ ἵνα παρατιθω̃σιν καὶ παρέθηκαν τω̨̃ ὄχλω̨

7 καὶ εἰ̃χον ἰχθύδια ὀλίγα καὶ εὐλογήσας αὐτὰ εἰ̃πεν καὶ ταυ̃τα παρατιθέναι

8 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν καὶ ἠ̃ραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας

9 ἠ̃σαν δὲ ὡς τετρακισχίλιοι καὶ ἀπέλυσεν αὐτούς

10 καὶ εὐθὺς ἐμβὰς εἰς τò πλοι̃ον μετὰ τω̃ν μαθητω̃ν αὐτου̃ ἠ̃λθεν εἰς τὰ μέρη Δαλμανουθά

11 καὶ ἐξη̃λθον οἱ Φαρισαι̃οι καὶ ἤρξαντο συζητει̃ν αὐτω̨̃ ζητου̃ντες παρ' αὐτου̃ σημει̃ον ἀπò του̃ οὐρανου̃ πειράζοντες αὐτόν

12 καὶ ἀναστενάξας τω̨̃ πνεύματι αὐτου̃ λέγει τί ἡ γενεὰ αὕτη ζητει̃ σημει̃ον ἀμὴν λέγω ὑμι̃ν εἰ δοθήσεται τη̨̃ γενεα̨̃ ταύτη̨ σημει̃ον

13 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπη̃λθεν εἰς τò πέραν

14 καὶ ἐπελάθοντο λαβει̃ν ἄρτους καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἰ̃χον μεθ' ἑαυτω̃ν ἐν τω̨̃ πλοίω̨

15 καὶ διεστέλλετο αὐτοι̃ς λέγων ὁρα̃τε βλέπετε ἀπò τη̃ς ζύμης τω̃ν Φαρισαίων καὶ τη̃ς ζύμης ‘Ηρώ̨δου

16 καὶ διελογίζοντο πρòς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν

17 καὶ γνοὺς λέγει αὐτοι̃ς τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε οὔπω νοει̃τε οὐδὲ συνίετε πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμω̃ν

18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὠ̃τα ἔχοντες οὐκ ἀκούετε καὶ οὐ μνημονεύετε

19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε λέγουσιν αὐτω̨̃ δώδεκα

20 ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε καὶ λέγουσιν αὐτω̨̃ ἑπτά

21 καὶ ἔλεγεν αὐτοι̃ς οὔπω συνίετε

22 καὶ ἔρχονται εἰς Βηθσαϊδάν καὶ φέρουσιν αὐτω̨̃ τυφλòν καὶ παρακαλου̃σιν αὐτòν ἵνα αὐτου̃ ἅψηται

23 καὶ ἐπιλαβόμενος τη̃ς χειρòς του̃ τυφλου̃ ἐξήνεγκεν αὐτòν ἔξω τη̃ς κώμης καὶ πτύσας εἰς τὰ ὄμματα αὐτου̃ ἐπιθεὶς τὰς χει̃ρας αὐτω̨̃ ἐπηρώτα αὐτόν εἴ τι βλέπεις

24 καὶ ἀναβλέψας ἔλεγεν βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρω̃ περιπατου̃ντας

25 εἰ̃τα πάλιν ἐπέθηκεν τὰς χει̃ρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγω̃ς ἅπαντα

26 καὶ ἀπέστειλεν αὐτòν εἰς οἰ̃κον αὐτου̃ λέγων μηδὲ εἰς τὴν κώμην εἰσέλθη̨ς

27 καὶ ἐξη̃λθεν ὁ ’Ιησου̃ς καὶ οἱ μαθηταὶ αὐτου̃ εἰς τὰς κώμας Καισαρείας τη̃ς Φιλίππου καὶ ἐν τη̨̃ ὁδω̨̃ ἐπηρώτα τοὺς μαθητὰς αὐτου̃ λέγων αὐτοι̃ς τίνα με λέγουσιν οἱ ἄνθρωποι εἰ̃ναι

28 οἱ δὲ εἰ̃παν αὐτω̨̃ λέγοντες ὅτι ’Ιωάννην τòν βαπτιστήν καὶ ἄλλοι ’Ηλίαν ἄλλοι δὲ ὅτι εἱ̃ς τω̃ν προφητω̃ν

29 καὶ αὐτòς ἐπηρώτα αὐτούς ὑμει̃ς δὲ τίνα με λέγετε εἰ̃ναι ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτω̨̃ σὺ εἰ̃ ὁ Χριστός

30 καὶ ἐπετίμησεν αὐτοι̃ς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτου̃

31 καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δει̃ τòν υἱòν του̃ ἀνθρώπου πολλὰ παθει̃ν καὶ ἀποδοκιμασθη̃ναι ὑπò τω̃ν πρεσβυτέρων καὶ τω̃ν ἀρχιερέων καὶ τω̃ν γραμματέων καὶ ἀποκτανθη̃ναι καὶ μετὰ τρει̃ς ἡμέρας ἀναστη̃ναι

32 καὶ παρρησία̨ τòν λόγον ἐλάλει καὶ προσλαβόμενος ὁ Πέτρος αὐτòν ἤρξατο ἐπιτιμα̃ν αὐτω̨̃

33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτου̃ ἐπετίμησεν Πέτρω̨ καὶ λέγει ὕπαγε ὀπίσω μου Σατανα̃ ὅτι οὐ φρονει̃ς τὰ του̃ θεου̃ ἀλλὰ τὰ τω̃ν ἀνθρώπων

34 καὶ προσκαλεσάμενος τòν ὄχλον σὺν τοι̃ς μαθηται̃ς αὐτου̃ εἰ̃πεν αὐτοι̃ς εἴ τις θέλει ὀπίσω μου ἀκολουθει̃ν ἀπαρνησάσθω ἑαυτòν καὶ ἀράτω τòν σταυρòν αὐτου̃ καὶ ἀκολουθείτω μοι

35 ὃς γὰρ ἐὰν θέλη̨ τὴν ψυχὴν αὐτου̃ σω̃σαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέσει τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ καὶ του̃ εὐαγγελίου σώσει αὐτήν

36 τί γὰρ ὠφελει̃ ἄνθρωπον κερδη̃σαι τòν κόσμον ὅλον καὶ ζημιωθη̃ναι τὴν ψυχὴν αὐτου̃

37 τί γὰρ δοι̃ ἄνθρωπος ἀντάλλαγμα τη̃ς ψυχη̃ς αὐτου̃

38 ὃς γὰρ ἐὰν ἐπαισχυνθη̨̃ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τη̨̃ γενεα̨̃ ταύτη̨ τη̨̃ μοιχαλίδι καὶ ἁμαρτωλω̨̃ καὶ ὁ υἱòς του̃ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτòν ὅταν ἔλθη̨ ἐν τη̨̃ δόξη̨ του̃ πατρòς αὐτου̃ μετὰ τω̃ν ἀγγέλων τω̃ν ἁγίων

 

Κεφάλαιον Θ' (9)

1 καὶ ἔλεγεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι εἰσίν τινες ὡ̃δε τω̃ν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν του̃ θεου̃ ἐληλυθυι̃αν ἐν δυνάμει

2 καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ ’Ιησου̃ς τòν Πέτρον καὶ τòν ’Ιάκωβον καὶ τòν ’Ιωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλòν κατ' ἰδίαν μόνους καὶ μετεμορφώθη ἔμπροσθεν αὐτω̃ν

3 καὶ τὰ ἱμάτια αὐτου̃ ἐγένετο στίλβοντα λευκὰ λίαν οἱ̃α γναφεὺς ἐπὶ τη̃ς γη̃ς οὐ δύναται οὕτως λευκα̃ναι

4 καὶ ὤφθη αὐτοι̃ς ’Ηλίας σὺν Μωϋσει̃ καὶ ἠ̃σαν συλλαλου̃ντες τω̨̃ ’Ιησου̃

5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τω̨̃ ’Ιησου̃ ῥαββί καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι καὶ ποιήσωμεν τρει̃ς σκηνάς σοὶ μίαν καὶ Μωϋσει̃ μίαν καὶ ’Ηλία̨ μίαν

6 οὐ γὰρ ἤ̨δει τί ἀποκριθη̨̃ ἔκφοβοι γὰρ ἐγένοντο

7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοι̃ς καὶ ἐγένετο φωνὴ ἐκ τη̃ς νεφέλης οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἀκούετε αὐτου̃

8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἰ̃δον ἀλλὰ τòν ’Ιησου̃ν μόνον μεθ' ἑαυτω̃ν

9 καὶ καταβαινόντων αὐτω̃ν ἐκ του̃ ὄρους διεστείλατο αὐτοι̃ς ἵνα μηδενὶ ἃ εἰ̃δον διηγήσωνται εἰ μὴ ὅταν ὁ υἱòς του̃ ἀνθρώπου ἐκ νεκρω̃ν ἀναστη̨̃

10 καὶ τòν λόγον ἐκράτησαν πρòς ἑαυτοὺς συζητου̃ντες τί ἐστιν τò ἐκ νεκρω̃ν ἀναστη̃ναι

11 καὶ ἐπηρώτων αὐτòν λέγοντες ὅτι λέγουσιν οἱ γραμματει̃ς ὅτι ’Ηλίαν δει̃ ἐλθει̃ν πρω̃τον

12 ὁ δὲ ἔφη αὐτοι̃ς ’Ηλίας μὲν ἐλθὼν πρω̃τον ἀποκαθιστάνει πάντα καὶ πω̃ς γέγραπται ἐπὶ τòν υἱòν του̃ ἀνθρώπου ἵνα πολλὰ πάθη̨ καὶ ἐξουδενηθη̨̃

13 ἀλλὰ λέγω ὑμι̃ν ὅτι καὶ ’Ηλίας ἐλήλυθεν καὶ ἐποίησαν αὐτω̨̃ ὅσα ἤθελον καθὼς γέγραπται ἐπ' αὐτόν

