Τό κατὰ Λουκα̃ν ἅγιον εὐαγγέλιον

Κεφάλαιον Α' (1)

1 ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τω̃ν πεπληροφορημένων ἐν ἡμι̃ν πραγμάτων

2 καθὼς παρέδοσαν ἡμι̃ν οἱ ἀπ' ἀρχη̃ς αὐτόπται καὶ ὑπηρέται γενόμενοι του̃ λόγου

3 ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πα̃σιν ἀκριβω̃ς καθεξη̃ς σοι γράψαι κράτιστε Θεόφιλε

4 ἵνα ἐπιγνω̨̃ς περὶ ὡ̃ν κατηχήθης λόγων τὴν ἀσφάλειαν

5 ἐγένετο ἐν ται̃ς ἡμέραις ‘Ηρώ̨δου βασιλέως τη̃ς ’Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ’Αβιά καὶ γυνὴ αὐτω̨̃ ἐκ τω̃ν θυγατέρων ’Ααρών καὶ τò ὄνομα αὐτη̃ς ’Ελισάβετ

6 ἠ̃σαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον του̃ θεου̃ πορευόμενοι ἐν πάσαις ται̃ς ἐντολαι̃ς καὶ δικαιώμασιν του̃ κυρίου ἄμεμπτοι

7 καὶ οὐκ ἠ̃ν αὐτοι̃ς τέκνον καθότι ἠ̃ν ἡ ’Ελισάβετ στει̃ρα καὶ ἀμφότεροι προβεβηκότες ἐν ται̃ς ἡμέραις αὐτω̃ν ἠ̃σαν

8 ἐγένετο δὲ ἐν τω̨̃ ἱερατεύειν αὐτòν ἐν τη̨̃ τάξει τη̃ς ἐφημερίας αὐτου̃ ἔναντι του̃ θεου̃

9 κατὰ τò ἔθος τη̃ς ἱερατείας ἔλαχε του̃ θυμια̃σαι εἰσελθὼν εἰς τòν ναòν του̃ κυρίου

10 καὶ πα̃ν τò πλη̃θος ἠ̃ν του̃ λαου̃ προσευχόμενον ἔξω τη̨̃ ὥρα̨ του̃ θυμιάματος

11 ὤφθη δὲ αὐτω̨̃ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιω̃ν του̃ θυσιαστηρίου του̃ θυμιάματος

12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν

13 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ ἄγγελος μὴ φοβου̃ Ζαχαρία διότι εἰσηκούσθη ἡ δέησίς σου καὶ ἡ γυνή σου ’Ελισάβετ γεννήσει υἱόν σοι καὶ καλέσεις τò ὄνομα αὐτου̃ ’Ιωάννην

14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις καὶ πολλοὶ ἐπὶ τη̨̃ γενέσει αὐτου̃ χαρήσονται

15 ἔσται γὰρ μέγας ἐνώπιον του̃ κυρίου καὶ οἰ̃νον καὶ σίκερα οὐ μὴ πίη̨ καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρòς αὐτου̃

16 καὶ πολλοὺς τω̃ν υἱω̃ν ’Ισραὴλ ἐπιστρέψει ἐπὶ κύριον τòν θεòν αὐτω̃ν

17 καὶ αὐτòς προελεύσεται ἐνώπιον αὐτου̃ ἐν πνεύματι καὶ δυνάμει ’Ηλίου ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθει̃ς ἐν φρονήσει δικαίων ἑτοιμάσαι κυρίω̨ λαòν κατεσκευασμένον

18 καὶ εἰ̃πεν Ζαχαρίας πρòς τòν ἄγγελον κατὰ τί γνώσομαι του̃το ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυι̃α ἐν ται̃ς ἡμέραις αὐτη̃ς

19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἰ̃πεν αὐτω̨̃ ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον του̃ θεου̃ καὶ ἀπεστάλην λαλη̃σαι πρòς σὲ καὶ εὐαγγελίσασθαί σοι ταυ̃τα

20 καὶ ἰδοὺ ἔση̨ σιωπω̃ν καὶ μὴ δυνάμενος λαλη̃σαι ἄχρι ἡ̃ς ἡμέρας γένηται ταυ̃τα ἀνθ' ὡ̃ν οὐκ ἐπίστευσας τοι̃ς λόγοις μου οἵτινες πληρωθήσονται εἰς τòν καιρòν αὐτω̃ν

21 καὶ ἠ̃ν ὁ λαòς προσδοκω̃ν τòν Ζαχαρίαν καὶ ἐθαύμαζον ἐν τω̨̃ χρονίζειν ἐν τω̨̃ ναω̨̃ αὐτόν

22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλη̃σαι αὐτοι̃ς καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τω̨̃ ναω̨̃ καὶ αὐτòς ἠ̃ν διανεύων αὐτοι̃ς καὶ διέμενεν κωφός

23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τη̃ς λειτουργίας αὐτου̃ ἀπη̃λθεν εἰς τòν οἰ̃κον αὐτου̃

24 μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ’Ελισάβετ ἡ γυνὴ αὐτου̃ καὶ περιέκρυβεν ἑαυτὴν μη̃νας πέντε λέγουσα

25 ὅτι οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἱ̃ς ἐπει̃δεν ἀφελει̃ν ὄνειδός μου ἐν ἀνθρώποις

26 ἐν δὲ τω̨̃ μηνὶ τω̨̃ ἕκτω̨ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπò του̃ θεου̃ εἰς πόλιν τη̃ς Γαλιλαίας ἡ̨̃ ὄνομα Ναζαρὲθ

27 πρòς παρθένον ἐμνηστευμένην ἀνδρὶ ὡ̨̃ ὄνομα ’Ιωσὴφ ἐξ οἴκου Δαυίδ καὶ τò ὄνομα τη̃ς παρθένου Μαριάμ

28 καὶ εἰσελθὼν πρòς αὐτὴν εἰ̃πεν χαι̃ρε κεχαριτωμένη ὁ κύριος μετὰ σου̃

29 ἡ δὲ ἐπὶ τω̨̃ λόγω̨ διεταράχθη καὶ διελογίζετο ποταπòς εἴη ὁ ἀσπασμòς οὑ̃τος

30 καὶ εἰ̃πεν ὁ ἄγγελος αὐτη̨̃ μὴ φοβου̃ Μαριάμ εὑ̃ρες γὰρ χάριν παρὰ τω̨̃ θεω̨̃

31 καὶ ἰδοὺ συλλήμψη̨ ἐν γαστρὶ καὶ τέξη̨ υἱόν καὶ καλέσεις τò ὄνομα αὐτου̃ ’Ιησου̃ν

32 οὑ̃τος ἔσται μέγας καὶ υἱòς ὑψίστου κληθήσεται καὶ δώσει αὐτω̨̃ κύριος ὁ θεòς τòν θρόνον Δαυὶδ του̃ πατρòς αὐτου̃

33 καὶ βασιλεύσει ἐπὶ τòν οἰ̃κον ’Ιακὼβ εἰς τοὺς αἰω̃νας καὶ τη̃ς βασιλείας αὐτου̃ οὐκ ἔσται τέλος

34 εἰ̃πεν δὲ Μαριὰμ πρòς τòν ἄγγελον πω̃ς ἔσται του̃το ἐπεὶ ἄνδρα οὐ γινώσκω

35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἰ̃πεν αὐτη̨̃ πνευ̃μα ἅγιον ἐπελεύσεται ἐπὶ σέ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι διò καὶ τò γεννώμενον ἅγιον κληθήσεται υἱòς θεου̃

36 καὶ ἰδοὺ ’Ελισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱòν ἐν γήρει αὐτη̃ς καὶ οὑ̃τος μὴν ἕκτος ἐστὶν αὐτη̨̃ τη̨̃ καλουμένη̨ στείρα̨

37 ὅτι οὐκ ἀδυνατήσει παρὰ του̃ θεου̃ πα̃ν ῥη̃μα

38 εἰ̃πεν δὲ Μαριάμ ἰδοὺ ἡ δούλη κυρίου γένοιτό μοι κατὰ τò ῥη̃μά σου καὶ ἀπη̃λθεν ἀπ' αὐτη̃ς ὁ ἄγγελος

39 ἀναστα̃σα δὲ Μαριὰμ ἐν ται̃ς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδη̃ς εἰς πόλιν ’Ιούδα

40 καὶ εἰση̃λθεν εἰς τòν οἰ̃κον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ’Ελισάβετ

41 καὶ ἐγένετο ὡς ἤκουσεν τòν ἀσπασμòν τη̃ς Μαρίας ἡ ’Ελισάβετ ἐσκίρτησεν τò βρέφος ἐν τη̨̃ κοιλία̨ αὐτη̃ς καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ ’Ελισάβετ

42 καὶ ἀνεφώνησεν κραυγη̨̃ μεγάλη̨ καὶ εἰ̃πεν εὐλογημένη σὺ ἐν γυναιξίν καὶ εὐλογημένος ὁ καρπòς τη̃ς κοιλίας σου

43 καὶ πόθεν μοι του̃το ἵνα ἔλθη̨ ἡ μήτηρ του̃ κυρίου μου πρòς ἐμέ

44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ του̃ ἀσπασμου̃ σου εἰς τὰ ὠ̃τά μου ἐσκίρτησεν ἐν ἀγαλλιάσει τò βρέφος ἐν τη̨̃ κοιλία̨ μου

45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοι̃ς λελαλημένοις αὐτη̨̃ παρὰ κυρίου

46 καὶ εἰ̃πεν Μαριάμ

47 μεγαλύνει ἡ ψυχή μου τòν κύριον καὶ ἠγαλλίασεν τò πνευ̃μά μου ἐπὶ τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρί μου

48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τη̃ς δούλης αὐτου̃ ἰδοὺ γὰρ ἀπò του̃ νυ̃ν μακαριου̃σίν με πα̃σαι αἱ γενεαί

49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός καὶ ἅγιον τò ὄνομα αὐτου̃

50 καὶ τò ἔλεος αὐτου̃ εἰς γενεὰς καὶ γενεὰς τοι̃ς φοβουμένοις αὐτόν

51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτου̃ διεσκόρπισεν ὑπερηφάνους διανοία̨ καρδίας αὐτω̃ν

52 καθει̃λεν δυνάστας ἀπò θρόνων καὶ ὕψωσεν ταπεινούς

53 πεινω̃ντας ἐνέπλησεν ἀγαθω̃ν καὶ πλουτου̃ντας ἐξαπέστειλεν κενούς

54 ἀντελάβετο ’Ισραὴλ παιδòς αὐτου̃ μνησθη̃ναι ἐλέους

55 καθὼς ἐλάλησεν πρòς τοὺς πατέρας ἡμω̃ν τω̨̃ ’Αβραὰμ καὶ τω̨̃ σπέρματι αὐτου̃ εἰς τòν αἰω̃να

56 ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτη̨̃ ὡς μη̃νας τρει̃ς καὶ ὑπέστρεψεν εἰς τòν οἰ̃κον αὐτη̃ς

57 τη̨̃ δὲ ’Ελισάβετ ἐπλήσθη ὁ χρόνος του̃ τεκει̃ν αὐτήν καὶ ἐγέννησεν υἱόν

58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενει̃ς αὐτη̃ς ὅτι ἐμεγάλυνεν κύριος τò ἔλεος αὐτου̃ μετ' αὐτη̃ς καὶ συνέχαιρον αὐτη̨̃

59 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἠ̃λθον περιτεμει̃ν τò παιδίον καὶ ἐκάλουν αὐτò ἐπὶ τω̨̃ ὀνόματι του̃ πατρòς αὐτου̃ Ζαχαρίαν

60 καὶ ἀποκριθει̃σα ἡ μήτηρ αὐτου̃ εἰ̃πεν οὐχί ἀλλὰ κληθήσεται ’Ιωάννης

61 καὶ εἰ̃παν πρòς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐκ τη̃ς συγγενείας σου ὃς καλει̃ται τω̨̃ ὀνόματι τούτω̨

62 ἐνένευον δὲ τω̨̃ πατρὶ αὐτου̃ τò τί ἂν θέλοι καλει̃σθαι αὐτό

63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων ’Ιωάννης ἐστὶν ὄνομα αὐτου̃ καὶ ἐθαύμασαν πάντες

64 ἀνεώ̨χθη δὲ τò στόμα αὐτου̃ παραχρη̃μα καὶ ἡ γλω̃σσα αὐτου̃ καὶ ἐλάλει εὐλογω̃ν τòν θεόν

65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικου̃ντας αὐτούς καὶ ἐν ὅλη̨ τη̨̃ ὀρεινη̨̃ τη̃ς ’Ιουδαίας διελαλει̃το πάντα τὰ ῥήματα ταυ̃τα

66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τη̨̃ καρδία̨ αὐτω̃ν λέγοντες τί ἄρα τò παιδίον του̃το ἔσται καὶ γὰρ χεὶρ κυρίου ἠ̃ν μετ' αὐτου̃

67 καὶ Ζαχαρίας ὁ πατὴρ αὐτου̃ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων

68 εὐλογητòς κύριος ὁ θεòς του̃ ’Ισραήλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τω̨̃ λαω̨̃ αὐτου̃

69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμι̃ν ἐν οἴκω̨ Δαυὶδ παιδòς αὐτου̃

70 καθὼς ἐλάλησεν διὰ στόματος τω̃ν ἁγίων ἀπ' αἰω̃νος προφητω̃ν αὐτου̃

71 σωτηρίαν ἐξ ἐχθρω̃ν ἡμω̃ν καὶ ἐκ χειρòς πάντων τω̃ν μισούντων ἡμα̃ς

72 ποιη̃σαι ἔλεος μετὰ τω̃ν πατέρων ἡμω̃ν καὶ μνησθη̃ναι διαθήκης ἁγίας αὐτου̃

73 ὅρκον ὃν ὤμοσεν πρòς ’Αβραὰμ τòν πατέρα ἡμω̃ν του̃ δου̃ναι ἡμι̃ν

74 ἀφόβως ἐκ χειρòς ἐχθρω̃ν ῥυσθέντας λατρεύειν αὐτω̨̃

75 ἐν ὁσιότητι καὶ δικαιοσύνη̨ ἐνώπιον αὐτου̃ πάσαις ται̃ς ἡμέραις ἡμω̃ν

76 καὶ σὺ δέ παιδίον προφήτης ὑψίστου κληθήση̨ προπορεύση̨ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτου̃

77 του̃ δου̃ναι γνω̃σιν σωτηρίας τω̨̃ λαω̨̃ αὐτου̃ ἐν ἀφέσει ἁμαρτιω̃ν αὐτω̃ν

78 διὰ σπλάγχνα ἐλέους θεου̃ ἡμω̃ν ἐν οἱ̃ς ἐπισκέψεται ἡμα̃ς ἀνατολὴ ἐξ ὕψους

79 ἐπιφα̃ναι τοι̃ς ἐν σκότει καὶ σκια̨̃ θανάτου καθημένοις του̃ κατευθυ̃ναι τοὺς πόδας ἡμω̃ν εἰς ὁδòν εἰρήνης

80 τò δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιου̃το πνεύματι καὶ ἠ̃ν ἐν ται̃ς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτου̃ πρòς τòν ’Ισραήλ

 

Κεφάλαιον Β' (2)

1 ἐγένετο δὲ ἐν ται̃ς ἡμέραις ἐκείναις ἐξη̃λθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πα̃σαν τὴν οἰκουμένην

2 αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τη̃ς Συρίας Κυρηνίου

3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι ἕκαστος εἰς τὴν ἑαυτου̃ πόλιν

4 ἀνέβη δὲ καὶ ’Ιωσὴφ ἀπò τη̃ς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν ’Ιουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλει̃ται Βηθλέεμ διὰ τò εἰ̃ναι αὐτòν ἐξ οἴκου καὶ πατρια̃ς Δαυίδ

5 ἀπογράψασθαι σὺν Μαριὰμ τη̨̃ ἐμνηστευμένη̨ αὐτω̨̃ οὔση̨ ἐγκύω̨

6 ἐγένετο δὲ ἐν τω̨̃ εἰ̃ναι αὐτοὺς ἐκει̃ ἐπλήσθησαν αἱ ἡμέραι του̃ τεκει̃ν αὐτήν

7 καὶ ἔτεκεν τòν υἱòν αὐτη̃ς τòν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτòν καὶ ἀνέκλινεν αὐτòν ἐν φάτνη̨ διότι οὐκ ἠ̃ν αὐτοι̃ς τόπος ἐν τω̨̃ καταλύματι

8 καὶ ποιμένες ἠ̃σαν ἐν τη̨̃ χώρα̨ τη̨̃ αὐτη̨̃ ἀγραυλου̃ντες καὶ φυλάσσοντες φυλακὰς τη̃ς νυκτòς ἐπὶ τὴν ποίμνην αὐτω̃ν

9 καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοι̃ς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς καὶ ἐφοβήθησαν φόβον μέγαν

10 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ἄγγελος μὴ φοβει̃σθε ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμι̃ν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τω̨̃ λαω̨̃

11 ὅτι ἐτέχθη ὑμι̃ν σήμερον σωτὴρ ὅς ἐστιν Χριστòς κύριος ἐν πόλει Δαυίδ

12 καὶ του̃το ὑμι̃ν τò σημει̃ον εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνη̨

13 καὶ ἐξαίφνης ἐγένετο σὺν τω̨̃ ἀγγέλω̨ πλη̃θος στρατια̃ς οὐρανίου αἰνούντων τòν θεòν καὶ λεγόντων

14 δόξα ἐν ὑψίστοις θεω̨̃ καὶ ἐπὶ γη̃ς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας

15 καὶ ἐγένετο ὡς ἀπη̃λθον ἀπ' αὐτω̃ν εἰς τòν οὐρανòν οἱ ἄγγελοι οἱ ποιμένες ἐλάλουν πρòς ἀλλήλους διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τò ῥη̃μα του̃το τò γεγονòς ὃ ὁ κύριος ἐγνώρισεν ἡμι̃ν

16 καὶ ἠ̃λθαν σπεύσαντες καὶ ἀνευ̃ραν τήν τε Μαριὰμ καὶ τòν ’Ιωσὴφ καὶ τò βρέφος κείμενον ἐν τη̨̃ φάτνη̨

17 ἰδόντες δὲ ἐγνώρισαν περὶ του̃ ῥήματος του̃ λαληθέντος αὐτοι̃ς περὶ του̃ παιδίου τούτου

18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τω̃ν λαληθέντων ὑπò τω̃ν ποιμένων πρòς αὐτούς

19 ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταυ̃τα συμβάλλουσα ἐν τη̨̃ καρδία̨ αὐτη̃ς

20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνου̃ντες τòν θεòν ἐπὶ πα̃σιν οἱ̃ς ἤκουσαν καὶ εἰ̃δον καθὼς ἐλαλήθη πρòς αὐτούς

21 καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ του̃ περιτεμει̃ν αὐτόν καὶ ἐκλήθη τò ὄνομα αὐτου̃ ’Ιησου̃ς τò κληθὲν ὑπò του̃ ἀγγέλου πρò του̃ συλλημφθη̃ναι αὐτòν ἐν τη̨̃ κοιλία̨

22 καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι του̃ καθαρισμου̃ αὐτω̃ν κατὰ τòν νόμον Μωϋσέως ἀνήγαγον αὐτòν εἰς ‘Ιεροσόλυμα παραστη̃σαι τω̨̃ κυρίω̨

23 καθὼς γέγραπται ἐν νόμω̨ κυρίου ὅτι πα̃ν ἄρσεν διανοι̃γον μήτραν ἅγιον τω̨̃ κυρίω̨ κληθήσεται

24 καὶ του̃ δου̃ναι θυσίαν κατὰ τò εἰρημένον ἐν τω̨̃ νόμω̨ κυρίου ζευ̃γος τρυγόνων ἢ δύο νοσσοὺς περιστερω̃ν

25 καὶ ἰδοὺ ἄνθρωπος ἠ̃ν ἐν ’Ιερουσαλὴμ ὡ̨̃ ὄνομα Συμεών καὶ ὁ ἄνθρωπος οὑ̃τος δίκαιος καὶ εὐλαβής προσδεχόμενος παράκλησιν του̃ ’Ισραήλ καὶ πνευ̃μα ἠ̃ν ἅγιον ἐπ' αὐτόν

26 καὶ ἠ̃ν αὐτω̨̃ κεχρηματισμένον ὑπò του̃ πνεύματος του̃ ἁγίου μὴ ἰδει̃ν θάνατον πρὶν ἢ ἂν ἴδη̨ τòν Χριστòν κυρίου