14 καὶ ἐλθόντες πρòς τοὺς μαθητὰς εἰ̃δον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματει̃ς συζητου̃ντας πρòς αὐτούς

15 καὶ εὐθὺς πα̃ς ὁ ὄχλος ἰδόντες αὐτòν ἐξεθαμβήθησαν καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν

16 καὶ ἐπηρώτησεν αὐτούς τί συζητει̃τε πρòς αὐτούς

17 καὶ ἀπεκρίθη αὐτω̨̃ εἱ̃ς ἐκ του̃ ὄχλου διδάσκαλε ἤνεγκα τòν υἱόν μου πρòς σέ ἔχοντα πνευ̃μα ἄλαλον

18 καὶ ὅπου ἐὰν αὐτòν καταλάβη̨ ῥήσσει αὐτόν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται καὶ εἰ̃πα τοι̃ς μαθηται̃ς σου ἵνα αὐτò ἐκβάλωσιν καὶ οὐκ ἴσχυσαν

19 ὁ δὲ ἀποκριθεὶς αὐτοι̃ς λέγει ὠ̃ γενεὰ ἄπιστος ἕως πότε πρòς ὑμα̃ς ἔσομαι ἕως πότε ἀνέξομαι ὑμω̃ν φέρετε αὐτòν πρός με

20 καὶ ἤνεγκαν αὐτòν πρòς αὐτόν καὶ ἰδὼν αὐτòν τò πνευ̃μα εὐθὺς συνεσπάραξεν αὐτόν καὶ πεσὼν ἐπὶ τη̃ς γη̃ς ἐκυλίετο ἀφρίζων

21 καὶ ἐπηρώτησεν τòν πατέρα αὐτου̃ πόσος χρόνος ἐστὶν ὡς του̃το γέγονεν αὐτω̨̃ ὁ δὲ εἰ̃πεν ἐκ παιδιόθεν

22 καὶ πολλάκις καὶ εἰς πυ̃ρ αὐτòν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέση̨ αὐτόν ἀλλ' εἴ τι δύνη̨ βοήθησον ἡμι̃ν σπλαγχνισθεὶς ἐφ' ἡμα̃ς

23 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ τò εἰ δύνη̨ πάντα δυνατὰ τω̨̃ πιστεύοντι

24 εὐθὺς κράξας ὁ πατὴρ του̃ παιδίου ἔλεγεν πιστεύω βοήθει μου τη̨̃ ἀπιστία̨

25 ἰδὼν δὲ ὁ ’Ιησου̃ς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τω̨̃ πνεύματι τω̨̃ ἀκαθάρτω̨ λέγων αὐτω̨̃ τò ἄλαλον καὶ κωφòν πνευ̃μα ἐγὼ ἐπιτάσσω σοι ἔξελθε ἐξ αὐτου̃ καὶ μηκέτι εἰσέλθη̨ς εἰς αὐτόν

26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξη̃λθεν καὶ ἐγένετο ὡσεὶ νεκρός ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν

27 ὁ δὲ ’Ιησου̃ς κρατήσας τη̃ς χειρòς αὐτου̃ ἤγειρεν αὐτόν καὶ ἀνέστη

28 καὶ εἰσελθόντος αὐτου̃ εἰς οἰ̃κον οἱ μαθηταὶ αὐτου̃ κατ' ἰδίαν ἐπηρώτων αὐτόν ὅτι ἡμει̃ς οὐκ ἠδυνήθημεν ἐκβαλει̃ν αὐτό

29 καὶ εἰ̃πεν αὐτοι̃ς του̃το τò γένος ἐν οὐδενὶ δύναται ἐξελθει̃ν εἰ μὴ ἐν προσευχη̨̃

30 κἀκει̃θεν ἐξελθόντες παρεπορεύοντο διὰ τη̃ς Γαλιλαίας καὶ οὐκ ἤθελεν ἵνα τις γνοι̃

31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτου̃ καὶ ἔλεγεν αὐτοι̃ς ὅτι ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται εἰς χει̃ρας ἀνθρώπων καὶ ἀποκτενου̃σιν αὐτόν καὶ ἀποκτανθεὶς μετὰ τρει̃ς ἡμέρας ἀναστήσεται

32 οἱ δὲ ἠγνόουν τò ῥη̃μα καὶ ἐφοβου̃ντο αὐτòν ἐπερωτη̃σαι

33 καὶ ἠ̃λθον εἰς Καφαρναούμ καὶ ἐν τη̨̃ οἰκία̨ γενόμενος ἐπηρώτα αὐτούς τί ἐν τη̨̃ ὁδω̨̃ διελογίζεσθε

34 οἱ δὲ ἐσιώπων πρòς ἀλλήλους γὰρ διελέχθησαν ἐν τη̨̃ ὁδω̨̃ τίς μείζων

35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοι̃ς εἴ τις θέλει πρω̃τος εἰ̃ναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος

36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτò ἐν μέσω̨ αὐτω̃ν καὶ ἐναγκαλισάμενος αὐτò εἰ̃πεν αὐτοι̃ς

37 ὃς ἂν ἓν τω̃ν τοιούτων παιδίων δέξηται ἐπὶ τω̨̃ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέχηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τòν ἀποστείλαντά με

38 ἔφη αὐτω̨̃ ὁ ’Ιωάννης διδάσκαλε εἴδομέν τινα ἐν τω̨̃ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἠκολούθει ἡμι̃ν

39 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν μὴ κωλύετε αὐτόν οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τω̨̃ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογη̃σαί με

40 ὃς γὰρ οὐκ ἔστιν καθ' ἡμω̃ν ὑπὲρ ἡμω̃ν ἐστιν

41 ὃς γὰρ ἂν ποτίση̨ ὑμα̃ς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστου̃ ἐστε ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ ἀπολέση̨ τòν μισθòν αὐτου̃

42 καὶ ὃς ἂν σκανδαλίση̨ ἕνα τω̃ν μικρω̃ν τούτων τω̃ν πιστευόντων εἰς ἐμέ καλόν ἐστιν αὐτω̨̃ μα̃λλον εἰ περίκειται μύλος ὀνικòς περὶ τòν τράχηλον αὐτου̃ καὶ βέβληται εἰς τὴν θάλασσαν

43 καὶ ἐὰν σκανδαλίζη̨ σε ἡ χείρ σου ἀπόκοψον αὐτήν καλόν ἐστίν σε κυλλòν εἰσελθει̃ν εἰς τὴν ζωὴν ἢ τὰς δύο χει̃ρας ἔχοντα ἀπελθει̃ν εἰς τὴν γέενναν εἰς τò πυ̃ρ τò ἄσβεστον

44 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζη̨ σε ἀπόκοψον αὐτόν καλόν ἐστίν σε εἰσελθει̃ν εἰς τὴν ζωὴν χωλòν ἢ τοὺς δύο πόδας ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν

45 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζη̨ σε ἔκβαλε αὐτόν καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν

46 ὅπου ὁ σκώληξ αὐτω̃ν οὐ τελευτα̨̃ καὶ τò πυ̃ρ οὐ σβέννυται

49 πα̃ς γὰρ πυρὶ ἁλισθήσεται

50 καλòν τò ἅλας ἐὰν δὲ τò ἅλας ἄναλον γένηται ἐν τίνι αὐτò ἀρτύσετε ἔχετε ἐν ἑαυτοι̃ς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις

 

Κεφάλαιον Ι' (10)

1 καὶ ἐκει̃θεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τη̃ς ’Ιουδαίας καὶ πέραν του̃ ’Ιορδάνου καὶ συμπορεύονται πάλιν ὄχλοι πρòς αὐτόν καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς

2 καὶ προσελθόντες Φαρισαι̃οι ἐπηρώτων αὐτòν εἰ ἔξεστιν ἀνδρὶ γυναι̃κα ἀπολυ̃σαι πειράζοντες αὐτόν

3 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς τί ὑμι̃ν ἐνετείλατο Μωϋση̃ς

4 οἱ δὲ εἰ̃παν ἐπέτρεψεν Μωϋση̃ς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολυ̃σαι

5 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς πρòς τὴν σκληροκαρδίαν ὑμω̃ν ἔγραψεν ὑμι̃ν τὴν ἐντολὴν ταύτην

6 ἀπò δὲ ἀρχη̃ς κτίσεως ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτούς

7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τòν πατέρα αὐτου̃ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρòς τὴν γυναι̃κα αὐτου̃

8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ

9 ὃ οὐ̃ν ὁ θεòς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω

10 καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν

11 καὶ λέγει αὐτοι̃ς ὃς ἂν ἀπολύση̨ τὴν γυναι̃κα αὐτου̃ καὶ γαμήση̨ ἄλλην μοιχα̃ται ἐπ' αὐτήν

12 καὶ ἐὰν αὐτὴ ἀπολύσασα τòν ἄνδρα αὐτη̃ς γαμήση̨ ἄλλον μοιχα̃ται

13 καὶ προσέφερον αὐτω̨̃ παιδία ἵνα αὐτω̃ν ἅψηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοι̃ς

14 ἰδὼν δὲ ὁ ’Ιησου̃ς ἠγανάκτησεν καὶ εἰ̃πεν αὐτοι̃ς ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με μὴ κωλύετε αὐτά τω̃ν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία του̃ θεου̃

15 ἀμὴν λέγω ὑμι̃ν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν του̃ θεου̃ ὡς παιδίον οὐ μὴ εἰσέλθη̨ εἰς αὐτήν

16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χει̃ρας ἐπ' αὐτά

17 καὶ ἐκπορευομένου αὐτου̃ εἰς ὁδòν προσδραμὼν εἱ̃ς καὶ γονυπετήσας αὐτòν ἐπηρώτα αὐτόν διδάσκαλε ἀγαθέ τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω

18 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθòς εἰ μὴ εἱ̃ς ὁ θεός

19 τὰς ἐντολὰς οἰ̃δας μὴ φονεύση̨ς μὴ μοιχεύση̨ς μὴ κλέψη̨ς μὴ ψευδομαρτυρήση̨ς μὴ ἀποστερήση̨ς τίμα τòν πατέρα σου καὶ τὴν μητέρα

20 ὁ δὲ ἔφη αὐτω̨̃ διδάσκαλε ταυ̃τα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου

21 ὁ δὲ ’Ιησου̃ς ἐμβλέψας αὐτω̨̃ ἠγάπησεν αὐτòν καὶ εἰ̃πεν αὐτω̨̃ ἕν σε ὑστερει̃ ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δòς τοι̃ς πτωχοι̃ς καὶ ἕξεις θησαυρòν ἐν οὐρανω̨̃ καὶ δευ̃ρο ἀκολούθει μοι

22 ὁ δὲ στυγνάσας ἐπὶ τω̨̃ λόγω̨ ἀπη̃λθεν λυπούμενος ἠ̃ν γὰρ ἔχων κτήματα πολλά

23 καὶ περιβλεψάμενος ὁ ’Ιησου̃ς λέγει τοι̃ς μαθηται̃ς αὐτου̃ πω̃ς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν του̃ θεου̃ εἰσελεύσονται

24 οἱ δὲ μαθηταὶ ἐθαμβου̃ντο ἐπὶ τοι̃ς λόγοις αὐτου̃ ὁ δὲ ’Ιησου̃ς πάλιν ἀποκριθεὶς λέγει αὐτοι̃ς τέκνα πω̃ς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν του̃ θεου̃ εἰσελθει̃ν

25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τη̃ς τρυμαλια̃ς τη̃ς ῥαφίδος διελθει̃ν ἢ πλούσιον εἰς τὴν βασιλείαν του̃ θεου̃ εἰσελθει̃ν

26 οἱ δὲ περισσω̃ς ἐξεπλήσσοντο λέγοντες πρòς ἑαυτούς καὶ τίς δύναται σωθη̃ναι

27 ἐμβλέψας αὐτοι̃ς ὁ ’Ιησου̃ς λέγει παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ' οὐ παρὰ θεω̨̃ πάντα γὰρ δυνατὰ παρὰ τω̨̃ θεω̨̃

28 ἤρξατο λέγειν ὁ Πέτρος αὐτω̨̃ ἰδοὺ ἡμει̃ς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι

29 ἔφη ὁ ’Ιησου̃ς ἀμὴν λέγω ὑμι̃ν οὐδείς ἐστιν ὃς ἀφη̃κεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμου̃ καὶ ἕνεκεν του̃ εὐαγγελίου

30 ἐὰν μὴ λάβη̨ ἑκατονταπλασίονα νυ̃ν ἐν τω̨̃ καιρω̨̃ τούτω̨ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμω̃ν καὶ ἐν τω̨̃ αἰω̃νι τω̨̃ ἐρχομένω̨ ζωὴν αἰώνιον

31 πολλοὶ δὲ ἔσονται πρω̃τοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρω̃τοι

32 ἠ̃σαν δὲ ἐν τη̨̃ ὁδω̨̃ ἀναβαίνοντες εἰς ‘Ιεροσόλυμα καὶ ἠ̃ν προάγων αὐτοὺς ὁ ’Ιησου̃ς καὶ ἐθαμβου̃ντο οἱ δὲ ἀκολουθου̃ντες ἐφοβου̃ντο καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοι̃ς λέγειν τὰ μέλλοντα αὐτω̨̃ συμβαίνειν

33 ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ‘Ιεροσόλυμα καὶ ὁ υἱòς του̃ ἀνθρώπου παραδοθήσεται τοι̃ς ἀρχιερευ̃σιν καὶ τοι̃ς γραμματευ̃σιν καὶ κατακρινου̃σιν αὐτòν θανάτω̨ καὶ παραδώσουσιν αὐτòν τοι̃ς ἔθνεσιν

34 καὶ ἐμπαίξουσιν αὐτω̨̃ καὶ ἐμπτύσουσιν αὐτω̨̃ καὶ μαστιγώσουσιν αὐτòν καὶ ἀποκτενου̃σιν καὶ μετὰ τρει̃ς ἡμέρας ἀναστήσεται

35 καὶ προσπορεύονται αὐτω̨̃ ’Ιάκωβος καὶ ’Ιωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτω̨̃ διδάσκαλε θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήση̨ς ἡμι̃ν

36 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς τί θέλετέ με ποιήσω ὑμι̃ν

37 οἱ δὲ εἰ̃παν αὐτω̨̃ δòς ἡμι̃ν ἵνα εἱ̃ς σου ἐκ δεξιω̃ν καὶ εἱ̃ς ἐξ ἀριστερω̃ν καθίσωμεν ἐν τη̨̃ δόξη̨ σου

38 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς οὐκ οἴδατε τί αἰτει̃σθε δύνασθε πιει̃ν τò ποτήριον ὃ ἐγὼ πίνω ἢ τò βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθη̃ναι

39 οἱ δὲ εἰ̃παν αὐτω̨̃ δυνάμεθα ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς τò ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τò βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε

40 τò δὲ καθίσαι ἐκ δεξιω̃ν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμòν δου̃ναι ἀλλ' οἱ̃ς ἡτοίμασται

41 καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτει̃ν περὶ ’Ιακώβου καὶ ’Ιωάννου

42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ ’Ιησου̃ς λέγει αὐτοι̃ς οἴδατε ὅτι οἱ δοκου̃ντες ἄρχειν τω̃ν ἐθνω̃ν κατακυριεύουσιν αὐτω̃ν καὶ οἱ μεγάλοι αὐτω̃ν κατεξουσιάζουσιν αὐτω̃ν

43 οὐχ οὕτως δέ ἐστιν ἐν ὑμι̃ν ἀλλ' ὃς ἂν θέλη̨ μέγας γενέσθαι ἐν ὑμι̃ν ἔσται ὑμω̃ν διάκονος

44 καὶ ὃς ἂν θέλη̨ ἐν ὑμι̃ν εἰ̃ναι πρω̃τος ἔσται πάντων δου̃λος

45 καὶ γὰρ ὁ υἱòς του̃ ἀνθρώπου οὐκ ἠ̃λθεν διακονηθη̃ναι ἀλλὰ διακονη̃σαι καὶ δου̃ναι τὴν ψυχὴν αὐτου̃ λύτρον ἀντὶ πολλω̃ν

46 καὶ ἔρχονται εἰς ’Ιεριχώ καὶ ἐκπορευομένου αὐτου̃ ἀπò ’Ιεριχὼ καὶ τω̃ν μαθητω̃ν αὐτου̃ καὶ ὄχλου ἱκανου̃ ὁ υἱòς Τιμαίου Βαρτιμαι̃ος τυφλòς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν

47 καὶ ἀκούσας ὅτι ’Ιησου̃ς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν υἱὲ Δαυὶδ ’Ιησου̃ ἐλέησόν με

48 καὶ ἐπετίμων αὐτω̨̃ πολλοὶ ἵνα σιωπήση̨ ὁ δὲ πολλω̨̃ μα̃λλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με

49 καὶ στὰς ὁ ’Ιησου̃ς εἰ̃πεν φωνήσατε αὐτόν καὶ φωνου̃σιν τòν τυφλòν λέγοντες αὐτω̨̃ θάρσει ἔγειρε φωνει̃ σε

50 ὁ δὲ ἀποβαλὼν τò ἱμάτιον αὐτου̃ ἀναπηδήσας ἠ̃λθεν πρòς τòν ’Ιησου̃ν

51 καὶ ἀποκριθεὶς αὐτω̨̃ ὁ ’Ιησου̃ς εἰ̃πεν τί σοι θέλεις ποιήσω ὁ δὲ τυφλòς εἰ̃πεν αὐτω̨̃ ραββουνι ἵνα ἀναβλέψω

52 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ὕπαγε ἡ πίστις σου σέσωκέν σε καὶ εὐθὺς ἀνέβλεψεν καὶ ἠκολούθει αὐτω̨̃ ἐν τη̨̃ ὁδω̨̃

 

Κεφάλαιον ΙΑ' (11)

1 καὶ ὅτε ἐγγίζουσιν εἰς ‘Ιεροσόλυμα εἰς βηθφαγὴ καὶ βηθανίαν πρòς τò ὄρος τω̃ν ἐλαιω̃ν ἀποστέλλει δύο τω̃ν μαθητω̃ν αὐτου̃

2 καὶ λέγει αὐτοι̃ς ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμω̃ν καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πω̃λον δεδεμένον ἐφ' ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν λύσατε αὐτòν καὶ φέρετε

3 καὶ ἐάν τις ὑμι̃ν εἴπη̨ τί ποιει̃τε του̃το εἴπατε ὁ κύριος αὐτου̃ χρείαν ἔχει καὶ εὐθὺς αὐτòν ἀποστέλλει πάλιν ὡ̃δε

4 καὶ ἀπη̃λθον καὶ εὑ̃ρον πω̃λον δεδεμένον πρòς θύραν ἔξω ἐπὶ του̃ ἀμφόδου καὶ λύουσιν αὐτόν

5 καί τινες τω̃ν ἐκει̃ ἑστηκότων ἔλεγον αὐτοι̃ς τί ποιει̃τε λύοντες τòν πω̃λον

6 οἱ δὲ εἰ̃παν αὐτοι̃ς καθὼς εἰ̃πεν ὁ ’Ιησου̃ς καὶ ἀφη̃καν αὐτούς

7 καὶ φέρουσιν τòν πω̃λον πρòς τòν ’Ιησου̃ν καὶ ἐπιβάλλουσιν αὐτω̨̃ τὰ ἱμάτια αὐτω̃ν καὶ ἐκάθισεν ἐπ' αὐτόν

8 καὶ πολλοὶ τὰ ἱμάτια αὐτω̃ν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τω̃ν ἀγρω̃ν

9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθου̃ντες ἔκραζον ὡσαννά εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου

10 εὐλογημένη ἡ ἐρχομένη βασιλεία του̃ πατρòς ἡμω̃ν Δαυίδ ὡσαννὰ ἐν τοι̃ς ὑψίστοις