27 καὶ ἠ̃λθεν ἐν τω̨̃ πνεύματι εἰς τò ἱερόν καὶ ἐν τω̨̃ εἰσαγαγει̃ν τοὺς γονει̃ς τò παιδίον ’Ιησου̃ν του̃ ποιη̃σαι αὐτοὺς κατὰ τò εἰθισμένον του̃ νόμου περὶ αὐτου̃

28 καὶ αὐτòς ἐδέξατο αὐτò εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τòν θεòν καὶ εἰ̃πεν

29 νυ̃ν ἀπολύεις τòν δου̃λόν σου δέσποτα κατὰ τò ῥη̃μά σου ἐν εἰρήνη̨

30 ὅτι εἰ̃δον οἱ ὀφθαλμοί μου τò σωτήριόν σου

31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τω̃ν λαω̃ν

32 φω̃ς εἰς ἀποκάλυψιν ἐθνω̃ν καὶ δόξαν λαου̃ σου ’Ισραήλ

33 καὶ ἠ̃ν ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοι̃ς λαλουμένοις περὶ αὐτου̃

34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἰ̃πεν πρòς Μαριὰμ τὴν μητέρα αὐτου̃ ἰδοὺ οὑ̃τος κει̃ται εἰς πτω̃σιν καὶ ἀνάστασιν πολλω̃ν ἐν τω̨̃ ’Ισραὴλ καὶ εἰς σημει̃ον ἀντιλεγόμενον

35 καὶ σου̃ δὲ αὐτη̃ς τὴν ψυχὴν διελεύσεται ῥομφαία ὅπως ἂν ἀποκαλυφθω̃σιν ἐκ πολλω̃ν καρδιω̃ν διαλογισμοί

36 καὶ ἠ̃ν ‘Άννα προφη̃τις θυγάτηρ Φανουήλ ἐκ φυλη̃ς ’Ασήρ αὕτη προβεβηκυι̃α ἐν ἡμέραις πολλαι̃ς ζήσασα μετὰ ἀνδρòς ἔτη ἑπτὰ ἀπò τη̃ς παρθενίας αὐτη̃ς

37 καὶ αὐτὴ χήρα ἕως ἐτω̃ν ὀγδοήκοντα τεσσάρων ἣ οὐκ ἀφίστατο του̃ ἱερου̃ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν

38 καὶ αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐπιστα̃σα ἀνθωμολογει̃το τω̨̃ θεω̨̃ καὶ ἐλάλει περὶ αὐτου̃ πα̃σιν τοι̃ς προσδεχομένοις λύτρωσιν ’Ιερουσαλήμ

39 καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τòν νόμον κυρίου ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτω̃ν Ναζαρέθ

40 τò δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιου̃το πληρούμενον σοφία̨ καὶ χάρις θεου̃ ἠ̃ν ἐπ' αὐτό

41 καὶ ἐπορεύοντο οἱ γονει̃ς αὐτου̃ κατ' ἔτος εἰς ’Ιερουσαλὴμ τη̨̃ ἑορτη̨̃ του̃ πάσχα

42 καὶ ὅτε ἐγένετο ἐτω̃ν δώδεκα ἀναβαινόντων αὐτω̃ν κατὰ τò ἔθος τη̃ς ἑορτη̃ς

43 καὶ τελειωσάντων τὰς ἡμέρας ἐν τω̨̃ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ’Ιησου̃ς ὁ παι̃ς ἐν ’Ιερουσαλήμ καὶ οὐκ ἔγνωσαν οἱ γονει̃ς αὐτου̃

44 νομίσαντες δὲ αὐτòν εἰ̃ναι ἐν τη̨̃ συνοδία̨ ἠ̃λθον ἡμέρας ὁδòν καὶ ἀνεζήτουν αὐτòν ἐν τοι̃ς συγγενευ̃σιν καὶ τοι̃ς γνωστοι̃ς

45 καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς ’Ιερουσαλὴμ ἀναζητου̃ντες αὐτόν

46 καὶ ἐγένετο μετὰ ἡμέρας τρει̃ς εὑ̃ρον αὐτòν ἐν τω̨̃ ἱερω̨̃ καθεζόμενον ἐν μέσω̨ τω̃ν διδασκάλων καὶ ἀκούοντα αὐτω̃ν καὶ ἐπερωτω̃ντα αὐτούς

47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτου̃ ἐπὶ τη̨̃ συνέσει καὶ ται̃ς ἀποκρίσεσιν αὐτου̃

48 καὶ ἰδόντες αὐτòν ἐξεπλάγησαν καὶ εἰ̃πεν πρòς αὐτòν ἡ μήτηρ αὐτου̃ τέκνον τί ἐποίησας ἡμι̃ν οὕτως ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητου̃μέν σε

49 καὶ εἰ̃πεν πρòς αὐτούς τί ὅτι ἐζητει̃τέ με οὐκ ἤ̨δειτε ὅτι ἐν τοι̃ς του̃ πατρός μου δει̃ εἰ̃ναί με

50 καὶ αὐτοὶ οὐ συνη̃καν τò ῥη̃μα ὃ ἐλάλησεν αὐτοι̃ς

51 καὶ κατέβη μετ' αὐτω̃ν καὶ ἠ̃λθεν εἰς Ναζαρέθ καὶ ἠ̃ν ὑποτασσόμενος αὐτοι̃ς καὶ ἡ μήτηρ αὐτου̃ διετήρει πάντα τὰ ῥήματα ἐν τη̨̃ καρδία̨ αὐτη̃ς

52 καὶ ’Ιησου̃ς προέκοπτεν ἐν τη̨̃ σοφία̨ καὶ ἡλικία̨ καὶ χάριτι παρὰ θεω̨̃ καὶ ἀνθρώποις

 

Κεφάλαιον Γ' (3)

1 ἐν ἔτει δὲ πεντεκαιδεκάτω̨ τη̃ς ἡγεμονίας Τιβερίου Καίσαρος ἡγεμονεύοντος Ποντίου Πιλάτου τη̃ς ’Ιουδαίας καὶ τετρααρχου̃ντος τη̃ς Γαλιλαίας ‘Ηρώ̨δου Φιλίππου δὲ του̃ ἀδελφου̃ αὐτου̃ τετρααρχου̃ντος τη̃ς ’Ιτουραίας καὶ τραχωνίτιδος χώρας καὶ Λυσανίου τη̃ς ’Αβιληνη̃ς τετρααρχου̃ντος

2 ἐπὶ ἀρχιερέως ‘Άννα καὶ Καϊάφα ἐγένετο ῥη̃μα θεου̃ ἐπὶ ’Ιωάννην τòν Ζαχαρίου υἱòν ἐν τη̨̃ ἐρήμω̨

3 καὶ ἠ̃λθεν εἰς πα̃σαν τὴν περίχωρον του̃ ’Ιορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιω̃ν

4 ὡς γέγραπται ἐν βίβλω̨ λόγων ’Ησαΐου του̃ προφήτου φωνὴ βοω̃ντος ἐν τη̨̃ ἐρήμω̨ ἑτοιμάσατε τὴν ὁδòν κυρίου εὐθείας ποιει̃τε τὰς τρίβους αὐτου̃

5 πα̃σα φάραγξ πληρωθήσεται καὶ πα̃ν ὄρος καὶ βουνòς ταπεινωθήσεται καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχει̃αι εἰς ὁδοὺς λείας

6 καὶ ὄψεται πα̃σα σὰρξ τò σωτήριον του̃ θεου̃

7 ἔλεγεν οὐ̃ν τοι̃ς ἐκπορευομένοις ὄχλοις βαπτισθη̃ναι ὑπ' αὐτου̃ γεννήματα ἐχιδνω̃ν τίς ὑπέδειξεν ὑμι̃ν φυγει̃ν ἀπò τη̃ς μελλούσης ὀργη̃ς

8 ποιήσατε οὐ̃ν καρποὺς ἀξίους τη̃ς μετανοίας καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοι̃ς πατέρα ἔχομεν τòν ’Αβραάμ λέγω γὰρ ὑμι̃ν ὅτι δύναται ὁ θεòς ἐκ τω̃ν λίθων τούτων ἐγει̃ραι τέκνα τω̨̃ ’Αβραάμ

9 ἤδη δὲ καὶ ἡ ἀξίνη πρòς τὴν ῥίζαν τω̃ν δένδρων κει̃ται πα̃ν οὐ̃ν δένδρον μὴ ποιου̃ν καρπòν καλòν ἐκκόπτεται καὶ εἰς πυ̃ρ βάλλεται

10 καὶ ἐπηρώτων αὐτòν οἱ ὄχλοι λέγοντες τί οὐ̃ν ποιήσωμεν

11 ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοι̃ς ὁ ἔχων δύο χιτω̃νας μεταδότω τω̨̃ μὴ ἔχοντι καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω

12 ἠ̃λθον δὲ καὶ τελω̃ναι βαπτισθη̃ναι καὶ εἰ̃παν πρòς αὐτόν διδάσκαλε τί ποιήσωμεν

13 ὁ δὲ εἰ̃πεν πρòς αὐτούς μηδὲν πλέον παρὰ τò διατεταγμένον ὑμι̃ν πράσσετε

14 ἐπηρώτων δὲ αὐτòν καὶ στρατευόμενοι λέγοντες τί ποιήσωμεν καὶ ἡμει̃ς καὶ εἰ̃πεν αὐτοι̃ς μηδένα διασείσητε μηδὲ συκοφαντήσητε καὶ ἀρκει̃σθε τοι̃ς ὀψωνίοις ὑμω̃ν

15 προσδοκω̃ντος δὲ του̃ λαου̃ καὶ διαλογιζομένων πάντων ἐν ται̃ς καρδίαις αὐτω̃ν περὶ του̃ ’Ιωάννου μήποτε αὐτòς εἴη ὁ Χριστός

16 ἀπεκρίνατο λέγων πα̃σιν ὁ ’Ιωάννης ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμα̃ς ἔρχεται δὲ ὁ ἰσχυρότερός μου οὑ̃ οὐκ εἰμὶ ἱκανòς λυ̃σαι τòν ἱμάντα τω̃ν ὑποδημάτων αὐτου̃ αὐτòς ὑμα̃ς βαπτίσει ἐν πνεύματι ἁγίω̨ καὶ πυρί

17 οὑ̃ τò πτύον ἐν τη̨̃ χειρὶ αὐτου̃ διακαθα̃ραι τὴν ἅλωνα αὐτου̃ καὶ συναγαγει̃ν τòν σι̃τον εἰς τὴν ἀποθήκην αὐτου̃ τò δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστω̨

18 πολλὰ μὲν οὐ̃ν καὶ ἕτερα παρακαλω̃ν εὐηγγελίζετο τòν λαόν

19 ὁ δὲ ‘Ηρώ̨δης ὁ τετραάρχης ἐλεγχόμενος ὑπ' αὐτου̃ περὶ ‘Ηρω̨διάδος τη̃ς γυναικòς του̃ ἀδελφου̃ αὐτου̃ καὶ περὶ πάντων ὡ̃ν ἐποίησεν πονηρω̃ν ὁ ‘Ηρώ̨δης

20 προσέθηκεν καὶ του̃το ἐπὶ πα̃σιν καὶ κατέκλεισεν τòν ’Ιωάννην ἐν φυλακη̨̃

21 ἐγένετο δὲ ἐν τω̨̃ βαπτισθη̃ναι ἅπαντα τòν λαòν καὶ ’Ιησου̃ βαπτισθέντος καὶ προσευχομένου ἀνεω̨χθη̃ναι τòν οὐρανòν

22 καὶ καταβη̃ναι τò πνευ̃μα τò ἅγιον σωματικω̨̃ εἴδει ὡς περιστερὰν ἐπ' αὐτόν καὶ φωνὴν ἐξ οὐρανου̃ γενέσθαι σὺ εἰ̃ ὁ υἱός μου ὁ ἀγαπητός ἐν σοὶ εὐδόκησα

23 καὶ αὐτòς ἠ̃ν ’Ιησου̃ς ἀρχόμενος ὡσεὶ ἐτω̃ν τριάκοντα ὢν υἱός ὡς ἐνομίζετο ’Ιωσὴφ του̃ ’Ηλὶ

24 του̃ Μαθθὰτ του̃ Λευὶ του̃ Μελχὶ του̃ ’Ιανναὶ του̃ ’Ιωσὴφ

25 του̃ Ματταθίου του̃ ’Αμὼς του̃ Ναοὺμ του̃ ‘Εσλὶ του̃ Ναγγαὶ

26 του̃ Μάαθ του̃ Ματταθίου του̃ Σεμεΐν του̃ ’Ιωσὴχ του̃ ’Ιωδὰ

27 του̃ ’Ιωανὰν του̃ ‘Ρησὰ του̃ Ζοροβαβὲλ του̃ Σαλαθιὴλ του̃ Νηρὶ

28 του̃ Μελχὶ του̃ ’Αδδὶ του̃ Κωσὰμ του̃ ’Ελμαδὰμ του̃ ’Ὴρ

29 του̃ ’Ιησου̃ του̃ ’Ελιέζερ του̃ ’Ιωρὶμ του̃ Μαθθὰτ του̃ Λευὶ

30 του̃ Συμεὼν του̃ ’Ιούδα του̃ ’Ιωσὴφ του̃ ’Ιωνὰμ του̃ ’Ελιακὶμ

31 του̃ Μελεὰ του̃ Μεννὰ του̃ Ματταθὰ του̃ Ναθὰμ του̃ Δαυὶδ

32 του̃ ’Ιεσσαὶ του̃ ’Ιωβὴδ του̃ Βόος του̃ Σαλὰ του̃ Ναασσὼν

33 του̃ ’Αμιναδὰβ του̃ ’Αδμὶν του̃ ’Αρνὶ του̃ ‘Εσρὼμ του̃ Φάρες του̃ ’Ιούδα

34 του̃ ’Ιακὼβ του̃ ’Ισαὰκ του̃ ’Αβραὰμ του̃ Θάρα του̃ Ναχὼρ

35 του̃ Σεροὺχ του̃ ‘Ραγαὺ του̃ Φάλεκ του̃ ’Έβερ του̃ Σαλὰ

36 του̃ Καϊνὰμ του̃ ’Αρφαξὰδ του̃ Σὴμ του̃ Νω̃ε του̃ Λάμεχ

37 του̃ Μαθουσαλὰ του̃ ‘Ενὼχ του̃ ’Ιάρετ του̃ Μαλελεὴλ του̃ Καϊνὰμ

38 του̃ ’Ενὼς του̃ Σὴθ του̃ ’Αδὰμ του̃ θεου̃

 

Κεφάλαιον Δ' (4)

1 ’Ιησου̃ς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπò του̃ ’Ιορδάνου καὶ ἤγετο ἐν τω̨̃ πνεύματι ἐν τη̨̃ ἐρήμω̨

2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπò του̃ διαβόλου καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ συντελεσθεισω̃ν αὐτω̃ν ἐπείνασεν

3 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ διάβολος εἰ υἱòς εἰ̃ του̃ θεου̃ εἰπὲ τω̨̃ λίθω̨ τούτω̨ ἵνα γένηται ἄρτος

4 καὶ ἀπεκρίθη πρòς αὐτòν ὁ ’Ιησου̃ς γέγραπται ὅτι οὐκ ἐπ' ἄρτω̨ μόνω̨ ζήσεται ὁ ἄνθρωπος

5 καὶ ἀναγαγὼν αὐτòν ἔδειξεν αὐτω̨̃ πάσας τὰς βασιλείας τη̃ς οἰκουμένης ἐν στιγμη̨̃ χρόνου

6 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ διάβολος σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτω̃ν ὅτι ἐμοὶ παραδέδοται καὶ ὡ̨̃ ἐὰν θέλω δίδωμι αὐτήν

7 σὺ οὐ̃ν ἐὰν προσκυνήση̨ς ἐνώπιον ἐμου̃ ἔσται σου̃ πα̃σα

8 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ γέγραπται κύριον τòν θεόν σου προσκυνήσεις καὶ αὐτω̨̃ μόνω̨ λατρεύσεις

9 ἤγαγεν δὲ αὐτòν εἰς ’Ιερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τò πτερύγιον του̃ ἱερου̃ καὶ εἰ̃πεν αὐτω̨̃ εἰ υἱòς εἰ̃ του̃ θεου̃ βάλε σεαυτòν ἐντευ̃θεν κάτω

10 γέγραπται γὰρ ὅτι τοι̃ς ἀγγέλοις αὐτου̃ ἐντελει̃ται περὶ σου̃ του̃ διαφυλάξαι σε

11 καὶ ὅτι ἐπὶ χειρω̃ν ἀρου̃σίν σε μήποτε προσκόψη̨ς πρòς λίθον τòν πόδα σου

12 καὶ ἀποκριθεὶς εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς ὅτι εἴρηται οὐκ ἐκπειράσεις κύριον τòν θεόν σου

13 καὶ συντελέσας πάντα πειρασμòν ὁ διάβολος ἀπέστη ἀπ' αὐτου̃ ἄχρι καιρου̃

14 καὶ ὑπέστρεψεν ὁ ’Ιησου̃ς ἐν τη̨̃ δυνάμει του̃ πνεύματος εἰς τὴν Γαλιλαίαν καὶ φήμη ἐξη̃λθεν καθ' ὅλης τη̃ς περιχώρου περὶ αὐτου̃

15 καὶ αὐτòς ἐδίδασκεν ἐν ται̃ς συναγωγαι̃ς αὐτω̃ν δοξαζόμενος ὑπò πάντων

16 καὶ ἠ̃λθεν εἰς Ναζαρά οὑ̃ ἠ̃ν τεθραμμένος καὶ εἰση̃λθεν κατὰ τò εἰωθòς αὐτω̨̃ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων εἰς τὴν συναγωγήν καὶ ἀνέστη ἀναγνω̃ναι

17 καὶ ἐπεδόθη αὐτω̨̃ βιβλίον του̃ προφήτου ’Ησαΐου καὶ ἀναπτύξας τò βιβλίον εὑ̃ρεν τòν τόπον οὑ̃ ἠ̃ν γεγραμμένον

18 πνευ̃μα κυρίου ἐπ' ἐμέ οὑ̃ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοι̃ς ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοι̃ς ἀνάβλεψιν ἀποστει̃λαι τεθραυσμένους ἐν ἀφέσει

19 κηρύξαι ἐνιαυτòν κυρίου δεκτόν

20 καὶ πτύξας τò βιβλίον ἀποδοὺς τω̨̃ ὑπηρέτη̨ ἐκάθισεν καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τη̨̃ συναγωγη̨̃ ἠ̃σαν ἀτενίζοντες αὐτω̨̃

21 ἤρξατο δὲ λέγειν πρòς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοι̃ς ὠσὶν ὑμω̃ν

22 καὶ πάντες ἐμαρτύρουν αὐτω̨̃ καὶ ἐθαύμαζον ἐπὶ τοι̃ς λόγοις τη̃ς χάριτος τοι̃ς ἐκπορευομένοις ἐκ του̃ στόματος αὐτου̃ καὶ ἔλεγον οὐχὶ υἱός ἐστιν ’Ιωσὴφ οὑ̃τος

23 καὶ εἰ̃πεν πρòς αὐτούς πάντως ἐρει̃τέ μοι τὴν παραβολὴν ταύτην ἰατρέ θεράπευσον σεαυτόν ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὡ̃δε ἐν τη̨̃ πατρίδι σου

24 εἰ̃πεν δέ ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τη̨̃ πατρίδι αὐτου̃

25 ἐπ' ἀληθείας δὲ λέγω ὑμι̃ν πολλαὶ χη̃ραι ἠ̃σαν ἐν ται̃ς ἡμέραις ’Ηλίου ἐν τω̨̃ ’Ισραήλ ὅτε ἐκλείσθη ὁ οὐρανòς ἐπὶ ἔτη τρία καὶ μη̃νας ἕξ ὡς ἐγένετο λιμòς μέγας ἐπὶ πα̃σαν τὴν γη̃ν

26 καὶ πρòς οὐδεμίαν αὐτω̃ν ἐπέμφθη ’Ηλίας εἰ μὴ εἰς Σάρεπτα τη̃ς Σιδωνίας πρòς γυναι̃κα χήραν

27 καὶ πολλοὶ λεπροὶ ἠ̃σαν ἐν τω̨̃ ’Ισραὴλ ἐπὶ ’Ελισαίου του̃ προφήτου καὶ οὐδεὶς αὐτω̃ν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος

28 καὶ ἐπλήσθησαν πάντες θυμου̃ ἐν τη̨̃ συναγωγη̨̃ ἀκούοντες ταυ̃τα

29 καὶ ἀναστάντες ἐξέβαλον αὐτòν ἔξω τη̃ς πόλεως καὶ ἤγαγον αὐτòν ἕως ὀφρύος του̃ ὄρους ἐφ' οὑ̃ ἡ πόλις ὠ̨κοδόμητο αὐτω̃ν ὥστε κατακρημνίσαι αὐτόν