11 καὶ εἰση̃λθεν εἰς ‘Ιεροσόλυμα εἰς τò ἱερόν καὶ περιβλεψάμενος πάντα ὀψίας ἤδη οὔσης τη̃ς ὥρας ἐξη̃λθεν εἰς βηθανίαν μετὰ τω̃ν δώδεκα

12 καὶ τη̨̃ ἐπαύριον ἐξελθόντων αὐτω̃ν ἀπò βηθανίας ἐπείνασεν

13 καὶ ἰδὼν συκη̃ν ἀπò μακρόθεν ἔχουσαν φύλλα ἠ̃λθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτη̨̃ καὶ ἐλθὼν ἐπ' αὐτὴν οὐδὲν εὑ̃ρεν εἰ μὴ φύλλα ὁ γὰρ καιρòς οὐκ ἠ̃ν σύκων

14 καὶ ἀποκριθεὶς εἰ̃πεν αὐτη̨̃ μηκέτι εἰς τòν αἰω̃να ἐκ σου̃ μηδεὶς καρπòν φάγοι καὶ ἤκουον οἱ μαθηταὶ αὐτου̃

15 καὶ ἔρχονται εἰς ‘Ιεροσόλυμα καὶ εἰσελθὼν εἰς τò ἱερòν ἤρξατο ἐκβάλλειν τοὺς πωλου̃ντας καὶ τοὺς ἀγοράζοντας ἐν τω̨̃ ἱερω̨̃ καὶ τὰς τραπέζας τω̃ν κολλυβιστω̃ν καὶ τὰς καθέδρας τω̃ν πωλούντων τὰς περιστερὰς κατέστρεψεν

16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκη̨ σκευ̃ος διὰ του̃ ἱερου̃

17 καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοι̃ς οὐ γέγραπται ὅτι ὁ οἰ̃κός μου οἰ̃κος προσευχη̃ς κληθήσεται πα̃σιν τοι̃ς ἔθνεσιν ὑμει̃ς δὲ πεποιήκατε αὐτòν σπήλαιον λη̨στω̃ν

18 καὶ ἤκουσαν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς καὶ ἐζήτουν πω̃ς αὐτòν ἀπολέσωσιν ἐφοβου̃ντο γὰρ αὐτόν πα̃ς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃

19 καὶ ὅταν ὀψὲ ἐγένετο ἐξεπορεύοντο ἔξω τη̃ς πόλεως

20 καὶ παραπορευόμενοι πρωΐ εἰ̃δον τὴν συκη̃ν ἐξηραμμένην ἐκ ῥιζω̃ν

21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτω̨̃ ῥαββί ἴδε ἡ συκη̃ ἣν κατηράσω ἐξήρανται

22 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς λέγει αὐτοι̃ς ἔχετε πίστιν θεου̃

23 ἀμὴν λέγω ὑμι̃ν ὅτι ὃς ἂν εἴπη̨ τω̨̃ ὄρει τούτω̨ ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθη̨̃ ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἀλλὰ πιστεύη̨ ὅτι ὃ λαλει̃ γίνεται ἔσται αὐτω̨̃

24 διὰ του̃το λέγω ὑμι̃ν πάντα ὅσα προσεύχεσθε καὶ αἰτει̃σθε πιστεύετε ὅτι ἐλάβετε καὶ ἔσται ὑμι̃ν

25 καὶ ὅταν στήκετε προσευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ ὁ πατὴρ ὑμω̃ν ὁ ἐν τοι̃ς οὐρανοι̃ς ἀφη̨̃ ὑμι̃ν τὰ παραπτώματα ὑμω̃ν

27 καὶ ἔρχονται πάλιν εἰς ‘Ιεροσόλυμα καὶ ἐν τω̨̃ ἱερω̨̃ περιπατου̃ντος αὐτου̃ ἔρχονται πρòς αὐτòν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς καὶ οἱ πρεσβύτεροι

28 καὶ ἔλεγον αὐτω̨̃ ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιει̃ς ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταυ̃τα ποιη̨̃ς

29 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ἐπερωτήσω ὑμα̃ς ἕνα λόγον καὶ ἀποκρίθητέ μοι καὶ ἐρω̃ ὑμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιω̃

30 τò βάπτισμα τò ’Ιωάννου ἐξ οὐρανου̃ ἠ̃ν ἢ ἐξ ἀνθρώπων ἀποκρίθητέ μοι

31 καὶ διελογίζοντο πρòς ἑαυτοὺς λέγοντες ἐὰν εἴπωμεν ἐξ οὐρανου̃ ἐρει̃ διὰ τί οὐ̃ν οὐκ ἐπιστεύσατε αὐτω̨̃

32 ἀλλὰ εἴπωμεν ἐξ ἀνθρώπων ἐφοβου̃ντο τòν ὄχλον ἅπαντες γὰρ εἰ̃χον τòν ’Ιωάννην ὄντως ὅτι προφήτης ἠ̃ν

33 καὶ ἀποκριθέντες τω̨̃ ’Ιησου̃ λέγουσιν οὐκ οἴδαμεν καὶ ὁ ’Ιησου̃ς λέγει αὐτοι̃ς οὐδὲ ἐγὼ λέγω ὑμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιω̃

 

Κεφάλαιον ΙΒ' (12)

1 καὶ ἤρξατο αὐτοι̃ς ἐν παραβολαι̃ς λαλει̃ν ἀμπελω̃να ἄνθρωπος ἐφύτευσεν καὶ περιέθηκεν φραγμòν καὶ ὤρυξεν ὑπολήνιον καὶ ὠ̨κοδόμησεν πύργον καὶ ἐξέδετο αὐτòν γεωργοι̃ς καὶ ἀπεδήμησεν

2 καὶ ἀπέστειλεν πρòς τοὺς γεωργοὺς τω̨̃ καιρω̨̃ δου̃λον ἵνα παρὰ τω̃ν γεωργω̃ν λάβη̨ ἀπò τω̃ν καρπω̃ν του̃ ἀμπελω̃νος

3 καὶ λαβόντες αὐτòν ἔδειραν καὶ ἀπέστειλαν κενόν

4 καὶ πάλιν ἀπέστειλεν πρòς αὐτοὺς ἄλλον δου̃λον κἀκει̃νον ἐκεφαλίωσαν καὶ ἠτίμασαν

5 καὶ ἄλλον ἀπέστειλεν κἀκει̃νον ἀπέκτειναν καὶ πολλοὺς ἄλλους οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες

6 ἔτι ἕνα εἰ̃χεν υἱòν ἀγαπητόν ἀπέστειλεν αὐτòν ἔσχατον πρòς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τòν υἱόν μου

7 ἐκει̃νοι δὲ οἱ γεωργοὶ πρòς ἑαυτοὺς εἰ̃παν ὅτι οὑ̃τός ἐστιν ὁ κληρονόμος δευ̃τε ἀποκτείνωμεν αὐτόν καὶ ἡμω̃ν ἔσται ἡ κληρονομία

8 καὶ λαβόντες ἀπέκτειναν αὐτόν καὶ ἐξέβαλον αὐτòν ἔξω του̃ ἀμπελω̃νος

9 τί οὐ̃ν ποιήσει ὁ κύριος του̃ ἀμπελω̃νος ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς καὶ δώσει τòν ἀμπελω̃να ἄλλοις

10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας

11 παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοι̃ς ἡμω̃ν

12 καὶ ἐζήτουν αὐτòν κρατη̃σαι καὶ ἐφοβήθησαν τòν ὄχλον ἔγνωσαν γὰρ ὅτι πρòς αὐτοὺς τὴν παραβολὴν εἰ̃πεν καὶ ἀφέντες αὐτòν ἀπη̃λθον

13 καὶ ἀποστέλλουσιν πρòς αὐτόν τινας τω̃ν Φαρισαίων καὶ τω̃ν ‘Ηρω̨διανω̃ν ἵνα αὐτòν ἀγρεύσωσιν λόγω̨

14 καὶ ἐλθόντες λέγουσιν αὐτω̨̃ διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἰ̃ καὶ οὐ μέλει σοι περὶ οὐδενός οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδòν του̃ θεου̃ διδάσκεις ἔξεστιν δου̃ναι κη̃νσον Καίσαρι ἢ οὔ δω̃μεν ἢ μὴ δω̃μεν

15 ὁ δὲ εἰδὼς αὐτω̃ν τὴν ὑπόκρισιν εἰ̃πεν αὐτοι̃ς τί με πειράζετε φέρετέ μοι δηνάριον ἵνα ἴδω

16 οἱ δὲ ἤνεγκαν καὶ λέγει αὐτοι̃ς τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή οἱ δὲ εἰ̃παν αὐτω̨̃ Καίσαρος

17 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ του̃ θεου̃ τω̨̃ θεω̨̃ καὶ ἐξεθαύμαζον ἐπ' αὐτω̨̃

18 καὶ ἔρχονται Σαδδουκαι̃οι πρòς αὐτόν οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἰ̃ναι καὶ ἐπηρώτων αὐτòν λέγοντες

19 διδάσκαλε Μωϋση̃ς ἔγραψεν ἡμι̃ν ὅτι ἐάν τινος ἀδελφòς ἀποθάνη̨ καὶ καταλίπη̨ γυναι̃κα καὶ μὴ ἀφη̨̃ τέκνον ἵνα λάβη̨ ὁ ἀδελφòς αὐτου̃ τὴν γυναι̃κα καὶ ἐξαναστήση̨ σπέρμα τω̨̃ ἀδελφω̨̃ αὐτου̃

20 ἑπτὰ ἀδελφοὶ ἠ̃σαν καὶ ὁ πρω̃τος ἔλαβεν γυναι̃κα καὶ ἀποθνή̨σκων οὐκ ἀφη̃κεν σπέρμα

21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα καὶ ὁ τρίτος ὡσαύτως

22 καὶ οἱ ἑπτὰ οὐκ ἀφη̃καν σπέρμα ἔσχατον πάντων καὶ ἡ γυνὴ ἀπέθανεν

23 ἐν τη̨̃ ἀναστάσει ὅταν ἀναστω̃σιν τίνος αὐτω̃ν ἔσται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναι̃κα