30 αὐτòς δὲ διελθὼν διὰ μέσου αὐτω̃ν ἐπορεύετο

31 καὶ κατη̃λθεν εἰς Καφαρναοὺμ πόλιν τη̃ς Γαλιλαίας καὶ ἠ̃ν διδάσκων αὐτοὺς ἐν τοι̃ς σάββασιν

32 καὶ ἐξεπλήσσοντο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ ὅτι ἐν ἐξουσία̨ ἠ̃ν ὁ λόγος αὐτου̃

33 καὶ ἐν τη̨̃ συναγωγη̨̃ ἠ̃ν ἄνθρωπος ἔχων πνευ̃μα δαιμονίου ἀκαθάρτου καὶ ἀνέκραξεν φωνη̨̃ μεγάλη̨

34 ἔα τί ἡμι̃ν καὶ σοί ’Ιησου̃ Ναζαρηνέ ἠ̃λθες ἀπολέσαι ἡμα̃ς οἰ̃δά σε τίς εἰ̃ ὁ ἅγιος του̃ θεου̃

35 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς λέγων φιμώθητι καὶ ἔξελθε ἀπ' αὐτου̃ καὶ ῥίψαν αὐτòν τò δαιμόνιον εἰς τò μέσον ἐξη̃λθεν ἀπ' αὐτου̃ μηδὲν βλάψαν αὐτόν

36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας καὶ συνελάλουν πρòς ἀλλήλους λέγοντες τίς ὁ λόγος οὑ̃τος ὅτι ἐν ἐξουσία̨ καὶ δυνάμει ἐπιτάσσει τοι̃ς ἀκαθάρτοις πνεύμασιν καὶ ἐξέρχονται

37 καὶ ἐξεπορεύετο ἠ̃χος περὶ αὐτου̃ εἰς πάντα τόπον τη̃ς περιχώρου

38 ἀναστὰς δὲ ἀπò τη̃ς συναγωγη̃ς εἰση̃λθεν εἰς τὴν οἰκίαν Σίμωνος πενθερὰ δὲ του̃ Σίμωνος ἠ̃ν συνεχομένη πυρετω̨̃ μεγάλω̨ καὶ ἠρώτησαν αὐτòν περὶ αὐτη̃ς

39 καὶ ἐπιστὰς ἐπάνω αὐτη̃ς ἐπετίμησεν τω̨̃ πυρετω̨̃ καὶ ἀφη̃κεν αὐτήν παραχρη̃μα δὲ ἀναστα̃σα διηκόνει αὐτοι̃ς

40 δύνοντος δὲ του̃ ἡλίου ἅπαντες ὅσοι εἰ̃χον ἀσθενου̃ντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρòς αὐτόν ὁ δὲ ἑνὶ ἑκάστω̨ αὐτω̃ν τὰς χει̃ρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς

41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπò πολλω̃ν κραυγάζοντα καὶ λέγοντα ὅτι σὺ εἰ̃ ὁ υἱòς του̃ θεου̃ καὶ ἐπιτιμω̃ν οὐκ εἴα αὐτὰ λαλει̃ν ὅτι ἤ̨δεισαν τòν Χριστòν αὐτòν εἰ̃ναι

42 γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν καὶ ἠ̃λθον ἕως αὐτου̃ καὶ κατει̃χον αὐτòν του̃ μὴ πορεύεσθαι ἀπ' αὐτω̃ν

43 ὁ δὲ εἰ̃πεν πρòς αὐτοὺς ὅτι καὶ ται̃ς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δει̃ τὴν βασιλείαν του̃ θεου̃ ὅτι ἐπὶ του̃το ἀπεστάλην

44 καὶ ἠ̃ν κηρύσσων εἰς τὰς συναγωγὰς τη̃ς ’Ιουδαίας

 

Κεφάλαιον Ε' (5)

1 ἐγένετο δὲ ἐν τω̨̃ τòν ὄχλον ἐπικει̃σθαι αὐτω̨̃ καὶ ἀκούειν τòν λόγον του̃ θεου̃ καὶ αὐτòς ἠ̃ν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ

2 καὶ εἰ̃δεν δύο πλοι̃α ἑστω̃τα παρὰ τὴν λίμνην οἱ δὲ ἁλιει̃ς ἀπ' αὐτω̃ν ἀποβάντες ἔπλυνον τὰ δίκτυα

3 ἐμβὰς δὲ εἰς ἓν τω̃ν πλοίων ὃ ἠ̃ν Σίμωνος ἠρώτησεν αὐτòν ἀπò τη̃ς γη̃ς ἐπαναγαγει̃ν ὀλίγον καθίσας δὲ ἐκ του̃ πλοίου ἐδίδασκεν τοὺς ὄχλους

4 ὡς δὲ ἐπαύσατο λαλω̃ν εἰ̃πεν πρòς τòν Σίμωνα ἐπανάγαγε εἰς τò βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμω̃ν εἰς ἄγραν

5 καὶ ἀποκριθεὶς Σίμων εἰ̃πεν ἐπιστάτα δι' ὅλης νυκτòς κοπιάσαντες οὐδὲν ἐλάβομεν ἐπὶ δὲ τω̨̃ ῥήματί σου χαλάσω τὰ δίκτυα

6 καὶ του̃το ποιήσαντες συνέκλεισαν πλη̃θος ἰχθύων πολύ διερρήσσετο δὲ τὰ δίκτυα αὐτω̃ν

7 καὶ κατένευσαν τοι̃ς μετόχοις ἐν τω̨̃ ἑτέρω̨ πλοίω̨ του̃ ἐλθόντας συλλαβέσθαι αὐτοι̃ς καὶ ἠ̃λθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοι̃α ὥστε βυθίζεσθαι αὐτά

8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοι̃ς γόνασιν ’Ιησου̃ λέγων ἔξελθε ἀπ' ἐμου̃ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι κύριε

9 θάμβος γὰρ περιέσχεν αὐτòν καὶ πάντας τοὺς σὺν αὐτω̨̃ ἐπὶ τη̨̃ ἄγρα̨ τω̃ν ἰχθύων ὡ̃ν συνέλαβον

10 ὁμοίως δὲ καὶ ’Ιάκωβον καὶ ’Ιωάννην υἱοὺς Ζεβεδαίου οἳ ἠ̃σαν κοινωνοὶ τω̨̃ Σίμωνι καὶ εἰ̃πεν πρòς τòν Σίμωνα ὁ ’Ιησου̃ς μὴ φοβου̃ ἀπò του̃ νυ̃ν ἀνθρώπους ἔση̨ ζωγρω̃ν

11 καὶ καταγαγόντες τὰ πλοι̃α ἐπὶ τὴν γη̃ν ἀφέντες πάντα ἠκολούθησαν αὐτω̨̃

12 καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι αὐτòν ἐν μια̨̃ τω̃ν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας ἰδὼν δὲ τòν ’Ιησου̃ν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτου̃ λέγων κύριε ἐὰν θέλη̨ς δύνασαί με καθαρίσαι

13 καὶ ἐκτείνας τὴν χει̃ρα ἥψατο αὐτου̃ λέγων θέλω καθαρίσθητι καὶ εὐθέως ἡ λέπρα ἀπη̃λθεν ἀπ' αὐτου̃

14 καὶ αὐτòς παρήγγειλεν αὐτω̨̃ μηδενὶ εἰπει̃ν ἀλλὰ ἀπελθὼν δει̃ξον σεαυτòν τω̨̃ ἱερει̃ καὶ προσένεγκε περὶ του̃ καθαρισμου̃ σου καθὼς προσέταξεν Μωϋση̃ς εἰς μαρτύριον αὐτοι̃ς

15 διήρχετο δὲ μα̃λλον ὁ λόγος περὶ αὐτου̃ καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπò τω̃ν ἀσθενειω̃ν αὐτω̃ν

16 αὐτòς δὲ ἠ̃ν ὑποχωρω̃ν ἐν ται̃ς ἐρήμοις καὶ προσευχόμενος

17 καὶ ἐγένετο ἐν μια̨̃ τω̃ν ἡμερω̃ν καὶ αὐτòς ἠ̃ν διδάσκων καὶ ἠ̃σαν καθήμενοι Φαρισαι̃οι καὶ νομοδιδάσκαλοι οἳ ἠ̃σαν ἐληλυθότες ἐκ πάσης κώμης τη̃ς Γαλιλαίας καὶ ’Ιουδαίας καὶ ’Ιερουσαλήμ καὶ δύναμις κυρίου ἠ̃ν εἰς τò ἰα̃σθαι αὐτόν

18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἠ̃ν παραλελυμένος καὶ ἐζήτουν αὐτòν εἰσενεγκει̃ν καὶ θει̃ναι αὐτòν ἐνώπιον αὐτου̃

19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτòν διὰ τòν ὄχλον ἀναβάντες ἐπὶ τò δω̃μα διὰ τω̃ν κεράμων καθη̃καν αὐτòν σὺν τω̨̃ κλινιδίω̨ εἰς τò μέσον ἔμπροσθεν του̃ ’Ιησου̃

20 καὶ ἰδὼν τὴν πίστιν αὐτω̃ν εἰ̃πεν ἄνθρωπε ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου

21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι λέγοντες τίς ἐστιν οὑ̃τος ὃς λαλει̃ βλασφημίας τίς δύναται ἁμαρτίας ἀφει̃ναι εἰ μὴ μόνος ὁ θεός

22 ἐπιγνοὺς δὲ ὁ ’Ιησου̃ς τοὺς διαλογισμοὺς αὐτω̃ν ἀποκριθεὶς εἰ̃πεν πρòς αὐτούς τί διαλογίζεσθε ἐν ται̃ς καρδίαις ὑμω̃ν

23 τί ἐστιν εὐκοπώτερον εἰπει̃ν ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου ἢ εἰπει̃ν ἔγειρε καὶ περιπάτει

24 ἵνα δὲ εἰδη̃τε ὅτι ὁ υἱòς του̃ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τη̃ς γη̃ς ἀφιέναι ἁμαρτίας εἰ̃πεν τω̨̃ παραλελυμένω̨ σοὶ λέγω ἔγειρε καὶ ἄρας τò κλινίδιόν σου πορεύου εἰς τòν οἰ̃κόν σου

25 καὶ παραχρη̃μα ἀναστὰς ἐνώπιον αὐτω̃ν ἄρας ἐφ' ὃ κατέκειτο ἀπη̃λθεν εἰς τòν οἰ̃κον αὐτου̃ δοξάζων τòν θεόν

26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τòν θεόν καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον

27 καὶ μετὰ ταυ̃τα ἐξη̃λθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τò τελώνιον καὶ εἰ̃πεν αὐτω̨̃ ἀκολούθει μοι

28 καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτω̨̃

29 καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτω̨̃ ἐν τη̨̃ οἰκία̨ αὐτου̃ καὶ ἠ̃ν ὄχλος πολὺς τελωνω̃ν καὶ ἄλλων οἳ ἠ̃σαν μετ' αὐτω̃ν κατακείμενοι

30 καὶ ἐγόγγυζον οἱ Φαρισαι̃οι καὶ οἱ γραμματει̃ς αὐτω̃ν πρòς τοὺς μαθητὰς αὐτου̃ λέγοντες διὰ τί μετὰ τω̃ν τελωνω̃ν καὶ ἁμαρτωλω̃ν ἐσθίετε καὶ πίνετε

31 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτούς οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατρου̃ ἀλλὰ οἱ κακω̃ς ἔχοντες

32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν

33 οἱ δὲ εἰ̃παν πρòς αὐτόν οἱ μαθηταὶ ’Ιωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιου̃νται ὁμοίως καὶ οἱ τω̃ν Φαρισαίων οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν

34 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτούς μὴ δύνασθε τοὺς υἱοὺς του̃ νυμφω̃νος ἐν ὡ̨̃ ὁ νυμφίος μετ' αὐτω̃ν ἐστιν ποιη̃σαι νηστευ̃σαι

35 ἐλεύσονται δὲ ἡμέραι καὶ ὅταν ἀπαρθη̨̃ ἀπ' αὐτω̃ν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ται̃ς ἡμέραις

36 ἔλεγεν δὲ καὶ παραβολὴν πρòς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἀπò ἱματίου καινου̃ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν εἰ δὲ μή γε καὶ τò καινòν σχίσει καὶ τω̨̃ παλαιω̨̃ οὐ συμφωνήσει τò ἐπίβλημα τò ἀπò του̃ καινου̃

37 καὶ οὐδεὶς βάλλει οἰ̃νον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή γε ῥήξει ὁ οἰ̃νος ὁ νέος τοὺς ἀσκούς καὶ αὐτòς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολου̃νται

38 ἀλλὰ οἰ̃νον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον

39 καὶ οὐδεὶς πιὼν παλαιòν θέλει νέον λέγει γάρ ὁ παλαιòς χρηστός ἐστιν

 

Κεφάλαιον ΣΤ' (6)

1 ἐγένετο δὲ ἐν σαββάτω̨ διαπορεύεσθαι αὐτòν διὰ σπορίμων καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτου̃ καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ται̃ς χερσίν

2 τινὲς δὲ τω̃ν Φαρισαίων εἰ̃παν τί ποιει̃τε ὃ οὐκ ἔξεστιν τοι̃ς σάββασιν

3 καὶ ἀποκριθεὶς πρòς αὐτοὺς εἰ̃πεν ὁ ’Ιησου̃ς οὐδὲ του̃το ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν αὐτòς καὶ οἱ μετ' αὐτου̃ ὄντες

4 ὡς εἰση̃λθεν εἰς τòν οἰ̃κον του̃ θεου̃ καὶ τοὺς ἄρτους τη̃ς προθέσεως λαβὼν ἔφαγεν καὶ ἔδωκεν τοι̃ς μετ' αὐτου̃ οὓς οὐκ ἔξεστιν φαγει̃ν εἰ μὴ μόνους τοὺς ἱερει̃ς

5 καὶ ἔλεγεν αὐτοι̃ς κύριός ἐστιν του̃ σαββάτου ὁ υἱòς του̃ ἀνθρώπου

6 ἐγένετο δὲ ἐν ἑτέρω̨ σαββάτω̨ εἰσελθει̃ν αὐτòν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν καὶ ἠ̃ν ἄνθρωπος ἐκει̃ καὶ ἡ χεὶρ αὐτου̃ ἡ δεξιὰ ἠ̃ν ξηρά

7 παρετηρου̃ντο δὲ αὐτòν οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι εἰ ἐν τω̨̃ σαββάτω̨ θεραπεύει ἵνα εὕρωσιν κατηγορει̃ν αὐτου̃

8 αὐτòς δὲ ἤ̨δει τοὺς διαλογισμοὺς αὐτω̃ν εἰ̃πεν δὲ τω̨̃ ἀνδρὶ τω̨̃ ξηρὰν ἔχοντι τὴν χει̃ρα ἔγειρε καὶ στη̃θι εἰς τò μέσον καὶ ἀναστὰς ἔστη

9 εἰ̃πεν δὲ ὁ ’Ιησου̃ς πρòς αὐτούς ἐπερωτω̃ ὑμα̃ς εἰ ἔξεστιν τω̨̃ σαββάτω̨ ἀγαθοποιη̃σαι ἢ κακοποιη̃σαι ψυχὴν σω̃σαι ἢ ἀπολέσαι

10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἰ̃πεν αὐτω̨̃ ἔκτεινον τὴν χει̃ρά σου ὁ δὲ ἐποίησεν καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτου̃

11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας καὶ διελάλουν πρòς ἀλλήλους τί ἂν ποιήσαιεν τω̨̃ ’Ιησου̃

12 ἐγένετο δὲ ἐν ται̃ς ἡμέραις ταύταις ἐξελθει̃ν αὐτòν εἰς τò ὄρος προσεύξασθαι καὶ ἠ̃ν διανυκτερεύων ἐν τη̨̃ προσευχη̨̃ του̃ θεου̃

13 καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτου̃ καὶ ἐκλεξάμενος ἀπ' αὐτω̃ν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν

14 Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ ’Ανδρέαν τòν ἀδελφòν αὐτου̃ καὶ ’Ιάκωβον καὶ ’Ιωάννην καὶ Φίλιππον καὶ Βαρθολομαι̃ον

15 καὶ Μαθθαι̃ον καὶ θωμα̃ν καὶ ’Ιάκωβον ‘Αλφαίου καὶ Σίμωνα τòν καλούμενον Ζηλωτὴν

16 καὶ ’Ιούδαν ’Ιακώβου καὶ ’Ιούδαν ’Ισκαριώθ ὃς ἐγένετο προδότης

17 καὶ καταβὰς μετ' αὐτω̃ν ἔστη ἐπὶ τόπου πεδινου̃ καὶ ὄχλος πολὺς μαθητω̃ν αὐτου̃ καὶ πλη̃θος πολὺ του̃ λαου̃ ἀπò πάσης τη̃ς ’Ιουδαίας καὶ ’Ιερουσαλὴμ καὶ τη̃ς παραλίου Τύρου καὶ Σιδω̃νος

18 οἳ ἠ̃λθον ἀκου̃σαι αὐτου̃ καὶ ἰαθη̃ναι ἀπò τω̃ν νόσων αὐτω̃ν καὶ οἱ ἐνοχλούμενοι ἀπò πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο

19 καὶ πα̃ς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτου̃ ὅτι δύναμις παρ' αὐτου̃ ἐξήρχετο καὶ ἰα̃το πάντας

20 καὶ αὐτòς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτου̃ εἰς τοὺς μαθητὰς αὐτου̃ ἔλεγεν μακάριοι οἱ πτωχοί ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία του̃ θεου̃

21 μακάριοι οἱ πεινω̃ντες νυ̃ν ὅτι χορτασθήσεσθε μακάριοι οἱ κλαίοντες νυ̃ν ὅτι γελάσετε

22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμα̃ς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμα̃ς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τò ὄνομα ὑμω̃ν ὡς πονηρòν ἕνεκα του̃ υἱου̃ του̃ ἀνθρώπου

23 χάρητε ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ καὶ σκιρτήσατε ἰδοὺ γὰρ ὁ μισθòς ὑμω̃ν πολὺς ἐν τω̨̃ οὐρανω̨̃ κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοι̃ς προφήταις οἱ πατέρες αὐτω̃ν

24 πλὴν οὐαὶ ὑμι̃ν τοι̃ς πλουσίοις ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμω̃ν

25 οὐαὶ ὑμι̃ν οἱ ἐμπεπλησμένοι νυ̃ν ὅτι πεινάσετε οὐαί οἱ γελω̃ντες νυ̃ν ὅτι πενθήσετε καὶ κλαύσετε

26 οὐαὶ ὅταν ὑμα̃ς καλω̃ς εἴπωσιν πάντες οἱ ἄνθρωποι κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοι̃ς ψευδοπροφήταις οἱ πατέρες αὐτω̃ν

27 ἀλλὰ ὑμι̃ν λέγω τοι̃ς ἀκούουσιν ἀγαπα̃τε τοὺς ἐχθροὺς ὑμω̃ν καλω̃ς ποιει̃τε τοι̃ς μισου̃σιν ὑμα̃ς

28 εὐλογει̃τε τοὺς καταρωμένους ὑμα̃ς προσεύχεσθε περὶ τω̃ν ἐπηρεαζόντων ὑμα̃ς

29 τω̨̃ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην καὶ ἀπò του̃ αἴροντός σου τò ἱμάτιον καὶ τòν χιτω̃να μὴ κωλύση̨ς

30 παντὶ αἰτου̃ντί σε δίδου καὶ ἀπò του̃ αἴροντος τὰ σὰ μὴ ἀπαίτει

31 καὶ καθὼς θέλετε ἵνα ποιω̃σιν ὑμι̃ν οἱ ἄνθρωποι ποιει̃τε αὐτοι̃ς ὁμοίως

32 καὶ εἰ ἀγαπα̃τε τοὺς ἀγαπω̃ντας ὑμα̃ς ποία ὑμι̃ν χάρις ἐστίν καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπω̃ντας αὐτοὺς ἀγαπω̃σιν

33 καὶ γὰρ ἐὰν ἀγαθοποιη̃τε τοὺς ἀγαθοποιου̃ντας ὑμα̃ς ποία ὑμι̃ν χάρις ἐστίν καὶ οἱ ἁμαρτωλοὶ τò αὐτò ποιου̃σιν

34 καὶ ἐὰν δανίσητε παρ' ὡ̃ν ἐλπίζετε λαβει̃ν ποία ὑμι̃ν χάρις ἐστίν καὶ ἁμαρτωλοὶ ἁμαρτωλοι̃ς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα

35 πλὴν ἀγαπα̃τε τοὺς ἐχθροὺς ὑμω̃ν καὶ ἀγαθοποιει̃τε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες καὶ ἔσται ὁ μισθòς ὑμω̃ν πολύς καὶ ἔσεσθε υἱοὶ ὑψίστου ὅτι αὐτòς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς

36 γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμω̃ν οἰκτίρμων ἐστίν

37 καὶ μὴ κρίνετε καὶ οὐ μὴ κριθη̃τε καὶ μὴ καταδικάζετε καὶ οὐ μὴ καταδικασθη̃τε ἀπολύετε καὶ ἀπολυθήσεσθε

38 δίδοτε καὶ δοθήσεται ὑμι̃ν μέτρον καλòν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τòν κόλπον ὑμω̃ν ὡ̨̃ γὰρ μέτρω̨ μετρει̃τε ἀντιμετρηθήσεται ὑμι̃ν

39 εἰ̃πεν δὲ καὶ παραβολὴν αὐτοι̃ς μήτι δύναται τυφλòς τυφλòν ὁδηγει̃ν οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσου̃νται

40 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τòν διδάσκαλον κατηρτισμένος δὲ πα̃ς ἔσται ὡς ὁ διδάσκαλος αὐτου̃

41 τί δὲ βλέπεις τò κάρφος τò ἐν τω̨̃ ὀφθαλμω̨̃ του̃ ἀδελφου̃ σου τὴν δὲ δοκòν τὴν ἐν τω̨̃ ἰδίω̨ ὀφθαλμω̨̃ οὐ κατανοει̃ς

42 πω̃ς δύνασαι λέγειν τω̨̃ ἀδελφω̨̃ σου ἀδελφέ ἄφες ἐκβάλω τò κάρφος τò ἐν τω̨̃ ὀφθαλμω̨̃ σου αὐτòς τὴν ἐν τω̨̃ ὀφθαλμω̨̃ σου̃ δοκòν οὐ βλέπων ὑποκριτά ἔκβαλε πρω̃τον τὴν δοκòν ἐκ του̃ ὀφθαλμου̃ σου̃ καὶ τότε διαβλέψεις τò κάρφος τò ἐν τω̨̃ ὀφθαλμω̨̃ του̃ ἀδελφου̃ σου ἐκβαλει̃ν

43 οὐ γάρ ἐστιν δένδρον καλòν ποιου̃ν καρπòν σαπρόν οὐδὲ πάλιν δένδρον σαπρòν ποιου̃ν καρπòν καλόν

44 ἕκαστον γὰρ δένδρον ἐκ του̃ ἰδίου καρπου̃ γινώσκεται οὐ γὰρ ἐξ ἀκανθω̃ν συλλέγουσιν συ̃κα οὐδὲ ἐκ βάτου σταφυλὴν τρυγω̃σιν

45 ὁ ἀγαθòς ἄνθρωπος ἐκ του̃ ἀγαθου̃ θησαυρου̃ τη̃ς καρδίας προφέρει τò ἀγαθόν καὶ ὁ πονηρòς ἐκ του̃ πονηρου̃ προφέρει τò πονηρόν ἐκ γὰρ περισσεύματος καρδίας λαλει̃ τò στόμα αὐτου̃

46 τί δέ με καλει̃τε κύριε κύριε καὶ οὐ ποιει̃τε ἃ λέγω

47 πα̃ς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τω̃ν λόγων καὶ ποιω̃ν αὐτούς ὑποδείξω ὑμι̃ν τίνι ἐστὶν ὅμοιος

48 ὅμοιός ἐστιν ἀνθρώπω̨ οἰκοδομου̃ντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμòς τη̨̃ οἰκία̨ ἐκείνη̨ καὶ οὐκ ἴσχυσεν σαλευ̃σαι αὐτὴν διὰ τò καλω̃ς οἰκοδομη̃σθαι αὐτήν

49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπω̨ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γη̃ν χωρὶς θεμελίου ἡ̨̃ προσέρηξεν ὁ ποταμός καὶ εὐθὺς συνέπεσεν καὶ ἐγένετο τò ῥη̃γμα τη̃ς οἰκίας ἐκείνης μέγα

 

Κεφάλαιον Ζ' (7)

1 ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτου̃ εἰς τὰς ἀκοὰς του̃ λαου̃ εἰση̃λθεν εἰς Καφαρναούμ

2 ἑκατοντάρχου δέ τινος δου̃λος κακω̃ς ἔχων ἤμελλεν τελευτα̃ν ὃς ἠ̃ν αὐτω̨̃ ἔντιμος

3 ἀκούσας δὲ περὶ του̃ ’Ιησου̃ ἀπέστειλεν πρòς αὐτòν πρεσβυτέρους τω̃ν ’Ιουδαίων ἐρωτω̃ν αὐτòν ὅπως ἐλθὼν διασώση̨ τòν δου̃λον αὐτου̃

4 οἱ δὲ παραγενόμενοι πρòς τòν ’Ιησου̃ν παρεκάλουν αὐτòν σπουδαίως λέγοντες ὅτι ἄξιός ἐστιν ὡ̨̃ παρέξη̨ του̃το

5 ἀγαπα̨̃ γὰρ τò ἔθνος ἡμω̃ν καὶ τὴν συναγωγὴν αὐτòς ὠ̨κοδόμησεν ἡμι̃ν

6 ὁ δὲ ’Ιησου̃ς ἐπορεύετο σὺν αὐτοι̃ς ἤδη δὲ αὐτου̃ οὐ μακρὰν ἀπέχοντος ἀπò τη̃ς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτω̨̃ κύριε μὴ σκύλλου οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπò τὴν στέγην μου εἰσέλθη̨ς

7 διò οὐδὲ ἐμαυτòν ἠξίωσα πρòς σὲ ἐλθει̃ν ἀλλὰ εἰπὲ λόγω̨ καὶ ἰαθήτω ὁ παι̃ς μου

8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπò ἐξουσίαν τασσόμενος ἔχων ὑπ' ἐμαυτòν στρατιώτας καὶ λέγω τούτω̨ πορεύθητι καὶ πορεύεται καὶ ἄλλω̨ ἔρχου καὶ ἔρχεται καὶ τω̨̃ δούλω̨ μου ποίησον του̃το καὶ ποιει̃

9 ἀκούσας δὲ ταυ̃τα ὁ ’Ιησου̃ς ἐθαύμασεν αὐτόν καὶ στραφεὶς τω̨̃ ἀκολουθου̃ντι αὐτω̨̃ ὄχλω̨ εἰ̃πεν λέγω ὑμι̃ν οὐδὲ ἐν τω̨̃ ’Ισραὴλ τοσαύτην πίστιν εὑ̃ρον

10 καὶ ὑποστρέψαντες εἰς τòν οἰ̃κον οἱ πεμφθέντες εὑ̃ρον τòν δου̃λον ὑγιαίνοντα

11 καὶ ἐγένετο ἐν τω̨̃ ἑξη̃ς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν καὶ συνεπορεύοντο αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ καὶ ὄχλος πολύς

12 ὡς δὲ ἤγγισεν τη̨̃ πύλη̨ τη̃ς πόλεως καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱòς τη̨̃ μητρὶ αὐτου̃ καὶ αὐτὴ ἠ̃ν χήρα καὶ ὄχλος τη̃ς πόλεως ἱκανòς ἠ̃ν σὺν αὐτη̨̃

13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ' αὐτη̨̃ καὶ εἰ̃πεν αὐτη̨̃ μὴ κλαι̃ε

14 καὶ προσελθὼν ἥψατο τη̃ς σορου̃ οἱ δὲ βαστάζοντες ἔστησαν καὶ εἰ̃πεν νεανίσκε σοὶ λέγω ἐγέρθητι

15 καὶ ἀνεκάθισεν ὁ νεκρòς καὶ ἤρξατο λαλει̃ν καὶ ἔδωκεν αὐτòν τη̨̃ μητρὶ αὐτου̃

16 ἔλαβεν δὲ φόβος πάντας καὶ ἐδόξαζον τòν θεòν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμι̃ν καὶ ὅτι ἐπεσκέψατο ὁ θεòς τòν λαòν αὐτου̃

17 καὶ ἐξη̃λθεν ὁ λόγος οὑ̃τος ἐν ὅλη̨ τη̨̃ ’Ιουδαία̨ περὶ αὐτου̃ καὶ πάση̨ τη̨̃ περιχώρω̨

18 καὶ ἀπήγγειλαν ’Ιωάννη̨ οἱ μαθηταὶ αὐτου̃ περὶ πάντων τούτων καὶ προσκαλεσάμενος δύο τινὰς τω̃ν μαθητω̃ν αὐτου̃ ὁ ’Ιωάννης

19 ἔπεμψεν πρòς τòν κύριον λέγων σὺ εἰ̃ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκω̃μεν

20 παραγενόμενοι δὲ πρòς αὐτòν οἱ ἄνδρες εἰ̃παν ’Ιωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμα̃ς πρòς σὲ λέγων σὺ εἰ̃ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκω̃μεν

21 ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ ἐθεράπευσεν πολλοὺς ἀπò νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρω̃ν καὶ τυφλοι̃ς πολλοι̃ς ἐχαρίσατο βλέπειν

22 καὶ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς πορευθέντες ἀπαγγείλατε ’Ιωάννη̨ ἃ εἴδετε καὶ ἠκούσατε τυφλοὶ ἀναβλέπουσιν χωλοὶ περιπατου̃σιν λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν νεκροὶ ἐγείρονται πτωχοὶ εὐαγγελίζονται

23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθη̨̃ ἐν ἐμοί

24 ἀπελθόντων δὲ τω̃ν ἀγγέλων ’Ιωάννου ἤρξατο λέγειν πρòς τοὺς ὄχλους περὶ ’Ιωάννου τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπò ἀνέμου σαλευόμενον

25 ἀλλὰ τί ἐξήλθατε ἰδει̃ν ἄνθρωπον ἐν μαλακοι̃ς ἱματίοις ἠμφιεσμένον ἰδοὺ οἱ ἐν ἱματισμω̨̃ ἐνδόξω̨ καὶ τρυφη̨̃ ὑπάρχοντες ἐν τοι̃ς βασιλείοις εἰσίν

26 ἀλλὰ τί ἐξήλθατε ἰδει̃ν προφήτην ναί λέγω ὑμι̃ν καὶ περισσότερον προφήτου

27 οὑ̃τός ἐστιν περὶ οὑ̃ γέγραπται ἰδοὺ ἀποστέλλω τòν ἄγγελόν μου πρò προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου

28 λέγω ὑμι̃ν μείζων ἐν γεννητοι̃ς γυναικω̃ν ’Ιωάννου οὐδείς ἐστιν ὁ δὲ μικρότερος ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃ μείζων αὐτου̃ ἐστιν

29 καὶ πα̃ς ὁ λαòς ἀκούσας καὶ οἱ τελω̃ναι ἐδικαίωσαν τòν θεόν βαπτισθέντες τò βάπτισμα ’Ιωάννου

30 οἱ δὲ Φαρισαι̃οι καὶ οἱ νομικοὶ τὴν βουλὴν του̃ θεου̃ ἠθέτησαν εἰς ἑαυτούς μὴ βαπτισθέντες ὑπ' αὐτου̃

31 τίνι οὐ̃ν ὁμοιώσω τοὺς ἀνθρώπους τη̃ς γενεα̃ς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι

32 ὅμοιοί εἰσιν παιδίοις τοι̃ς ἐν ἀγορα̨̃ καθημένοις καὶ προσφωνου̃σιν ἀλλήλοις ἃ λέγει ηὐλήσαμεν ὑμι̃ν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε

33 ἐλήλυθεν γὰρ ’Ιωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἰ̃νον καὶ λέγετε δαιμόνιον ἔχει

34 ἐλήλυθεν ὁ υἱòς του̃ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγετε ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης φίλος τελωνω̃ν καὶ ἁμαρτωλω̃ν

35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπò πάντων τω̃ν τέκνων αὐτη̃ς

36 ἠρώτα δέ τις αὐτòν τω̃ν Φαρισαίων ἵνα φάγη̨ μετ' αὐτου̃ καὶ εἰσελθὼν εἰς τòν οἰ̃κον του̃ Φαρισαίου κατεκλίθη

37 καὶ ἰδοὺ γυνὴ ἥτις ἠ̃ν ἐν τη̨̃ πόλει ἁμαρτωλός καὶ ἐπιγνου̃σα ὅτι κατάκειται ἐν τη̨̃ οἰκία̨ του̃ Φαρισαίου κομίσασα ἀλάβαστρον μύρου

38 καὶ στα̃σα ὀπίσω παρὰ τοὺς πόδας αὐτου̃ κλαίουσα τοι̃ς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτου̃ καὶ ται̃ς θριξὶν τη̃ς κεφαλη̃ς αὐτη̃ς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτου̃ καὶ ἤλειφεν τω̨̃ μύρω̨

39 ἰδὼν δὲ ὁ Φαρισαι̃ος ὁ καλέσας αὐτòν εἰ̃πεν ἐν ἑαυτω̨̃ λέγων οὑ̃τος εἰ ἠ̃ν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτου̃ ὅτι ἁμαρτωλός ἐστιν

40 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτόν Σίμων ἔχω σοί τι εἰπει̃ν ὁ δέ διδάσκαλε εἰπέ φησίν

41 δύο χρεοφειλέται ἠ̃σαν δανιστη̨̃ τινι ὁ εἱ̃ς ὤφειλεν δηνάρια πεντακόσια ὁ δὲ ἕτερος πεντήκοντα

42 μὴ ἐχόντων αὐτω̃ν ἀποδου̃ναι ἀμφοτέροις ἐχαρίσατο τίς οὐ̃ν αὐτω̃ν πλει̃ον ἀγαπήσει αὐτόν

43 ἀποκριθεὶς Σίμων εἰ̃πεν ὑπολαμβάνω ὅτι ὡ̨̃ τò πλει̃ον ἐχαρίσατο ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ὀρθω̃ς ἔκρινας

44 καὶ στραφεὶς πρòς τὴν γυναι̃κα τω̨̃ Σίμωνι ἔφη βλέπεις ταύτην τὴν γυναι̃κα εἰση̃λθόν σου εἰς τὴν οἰκίαν ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας αὕτη δὲ τοι̃ς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ται̃ς θριξὶν αὐτη̃ς ἐξέμαξεν

45 φίλημά μοι οὐκ ἔδωκας αὕτη δὲ ἀφ' ἡ̃ς εἰση̃λθον οὐ διέλιπεν καταφιλου̃σά μου τοὺς πόδας

46 ἐλαίω̨ τὴν κεφαλήν μου οὐκ ἤλειψας αὕτη δὲ μύρω̨ ἤλειψεν τοὺς πόδας μου

47 οὑ̃ χάριν λέγω σοι ἀφέωνται αἱ ἁμαρτίαι αὐτη̃ς αἱ πολλαί ὅτι ἠγάπησεν πολύ ὡ̨̃ δὲ ὀλίγον ἀφίεται ὀλίγον ἀγαπα̨̃

48 εἰ̃πεν δὲ αὐτη̨̃ ἀφέωνταί σου αἱ ἁμαρτίαι

49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοι̃ς τίς οὑ̃τός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν

50 εἰ̃πεν δὲ πρòς τὴν γυναι̃κα ἡ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην

 

Κεφάλαιον Η' (8)

1 καὶ ἐγένετο ἐν τω̨̃ καθεξη̃ς καὶ αὐτòς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν του̃ θεου̃ καὶ οἱ δώδεκα σὺν αὐτω̨̃

2 καὶ γυναι̃κές τινες αἳ ἠ̃σαν τεθεραπευμέναι ἀπò πνευμάτων πονηρω̃ν καὶ ἀσθενειω̃ν Μαρία ἡ καλουμένη Μαγδαληνή ἀφ' ἡ̃ς δαιμόνια ἑπτὰ ἐξεληλύθει

3 καὶ ’Ιωάννα γυνὴ Χουζα̃ ἐπιτρόπου ‘Ηρώ̨δου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί αἵτινες διηκόνουν αὐτοι̃ς ἐκ τω̃ν ὑπαρχόντων αὐται̃ς

4 συνιόντος δὲ ὄχλου πολλου̃ καὶ τω̃ν κατὰ πόλιν ἐπιπορευομένων πρòς αὐτòν εἰ̃πεν διὰ παραβολη̃ς

5 ἐξη̃λθεν ὁ σπείρων του̃ σπει̃ραι τòν σπόρον αὐτου̃ καὶ ἐν τω̨̃ σπείρειν αὐτòν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ κατεπατήθη καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ κατέφαγεν αὐτό

6 καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν καὶ φυὲν ἐξηράνθη διὰ τò μὴ ἔχειν ἰκμάδα

7 καὶ ἕτερον ἔπεσεν ἐν μέσω̨ τω̃ν ἀκανθω̃ν καὶ συμφυει̃σαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό

8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γη̃ν τὴν ἀγαθήν καὶ φυὲν ἐποίησεν καρπòν ἑκατονταπλασίονα ταυ̃τα λέγων ἐφώνει ὁ ἔχων ὠ̃τα ἀκούειν ἀκουέτω

9 ἐπηρώτων δὲ αὐτòν οἱ μαθηταὶ αὐτου̃ τίς αὕτη εἴη ἡ παραβολή

10 ὁ δὲ εἰ̃πεν ὑμι̃ν δέδοται γνω̃ναι τὰ μυστήρια τη̃ς βασιλείας του̃ θεου̃ τοι̃ς δὲ λοιποι̃ς ἐν παραβολαι̃ς ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιω̃σιν

11 ἔστιν δὲ αὕτη ἡ παραβολή ὁ σπόρος ἐστὶν ὁ λόγος του̃ θεου̃

12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες εἰ̃τα ἔρχεται ὁ διάβολος καὶ αἴρει τòν λόγον ἀπò τη̃ς καρδίας αὐτω̃ν ἵνα μὴ πιστεύσαντες σωθω̃σιν

13 οἱ δὲ ἐπὶ τη̃ς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρα̃ς δέχονται τòν λόγον καὶ οὑ̃τοι ῥίζαν οὐκ ἔχουσιν οἳ πρòς καιρòν πιστεύουσιν καὶ ἐν καιρω̨̃ πειρασμου̃ ἀφίστανται

14 τò δὲ εἰς τὰς ἀκάνθας πεσόν οὑ̃τοί εἰσιν οἱ ἀκούσαντες καὶ ὑπò μεριμνω̃ν καὶ πλούτου καὶ ἡδονω̃ν του̃ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφορου̃σιν

15 τò δὲ ἐν τη̨̃ καλη̨̃ γη̨̃ οὑ̃τοί εἰσιν οἵτινες ἐν καρδία̨ καλη̨̃ καὶ ἀγαθη̨̃ ἀκούσαντες τòν λόγον κατέχουσιν καὶ καρποφορου̃σιν ἐν ὑπομονη̨̃

16 οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτòν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν ἀλλ' ἐπὶ λυχνίας τίθησιν ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τò φω̃ς

17 οὐ γάρ ἐστιν κρυπτòν ὃ οὐ φανερòν γενήσεται οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθη̨̃ καὶ εἰς φανερòν ἔλθη̨

18 βλέπετε οὐ̃ν πω̃ς ἀκούετε ὃς ἂν γὰρ ἔχη̨ δοθήσεται αὐτω̨̃ καὶ ὃς ἂν μὴ ἔχη̨ καὶ ὃ δοκει̃ ἔχειν ἀρθήσεται ἀπ' αὐτου̃

19 παρεγένετο δὲ πρòς αὐτòν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ οὐκ ἠδύναντο συντυχει̃ν αὐτω̨̃ διὰ τòν ὄχλον

20 ἀπηγγέλη δὲ αὐτω̨̃ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδει̃ν θέλοντές σε

21 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν πρòς αὐτούς μήτηρ μου καὶ ἀδελφοί μου οὑ̃τοί εἰσιν οἱ τòν λόγον του̃ θεου̃ ἀκούοντες καὶ ποιου̃ντες

22 ἐγένετο δὲ ἐν μια̨̃ τω̃ν ἡμερω̃ν καὶ αὐτòς ἐνέβη εἰς πλοι̃ον καὶ οἱ μαθηταὶ αὐτου̃ καὶ εἰ̃πεν πρòς αὐτούς διέλθωμεν εἰς τò πέραν τη̃ς λίμνης καὶ ἀνήχθησαν

23 πλεόντων δὲ αὐτω̃ν ἀφύπνωσεν καὶ κατέβη λαι̃λαψ ἀνέμου εἰς τὴν λίμνην καὶ συνεπληρου̃ντο καὶ ἐκινδύνευον