24 ἔφη αὐτοι̃ς ὁ ’Ιησου̃ς οὐ διὰ του̃το πλανα̃σθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν του̃ θεου̃

25 ὅταν γὰρ ἐκ νεκρω̃ν ἀναστω̃σιν οὔτε γαμου̃σιν οὔτε γαμίζονται ἀλλ' εἰσὶν ὡς ἄγγελοι ἐν τοι̃ς οὐρανοι̃ς

26 περὶ δὲ τω̃ν νεκρω̃ν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τη̨̃ βίβλω̨ Μωϋσέως ἐπὶ του̃ βάτου πω̃ς εἰ̃πεν αὐτω̨̃ ὁ θεòς λέγων ἐγὼ ὁ θεòς ’Αβραὰμ καὶ ὁ θεòς ’Ισαὰκ καὶ ὁ θεòς ’Ιακώβ

27 οὐκ ἔστιν θεòς νεκρω̃ν ἀλλὰ ζώντων πολὺ πλανα̃σθε

28 καὶ προσελθὼν εἱ̃ς τω̃ν γραμματέων ἀκούσας αὐτω̃ν συζητούντων ἰδὼν ὅτι καλω̃ς ἀπεκρίθη αὐτοι̃ς ἐπηρώτησεν αὐτόν ποία ἐστὶν ἐντολὴ πρώτη πάντων

29 ἀπεκρίθη ὁ ’Ιησου̃ς ὅτι πρώτη ἐστίν ἄκουε ’Ισραήλ κύριος ὁ θεòς ἡμω̃ν κύριος εἱ̃ς ἐστιν

30 καὶ ἀγαπήσεις κύριον τòν θεόν σου ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου καὶ ἐξ ὅλης τη̃ς διανοίας σου καὶ ἐξ ὅλης τη̃ς ἰσχύος σου

31 δευτέρα αὕτη ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν

32 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ γραμματεύς καλω̃ς διδάσκαλε ἐπ' ἀληθείας εἰ̃πες ὅτι εἱ̃ς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτου̃

33 καὶ τò ἀγαπα̃ν αὐτòν ἐξ ὅλης τη̃ς καρδίας καὶ ἐξ ὅλης τη̃ς συνέσεως καὶ ἐξ ὅλης τη̃ς ἰσχύος καὶ τò ἀγαπα̃ν τòν πλησίον ὡς ἑαυτòν περισσότερόν ἐστιν πάντων τω̃ν ὁλοκαυτωμάτων καὶ θυσιω̃ν

34 καὶ ὁ ’Ιησου̃ς ἰδὼν αὐτòν ὅτι νουνεχω̃ς ἀπεκρίθη εἰ̃πεν αὐτω̨̃ οὐ μακρὰν εἰ̃ ἀπò τη̃ς βασιλείας του̃ θεου̃ καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτòν ἐπερωτη̃σαι

35 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς ἔλεγεν διδάσκων ἐν τω̨̃ ἱερω̨̃ πω̃ς λέγουσιν οἱ γραμματει̃ς ὅτι ὁ Χριστòς υἱòς Δαυίδ ἐστιν

36 αὐτòς Δαυὶδ εἰ̃πεν ἐν τω̨̃ πνεύματι τω̨̃ ἁγίω̨ εἰ̃πεν κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποκάτω τω̃ν ποδω̃ν σου

37 αὐτòς Δαυὶδ λέγει αὐτòν κύριον καὶ πόθεν αὐτου̃ ἐστιν υἱός καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτου̃ ἡδέως

38 καὶ ἐν τη̨̃ διδαχη̨̃ αὐτου̃ ἔλεγεν βλέπετε ἀπò τω̃ν γραμματέων τω̃ν θελόντων ἐν στολαι̃ς περιπατει̃ν καὶ ἀσπασμοὺς ἐν ται̃ς ἀγοραι̃ς

39 καὶ πρωτοκαθεδρίας ἐν ται̃ς συναγωγαι̃ς καὶ πρωτοκλισίας ἐν τοι̃ς δείπνοις

40 οἱ κατεσθίοντες τὰς οἰκίας τω̃ν χηρω̃ν καὶ προφάσει μακρὰ προσευχόμενοι οὑ̃τοι λήμψονται περισσότερον κρίμα

41 καὶ καθίσας κατέναντι του̃ γαζοφυλακίου ἐθεώρει πω̃ς ὁ ὄχλος βάλλει χαλκòν εἰς τò γαζοφυλάκιον καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά

42 καὶ ἐλθου̃σα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο ὅ ἐστιν κοδράντης

43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτου̃ εἰ̃πεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλει̃ον πάντων ἔβαλεν τω̃ν βαλλόντων εἰς τò γαζοφυλάκιον

44 πάντες γὰρ ἐκ του̃ περισσεύοντος αὐτοι̃ς ἔβαλον αὕτη δὲ ἐκ τη̃ς ὑστερήσεως αὐτη̃ς πάντα ὅσα εἰ̃χεν ἔβαλεν ὅλον τòν βίον αὐτη̃ς

 

Κεφάλαιον ΙΓ' (13)

1 καὶ ἐκπορευομένου αὐτου̃ ἐκ του̃ ἱερου̃ λέγει αὐτω̨̃ εἱ̃ς τω̃ν μαθητω̃ν αὐτου̃ διδάσκαλε ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί

2 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς οὐ μὴ ἀφεθη̨̃ ὡ̃δε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθη̨̃

3 καὶ καθημένου αὐτου̃ εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν κατέναντι του̃ ἱερου̃ ἐπηρώτα αὐτòν κατ' ἰδίαν Πέτρος καὶ ’Ιάκωβος καὶ ’Ιωάννης καὶ ’Ανδρέας

4 εἰπòν ἡμι̃ν πότε ταυ̃τα ἔσται καὶ τί τò σημει̃ον ὅταν μέλλη̨ ταυ̃τα συντελει̃σθαι πάντα

5 ὁ δὲ ’Ιησου̃ς ἤρξατο λέγειν αὐτοι̃ς βλέπετε μή τις ὑμα̃ς πλανήση̨

6 πολλοὶ ἐλεύσονται ἐπὶ τω̨̃ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ πολλοὺς πλανήσουσιν

7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων μὴ θροει̃σθε δει̃ γενέσθαι ἀλλ' οὔπω τò τέλος

8 ἐγερθήσεται γὰρ ἔθνος ἐπ' ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν ἔσονται σεισμοὶ κατὰ τόπους ἔσονται λιμοί ἀρχὴ ὠδίνων ταυ̃τα

9 βλέπετε δὲ ὑμει̃ς ἑαυτούς παραδώσουσιν ὑμα̃ς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμου̃ εἰς μαρτύριον αὐτοι̃ς

10 καὶ εἰς πάντα τὰ ἔθνη πρω̃τον δει̃ κηρυχθη̃ναι τò εὐαγγέλιον

11 καὶ ὅταν ἄγωσιν ὑμα̃ς παραδιδόντες μὴ προμεριμνα̃τε τί λαλήσητε ἀλλ' ὃ ἐὰν δοθη̨̃ ὑμι̃ν ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ του̃το λαλει̃τε οὐ γάρ ἐστε ὑμει̃ς οἱ λαλου̃ντες ἀλλὰ τò πνευ̃μα τò ἅγιον

12 καὶ παραδώσει ἀδελφòς ἀδελφòν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονει̃ς καὶ θανατώσουσιν αὐτούς

13 καὶ ἔσεσθε μισούμενοι ὑπò πάντων διὰ τò ὄνομά μου ὁ δὲ ὑπομείνας εἰς τέλος οὑ̃τος σωθήσεται

14 ὅταν δὲ ἴδητε τò βδέλυγμα τη̃ς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δει̃ ὁ ἀναγινώσκων νοείτω τότε οἱ ἐν τη̨̃ ’Ιουδαία̨ φευγέτωσαν εἰς τὰ ὄρη

15 ὁ δὲ ἐπὶ του̃ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω ἀ̃ραί τι ἐκ τη̃ς οἰκίας αὐτου̃

16 καὶ ὁ εἰς τòν ἀγρòν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἀ̃ραι τò ἱμάτιον αὐτου̃

17 οὐαὶ δὲ ται̃ς ἐν γαστρὶ ἐχούσαις καὶ ται̃ς θηλαζούσαις ἐν ἐκείναις ται̃ς ἡμέραις

18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμω̃νος

19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκει̃ναι θλι̃ψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ' ἀρχη̃ς κτίσεως ἣν ἔκτισεν ὁ θεòς ἕως του̃ νυ̃ν καὶ οὐ μὴ γένηται

20 καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας οὐκ ἂν ἐσώθη πα̃σα σάρξ ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας

21 καὶ τότε ἐάν τις ὑμι̃ν εἴπη̨ ἴδε ὡ̃δε ὁ Χριστός ἴδε ἐκει̃ μὴ πιστεύετε

22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφη̃ται καὶ δώσουσιν σημει̃α καὶ τέρατα πρòς τò ἀποπλανα̃ν εἰ δυνατόν τοὺς ἐκλεκτούς

23 ὑμει̃ς δὲ βλέπετε προείρηκα ὑμι̃ν πάντα

24 ἀλλὰ ἐν ἐκείναις ται̃ς ἡμέραις μετὰ τὴν θλι̃ψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τò φέγγος αὐτη̃ς

25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ του̃ οὐρανου̃ πίπτοντες καὶ αἱ δυνάμεις αἱ ἐν τοι̃ς οὐρανοι̃ς σαλευθήσονται

26 καὶ τότε ὄψονται τòν υἱòν του̃ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλη̃ς καὶ δόξης

27 καὶ τότε ἀποστελει̃ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτου̃ ἐκ τω̃ν τεσσάρων ἀνέμων ἀπ' ἄκρου γη̃ς ἕως ἄκρου οὐρανου̃