24 προσελθόντες δὲ διήγειραν αὐτòν λέγοντες ἐπιστάτα ἐπιστάτα ἀπολλύμεθα ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τω̨̃ ἀνέμω̨ καὶ τω̨̃ κλύδωνι του̃ ὕδατος καὶ ἐπαύσαντο καὶ ἐγένετο γαλήνη

25 εἰ̃πεν δὲ αὐτοι̃ς που̃ ἡ πίστις ὑμω̃ν φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρòς ἀλλήλους τίς ἄρα οὑ̃τός ἐστιν ὅτι καὶ τοι̃ς ἀνέμοις ἐπιτάσσει καὶ τω̨̃ ὕδατι καὶ ὑπακούουσιν αὐτω̨̃

26 καὶ κατέπλευσαν εἰς τὴν χώραν τω̃ν γερασηνω̃ν ἥτις ἐστὶν ἀντιπέρα τη̃ς Γαλιλαίας

27 ἐξελθόντι δὲ αὐτω̨̃ ἐπὶ τὴν γη̃ν ὑπήντησεν ἀνήρ τις ἐκ τη̃ς πόλεως ἔχων δαιμόνια καὶ χρόνω̨ ἱκανω̨̃ οὐκ ἐνεδύσατο ἱμάτιον καὶ ἐν οἰκία̨ οὐκ ἔμενεν ἀλλ' ἐν τοι̃ς μνήμασιν

28 ἰδὼν δὲ τòν ’Ιησου̃ν ἀνακράξας προσέπεσεν αὐτω̨̃ καὶ φωνη̨̃ μεγάλη̨ εἰ̃πεν τί ἐμοὶ καὶ σοί ’Ιησου̃ υἱὲ του̃ θεου̃ του̃ ὑψίστου δέομαί σου μή με βασανίση̨ς

29 παρήγγειλεν γὰρ τω̨̃ πνεύματι τω̨̃ ἀκαθάρτω̨ ἐξελθει̃ν ἀπò του̃ ἀνθρώπου πολλοι̃ς γὰρ χρόνοις συνηρπάκει αὐτόν καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπò του̃ δαιμονίου εἰς τὰς ἐρήμους

30 ἐπηρώτησεν δὲ αὐτòν ὁ ’Ιησου̃ς τί σοι ὄνομά ἐστιν ὁ δὲ εἰ̃πεν λεγιών ὅτι εἰση̃λθεν δαιμόνια πολλὰ εἰς αὐτόν

31 καὶ παρεκάλουν αὐτòν ἵνα μὴ ἐπιτάξη̨ αὐτοι̃ς εἰς τὴν ἄβυσσον ἀπελθει̃ν

32 ἠ̃ν δὲ ἐκει̃ ἀγέλη χοίρων ἱκανω̃ν βοσκομένη ἐν τω̨̃ ὄρει καὶ παρεκάλεσαν αὐτòν ἵνα ἐπιτρέψη̨ αὐτοι̃ς εἰς ἐκείνους εἰσελθει̃ν καὶ ἐπέτρεψεν αὐτοι̃ς

33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπò του̃ ἀνθρώπου εἰση̃λθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ του̃ κρημνου̃ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη

34 ἰδόντες δὲ οἱ βόσκοντες τò γεγονòς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς

35 ἐξη̃λθον δὲ ἰδει̃ν τò γεγονòς καὶ ἠ̃λθον πρòς τòν ’Ιησου̃ν καὶ εὑ̃ρον καθήμενον τòν ἄνθρωπον ἀφ' οὑ̃ τὰ δαιμόνια ἐξη̃λθεν ἱματισμένον καὶ σωφρονου̃ντα παρὰ τοὺς πόδας του̃ ’Ιησου̃ καὶ ἐφοβήθησαν

36 ἀπήγγειλαν δὲ αὐτοι̃ς οἱ ἰδόντες πω̃ς ἐσώθη ὁ δαιμονισθείς

37 καὶ ἠρώτησεν αὐτòν ἅπαν τò πλη̃θος τη̃ς περιχώρου τω̃ν γερασηνω̃ν ἀπελθει̃ν ἀπ' αὐτω̃ν ὅτι φόβω̨ μεγάλω̨ συνείχοντο αὐτòς δὲ ἐμβὰς εἰς πλοι̃ον ὑπέστρεψεν

38 ἐδει̃το δὲ αὐτου̃ ὁ ἀνὴρ ἀφ' οὑ̃ ἐξεληλύθει τὰ δαιμόνια εἰ̃ναι σὺν αὐτω̨̃ ἀπέλυσεν δὲ αὐτòν λέγων

39 ὑπόστρεφε εἰς τòν οἰ̃κόν σου καὶ διηγου̃ ὅσα σοι ἐποίησεν ὁ θεός καὶ ἀπη̃λθεν καθ' ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς

40 ἐν δὲ τω̨̃ ὑποστρέφειν τòν ’Ιησου̃ν ἀπεδέξατο αὐτòν ὁ ὄχλος ἠ̃σαν γὰρ πάντες προσδοκω̃ντες αὐτόν

41 καὶ ἰδοὺ ἠ̃λθεν ἀνὴρ ὡ̨̃ ὄνομα ’Ιά ϊρος καὶ οὑ̃τος ἄρχων τη̃ς συναγωγη̃ς ὑπη̃ρχεν καὶ πεσὼν παρὰ τοὺς πόδας του̃ ’Ιησου̃ παρεκάλει αὐτòν εἰσελθει̃ν εἰς τòν οἰ̃κον αὐτου̃

42 ὅτι θυγάτηρ μονογενὴς ἠ̃ν αὐτω̨̃ ὡς ἐτω̃ν δώδεκα καὶ αὐτὴ ἀπέθνη̨σκεν ἐν δὲ τω̨̃ ὑπάγειν αὐτòν οἱ ὄχλοι συνέπνιγον αὐτόν

43 καὶ γυνὴ οὐ̃σα ἐν ῥύσει αἵματος ἀπò ἐτω̃ν δώδεκα ἥτις ἰατροι̃ς προσαναλώσασα ὅλον τòν βίον οὐκ ἴσχυσεν ἀπ' οὐδενòς θεραπευθη̃ναι

44 προσελθου̃σα ὄπισθεν ἥψατο του̃ κρασπέδου του̃ ἱματίου αὐτου̃ καὶ παραχρη̃μα ἔστη ἡ ῥύσις του̃ αἵματος αὐτη̃ς

45 καὶ εἰ̃πεν ὁ ’Ιησου̃ς τίς ὁ ἁψάμενός μου ἀρνουμένων δὲ πάντων εἰ̃πεν ὁ Πέτρος ἐπιστάτα οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν

46 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν ἥψατό μού τις ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυι̃αν ἀπ' ἐμου̃

47 ἰδου̃σα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἠ̃λθεν καὶ προσπεσου̃σα αὐτω̨̃ δι' ἣν αἰτίαν ἥψατο αὐτου̃ ἀπήγγειλεν ἐνώπιον παντòς του̃ λαου̃ καὶ ὡς ἰάθη παραχρη̃μα

48 ὁ δὲ εἰ̃πεν αὐτη̨̃ θυγάτηρ ἡ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην

49 ἔτι αὐτου̃ λαλου̃ντος ἔρχεταί τις παρὰ του̃ ἀρχισυναγώγου λέγων ὅτι τέθνηκεν ἡ θυγάτηρ σου μηκέτι σκύλλε τòν διδάσκαλον

50 ὁ δὲ ’Ιησου̃ς ἀκούσας ἀπεκρίθη αὐτω̨̃ μὴ φοβου̃ μόνον πίστευσον καὶ σωθήσεται

51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφη̃κεν εἰσελθει̃ν τινα σὺν αὐτω̨̃ εἰ μὴ Πέτρον καὶ ’Ιωάννην καὶ ’Ιάκωβον καὶ τòν πατέρα τη̃ς παιδòς καὶ τὴν μητέρα

52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν ὁ δὲ εἰ̃πεν μὴ κλαίετε οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει

53 καὶ κατεγέλων αὐτου̃ εἰδότες ὅτι ἀπέθανεν

54 αὐτòς δὲ κρατήσας τη̃ς χειρòς αὐτη̃ς ἐφώνησεν λέγων ἡ παι̃ς ἔγειρε

55 καὶ ἐπέστρεψεν τò πνευ̃μα αὐτη̃ς καὶ ἀνέστη παραχρη̃μα καὶ διέταξεν αὐτη̨̃ δοθη̃ναι φαγει̃ν

56 καὶ ἐξέστησαν οἱ γονει̃ς αὐτη̃ς ὁ δὲ παρήγγειλεν αὐτοι̃ς μηδενὶ εἰπει̃ν τò γεγονός

 

Κεφάλαιον Θ' (9)

1 συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοι̃ς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν

2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν του̃ θεου̃ καὶ ἰα̃σθαι τοὺς ἀσθενει̃ς

3 καὶ εἰ̃πεν πρòς αὐτούς μηδὲν αἴρετε εἰς τὴν ὁδόν μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτω̃νας ἔχειν

4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε ἐκει̃ μένετε καὶ ἐκει̃θεν ἐξέρχεσθε

5 καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμα̃ς ἐξερχόμενοι ἀπò τη̃ς πόλεως ἐκείνης τòν κονιορτòν ἀπò τω̃ν ποδω̃ν ὑμω̃ν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ' αὐτούς

6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχου̃

7 ἤκουσεν δὲ ‘Ηρώ̨δης ὁ τετραάρχης τὰ γινόμενα πάντα καὶ διηπόρει διὰ τò λέγεσθαι ὑπό τινων ὅτι ’Ιωάννης ἠγέρθη ἐκ νεκρω̃ν

8 ὑπό τινων δὲ ὅτι ’Ηλίας ἐφάνη ἄλλων δὲ ὅτι προφήτης τις τω̃ν ἀρχαίων ἀνέστη

9 εἰ̃πεν δὲ ‘Ηρώ̨δης ’Ιωάννην ἐγὼ ἀπεκεφάλισα τίς δέ ἐστιν οὑ̃τος περὶ οὑ̃ ἀκούω τοιαυ̃τα καὶ ἐζήτει ἰδει̃ν αὐτόν

10 καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτω̨̃ ὅσα ἐποίησαν καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ' ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά

11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτω̨̃ καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοι̃ς περὶ τη̃ς βασιλείας του̃ θεου̃ καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰα̃το

12 ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν προσελθόντες δὲ οἱ δώδεκα εἰ̃παν αὐτω̨̃ ἀπόλυσον τòν ὄχλον ἵνα πορευθέντες εἰς τὰς κύκλω̨ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν ὅτι ὡ̃δε ἐν ἐρήμω̨ τόπω̨ ἐσμέν

13 εἰ̃πεν δὲ πρòς αὐτούς δότε αὐτοι̃ς ὑμει̃ς φαγει̃ν οἱ δὲ εἰ̃παν οὐκ εἰσὶν ἡμι̃ν πλει̃ον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο εἰ μήτι πορευθέντες ἡμει̃ς ἀγοράσωμεν εἰς πάντα τòν λαòν του̃τον βρώματα

14 ἠ̃σαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι εἰ̃πεν δὲ πρòς τοὺς μαθητὰς αὐτου̃ κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα

15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας

16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τòν οὐρανòν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοι̃ς μαθηται̃ς παραθει̃ναι τω̨̃ ὄχλω̨

17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες καὶ ἤρθη τò περισσευ̃σαν αὐτοι̃ς κλασμάτων κόφινοι δώδεκα

18 καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι αὐτòν προσευχόμενον κατὰ μόνας συνη̃σαν αὐτω̨̃ οἱ μαθηταί καὶ ἐπηρώτησεν αὐτοὺς λέγων τίνα με λέγουσιν οἱ ὄχλοι εἰ̃ναι

19 οἱ δὲ ἀποκριθέντες εἰ̃παν ’Ιωάννην τòν βαπτιστήν ἄλλοι δὲ ’Ηλίαν ἄλλοι δὲ ὅτι προφήτης τις τω̃ν ἀρχαίων ἀνέστη

20 εἰ̃πεν δὲ αὐτοι̃ς ὑμει̃ς δὲ τίνα με λέγετε εἰ̃ναι Πέτρος δὲ ἀποκριθεὶς εἰ̃πεν τòν Χριστòν του̃ θεου̃

21 ὁ δὲ ἐπιτιμήσας αὐτοι̃ς παρήγγειλεν μηδενὶ λέγειν του̃το

22 εἰπὼν ὅτι δει̃ τòν υἱòν του̃ ἀνθρώπου πολλὰ παθει̃ν καὶ ἀποδοκιμασθη̃ναι ἀπò τω̃ν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθη̃ναι καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἐγερθη̃ναι

23 ἔλεγεν δὲ πρòς πάντας εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι ἀρνησάσθω ἑαυτòν καὶ ἀράτω τòν σταυρòν αὐτου̃ καθ' ἡμέραν καὶ ἀκολουθείτω μοι

24 ὃς γὰρ ἂν θέλη̨ τὴν ψυχὴν αὐτου̃ σω̃σαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέση̨ τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ οὑ̃τος σώσει αὐτήν

25 τί γὰρ ὠφελει̃ται ἄνθρωπος κερδήσας τòν κόσμον ὅλον ἑαυτòν δὲ ἀπολέσας ἢ ζημιωθείς

26 ὃς γὰρ ἂν ἐπαισχυνθη̨̃ με καὶ τοὺς ἐμοὺς λόγους του̃τον ὁ υἱòς του̃ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθη̨ ἐν τη̨̃ δόξη̨ αὐτου̃ καὶ του̃ πατρòς καὶ τω̃ν ἁγίων ἀγγέλων

27 λέγω δὲ ὑμι̃ν ἀληθω̃ς εἰσίν τινες τω̃ν αὐτου̃ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν του̃ θεου̃

28 ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ ’Ιωάννην καὶ ’Ιάκωβον ἀνέβη εἰς τò ὄρος προσεύξασθαι

29 καὶ ἐγένετο ἐν τω̨̃ προσεύχεσθαι αὐτòν τò εἰ̃δος του̃ προσώπου αὐτου̃ ἕτερον καὶ ὁ ἱματισμòς αὐτου̃ λευκòς ἐξαστράπτων

30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτω̨̃ οἵτινες ἠ̃σαν Μωϋση̃ς καὶ ’Ηλίας

31 οἳ ὀφθέντες ἐν δόξη̨ ἔλεγον τὴν ἔξοδον αὐτου̃ ἣν ἤμελλεν πληρου̃ν ἐν ’Ιερουσαλήμ

32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτω̨̃ ἠ̃σαν βεβαρημένοι ὕπνω̨ διαγρηγορήσαντες δὲ εἰ̃δον τὴν δόξαν αὐτου̃ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστω̃τας αὐτω̨̃

33 καὶ ἐγένετο ἐν τω̨̃ διαχωρίζεσθαι αὐτοὺς ἀπ' αὐτου̃ εἰ̃πεν ὁ Πέτρος πρòς τòν ’Ιησου̃ν ἐπιστάτα καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι καὶ ποιήσωμεν σκηνὰς τρει̃ς μίαν σοὶ καὶ μίαν Μωϋσει̃ καὶ μίαν ’Ηλία̨ μὴ εἰδὼς ὃ λέγει

34 ταυ̃τα δὲ αὐτου̃ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς ἐφοβήθησαν δὲ ἐν τω̨̃ εἰσελθει̃ν αὐτοὺς εἰς τὴν νεφέλην

35 καὶ φωνὴ ἐγένετο ἐκ τη̃ς νεφέλης λέγουσα οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος αὐτου̃ ἀκούετε

36 καὶ ἐν τω̨̃ γενέσθαι τὴν φωνὴν εὑρέθη ’Ιησου̃ς μόνος καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ται̃ς ἡμέραις οὐδὲν ὡ̃ν ἑώρακαν

37 ἐγένετο δὲ τη̨̃ ἑξη̃ς ἡμέρα̨ κατελθόντων αὐτω̃ν ἀπò του̃ ὄρους συνήντησεν αὐτω̨̃ ὄχλος πολύς

38 καὶ ἰδοὺ ἀνὴρ ἀπò του̃ ὄχλου ἐβόησεν λέγων διδάσκαλε δέομαί σου ἐπιβλέψαι ἐπὶ τòν υἱόν μου ὅτι μονογενής μοί ἐστιν

39 καὶ ἰδοὺ πνευ̃μα λαμβάνει αὐτόν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτòν μετὰ ἀφρου̃ καὶ μόγις ἀποχωρει̃ ἀπ' αὐτου̃ συντρι̃βον αὐτόν

40 καὶ ἐδεήθην τω̃ν μαθητω̃ν σου ἵνα ἐκβάλωσιν αὐτό καὶ οὐκ ἠδυνήθησαν

41 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν ὠ̃ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι πρòς ὑμα̃ς καὶ ἀνέξομαι ὑμω̃ν προσάγαγε ὡ̃δε τòν υἱόν σου

42 ἔτι δὲ προσερχομένου αὐτου̃ ἔρρηξεν αὐτòν τò δαιμόνιον καὶ συνεσπάραξεν ἐπετίμησεν δὲ ὁ ’Ιησου̃ς τω̨̃ πνεύματι τω̨̃ ἀκαθάρτω̨ καὶ ἰάσατο τòν παι̃δα καὶ ἀπέδωκεν αὐτòν τω̨̃ πατρὶ αὐτου̃

43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τη̨̃ μεγαλειότητι του̃ θεου̃ πάντων δὲ θαυμαζόντων ἐπὶ πα̃σιν οἱ̃ς ἐποίει εἰ̃πεν πρòς τοὺς μαθητὰς αὐτου̃

44 θέσθε ὑμει̃ς εἰς τὰ ὠ̃τα ὑμω̃ν τοὺς λόγους τούτους ὁ γὰρ υἱòς του̃ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χει̃ρας ἀνθρώπων

45 οἱ δὲ ἠγνόουν τò ῥη̃μα του̃το καὶ ἠ̃ν παρακεκαλυμμένον ἀπ' αὐτω̃ν ἵνα μὴ αἴσθωνται αὐτό καὶ ἐφοβου̃ντο ἐρωτη̃σαι αὐτòν περὶ του̃ ῥήματος τούτου

46 εἰση̃λθεν δὲ διαλογισμòς ἐν αὐτοι̃ς τò τίς ἂν εἴη μείζων αὐτω̃ν

47 ὁ δὲ ’Ιησου̃ς εἰδὼς τòν διαλογισμòν τη̃ς καρδίας αὐτω̃ν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτò παρ' ἑαυτω̨̃

48 καὶ εἰ̃πεν αὐτοι̃ς ὃς ἐὰν δέξηται του̃το τò παιδίον ἐπὶ τω̨̃ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τòν ἀποστείλαντά με ὁ γὰρ μικρότερος ἐν πα̃σιν ὑμι̃ν ὑπάρχων οὑ̃τός ἐστιν μέγας

49 ἀποκριθεὶς δὲ ’Ιωάννης εἰ̃πεν ἐπιστάτα εἴδομέν τινα ἐν τω̨̃ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτòν ὅτι οὐκ ἀκολουθει̃ μεθ' ἡμω̃ν

50 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ ’Ιησου̃ς μὴ κωλύετε ὃς γὰρ οὐκ ἔστιν καθ' ὑμω̃ν ὑπὲρ ὑμω̃ν ἐστιν

51 ἐγένετο δὲ ἐν τω̨̃ συμπληρου̃σθαι τὰς ἡμέρας τη̃ς ἀναλήμψεως αὐτου̃ καὶ αὐτòς τò πρόσωπον ἐστήρισεν του̃ πορεύεσθαι εἰς ’Ιερουσαλήμ

52 καὶ ἀπέστειλεν ἀγγέλους πρò προσώπου αὐτου̃ καὶ πορευθέντες εἰση̃λθον εἰς κώμην Σαμαριτω̃ν ὡς ἑτοιμάσαι αὐτω̨̃

53 καὶ οὐκ ἐδέξαντο αὐτόν ὅτι τò πρόσωπον αὐτου̃ ἠ̃ν πορευόμενον εἰς ’Ιερουσαλήμ

54 ἰδόντες δὲ οἱ μαθηταὶ ’Ιάκωβος καὶ ’Ιωάννης εἰ̃παν κύριε θέλεις εἴπωμεν πυ̃ρ καταβη̃ναι ἀπò του̃ οὐρανου̃ καὶ ἀναλω̃σαι αὐτούς

55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοι̃ς

56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην

57 καὶ πορευομένων αὐτω̃ν ἐν τη̨̃ ὁδω̨̃ εἰ̃πέν τις πρòς αὐτόν ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχη̨

58 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ κατασκηνώσεις ὁ δὲ υἱòς του̃ ἀνθρώπου οὐκ ἔχει που̃ τὴν κεφαλὴν κλίνη̨

59 εἰ̃πεν δὲ πρòς ἕτερον ἀκολούθει μοι ὁ δὲ εἰ̃πεν κύριε ἐπίτρεψόν μοι ἀπελθόντι πρω̃τον θάψαι τòν πατέρα μου

60 εἰ̃πεν δὲ αὐτω̨̃ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτω̃ν νεκρούς σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν του̃ θεου̃

61 εἰ̃πεν δὲ καὶ ἕτερος ἀκολουθήσω σοι κύριε πρω̃τον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοι̃ς εἰς τòν οἰ̃κόν μου

62 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ ’Ιησου̃ς οὐδεὶς ἐπιβαλὼν τὴν χει̃ρα ἐπ' ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τη̨̃ βασιλεία̨ του̃ θεου̃

 

Κεφάλαιον Ι' (10)

1 μετὰ δὲ ταυ̃τα ἀνέδειξεν ὁ κύριος ἑτέρους ἑβδομήκοντα δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο δύο πρò προσώπου αὐτου̃ εἰς πα̃σαν πόλιν καὶ τόπον οὑ̃ ἤμελλεν αὐτòς ἔρχεσθαι

2 ἔλεγεν δὲ πρòς αὐτούς ὁ μὲν θερισμòς πολύς οἱ δὲ ἐργάται ὀλίγοι δεήθητε οὐ̃ν του̃ κυρίου του̃ θερισμου̃ ὅπως ἐργάτας ἐκβάλη̨ εἰς τòν θερισμòν αὐτου̃

3 ὑπάγετε ἰδοὺ ἀποστέλλω ὑμα̃ς ὡς ἄρνας ἐν μέσω̨ λύκων

4 μὴ βαστάζετε βαλλάντιον μὴ πήραν μὴ ὑποδήματα καὶ μηδένα κατὰ τὴν ὁδòν ἀσπάσησθε

5 εἰς ἣν δ' ἂν εἰσέλθητε οἰκίαν πρω̃τον λέγετε εἰρήνη τω̨̃ οἴκω̨ τούτω̨

6 καὶ ἐὰν ἐκει̃ ἠ̨̃ υἱòς εἰρήνης ἐπαναπαήσεται ἐπ' αὐτòν ἡ εἰρήνη ὑμω̃ν εἰ δὲ μή γε ἐφ' ὑμα̃ς ἀνακάμψει

7 ἐν αὐτη̨̃ δὲ τη̨̃ οἰκία̨ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ' αὐτω̃ν ἄξιος γὰρ ὁ ἐργάτης του̃ μισθου̃ αὐτου̃ μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν

8 καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμα̃ς ἐσθίετε τὰ παρατιθέμενα ὑμι̃ν

9 καὶ θεραπεύετε τοὺς ἐν αὐτη̨̃ ἀσθενει̃ς καὶ λέγετε αὐτοι̃ς ἤγγικεν ἐφ' ὑμα̃ς ἡ βασιλεία του̃ θεου̃

10 εἰς ἣν δ' ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχωνται ὑμα̃ς ἐξελθόντες εἰς τὰς πλατείας αὐτη̃ς εἴπατε

11 καὶ τòν κονιορτòν τòν κολληθέντα ἡμι̃ν ἐκ τη̃ς πόλεως ὑμω̃ν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμι̃ν πλὴν του̃το γινώσκετε ὅτι ἤγγικεν ἡ βασιλεία του̃ θεου̃

12 λέγω ὑμι̃ν ὅτι Σοδόμοις ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀνεκτότερον ἔσται ἢ τη̨̃ πόλει ἐκείνη̨

13 οὐαί σοι Χοραζίν οὐαί σοι Βηθσαϊδά ὅτι εἰ ἐν Τύρω̨ καὶ Σιδω̃νι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμι̃ν πάλαι ἂν ἐν σάκκω̨ καὶ σποδω̨̃ καθήμενοι μετενόησαν

14 πλὴν Τύρω̨ καὶ Σιδω̃νι ἀνεκτότερον ἔσται ἐν τη̨̃ κρίσει ἢ ὑμι̃ν

15 καὶ σύ Καφαρναούμ μὴ ἕως οὐρανου̃ ὑψωθήση̨ ἕως του̃ ἅ̨δου καταβήση̨

16 ὁ ἀκούων ὑμω̃ν ἐμου̃ ἀκούει καὶ ὁ ἀθετω̃ν ὑμα̃ς ἐμὲ ἀθετει̃ ὁ δὲ ἐμὲ ἀθετω̃ν ἀθετει̃ τòν ἀποστείλαντά με

17 ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα δύο μετὰ χαρα̃ς λέγοντες κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμι̃ν ἐν τω̨̃ ὀνόματί σου

18 εἰ̃πεν δὲ αὐτοι̃ς ἐθεώρουν τòν Σατανα̃ν ὡς ἀστραπὴν ἐκ του̃ οὐρανου̃ πεσόντα

19 ἰδοὺ δέδωκα ὑμι̃ν τὴν ἐξουσίαν του̃ πατει̃ν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πα̃σαν τὴν δύναμιν του̃ ἐχθρου̃ καὶ οὐδὲν ὑμα̃ς οὐ μὴ ἀδικήση̨

20 πλὴν ἐν τούτω̨ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμι̃ν ὑποτάσσεται χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμω̃ν ἐγγέγραπται ἐν τοι̃ς οὐρανοι̃ς

21 ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ ἠγαλλιάσατο ἐν τω̨̃ πνεύματι τω̨̃ ἁγίω̨ καὶ εἰ̃πεν ἐξομολογου̃μαί σοι πάτερ κύριε του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς ὅτι ἀπέκρυψας ταυ̃τα ἀπò σοφω̃ν καὶ συνετω̃ν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις ναί ὁ πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου

22 πάντα μοι παρεδόθη ὑπò του̃ πατρός μου καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱòς εἰ μὴ ὁ πατήρ καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱòς καὶ ὡ̨̃ ἐὰν βούληται ὁ υἱòς ἀποκαλύψαι

23 καὶ στραφεὶς πρòς τοὺς μαθητὰς κατ' ἰδίαν εἰ̃πεν μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε

24 λέγω γὰρ ὑμι̃ν ὅτι πολλοὶ προφη̃ται καὶ βασιλει̃ς ἠθέλησαν ἰδει̃ν ἃ ὑμει̃ς βλέπετε καὶ οὐκ εἰ̃δαν καὶ ἀκου̃σαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν

25 καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτòν λέγων διδάσκαλε τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω

26 ὁ δὲ εἰ̃πεν πρòς αὐτόν ἐν τω̨̃ νόμω̨ τί γέγραπται πω̃ς ἀναγινώσκεις

27 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ἀγαπήσεις κύριον τòν θεόν σου ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐν ὅλη̨ τη̨̃ ψυχη̨̃ σου καὶ ἐν ὅλη̨ τη̨̃ ἰσχύϊ σου καὶ ἐν ὅλη̨ τη̨̃ διανοία̨ σου καὶ τòν πλησίον σου ὡς σεαυτόν

28 εἰ̃πεν δὲ αὐτω̨̃ ὀρθω̃ς ἀπεκρίθης του̃το ποίει καὶ ζήση̨

29 ὁ δὲ θέλων δικαιω̃σαι ἑαυτòν εἰ̃πεν πρòς τòν ’Ιησου̃ν καὶ τίς ἐστίν μου πλησίον

30 ὑπολαβὼν ὁ ’Ιησου̃ς εἰ̃πεν ἄνθρωπός τις κατέβαινεν ἀπò ’Ιερουσαλὴμ εἰς ’Ιεριχὼ καὶ λη̨σται̃ς περιέπεσεν οἳ καὶ ἐκδύσαντες αὐτòν καὶ πληγὰς ἐπιθέντες ἀπη̃λθον ἀφέντες ἡμιθανη̃

31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τη̨̃ ὁδω̨̃ ἐκείνη̨ καὶ ἰδὼν αὐτòν ἀντιπαρη̃λθεν

32 ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τòν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρη̃λθεν

33 Σαμαρίτης δέ τις ὁδεύων ἠ̃λθεν κατ' αὐτòν καὶ ἰδὼν ἐσπλαγχνίσθη

34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτου̃ ἐπιχέων ἔλαιον καὶ οἰ̃νον ἐπιβιβάσας δὲ αὐτòν ἐπὶ τò ἴδιον κτη̃νος ἤγαγεν αὐτòν εἰς πανδοχει̃ον καὶ ἐπεμελήθη αὐτου̃

35 καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν ἔδωκεν δύο δηνάρια τω̨̃ πανδοχει̃ καὶ εἰ̃πεν ἐπιμελήθητι αὐτου̃ καὶ ὅ τι ἂν προσδαπανήση̨ς ἐγὼ ἐν τω̨̃ ἐπανέρχεσθαί με ἀποδώσω σοι

36 τίς τούτων τω̃ν τριω̃ν πλησίον δοκει̃ σοι γεγονέναι του̃ ἐμπεσόντος εἰς τοὺς λη̨στάς

37 ὁ δὲ εἰ̃πεν ὁ ποιήσας τò ἔλεος μετ' αὐτου̃ εἰ̃πεν δὲ αὐτω̨̃ ὁ ’Ιησου̃ς πορεύου καὶ σὺ ποίει ὁμοίως

38 ἐν δὲ τω̨̃ πορεύεσθαι αὐτοὺς αὐτòς εἰση̃λθεν εἰς κώμην τινά γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν

39 καὶ τη̨̃δε ἠ̃ν ἀδελφὴ καλουμένη Μαριάμ ἣ καὶ παρακαθεσθει̃σα πρòς τοὺς πόδας του̃ κυρίου ἤκουεν τòν λόγον αὐτου̃

40 ἡ δὲ Μάρθα περιεσπα̃το περὶ πολλὴν διακονίαν ἐπιστα̃σα δὲ εἰ̃πεν κύριε οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονει̃ν εἰπὲ οὐ̃ν αὐτη̨̃ ἵνα μοι συναντιλάβηται

41 ἀποκριθεὶς δὲ εἰ̃πεν αὐτη̨̃ ὁ κύριος Μάρθα Μάρθα μεριμνα̨̃ς καὶ θορυβάζη̨ περὶ πολλά

42 ἑνòς δέ ἐστιν χρεία Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτη̃ς

 

Κεφάλαιον ΙΑ' (11)

1 καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι αὐτòν ἐν τόπω̨ τινὶ προσευχόμενον ὡς ἐπαύσατο εἰ̃πέν τις τω̃ν μαθητω̃ν αὐτου̃ πρòς αὐτόν κύριε δίδαξον ἡμα̃ς προσεύχεσθαι καθὼς καὶ ’Ιωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτου̃

2 εἰ̃πεν δὲ αὐτοι̃ς ὅταν προσεύχησθε λέγετε πάτερ ἁγιασθήτω τò ὄνομά σου ἐλθέτω ἡ βασιλεία σου

3 τòν ἄρτον ἡμω̃ν τòν ἐπιούσιον δίδου ἡμι̃ν τò καθ' ἡμέραν

4 καὶ ἄφες ἡμι̃ν τὰς ἁμαρτίας ἡμω̃ν καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμι̃ν καὶ μὴ εἰσενέγκη̨ς ἡμα̃ς εἰς πειρασμόν

5 καὶ εἰ̃πεν πρòς αὐτούς τίς ἐξ ὑμω̃ν ἕξει φίλον καὶ πορεύσεται πρòς αὐτòν μεσονυκτίου καὶ εἴπη̨ αὐτω̨̃ φίλε χρη̃σόν μοι τρει̃ς ἄρτους

6 ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδου̃ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτω̨̃

7 κἀκει̃νος ἔσωθεν ἀποκριθεὶς εἴπη̨ μή μοι κόπους πάρεχε ἤδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ' ἐμου̃ εἰς τὴν κοίτην εἰσίν οὐ δύναμαι ἀναστὰς δου̃ναί σοι

8 λέγω ὑμι̃ν εἰ καὶ οὐ δώσει αὐτω̨̃ ἀναστὰς διὰ τò εἰ̃ναι φίλον αὐτου̃ διά γε τὴν ἀναίδειαν αὐτου̃ ἐγερθεὶς δώσει αὐτω̨̃ ὅσων χρή̨ζει

9 κἀγὼ ὑμι̃ν λέγω αἰτει̃τε καὶ δοθήσεται ὑμι̃ν ζητει̃τε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμι̃ν

10 πα̃ς γὰρ ὁ αἰτω̃ν λαμβάνει καὶ ὁ ζητω̃ν εὑρίσκει καὶ τω̨̃ κρούοντι ἀνοιγήσεται

11 τίνα δὲ ἐξ ὑμω̃ν τòν πατέρα αἰτήσει ὁ υἱòς ἰχθύν καὶ ἀντὶ ἰχθύος ὄφιν αὐτω̨̃ ἐπιδώσει

12 ἢ καὶ αἰτήσει ὠ̨όν ἐπιδώσει αὐτω̨̃ σκορπίον

13 εἰ οὐ̃ν ὑμει̃ς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοι̃ς τέκνοις ὑμω̃ν πόσω̨ μα̃λλον ὁ πατὴρ ὁ ἐξ οὐρανου̃ δώσει πνευ̃μα ἅγιον τοι̃ς αἰτου̃σιν αὐτόν

14 καὶ ἠ̃ν ἐκβάλλων δαιμόνιον καὶ αὐτò ἠ̃ν κωφόν ἐγένετο δὲ του̃ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι

15 τινὲς δὲ ἐξ αὐτω̃ν εἰ̃πον ἐν Βεελζεβοὺλ τω̨̃ ἄρχοντι τω̃ν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια

16 ἕτεροι δὲ πειράζοντες σημει̃ον ἐξ οὐρανου̃ ἐζήτουν παρ' αὐτου̃

17 αὐτòς δὲ εἰδὼς αὐτω̃ν τὰ διανοήματα εἰ̃πεν αὐτοι̃ς πα̃σα βασιλεία ἐφ' ἑαυτὴν διαμερισθει̃σα ἐρημου̃ται καὶ οἰ̃κος ἐπὶ οἰ̃κον πίπτει

18 εἰ δὲ καὶ ὁ Σατανα̃ς ἐφ' ἑαυτòν διεμερίσθη πω̃ς σταθήσεται ἡ βασιλεία αὐτου̃ ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια

19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμω̃ν ἐν τίνι ἐκβάλλουσιν διὰ του̃το αὐτοὶ ὑμω̃ν κριταὶ ἔσονται

20 εἰ δὲ ἐν δακτύλω̨ θεου̃ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ' ὑμα̃ς ἡ βασιλεία του̃ θεου̃

21 ὅταν ὁ ἰσχυρòς καθωπλισμένος φυλάσση̨ τὴν ἑαυτου̃ αὐλήν ἐν εἰρήνη̨ ἐστὶν τὰ ὑπάρχοντα αὐτου̃

22 ἐπὰν δὲ ἰσχυρότερος αὐτου̃ ἐπελθὼν νικήση̨ αὐτόν τὴν πανοπλίαν αὐτου̃ αἴρει ἐφ' ἡ̨̃ ἐπεποίθει καὶ τὰ σκυ̃λα αὐτου̃ διαδίδωσιν

23 ὁ μὴ ὢν μετ' ἐμου̃ κατ' ἐμου̃ ἐστιν καὶ ὁ μὴ συνάγων μετ' ἐμου̃ σκορπίζει

24 ὅταν τò ἀκάθαρτον πνευ̃μα ἐξέλθη̨ ἀπò του̃ ἀνθρώπου διέρχεται δι' ἀνύδρων τόπων ζητου̃ν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον τότε λέγει ὑποστρέψω εἰς τòν οἰ̃κόν μου ὅθεν ἐξη̃λθον

25 καὶ ἐλθòν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον

26 τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτου̃ ἑπτά καὶ εἰσελθόντα κατοικει̃ ἐκει̃ καὶ γίνεται τὰ ἔσχατα του̃ ἀνθρώπου ἐκείνου χείρονα τω̃ν πρώτων

27 ἐγένετο δὲ ἐν τω̨̃ λέγειν αὐτòν ταυ̃τα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ του̃ ὄχλου εἰ̃πεν αὐτω̨̃ μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας

28 αὐτòς δὲ εἰ̃πεν μενου̃ν μακάριοι οἱ ἀκούοντες τòν λόγον του̃ θεου̃ καὶ φυλάσσοντες

29 τω̃ν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν σημει̃ον ζητει̃ καὶ σημει̃ον οὐ δοθήσεται αὐτη̨̃ εἰ μὴ τò σημει̃ον ’Ιωνα̃

30 καθὼς γὰρ ἐγένετο ’Ιωνα̃ς τοι̃ς Νινευίταις σημει̃ον οὕτως ἔσται καὶ ὁ υἱòς του̃ ἀνθρώπου τη̨̃ γενεα̨̃ ταύτη̨

31 βασίλισσα νότου ἐγερθήσεται ἐν τη̨̃ κρίσει μετὰ τω̃ν ἀνδρω̃ν τη̃ς γενεα̃ς ταύτης καὶ κατακρινει̃ αὐτούς ὅτι ἠ̃λθεν ἐκ τω̃ν περάτων τη̃ς γη̃ς ἀκου̃σαι τὴν σοφίαν Σολομω̃νος καὶ ἰδοὺ πλει̃ον Σολομω̃νος ὡ̃δε

32 ἄνδρες Νινευι̃ται ἀναστήσονται ἐν τη̨̃ κρίσει μετὰ τη̃ς γενεα̃ς ταύτης καὶ κατακρινου̃σιν αὐτήν ὅτι μετενόησαν εἰς τò κήρυγμα ’Ιωνα̃ καὶ ἰδοὺ πλει̃ον ’Ιωνα̃ ὡ̃δε

33 οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπò τòν μόδιον ἀλλ' ἐπὶ τὴν λυχνίαν ἵνα οἱ εἰσπορευόμενοι τò φω̃ς βλέπωσιν

34 ὁ λύχνος του̃ σώματός ἐστιν ὁ ὀφθαλμός σου ὅταν ὁ ὀφθαλμός σου ἁπλου̃ς ἠ̨̃ καὶ ὅλον τò σω̃μά σου φωτεινόν ἐστιν ἐπὰν δὲ πονηρòς ἠ̨̃ καὶ τò σω̃μά σου σκοτεινόν

35 σκόπει οὐ̃ν μὴ τò φω̃ς τò ἐν σοὶ σκότος ἐστίν

36 εἰ οὐ̃ν τò σω̃μά σου ὅλον φωτεινόν μὴ ἔχον μέρος τι σκοτεινόν ἔσται φωτεινòν ὅλον ὡς ὅταν ὁ λύχνος τη̨̃ ἀστραπη̨̃ φωτίζη̨ σε

37 ἐν δὲ τω̨̃ λαλη̃σαι ἐρωτα̨̃ αὐτòν Φαρισαι̃ος ὅπως ἀριστήση̨ παρ' αὐτω̨̃ εἰσελθὼν δὲ ἀνέπεσεν

38 ὁ δὲ Φαρισαι̃ος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρω̃τον ἐβαπτίσθη πρò του̃ ἀρίστου

39 εἰ̃πεν δὲ ὁ κύριος πρòς αὐτόν νυ̃ν ὑμει̃ς οἱ Φαρισαι̃οι τò ἔξωθεν του̃ ποτηρίου καὶ του̃ πίνακος καθαρίζετε τò δὲ ἔσωθεν ὑμω̃ν γέμει ἁρπαγη̃ς καὶ πονηρίας

40 ἄφρονες οὐχ ὁ ποιήσας τò ἔξωθεν καὶ τò ἔσωθεν ἐποίησεν

41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην καὶ ἰδοὺ πάντα καθαρὰ ὑμι̃ν ἐστιν

42 ἀλλὰ οὐαὶ ὑμι̃ν τοι̃ς Φαρισαίοις ὅτι ἀποδεκατου̃τε τò ἡδύοσμον καὶ τò πήγανον καὶ πα̃ν λάχανον καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην του̃ θεου̃ ταυ̃τα δὲ ἔδει ποιη̃σαι κἀκει̃να μὴ παρει̃ναι

43 οὐαὶ ὑμι̃ν τοι̃ς Φαρισαίοις ὅτι ἀγαπα̃τε τὴν πρωτοκαθεδρίαν ἐν ται̃ς συναγωγαι̃ς καὶ τοὺς ἀσπασμοὺς ἐν ται̃ς ἀγοραι̃ς

44 οὐαὶ ὑμι̃ν ὅτι ἐστὲ ὡς τὰ μνημει̃α τὰ ἄδηλα καὶ οἱ ἄνθρωποι οἱ περιπατου̃ντες ἐπάνω οὐκ οἴδασιν