28 ἀπò δὲ τη̃ς συκη̃ς μάθετε τὴν παραβολήν ὅταν ἤδη ὁ κλάδος αὐτη̃ς ἁπαλòς γένηται καὶ ἐκφύη̨ τὰ φύλλα γινώσκετε ὅτι ἐγγὺς τò θέρος ἐστίν

29 οὕτως καὶ ὑμει̃ς ὅταν ἴδητε ταυ̃τα γινόμενα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις

30 ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ παρέλθη̨ ἡ γενεὰ αὕτη μέχρις οὑ̃ ταυ̃τα πάντα γένηται

31 ὁ οὐρανòς καὶ ἡ γη̃ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται

32 περὶ δὲ τη̃ς ἡμέρας ἐκείνης ἢ τη̃ς ὥρας οὐδεὶς οἰ̃δεν οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανω̨̃ οὐδὲ ὁ υἱός εἰ μὴ ὁ πατήρ

33 βλέπετε ἀγρυπνει̃τε οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν

34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτου̃ καὶ δοὺς τοι̃ς δούλοις αὐτου̃ τὴν ἐξουσίαν ἑκάστω̨ τò ἔργον αὐτου̃ καὶ τω̨̃ θυρωρω̨̃ ἐνετείλατο ἵνα γρηγορη̨̃

35 γρηγορει̃τε οὐ̃ν οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τη̃ς οἰκίας ἔρχεται ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ

36 μὴ ἐλθὼν ἐξαίφνης εὕρη̨ ὑμα̃ς καθεύδοντας

37 ὃ δὲ ὑμι̃ν λέγω πα̃σιν λέγω γρηγορει̃τε

 

Κεφάλαιον ΙΔ' (14)

1 ἠ̃ν δὲ τò πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας καὶ ἐζήτουν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς πω̃ς αὐτòν ἐν δόλω̨ κρατήσαντες ἀποκτείνωσιν

2 ἔλεγον γάρ μὴ ἐν τη̨̃ ἑορτη̨̃ μήποτε ἔσται θόρυβος του̃ λαου̃

3 καὶ ὄντος αὐτου̃ ἐν βηθανία̨ ἐν τη̨̃ οἰκία̨ Σίμωνος του̃ λεπρου̃ κατακειμένου αὐτου̃ ἠ̃λθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικη̃ς πολυτελου̃ς συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτου̃ τη̃ς κεφαλη̃ς

4 ἠ̃σαν δέ τινες ἀγανακτου̃ντες πρòς ἑαυτούς εἰς τί ἡ ἀπώλεια αὕτη του̃ μύρου γέγονεν

5 ἠδύνατο γὰρ του̃το τò μύρον πραθη̃ναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθη̃ναι τοι̃ς πτωχοι̃ς καὶ ἐνεβριμω̃ντο αὐτη̨̃

6 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν ἄφετε αὐτήν τί αὐτη̨̃ κόπους παρέχετε καλòν ἔργον ἠργάσατο ἐν ἐμοί

7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ' ἑαυτω̃ν καὶ ὅταν θέλητε δύνασθε αὐτοι̃ς εὐ̃ ποιη̃σαι ἐμὲ δὲ οὐ πάντοτε ἔχετε

8 ὃ ἔσχεν ἐποίησεν προέλαβεν μυρίσαι τò σω̃μά μου εἰς τòν ἐνταφιασμόν

9 ἀμὴν δὲ λέγω ὑμι̃ν ὅπου ἐὰν κηρυχθη̨̃ τò εὐαγγέλιον εἰς ὅλον τòν κόσμον καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτη̃ς

10 καὶ ’Ιούδας ’Ισκαριὼθ ὁ εἱ̃ς τω̃ν δώδεκα ἀπη̃λθεν πρòς τοὺς ἀρχιερει̃ς ἵνα αὐτòν παραδοι̃ αὐτοι̃ς

11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτω̨̃ ἀργύριον δου̃ναι καὶ ἐζήτει πω̃ς αὐτòν εὐκαίρως παραδοι̃

12 καὶ τη̨̃ πρώτη̨ ἡμέρα̨ τω̃ν ἀζύμων ὅτε τò πάσχα ἔθυον λέγουσιν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ που̃ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγη̨ς τò πάσχα

13 καὶ ἀποστέλλει δύο τω̃ν μαθητω̃ν αὐτου̃ καὶ λέγει αὐτοι̃ς ὑπάγετε εἰς τὴν πόλιν καὶ ἀπαντήσει ὑμι̃ν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτω̨̃

14 καὶ ὅπου ἐὰν εἰσέλθη̨ εἴπατε τω̨̃ οἰκοδεσπότη̨ ὅτι ὁ διδάσκαλος λέγει που̃ ἐστιν τò κατάλυμά μου ὅπου τò πάσχα μετὰ τω̃ν μαθητω̃ν μου φάγω

15 καὶ αὐτòς ὑμι̃ν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον καὶ ἐκει̃ ἑτοιμάσατε ἡμι̃ν

16 καὶ ἐξη̃λθον οἱ μαθηταὶ καὶ ἠ̃λθον εἰς τὴν πόλιν καὶ εὑ̃ρον καθὼς εἰ̃πεν αὐτοι̃ς καὶ ἡτοίμασαν τò πάσχα

17 καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τω̃ν δώδεκα

18 καὶ ἀνακειμένων αὐτω̃ν καὶ ἐσθιόντων ὁ ’Ιησου̃ς εἰ̃πεν ἀμὴν λέγω ὑμι̃ν ὅτι εἱ̃ς ἐξ ὑμω̃ν παραδώσει με ὁ ἐσθίων μετ' ἐμου̃

19 ἤρξαντο λυπει̃σθαι καὶ λέγειν αὐτω̨̃ εἱ̃ς κατὰ εἱ̃ς μήτι ἐγώ

20 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς εἱ̃ς τω̃ν δώδεκα ὁ ἐμβαπτόμενος μετ' ἐμου̃ εἰς τò τρύβλιον

21 ὅτι ὁ μὲν υἱòς του̃ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτου̃ οὐαὶ δὲ τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ δι' οὑ̃ ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται καλòν αὐτω̨̃ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκει̃νος

22 καὶ ἐσθιόντων αὐτω̃ν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοι̃ς καὶ εἰ̃πεν λάβετε του̃τό ἐστιν τò σω̃μά μου

23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοι̃ς καὶ ἔπιον ἐξ αὐτου̃ πάντες

24 καὶ εἰ̃πεν αὐτοι̃ς του̃τό ἐστιν τò αἱ̃μά μου τη̃ς διαθήκης τò ἐκχυννόμενον ὑπὲρ πολλω̃ν

25 ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ του̃ γενήματος τη̃ς ἀμπέλου ἕως τη̃ς ἡμέρας ἐκείνης ὅταν αὐτò πίνω καινòν ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃

26 καὶ ὑμνήσαντες ἐξη̃λθον εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν

27 καὶ λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς ὅτι πάντες σκανδαλισθήσεσθε ὅτι γέγραπται πατάξω τòν ποιμένα καὶ τὰ πρόβατα διασκορπισθήσονται

28 ἀλλὰ μετὰ τò ἐγερθη̃ναί με προάξω ὑμα̃ς εἰς τὴν Γαλιλαίαν

29 ὁ δὲ Πέτρος ἔφη αὐτω̨̃ εἰ καὶ πάντες σκανδαλισθήσονται ἀλλ' οὐκ ἐγώ

30 καὶ λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτη̨ τη̨̃ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνη̃σαι τρίς με ἀπαρνήση̨

31 ὁ δὲ ἐκπερισσω̃ς ἐλάλει ἐὰν δέη̨ με συναποθανει̃ν σοι οὐ μή σε ἀπαρνήσομαι ὡσαύτως δὲ καὶ πάντες ἔλεγον

32 καὶ ἔρχονται εἰς χωρίον οὑ̃ τò ὄνομα Γεθσημανί καὶ λέγει τοι̃ς μαθηται̃ς αὐτου̃ καθίσατε ὡ̃δε ἕως προσεύξωμαι

33 καὶ παραλαμβάνει τòν Πέτρον καὶ τòν ’Ιάκωβον καὶ τòν ’Ιωάννην μετ' αὐτου̃ καὶ ἤρξατο ἐκθαμβει̃σθαι καὶ ἀδημονει̃ν

34 καὶ λέγει αὐτοι̃ς περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὡ̃δε καὶ γρηγορει̃τε

35 καὶ προελθὼν μικρòν ἔπιπτεν ἐπὶ τη̃ς γη̃ς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθη̨ ἀπ' αὐτου̃ ἡ ὥρα

36 καὶ ἔλεγεν αββα ὁ πατήρ πάντα δυνατά σοι παρένεγκε τò ποτήριον του̃το ἀπ' ἐμου̃ ἀλλ' οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ

37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τω̨̃ Πέτρω̨ Σίμων καθεύδεις οὐκ ἴσχυσας μίαν ὥραν γρηγορη̃σαι

38 γρηγορει̃τε καὶ προσεύχεσθε ἵνα μὴ ἔλθητε εἰς πειρασμόν τò μὲν πνευ̃μα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής

39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τòν αὐτòν λόγον εἰπών

40 καὶ πάλιν ἐλθὼν εὑ̃ρεν αὐτοὺς καθεύδοντας ἠ̃σαν γὰρ αὐτω̃ν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι καὶ οὐκ ἤ̨δεισαν τί ἀποκριθω̃σιν αὐτω̨̃

41 καὶ ἔρχεται τò τρίτον καὶ λέγει αὐτοι̃ς καθεύδετε τò λοιπòν καὶ ἀναπαύεσθε ἀπέχει ἠ̃λθεν ἡ ὥρα ἰδοὺ παραδίδοται ὁ υἱòς του̃ ἀνθρώπου εἰς τὰς χει̃ρας τω̃ν ἁμαρτωλω̃ν