45 ἀποκριθεὶς δέ τις τω̃ν νομικω̃ν λέγει αὐτω̨̃ διδάσκαλε ταυ̃τα λέγων καὶ ἡμα̃ς ὑβρίζεις

46 ὁ δὲ εἰ̃πεν καὶ ὑμι̃ν τοι̃ς νομικοι̃ς οὐαί ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα καὶ αὐτοὶ ἑνὶ τω̃ν δακτύλων ὑμω̃ν οὐ προσψαύετε τοι̃ς φορτίοις

47 οὐαὶ ὑμι̃ν ὅτι οἰκοδομει̃τε τὰ μνημει̃α τω̃ν προφητω̃ν οἱ δὲ πατέρες ὑμω̃ν ἀπέκτειναν αὐτούς

48 ἄρα μάρτυρές ἐστε καὶ συνευδοκει̃τε τοι̃ς ἔργοις τω̃ν πατέρων ὑμω̃ν ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμει̃ς δὲ οἰκοδομει̃τε

49 διὰ του̃το καὶ ἡ σοφία του̃ θεου̃ εἰ̃πεν ἀποστελω̃ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους καὶ ἐξ αὐτω̃ν ἀποκτενου̃σιν καὶ διώξουσιν

50 ἵνα ἐκζητηθη̨̃ τò αἱ̃μα πάντων τω̃ν προφητω̃ν τò ἐκκεχυμένον ἀπò καταβολη̃ς κόσμου ἀπò τη̃ς γενεα̃ς ταύτης

51 ἀπò αἵματος ‘Άβελ ἕως αἵματος Ζαχαρίου του̃ ἀπολομένου μεταξὺ του̃ θυσιαστηρίου καὶ του̃ οἴκου ναί λέγω ὑμι̃ν ἐκζητηθήσεται ἀπò τη̃ς γενεα̃ς ταύτης

52 οὐαὶ ὑμι̃ν τοι̃ς νομικοι̃ς ὅτι ἤρατε τὴν κλει̃δα τη̃ς γνώσεως αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε

53 κἀκει̃θεν ἐξελθόντος αὐτου̃ ἤρξαντο οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι δεινω̃ς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτòν περὶ πλειόνων

54 ἐνεδρεύοντες αὐτòν θηρευ̃σαί τι ἐκ του̃ στόματος αὐτου̃

 

Κεφάλαιον ΙΒ' (12)

1 ἐν οἱ̃ς ἐπισυναχθεισω̃ν τω̃ν μυριάδων του̃ ὄχλου ὥστε καταπατει̃ν ἀλλήλους ἤρξατο λέγειν πρòς τοὺς μαθητὰς αὐτου̃ πρω̃τον προσέχετε ἑαυτοι̃ς ἀπò τη̃ς ζύμης ἥτις ἐστὶν ὑπόκρισις τω̃ν Φαρισαίων

2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτòν ὃ οὐ γνωσθήσεται

3 ἀνθ' ὡ̃ν ὅσα ἐν τη̨̃ σκοτία̨ εἴπατε ἐν τω̨̃ φωτὶ ἀκουσθήσεται καὶ ὃ πρòς τò οὐ̃ς ἐλαλήσατε ἐν τοι̃ς ταμείοις κηρυχθήσεται ἐπὶ τω̃ν δωμάτων

4 λέγω δὲ ὑμι̃ν τοι̃ς φίλοις μου μὴ φοβηθη̃τε ἀπò τω̃ν ἀποκτεινόντων τò σω̃μα καὶ μετὰ ταυ̃τα μὴ ἐχόντων περισσότερόν τι ποιη̃σαι

5 ὑποδείξω δὲ ὑμι̃ν τίνα φοβηθη̃τε φοβήθητε τòν μετὰ τò ἀποκτει̃ναι ἔχοντα ἐξουσίαν ἐμβαλει̃ν εἰς τὴν γέενναν ναί λέγω ὑμι̃ν του̃τον φοβήθητε

6 οὐχὶ πέντε στρουθία πωλου̃νται ἀσσαρίων δύο καὶ ἓν ἐξ αὐτω̃ν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον του̃ θεου̃

7 ἀλλὰ καὶ αἱ τρίχες τη̃ς κεφαλη̃ς ὑμω̃ν πα̃σαι ἠρίθμηνται μὴ φοβει̃σθε πολλω̃ν στρουθίων διαφέρετε

8 λέγω δὲ ὑμι̃ν πα̃ς ὃς ἂν ὁμολογήση̨ ἐν ἐμοὶ ἔμπροσθεν τω̃ν ἀνθρώπων καὶ ὁ υἱòς του̃ ἀνθρώπου ὁμολογήσει ἐν αὐτω̨̃ ἔμπροσθεν τω̃ν ἀγγέλων του̃ θεου̃

9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τω̃ν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τω̃ν ἀγγέλων του̃ θεου̃

10 καὶ πα̃ς ὃς ἐρει̃ λόγον εἰς τòν υἱòν του̃ ἀνθρώπου ἀφεθήσεται αὐτω̨̃ τω̨̃ δὲ εἰς τò ἅγιον πνευ̃μα βλασφημήσαντι οὐκ ἀφεθήσεται

11 ὅταν δὲ εἰσφέρωσιν ὑμα̃ς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας μὴ μεριμνήσητε πω̃ς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε

12 τò γὰρ ἅγιον πνευ̃μα διδάξει ὑμα̃ς ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ ἃ δει̃ εἰπει̃ν

13 εἰ̃πεν δέ τις ἐκ του̃ ὄχλου αὐτω̨̃ διδάσκαλε εἰπὲ τω̨̃ ἀδελφω̨̃ μου μερίσασθαι μετ' ἐμου̃ τὴν κληρονομίαν

14 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ἄνθρωπε τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ' ὑμα̃ς

15 εἰ̃πεν δὲ πρòς αὐτούς ὁρα̃τε καὶ φυλάσσεσθε ἀπò πάσης πλεονεξίας ὅτι οὐκ ἐν τω̨̃ περισσεύειν τινὶ ἡ ζωὴ αὐτου̃ ἐστιν ἐκ τω̃ν ὑπαρχόντων αὐτω̨̃

16 εἰ̃πεν δὲ παραβολὴν πρòς αὐτοὺς λέγων ἀνθρώπου τινòς πλουσίου εὐφόρησεν ἡ χώρα

17 καὶ διελογίζετο ἐν ἑαυτω̨̃ λέγων τί ποιήσω ὅτι οὐκ ἔχω που̃ συνάξω τοὺς καρπούς μου

18 καὶ εἰ̃πεν του̃το ποιήσω καθελω̃ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ συνάξω ἐκει̃ πάντα τòν σι̃τον καὶ τὰ ἀγαθά μου

19 καὶ ἐρω̃ τη̨̃ ψυχη̨̃ μου ψυχή ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά ἀναπαύου φάγε πίε εὐφραίνου

20 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ θεός ἄφρων ταύτη̨ τη̨̃ νυκτὶ τὴν ψυχήν σου ἀπαιτου̃σιν ἀπò σου̃ ἃ δὲ ἡτοίμασας τίνι ἔσται

21 οὕτως ὁ θησαυρίζων ἑαυτω̨̃ καὶ μὴ εἰς θεòν πλουτω̃ν

22 εἰ̃πεν δὲ πρòς τοὺς μαθητάς αὐτου̃ διὰ του̃το λέγω ὑμι̃ν μὴ μεριμνα̃τε τη̨̃ ψυχη̨̃ τί φάγητε μηδὲ τω̨̃ σώματι τί ἐνδύσησθε

23 ἡ γὰρ ψυχὴ πλει̃όν ἐστιν τη̃ς τροφη̃ς καὶ τò σω̃μα του̃ ἐνδύματος

24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οἱ̃ς οὐκ ἔστιν ταμει̃ον οὐδὲ ἀποθήκη καὶ ὁ θεòς τρέφει αὐτούς πόσω̨ μα̃λλον ὑμει̃ς διαφέρετε τω̃ν πετεινω̃ν

25 τίς δὲ ἐξ ὑμω̃ν μεριμνω̃ν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτου̃ προσθει̃ναι πη̃χυν

26 εἰ οὐ̃ν οὐδὲ ἐλάχιστον δύνασθε τί περὶ τω̃ν λοιπω̃ν μεριμνα̃τε

27 κατανοήσατε τὰ κρίνα πω̃ς αὐξάνει οὐ κοπια̨̃ οὐδὲ νήθει λέγω δὲ ὑμι̃ν οὐδὲ Σολομὼν ἐν πάση̨ τη̨̃ δόξη̨ αὐτου̃ περιεβάλετο ὡς ἓν τούτων

28 εἰ δὲ ἐν ἀγρω̨̃ τòν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεòς οὕτως ἀμφιέζει πόσω̨ μα̃λλον ὑμα̃ς ὀλιγόπιστοι

29 καὶ ὑμει̃ς μὴ ζητει̃τε τί φάγητε καὶ τί πίητε καὶ μὴ μετεωρίζεσθε

30 ταυ̃τα γὰρ πάντα τὰ ἔθνη του̃ κόσμου ἐπιζητου̃σιν ὑμω̃ν δὲ ὁ πατὴρ οἰ̃δεν ὅτι χρή̨ζετε τούτων

31 πλὴν ζητει̃τε τὴν βασιλείαν αὐτου̃ καὶ ταυ̃τα προστεθήσεται ὑμι̃ν

32 μὴ φοβου̃ τò μικρòν ποίμνιον ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμω̃ν δου̃ναι ὑμι̃ν τὴν βασιλείαν

33 πωλήσατε τὰ ὑπάρχοντα ὑμω̃ν καὶ δότε ἐλεημοσύνην ποιήσατε ἑαυτοι̃ς βαλλάντια μὴ παλαιούμενα θησαυρòν ἀνέκλειπτον ἐν τοι̃ς οὐρανοι̃ς ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει

34 ὅπου γάρ ἐστιν ὁ θησαυρòς ὑμω̃ν ἐκει̃ καὶ ἡ καρδία ὑμω̃ν ἔσται

35 ἔστωσαν ὑμω̃ν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι

36 καὶ ὑμει̃ς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τòν κύριον ἑαυτω̃ν πότε ἀναλύση̨ ἐκ τω̃ν γάμων ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτω̨̃

37 μακάριοι οἱ δου̃λοι ἐκει̃νοι οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγορου̃ντας ἀμὴν λέγω ὑμι̃ν ὅτι περιζώσεται καὶ ἀνακλινει̃ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοι̃ς

38 κἂν ἐν τη̨̃ δευτέρα̨ κἂν ἐν τη̨̃ τρίτη̨ φυλακη̨̃ ἔλθη̨ καὶ εὕρη̨ οὕτως μακάριοί εἰσιν ἐκει̃νοι

39 του̃το δὲ γινώσκετε ὅτι εἰ ἤ̨δει ὁ οἰκοδεσπότης ποία̨ ὥρα̨ ὁ κλέπτης ἔρχεται οὐκ ἂν ἀφη̃κεν διορυχθη̃ναι τòν οἰ̃κον αὐτου̃

40 καὶ ὑμει̃ς γίνεσθε ἕτοιμοι ὅτι ἡ̨̃ ὥρα̨ οὐ δοκει̃τε ὁ υἱòς του̃ ἀνθρώπου ἔρχεται

41 εἰ̃πεν δὲ ὁ Πέτρος κύριε πρòς ἡμα̃ς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρòς πάντας

42 καὶ εἰ̃πεν ὁ κύριος τίς ἄρα ἐστὶν ὁ πιστòς οἰκονόμος ὁ φρόνιμος ὃν καταστήσει ὁ κύριος ἐπὶ τη̃ς θεραπείας αὐτου̃ του̃ διδόναι ἐν καιρω̨̃ τò σιτομέτριον

43 μακάριος ὁ δου̃λος ἐκει̃νος ὃν ἐλθὼν ὁ κύριος αὐτου̃ εὑρήσει ποιου̃ντα οὕτως

44 ἀληθω̃ς λέγω ὑμι̃ν ὅτι ἐπὶ πα̃σιν τοι̃ς ὑπάρχουσιν αὐτου̃ καταστήσει αὐτόν

45 ἐὰν δὲ εἴπη̨ ὁ δου̃λος ἐκει̃νος ἐν τη̨̃ καρδία̨ αὐτου̃ χρονίζει ὁ κύριός μου ἔρχεσθαι καὶ ἄρξηται τύπτειν τοὺς παι̃δας καὶ τὰς παιδίσκας ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι

46 ἥξει ὁ κύριος του̃ δούλου ἐκείνου ἐν ἡμέρα̨ ἡ̨̃ οὐ προσδοκα̨̃ καὶ ἐν ὥρα̨ ἡ̨̃ οὐ γινώσκει καὶ διχοτομήσει αὐτòν καὶ τò μέρος αὐτου̃ μετὰ τω̃ν ἀπίστων θήσει

47 ἐκει̃νος δὲ ὁ δου̃λος ὁ γνοὺς τò θέλημα του̃ κυρίου αὐτου̃ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρòς τò θέλημα αὐτου̃ δαρήσεται πολλάς

48 ὁ δὲ μὴ γνούς ποιήσας δὲ ἄξια πληγω̃ν δαρήσεται ὀλίγας παντὶ δὲ ὡ̨̃ ἐδόθη πολύ πολὺ ζητηθήσεται παρ' αὐτου̃ καὶ ὡ̨̃ παρέθεντο πολύ περισσότερον αἰτήσουσιν αὐτόν

49 πυ̃ρ ἠ̃λθον βαλει̃ν ἐπὶ τὴν γη̃ν καὶ τί θέλω εἰ ἤδη ἀνήφθη

50 βάπτισμα δὲ ἔχω βαπτισθη̃ναι καὶ πω̃ς συνέχομαι ἕως ὅτου τελεσθη̨̃

51 δοκει̃τε ὅτι εἰρήνην παρεγενόμην δου̃ναι ἐν τη̨̃ γη̨̃ οὐχί λέγω ὑμι̃ν ἀλλ' ἢ διαμερισμόν

52 ἔσονται γὰρ ἀπò του̃ νυ̃ν πέντε ἐν ἑνὶ οἴκω̨ διαμεμερισμένοι τρει̃ς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν

53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱω̨̃ καὶ υἱòς ἐπὶ πατρί μήτηρ ἐπὶ τὴν θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα πενθερὰ ἐπὶ τὴν νύμφην αὐτη̃ς καὶ νύμφη ἐπὶ τὴν πενθεράν

54 ἔλεγεν δὲ καὶ τοι̃ς ὄχλοις ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμω̃ν εὐθέως λέγετε ὅτι ὄμβρος ἔρχεται καὶ γίνεται οὕτως

55 καὶ ὅταν νότον πνέοντα λέγετε ὅτι καύσων ἔσται καὶ γίνεται

56 ὑποκριταί τò πρόσωπον τη̃ς γη̃ς καὶ του̃ οὐρανου̃ οἴδατε δοκιμάζειν τòν καιρòν δὲ του̃τον πω̃ς οὐκ οἴδατε δοκιμάζειν

57 τί δὲ καὶ ἀφ' ἑαυτω̃ν οὐ κρίνετε τò δίκαιον

58 ὡς γὰρ ὑπάγεις μετὰ του̃ ἀντιδίκου σου ἐπ' ἄρχοντα ἐν τη̨̃ ὁδω̨̃ δòς ἐργασίαν ἀπηλλάχθαι ἀπ' αὐτου̃ μήποτε κατασύρη̨ σε πρòς τòν κριτήν καὶ ὁ κριτής σε παραδώσει τω̨̃ πράκτορι καὶ ὁ πράκτωρ σε βαλει̃ εἰς φυλακήν

59 λέγω σοι οὐ μὴ ἐξέλθη̨ς ἐκει̃θεν ἕως καὶ τò ἔσχατον λεπτòν ἀποδω̨̃ς

 

Κεφάλαιον ΙΓ' (13)

1 παρη̃σαν δέ τινες ἐν αὐτω̨̃ τω̨̃ καιρω̨̃ ἀπαγγέλλοντες αὐτω̨̃ περὶ τω̃ν Γαλιλαίων ὡ̃ν τò αἱ̃μα Πιλα̃τος ἔμιξεν μετὰ τω̃ν θυσιω̃ν αὐτω̃ν

2 καὶ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς δοκει̃τε ὅτι οἱ Γαλιλαι̃οι οὑ̃τοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο ὅτι ταυ̃τα πεπόνθασιν

3 οὐχί λέγω ὑμι̃ν ἀλλ' ἐὰν μὴ μετανοη̃τε πάντες ὁμοίως ἀπολει̃σθε

4 ἢ ἐκει̃νοι οἱ δεκαοκτὼ ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τω̨̃ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς δοκει̃τε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικου̃ντας ’Ιερουσαλήμ

5 οὐχί λέγω ὑμι̃ν ἀλλ' ἐὰν μὴ μετανοη̃τε πάντες ὡσαύτως ἀπολει̃σθε

6 ἔλεγεν δὲ ταύτην τὴν παραβολήν συκη̃ν εἰ̃χέν τις πεφυτευμένην ἐν τω̨̃ ἀμπελω̃νι αὐτου̃ καὶ ἠ̃λθεν ζητω̃ν καρπòν ἐν αὐτη̨̃ καὶ οὐχ εὑ̃ρεν

7 εἰ̃πεν δὲ πρòς τòν ἀμπελουργόν ἰδοὺ τρία ἔτη ἀφ' οὑ̃ ἔρχομαι ζητω̃ν καρπòν ἐν τη̨̃ συκη̨̃ ταύτη̨ καὶ οὐχ εὑρίσκω ἔκκοψον οὐ̃ν αὐτήν ἱνατί καὶ τὴν γη̃ν καταργει̃

8 ὁ δὲ ἀποκριθεὶς λέγει αὐτω̨̃ κύριε ἄφες αὐτὴν καὶ του̃το τò ἔτος ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια

9 κἂν μὲν ποιήση̨ καρπòν εἰς τò μέλλον εἰ δὲ μή γε ἐκκόψεις αὐτήν

10 ἠ̃ν δὲ διδάσκων ἐν μια̨̃ τω̃ν συναγωγω̃ν ἐν τοι̃ς σάββασιν

11 καὶ ἰδοὺ γυνὴ πνευ̃μα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ καὶ ἠ̃ν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τò παντελές

12 ἰδὼν δὲ αὐτὴν ὁ ’Ιησου̃ς προσεφώνησεν καὶ εἰ̃πεν αὐτη̨̃ γύναι ἀπολέλυσαι τη̃ς ἀσθενείας σου

13 καὶ ἐπέθηκεν αὐτη̨̃ τὰς χει̃ρας καὶ παραχρη̃μα ἀνωρθώθη καὶ ἐδόξαζεν τòν θεόν

14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος ἀγανακτω̃ν ὅτι τω̨̃ σαββάτω̨ ἐθεράπευσεν ὁ ’Ιησου̃ς ἔλεγεν τω̨̃ ὄχλω̨ ὅτι ἓξ ἡμέραι εἰσὶν ἐν αἱ̃ς δει̃ ἐργάζεσθαι ἐν αὐται̃ς οὐ̃ν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τη̨̃ ἡμέρα̨ του̃ σαββάτου

15 ἀπεκρίθη δὲ αὐτω̨̃ ὁ κύριος καὶ εἰ̃πεν ὑποκριταί ἕκαστος ὑμω̃ν τω̨̃ σαββάτω̨ οὐ λύει τòν βου̃ν αὐτου̃ ἢ τòν ὄνον ἀπò τη̃ς φάτνης καὶ ἀπαγαγὼν ποτίζει

16 ταύτην δὲ θυγατέρα ’Αβραὰμ οὐ̃σαν ἣν ἔδησεν ὁ Σατανα̃ς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη οὐκ ἔδει λυθη̃ναι ἀπò του̃ δεσμου̃ τούτου τη̨̃ ἡμέρα̨ του̃ σαββάτου

17 καὶ ταυ̃τα λέγοντος αὐτου̃ κατη̨σχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτω̨̃ καὶ πα̃ς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πα̃σιν τοι̃ς ἐνδόξοις τοι̃ς γινομένοις ὑπ' αὐτου̃

18 ἔλεγεν οὐ̃ν τίνι ὁμοία ἐστὶν ἡ βασιλεία του̃ θεου̃ καὶ τίνι ὁμοιώσω αὐτήν

19 ὁμοία ἐστὶν κόκκω̨ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κη̃πον ἑαυτου̃ καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ κατεσκήνωσεν ἐν τοι̃ς κλάδοις αὐτου̃

20 καὶ πάλιν εἰ̃πεν τίνι ὁμοιώσω τὴν βασιλείαν του̃ θεου̃

21 ὁμοία ἐστὶν ζύμη̨ ἣν λαβου̃σα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὑ̃ ἐζυμώθη ὅλον