42 ἐγείρεσθε ἄγωμεν ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν

43 καὶ εὐθὺς ἔτι αὐτου̃ λαλου̃ντος παραγίνεται ’Ιούδας εἱ̃ς τω̃ν δώδεκα καὶ μετ' αὐτου̃ ὄχλος μετὰ μαχαιρω̃ν καὶ ξύλων παρὰ τω̃ν ἀρχιερέων καὶ τω̃ν γραμματέων καὶ τω̃ν πρεσβυτέρων

44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτòν σύσσημον αὐτοι̃ς λέγων ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτòν καὶ ἀπάγετε ἀσφαλω̃ς

45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτω̨̃ λέγει ῥαββί καὶ κατεφίλησεν αὐτόν

46 οἱ δὲ ἐπέβαλον τὰς χει̃ρας αὐτω̨̃ καὶ ἐκράτησαν αὐτόν

47 εἱ̃ς δέ τις τω̃ν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τòν δου̃λον του̃ ἀρχιερέως καὶ ἀφει̃λεν αὐτου̃ τò ὠτάριον

48 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ὡς ἐπὶ λη̨στὴν ἐξήλθατε μετὰ μαχαιρω̃ν καὶ ξύλων συλλαβει̃ν με

49 καθ' ἡμέραν ἤμην πρòς ὑμα̃ς ἐν τω̨̃ ἱερω̨̃ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με ἀλλ' ἵνα πληρωθω̃σιν αἱ γραφαί

50 καὶ ἀφέντες αὐτòν ἔφυγον πάντες

51 καὶ νεανίσκος τις συνηκολούθει αὐτω̨̃ περιβεβλημένος σινδόνα ἐπὶ γυμνου̃ καὶ κρατου̃σιν αὐτόν

52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνòς ἔφυγεν

53 καὶ ἀπήγαγον τòν ’Ιησου̃ν πρòς τòν ἀρχιερέα καὶ συνέρχονται πάντες οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματει̃ς

54 καὶ ὁ Πέτρος ἀπò μακρόθεν ἠκολούθησεν αὐτω̨̃ ἕως ἔσω εἰς τὴν αὐλὴν του̃ ἀρχιερέως καὶ ἠ̃ν συγκαθήμενος μετὰ τω̃ν ὑπηρετω̃ν καὶ θερμαινόμενος πρòς τò φω̃ς

55 οἱ δὲ ἀρχιερει̃ς καὶ ὅλον τò συνέδριον ἐζήτουν κατὰ του̃ ’Ιησου̃ μαρτυρίαν εἰς τò θανατω̃σαι αὐτόν καὶ οὐχ ηὕρισκον

56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ' αὐτου̃ καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἠ̃σαν

57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ' αὐτου̃ λέγοντες

58 ὅτι ἡμει̃ς ἠκούσαμεν αὐτου̃ λέγοντος ὅτι ἐγὼ καταλύσω τòν ναòν του̃τον τòν χειροποίητον καὶ διὰ τριω̃ν ἡμερω̃ν ἄλλον ἀχειροποίητον οἰκοδομήσω

59 καὶ οὐδὲ οὕτως ἴση ἠ̃ν ἡ μαρτυρία αὐτω̃ν

60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τòν ’Ιησου̃ν λέγων οὐκ ἀποκρίνη̨ οὐδέν τί οὑ̃τοί σου καταμαρτυρου̃σιν

61 ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτòν καὶ λέγει αὐτω̨̃ σὺ εἰ̃ ὁ Χριστòς ὁ υἱòς του̃ εὐλογητου̃

62 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν ἐγώ εἰμι καὶ ὄψεσθε τòν υἱòν του̃ ἀνθρώπου ἐκ δεξιω̃ν καθήμενον τη̃ς δυνάμεως καὶ ἐρχόμενον μετὰ τω̃ν νεφελω̃ν του̃ οὐρανου̃

63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτω̃νας αὐτου̃ λέγει τί ἔτι χρείαν ἔχομεν μαρτύρων

64 ἠκούσατε τη̃ς βλασφημίας τί ὑμι̃ν φαίνεται οἱ δὲ πάντες κατέκριναν αὐτòν ἔνοχον εἰ̃ναι θανάτου

65 καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτω̨̃ καὶ περικαλύπτειν αὐτου̃ τò πρόσωπον καὶ κολαφίζειν αὐτòν καὶ λέγειν αὐτω̨̃ προφήτευσον καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτòν ἔλαβον

66 καὶ ὄντος του̃ Πέτρου κάτω ἐν τη̨̃ αὐλη̨̃ ἔρχεται μία τω̃ν παιδισκω̃ν του̃ ἀρχιερέως

67 καὶ ἰδου̃σα τòν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτω̨̃ λέγει καὶ σὺ μετὰ του̃ Ναζαρηνου̃ ἠ̃σθα του̃ ’Ιησου̃

68 ὁ δὲ ἠρνήσατο λέγων οὔτε οἰ̃δα οὔτε ἐπίσταμαι σὺ τί λέγεις καὶ ἐξη̃λθεν ἔξω εἰς τò προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν

69 καὶ ἡ παιδίσκη ἰδου̃σα αὐτòν ἤρξατο πάλιν λέγειν τοι̃ς παρεστω̃σιν ὅτι οὑ̃τος ἐξ αὐτω̃ν ἐστιν

70 ὁ δὲ πάλιν ἠρνει̃το καὶ μετὰ μικρòν πάλιν οἱ παρεστω̃τες ἔλεγον τω̨̃ Πέτρω̨ ἀληθω̃ς ἐξ αὐτω̃ν εἰ̃ καὶ γὰρ Γαλιλαι̃ος εἰ̃

71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἰ̃δα τòν ἄνθρωπον του̃τον ὃν λέγετε

72 καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν καὶ ἀνεμνήσθη ὁ Πέτρος τò ῥη̃μα ὡς εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς ὅτι πρὶν ἀλέκτορα φωνη̃σαι δὶς τρίς με ἀπαρνήση̨ καὶ ἐπιβαλὼν ἔκλαιεν

 

Κεφάλαιον ΙΕ' (15)

1 καὶ εὐθὺς πρωΐ συμβούλιον ποιήσαντες οἱ ἀρχιερει̃ς μετὰ τω̃ν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τò συνέδριον δήσαντες τòν ’Ιησου̃ν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτω̨

2 καὶ ἐπηρώτησεν αὐτòν ὁ Πιλα̃τος σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων ὁ δὲ ἀποκριθεὶς αὐτω̨̃ λέγει σὺ λέγεις

3 καὶ κατηγόρουν αὐτου̃ οἱ ἀρχιερει̃ς πολλά

4 ὁ δὲ Πιλα̃τος πάλιν ἐπηρώτα αὐτòν λέγων οὐκ ἀποκρίνη̨ οὐδέν ἴδε πόσα σου κατηγορου̃σιν

5 ὁ δὲ ’Ιησου̃ς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τòν Πιλα̃τον

6 κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοι̃ς ἕνα δέσμιον ὃν παρη̨του̃ντο

7 ἠ̃ν δὲ ὁ λεγόμενος Βαραββα̃ς μετὰ τω̃ν στασιαστω̃ν δεδεμένος οἵτινες ἐν τη̨̃ στάσει φόνον πεποιήκεισαν

8 καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτει̃σθαι καθὼς ἐποίει αὐτοι̃ς

9 ὁ δὲ Πιλα̃τος ἀπεκρίθη αὐτοι̃ς λέγων θέλετε ἀπολύσω ὑμι̃ν τòν βασιλέα τω̃ν ’Ιουδαίων

10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτòν οἱ ἀρχιερει̃ς

11 οἱ δὲ ἀρχιερει̃ς ἀνέσεισαν τòν ὄχλον ἵνα μα̃λλον τòν Βαραββα̃ν ἀπολύση̨ αὐτοι̃ς

12 ὁ δὲ Πιλα̃τος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοι̃ς τί οὐ̃ν θέλετε ποιήσω ὃν λέγετε τòν βασιλέα τω̃ν ’Ιουδαίων

13 οἱ δὲ πάλιν ἔκραξαν σταύρωσον αὐτόν

14 ὁ δὲ Πιλα̃τος ἔλεγεν αὐτοι̃ς τί γὰρ ἐποίησεν κακόν οἱ δὲ περισσω̃ς ἔκραξαν σταύρωσον αὐτόν

15 ὁ δὲ Πιλα̃τος βουλόμενος τω̨̃ ὄχλω̨ τò ἱκανòν ποιη̃σαι ἀπέλυσεν αὐτοι̃ς τòν Βαραββα̃ν καὶ παρέδωκεν τòν ’Ιησου̃ν φραγελλώσας ἵνα σταυρωθη̨̃

16 οἱ δὲ στρατιω̃ται ἀπήγαγον αὐτòν ἔσω τη̃ς αὐλη̃ς ὅ ἐστιν πραιτώριον καὶ συγκαλου̃σιν ὅλην τὴν σπει̃ραν

17 καὶ ἐνδιδύσκουσιν αὐτòν πορφύραν καὶ περιτιθέασιν αὐτω̨̃ πλέξαντες ἀκάνθινον στέφανον

18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν χαι̃ρε βασιλευ̃ τω̃ν ’Ιουδαίων

19 καὶ ἔτυπτον αὐτου̃ τὴν κεφαλὴν καλάμω̨ καὶ ἐνέπτυον αὐτω̨̃ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτω̨̃

20 καὶ ὅτε ἐνέπαιξαν αὐτω̨̃ ἐξέδυσαν αὐτòν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτòν τὰ ἱμάτια αὐτου̃ καὶ ἐξάγουσιν αὐτòν ἵνα σταυρώσωσιν αὐτόν

21 καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα κυρηναι̃ον ἐρχόμενον ἀπ' ἀγρου̃ τòν πατέρα ’Αλεξάνδρου καὶ ‘Ρούφου ἵνα ἄρη̨ τòν σταυρòν αὐτου̃

22 καὶ φέρουσιν αὐτòν ἐπὶ τòν Γολγοθα̃ν τόπον ὅ ἐστιν μεθερμηνευόμενον κρανίου τόπος

23 καὶ ἐδίδουν αὐτω̨̃ ἐσμυρνισμένον οἰ̃νον ὃς δὲ οὐκ ἔλαβεν

24 καὶ σταυρου̃σιν αὐτòν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτου̃ βάλλοντες κλη̃ρον ἐπ' αὐτὰ τίς τί ἄρη̨

25 ἠ̃ν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν

26 καὶ ἠ̃ν ἡ ἐπιγραφὴ τη̃ς αἰτίας αὐτου̃ ἐπιγεγραμμένη ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων

27 καὶ σὺν αὐτω̨̃ σταυρου̃σιν δύο λη̨στάς ἕνα ἐκ δεξιω̃ν καὶ ἕνα ἐξ εὐωνύμων αὐτου̃

29 καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτòν κινου̃ντες τὰς κεφαλὰς αὐτω̃ν καὶ λέγοντες οὐὰ ὁ καταλύων τòν ναòν καὶ οἰκοδομω̃ν ἐν τρισὶν ἡμέραις

30 σω̃σον σεαυτòν καταβὰς ἀπò του̃ σταυρου̃

31 ὁμοίως καὶ οἱ ἀρχιερει̃ς ἐμπαίζοντες πρòς ἀλλήλους μετὰ τω̃ν γραμματέων ἔλεγον ἄλλους ἔσωσεν ἑαυτòν οὐ δύναται σω̃σαι

32 ὁ Χριστòς ὁ βασιλεὺς ’Ισραὴλ καταβάτω νυ̃ν ἀπò του̃ σταυρου̃ ἵνα ἴδωμεν καὶ πιστεύσωμεν καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτω̨̃ ὠνείδιζον αὐτόν

33 καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ' ὅλην τὴν γη̃ν ἕως ὥρας ἐνάτης

34 καὶ τη̨̃ ἐνάτη̨ ὥρα̨ ἐβόησεν ὁ ’Ιησου̃ς φωνη̨̃ μεγάλη̨ ελωι ελωι λεμα σαβαχθανι ὅ ἐστιν μεθερμηνευόμενον ὁ θεός μου ὁ θεός μου εἰς τί ἐγκατέλιπές με

35 καί τινες τω̃ν παρεστηκότων ἀκούσαντες ἔλεγον ἴδε ’Ηλίαν φωνει̃

36 δραμὼν δέ τις καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμω̨ ἐπότιζεν αὐτόν λέγων ἄφετε ἴδωμεν εἰ ἔρχεται ’Ηλίας καθελει̃ν αὐτόν

37 ὁ δὲ ’Ιησου̃ς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν

38 καὶ τò καταπέτασμα του̃ ναου̃ ἐσχίσθη εἰς δύο ἀπ' ἄνωθεν ἕως κάτω

39 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτου̃ ὅτι οὕτως ἐξέπνευσεν εἰ̃πεν ἀληθω̃ς οὑ̃τος ὁ ἄνθρωπος υἱòς θεου̃ ἠ̃ν

40 ἠ̃σαν δὲ καὶ γυναι̃κες ἀπò μακρόθεν θεωρου̃σαι ἐν αἱ̃ς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ ’Ιακώβου του̃ μικρου̃ καὶ ’Ιωση̃τος μήτηρ καὶ Σαλώμη

41 αἳ ὅτε ἠ̃ν ἐν τη̨̃ Γαλιλαία̨ ἠκολούθουν αὐτω̨̃ καὶ διηκόνουν αὐτω̨̃ καὶ ἄλλαι πολλαὶ αἱ συναναβα̃σαι αὐτω̨̃ εἰς ‘Ιεροσόλυμα

42 καὶ ἤδη ὀψίας γενομένης ἐπεὶ ἠ̃ν παρασκευή ὅ ἐστιν προσάββατον

43 ἐλθὼν ’Ιωσὴφ ὁ ἀπò ‘Αριμαθαίας εὐσχήμων βουλευτής ὃς καὶ αὐτòς ἠ̃ν προσδεχόμενος τὴν βασιλείαν του̃ θεου̃ τολμήσας εἰση̃λθεν πρòς τòν Πιλα̃τον καὶ ἠ̨τήσατο τò σω̃μα του̃ ’Ιησου̃

44 ὁ δὲ Πιλα̃τος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν καὶ προσκαλεσάμενος τòν κεντυρίωνα ἐπηρώτησεν αὐτòν εἰ πάλαι ἀπέθανεν

45 καὶ γνοὺς ἀπò του̃ κεντυρίωνος ἐδωρήσατο τò πτω̃μα τω̨̃ ’Ιωσήφ

46 καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτòν ἐνείλησεν τη̨̃ σινδόνι καὶ ἔθηκεν αὐτòν ἐν μνημείω̨ ὃ ἠ̃ν λελατομημένον ἐκ πέτρας καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν του̃ μνημείου

47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ ’Ιωση̃τος ἐθεώρουν που̃ τέθειται

 

Κεφάλαιον ΙΣΤ' (16)

1 καὶ διαγενομένου του̃ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ του̃ ’Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθου̃σαι ἀλείψωσιν αὐτόν

2 καὶ λίαν πρωΐ τη̨̃ μια̨̃ τω̃ν σαββάτων ἔρχονται ἐπὶ τò μνημει̃ον ἀνατείλαντος του̃ ἡλίου

3 καὶ ἔλεγον πρòς ἑαυτάς τίς ἀποκυλίσει ἡμι̃ν τòν λίθον ἐκ τη̃ς θύρας του̃ μνημείου

4 καὶ ἀναβλέψασαι θεωρου̃σιν ὅτι ἀποκεκύλισται ὁ λίθος ἠ̃ν γὰρ μέγας σφόδρα

5 καὶ εἰσελθου̃σαι εἰς τò μνημει̃ον εἰ̃δον νεανίσκον καθήμενον ἐν τοι̃ς δεξιοι̃ς περιβεβλημένον στολὴν λευκήν καὶ ἐξεθαμβήθησαν

6 ὁ δὲ λέγει αὐται̃ς μὴ ἐκθαμβει̃σθε ’Ιησου̃ν ζητει̃τε τòν Ναζαρηνòν τòν ἐσταυρωμένον ἠγέρθη οὐκ ἔστιν ὡ̃δε ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν

7 ἀλλὰ ὑπάγετε εἴπατε τοι̃ς μαθηται̃ς αὐτου̃ καὶ τω̨̃ Πέτρω̨ ὅτι προάγει ὑμα̃ς εἰς τὴν Γαλιλαίαν ἐκει̃ αὐτòν ὄψεσθε καθὼς εἰ̃πεν ὑμι̃ν

8 καὶ ἐξελθου̃σαι ἔφυγον ἀπò του̃ μνημείου εἰ̃χεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις καὶ οὐδενὶ οὐδὲν εἰ̃παν ἐφοβου̃ντο γάρ

9 ἀναστὰς δὲ πρωΐ πρώτη̨ σαββάτου ἐφάνη πρω̃τον Μαρία̨ τη̨̃ Μαγδαληνη̨̃ παρ' ἡ̃ς ἐκβεβλήκει ἑπτὰ δαιμόνια

10 ἐκείνη πορευθει̃σα ἀπήγγειλεν τοι̃ς μετ' αὐτου̃ γενομένοις πενθου̃σι καὶ κλαίουσιν

11 κἀκει̃νοι ἀκούσαντες ὅτι ζη̨̃ καὶ ἐθεάθη ὑπ' αὐτη̃ς ἠπίστησαν

12 μετὰ δὲ ταυ̃τα δυσὶν ἐξ αὐτω̃ν περιπατου̃σιν ἐφανερώθη ἐν ἑτέρα̨ μορφη̨̃ πορευομένοις εἰς ἀγρόν

13 κἀκει̃νοι ἀπελθόντες ἀπήγγειλαν τοι̃ς λοιποι̃ς οὐδὲ ἐκείνοις ἐπίστευσαν

14 ὕστερον δὲ ἀνακειμένοις αὐτοι̃ς τοι̃ς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτω̃ν καὶ σκληροκαρδίαν ὅτι τοι̃ς θεασαμένοις αὐτòν ἐγηγερμένον οὐκ ἐπίστευσαν

15 καὶ εἰ̃πεν αὐτοι̃ς πορευθέντες εἰς τòν κόσμον ἅπαντα κηρύξατε τò εὐαγγέλιον πάση̨ τη̨̃ κτίσει

16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται ὁ δὲ ἀπιστήσας κατακριθήσεται

17 σημει̃α δὲ τοι̃ς πιστεύσασιν ταυ̃τα παρακολουθήσει ἐν τω̨̃ ὀνόματί μου δαιμόνια ἐκβαλου̃σιν γλώσσαις λαλήσουσιν καιναι̃ς

18 καὶ ἐν ται̃ς χερσὶν ὄφεις ἀρου̃σιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψη̨ ἐπὶ ἀρρώστους χει̃ρας ἐπιθήσουσιν καὶ καλω̃ς ἕξουσιν

19 ὁ μὲν οὐ̃ν κύριος ’Ιησου̃ς μετὰ τò λαλη̃σαι αὐτοι̃ς ἀνελήμφθη εἰς τòν οὐρανòν καὶ ἐκάθισεν ἐκ δεξιω̃ν του̃ θεου̃

20 ἐκει̃νοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχου̃ του̃ κυρίου συνεργου̃ντος καὶ τòν λόγον βεβαιου̃ντος διὰ τω̃ν ἐπακολουθούντων σημείων

21 πάντα δὲ τὰ παρηγγελμένα τοι̃ς περὶ τòν Πέτρον συντόμως ἐξήγγειλαν μετὰ δὲ ταυ̃τα καὶ αὐτòς ὁ ’Ιησου̃ς ἀπò ἀνατολη̃ς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι' αὐτω̃ν τò ἱερòν καὶ ἄφθαρτον κήρυγμα τη̃ς αἰωνίου σωτηρίας ἀμήν

 

Κνθγξ

[X]