22 καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ‘Ιεροσόλυμα

23 εἰ̃πεν δέ τις αὐτω̨̃ κύριε εἰ ὀλίγοι οἱ σω̨ζόμενοι ὁ δὲ εἰ̃πεν πρòς αὐτούς

24 ἀγωνίζεσθε εἰσελθει̃ν διὰ τη̃ς στενη̃ς θύρας ὅτι πολλοί λέγω ὑμι̃ν ζητήσουσιν εἰσελθει̃ν καὶ οὐκ ἰσχύσουσιν

25 ἀφ' οὑ̃ ἂν ἐγερθη̨̃ ὁ οἰκοδεσπότης καὶ ἀποκλείση̨ τὴν θύραν καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες κύριε ἄνοιξον ἡμι̃ν καὶ ἀποκριθεὶς ἐρει̃ ὑμι̃ν οὐκ οἰ̃δα ὑμα̃ς πόθεν ἐστέ

26 τότε ἄρξεσθε λέγειν ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν καὶ ἐν ται̃ς πλατείαις ἡμω̃ν ἐδίδαξας

27 καὶ ἐρει̃ λέγων ὑμι̃ν οὐκ οἰ̃δα ὑμα̃ς πόθεν ἐστέ ἀπόστητε ἀπ' ἐμου̃ πάντες ἐργάται ἀδικίας

28 ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων ὅταν ὄψεσθε ’Αβραὰμ καὶ ’Ισαὰκ καὶ ’Ιακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃ ὑμα̃ς δὲ ἐκβαλλομένους ἔξω

29 καὶ ἥξουσιν ἀπò ἀνατολω̃ν καὶ δυσμω̃ν καὶ ἀπò βορρα̃ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃

30 καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρω̃τοι καὶ εἰσὶν πρω̃τοι οἳ ἔσονται ἔσχατοι

31 ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ προση̃λθάν τινες Φαρισαι̃οι λέγοντες αὐτω̨̃ ἔξελθε καὶ πορεύου ἐντευ̃θεν ὅτι ‘Ηρώ̨δης θέλει σε ἀποκτει̃ναι

32 καὶ εἰ̃πεν αὐτοι̃ς πορευθέντες εἴπατε τη̨̃ ἀλώπεκι ταύτη̨ ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελω̃ σήμερον καὶ αὔριον καὶ τη̨̃ τρίτη̨ τελειου̃μαι

33 πλὴν δει̃ με σήμερον καὶ αὔριον καὶ τη̨̃ ἐχομένη̨ πορεύεσθαι ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω ’Ιερουσαλήμ

34 ’Ιερουσαλὴμ ’Ιερουσαλήμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολου̃σα τοὺς ἀπεσταλμένους πρòς αὐτήν ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτη̃ς νοσσιὰν ὑπò τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε

35 ἰδοὺ ἀφίεται ὑμι̃ν ὁ οἰ̃κος ὑμω̃ν λέγω δὲ ὑμι̃ν οὐ μὴ ἴδητέ με ἕως ἥξει ὅτε εἴπητε εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου

 

Κεφάλαιον ΙΔ' (14)

1 καὶ ἐγένετο ἐν τω̨̃ ἐλθει̃ν αὐτòν εἰς οἰ̃κόν τινος τω̃ν ἀρχόντων τω̃ν Φαρισαίων σαββάτω̨ φαγει̃ν ἄρτον καὶ αὐτοὶ ἠ̃σαν παρατηρούμενοι αὐτόν

2 καὶ ἰδοὺ ἄνθρωπός τις ἠ̃ν ὑδρωπικòς ἔμπροσθεν αὐτου̃

3 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων ἔξεστιν τω̨̃ σαββάτω̨ θεραπευ̃σαι ἢ οὔ

4 οἱ δὲ ἡσύχασαν καὶ ἐπιλαβόμενος ἰάσατο αὐτòν καὶ ἀπέλυσεν

5 καὶ πρòς αὐτοὺς εἰ̃πεν τίνος ὑμω̃ν υἱòς ἢ βου̃ς εἰς φρέαρ πεσει̃ται καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτòν ἐν ἡμέρα̨ του̃ σαββάτου

6 καὶ οὐκ ἴσχυσαν ἀνταποκριθη̃ναι πρòς ταυ̃τα

7 ἔλεγεν δὲ πρòς τοὺς κεκλημένους παραβολήν ἐπέχων πω̃ς τὰς πρωτοκλισίας ἐξελέγοντο λέγων πρòς αὐτούς

8 ὅταν κληθη̨̃ς ὑπό τινος εἰς γάμους μὴ κατακλιθη̨̃ς εἰς τὴν πρωτοκλισίαν μήποτε ἐντιμότερός σου ἠ̨̃ κεκλημένος ὑπ' αὐτου̃

9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτòν καλέσας ἐρει̃ σοι δòς τούτω̨ τόπον καὶ τότε ἄρξη̨ μετὰ αἰσχύνης τòν ἔσχατον τόπον κατέχειν

10 ἀλλ' ὅταν κληθη̨̃ς πορευθεὶς ἀνάπεσε εἰς τòν ἔσχατον τόπον ἵνα ὅταν ἔλθη̨ ὁ κεκληκώς σε ἐρει̃ σοι φίλε προσανάβηθι ἀνώτερον τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τω̃ν συνανακειμένων σοι

11 ὅτι πα̃ς ὁ ὑψω̃ν ἑαυτòν ταπεινωθήσεται καὶ ὁ ταπεινω̃ν ἑαυτòν ὑψωθήσεται

12 ἔλεγεν δὲ καὶ τω̨̃ κεκληκότι αὐτόν ὅταν ποιη̨̃ς ἄριστον ἢ δει̃πνον μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενει̃ς σου μηδὲ γείτονας πλουσίους μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι

13 ἀλλ' ὅταν δοχὴν ποιη̨̃ς κάλει πτωχούς ἀναπείρους χωλούς τυφλούς

14 καὶ μακάριος ἔση̨ ὅτι οὐκ ἔχουσιν ἀνταποδου̃ναί σοι ἀνταποδοθήσεται γάρ σοι ἐν τη̨̃ ἀναστάσει τω̃ν δικαίων

15 ἀκούσας δέ τις τω̃ν συνανακειμένων ταυ̃τα εἰ̃πεν αὐτω̨̃ μακάριος ὅστις φάγεται ἄρτον ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃

16 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ἄνθρωπός τις ἐποίει δει̃πνον μέγα καὶ ἐκάλεσεν πολλούς

17 καὶ ἀπέστειλεν τòν δου̃λον αὐτου̃ τη̨̃ ὥρα̨ του̃ δείπνου εἰπει̃ν τοι̃ς κεκλημένοις ἔρχεσθε ὅτι ἤδη ἕτοιμά ἐστιν

18 καὶ ἤρξαντο ἀπò μια̃ς πάντες παραιτει̃σθαι ὁ πρω̃τος εἰ̃πεν αὐτω̨̃ ἀγρòν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδει̃ν αὐτόν ἐρωτω̃ σε ἔχε με παρη̨τημένον

19 καὶ ἕτερος εἰ̃πεν ζεύγη βοω̃ν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά ἐρωτω̃ σε ἔχε με παρη̨τημένον

20 καὶ ἕτερος εἰ̃πεν γυναι̃κα ἔγημα καὶ διὰ του̃το οὐ δύναμαι ἐλθει̃ν

21 καὶ παραγενόμενος ὁ δου̃λος ἀπήγγειλεν τω̨̃ κυρίω̨ αὐτου̃ ταυ̃τα τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἰ̃πεν τω̨̃ δούλω̨ αὐτου̃ ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τη̃ς πόλεως καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὡ̃δε

22 καὶ εἰ̃πεν ὁ δου̃λος κύριε γέγονεν ὃ ἐπέταξας καὶ ἔτι τόπος ἐστίν

23 καὶ εἰ̃πεν ὁ κύριος πρòς τòν δου̃λον ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθει̃ν ἵνα γεμισθη̨̃ μου ὁ οἰ̃κος

24 λέγω γὰρ ὑμι̃ν ὅτι οὐδεὶς τω̃ν ἀνδρω̃ν ἐκείνων τω̃ν κεκλημένων γεύσεταί μου του̃ δείπνου

25 συνεπορεύοντο δὲ αὐτω̨̃ ὄχλοι πολλοί καὶ στραφεὶς εἰ̃πεν πρòς αὐτούς

26 εἴ τις ἔρχεται πρός με καὶ οὐ μισει̃ τòν πατέρα ἑαυτου̃ καὶ τὴν μητέρα καὶ τὴν γυναι̃κα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτου̃ οὐ δύναται εἰ̃ναί μου μαθητής

27 ὅστις οὐ βαστάζει τòν σταυρòν ἑαυτου̃ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναται εἰ̃ναί μου μαθητής

28 τίς γὰρ ἐξ ὑμω̃ν θέλων πύργον οἰκοδομη̃σαι οὐχὶ πρω̃τον καθίσας ψηφίζει τὴν δαπάνην εἰ ἔχει εἰς ἀπαρτισμόν

29 ἵνα μήποτε θέντος αὐτου̃ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωρου̃ντες ἄρξωνται αὐτω̨̃ ἐμπαίζειν

30 λέγοντες ὅτι οὑ̃τος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομει̃ν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι

31 ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρω̨ βασιλει̃ συμβαλει̃ν εἰς πόλεμον οὐχὶ καθίσας πρω̃τον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντη̃σαι τω̨̃ μετὰ εἴκοσι χιλιάδων ἐρχομένω̨ ἐπ' αὐτόν

32 εἰ δὲ μή γε ἔτι αὐτου̃ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτα̨̃ τὰ πρòς εἰρήνην

33 οὕτως οὐ̃ν πα̃ς ἐξ ὑμω̃ν ὃς οὐκ ἀποτάσσεται πα̃σιν τοι̃ς ἑαυτου̃ ὑπάρχουσιν οὐ δύναται εἰ̃ναί μου μαθητής

34 καλòν οὐ̃ν τò ἅλας ἐὰν δὲ καὶ τò ἅλας μωρανθη̨̃ ἐν τίνι ἀρτυθήσεται

35 οὔτε εἰς γη̃ν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν ἔξω βάλλουσιν αὐτό ὁ ἔχων ὠ̃τα ἀκούειν ἀκουέτω

 

Κεφάλαιον ΙΕ' (15)

1 ἠ̃σαν δὲ αὐτω̨̃ ἐγγίζοντες πάντες οἱ τελω̃ναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτου̃

2 καὶ διεγόγγυζον οἵ τε Φαρισαι̃οι καὶ οἱ γραμματει̃ς λέγοντες ὅτι οὑ̃τος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοι̃ς

3 εἰ̃πεν δὲ πρòς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων

4 τίς ἄνθρωπος ἐξ ὑμω̃ν ἔχων ἑκατòν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτω̃ν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τη̨̃ ἐρήμω̨ καὶ πορεύεται ἐπὶ τò ἀπολωλòς ἕως εὕρη̨ αὐτό

5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτου̃ χαίρων

6 καὶ ἐλθὼν εἰς τòν οἰ̃κον συγκαλει̃ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοι̃ς συγχάρητέ μοι ὅτι εὑ̃ρον τò πρόβατόν μου τò ἀπολωλός

7 λέγω ὑμι̃ν ὅτι οὕτως χαρὰ ἐν τω̨̃ οὐρανω̨̃ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλω̨̃ μετανοου̃ντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας

8 ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ἐὰν ἀπολέση̨ δραχμὴν μίαν οὐχὶ ἅπτει λύχνον καὶ σαροι̃ τὴν οἰκίαν καὶ ζητει̃ ἐπιμελω̃ς ἕως οὑ̃ εὕρη̨

9 καὶ εὑρου̃σα συγκαλει̃ τὰς φίλας καὶ γείτονας λέγουσα συγχάρητέ μοι ὅτι εὑ̃ρον τὴν δραχμὴν ἣν ἀπώλεσα

10 οὕτως λέγω ὑμι̃ν γίνεται χαρὰ ἐνώπιον τω̃ν ἀγγέλων του̃ θεου̃ ἐπὶ ἑνὶ ἁμαρτωλω̨̃ μετανοου̃ντι

11 εἰ̃πεν δέ ἄνθρωπός τις εἰ̃χεν δύο υἱούς

12 καὶ εἰ̃πεν ὁ νεώτερος αὐτω̃ν τω̨̃ πατρί πάτερ δός μοι τò ἐπιβάλλον μέρος τη̃ς οὐσίας ὁ δὲ διει̃λεν αὐτοι̃ς τòν βίον

13 καὶ μετ' οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱòς ἀπεδήμησεν εἰς χώραν μακράν καὶ ἐκει̃ διεσκόρπισεν τὴν οὐσίαν αὐτου̃ ζω̃ν ἀσώτως

14 δαπανήσαντος δὲ αὐτου̃ πάντα ἐγένετο λιμòς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην καὶ αὐτòς ἤρξατο ὑστερει̃σθαι

15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τω̃ν πολιτω̃ν τη̃ς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτòν εἰς τοὺς ἀγροὺς αὐτου̃ βόσκειν χοίρους

16 καὶ ἐπεθύμει χορτασθη̃ναι ἐκ τω̃ν κερατίων ὡ̃ν ἤσθιον οἱ χοι̃ροι καὶ οὐδεὶς ἐδίδου αὐτω̨̃

17 εἰς ἑαυτòν δὲ ἐλθὼν ἔφη πόσοι μίσθιοι του̃ πατρός μου περισσεύονται ἄρτων ἐγὼ δὲ λιμω̨̃ ὡ̃δε ἀπόλλυμαι

18 ἀναστὰς πορεύσομαι πρòς τòν πατέρα μου καὶ ἐρω̃ αὐτω̨̃ πάτερ ἥμαρτον εἰς τòν οὐρανòν καὶ ἐνώπιόν σου

19 οὐκέτι εἰμὶ ἄξιος κληθη̃ναι υἱός σου ποίησόν με ὡς ἕνα τω̃ν μισθίων σου

20 καὶ ἀναστὰς ἠ̃λθεν πρòς τòν πατέρα ἑαυτου̃ ἔτι δὲ αὐτου̃ μακρὰν ἀπέχοντος εἰ̃δεν αὐτòν ὁ πατὴρ αὐτου̃ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τòν τράχηλον αὐτου̃ καὶ κατεφίλησεν αὐτόν

21 εἰ̃πεν δὲ ὁ υἱòς αὐτω̨̃ πάτερ ἥμαρτον εἰς τòν οὐρανòν καὶ ἐνώπιόν σου οὐκέτι εἰμὶ ἄξιος κληθη̃ναι υἱός σου

22 εἰ̃πεν δὲ ὁ πατὴρ πρòς τοὺς δούλους αὐτου̃ ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν καὶ δότε δακτύλιον εἰς τὴν χει̃ρα αὐτου̃ καὶ ὑποδήματα εἰς τοὺς πόδας

23 καὶ φέρετε τòν μόσχον τòν σιτευτόν θύσατε καὶ φαγόντες εὐφρανθω̃μεν

24 ὅτι οὑ̃τος ὁ υἱός μου νεκρòς ἠ̃ν καὶ ἀνέζησεν ἠ̃ν ἀπολωλὼς καὶ εὑρέθη καὶ ἤρξαντο εὐφραίνεσθαι

25 ἠ̃ν δὲ ὁ υἱòς αὐτου̃ ὁ πρεσβύτερος ἐν ἀγρω̨̃ καὶ ὡς ἐρχόμενος ἤγγισεν τη̨̃ οἰκία̨ ἤκουσεν συμφωνίας καὶ χορω̃ν

26 καὶ προσκαλεσάμενος ἕνα τω̃ν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταυ̃τα

27 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τòν μόσχον τòν σιτευτόν ὅτι ὑγιαίνοντα αὐτòν ἀπέλαβεν

28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθει̃ν ὁ δὲ πατὴρ αὐτου̃ ἐξελθὼν παρεκάλει αὐτόν

29 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν τω̨̃ πατρὶ αὐτου̃ ἰδοὺ τοσαυ̃τα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρη̃λθον καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τω̃ν φίλων μου εὐφρανθω̃

30 ὅτε δὲ ὁ υἱός σου οὑ̃τος ὁ καταφαγών σου τòν βίον μετὰ πορνω̃ν ἠ̃λθεν ἔθυσας αὐτω̨̃ τòν σιτευτòν μόσχον

31 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ τέκνον σὺ πάντοτε μετ' ἐμου̃ εἰ̃ καὶ πάντα τὰ ἐμὰ σά ἐστιν

32 εὐφρανθη̃ναι δὲ καὶ χαρη̃ναι ἔδει ὅτι ὁ ἀδελφός σου οὑ̃τος νεκρòς ἠ̃ν καὶ ἔζησεν καὶ ἀπολωλὼς καὶ εὑρέθη

 

Κεφάλαιον ΙΣΤ' (16)

1 ἔλεγεν δὲ καὶ πρòς τοὺς μαθητάς ἄνθρωπός τις ἠ̃ν πλούσιος ὃς εἰ̃χεν οἰκονόμον καὶ οὑ̃τος διεβλήθη αὐτω̨̃ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτου̃

2 καὶ φωνήσας αὐτòν εἰ̃πεν αὐτω̨̃ τί του̃το ἀκούω περὶ σου̃ ἀπόδος τòν λόγον τη̃ς οἰκονομίας σου οὐ γὰρ δύνη̨ ἔτι οἰκονομει̃ν

3 εἰ̃πεν δὲ ἐν ἑαυτω̨̃ ὁ οἰκονόμος τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρει̃ται τὴν οἰκονομίαν ἀπ' ἐμου̃ σκάπτειν οὐκ ἰσχύω ἐπαιτει̃ν αἰσχύνομαι

4 ἔγνων τί ποιήσω ἵνα ὅταν μετασταθω̃ ἐκ τη̃ς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους αὐτω̃ν

5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τω̃ν χρεοφειλετω̃ν του̃ κυρίου ἑαυτου̃ ἔλεγεν τω̨̃ πρώτω̨ πόσον ὀφείλεις τω̨̃ κυρίω̨ μου

6 ὁ δὲ εἰ̃πεν ἑκατòν βάτους ἐλαίου ὁ δὲ εἰ̃πεν αὐτω̨̃ δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα

7 ἔπειτα ἑτέρω̨ εἰ̃πεν σὺ δὲ πόσον ὀφείλεις ὁ δὲ εἰ̃πεν ἑκατòν κόρους σίτου λέγει αὐτω̨̃ δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα

8 καὶ ἐπή̨νεσεν ὁ κύριος τòν οἰκονόμον τη̃ς ἀδικίας ὅτι φρονίμως ἐποίησεν ὅτι οἱ υἱοὶ του̃ αἰω̃νος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς του̃ φωτòς εἰς τὴν γενεὰν τὴν ἑαυτω̃ν εἰσιν

9 καὶ ἐγὼ ὑμι̃ν λέγω ἑαυτοι̃ς ποιήσατε φίλους ἐκ του̃ μαμωνα̃ τη̃ς ἀδικίας ἵνα ὅταν ἐκλίπη̨ δέξωνται ὑμα̃ς εἰς τὰς αἰωνίους σκηνάς

10 ὁ πιστòς ἐν ἐλαχίστω̨ καὶ ἐν πολλω̨̃ πιστός ἐστιν καὶ ὁ ἐν ἐλαχίστω̨ ἄδικος καὶ ἐν πολλω̨̃ ἄδικός ἐστιν

11 εἰ οὐ̃ν ἐν τω̨̃ ἀδίκω̨ μαμωνα̨̃ πιστοὶ οὐκ ἐγένεσθε τò ἀληθινòν τίς ὑμι̃ν πιστεύσει

12 καὶ εἰ ἐν τω̨̃ ἀλλοτρίω̨ πιστοὶ οὐκ ἐγένεσθε τò ὑμέτερον τίς ὑμι̃ν δώσει

13 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν ἢ γὰρ τòν ἕνα μισήσει καὶ τòν ἕτερον ἀγαπήσει ἢ ἑνòς ἀνθέξεται καὶ του̃ ἑτέρου καταφρονήσει οὐ δύνασθε θεω̨̃ δουλεύειν καὶ μαμωνα̨̃

14 ἤκουον δὲ ταυ̃τα πάντα οἱ Φαρισαι̃οι φιλάργυροι ὑπάρχοντες καὶ ἐξεμυκτήριζον αὐτόν

15 καὶ εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἐστε οἱ δικαιου̃ντες ἑαυτοὺς ἐνώπιον τω̃ν ἀνθρώπων ὁ δὲ θεòς γινώσκει τὰς καρδίας ὑμω̃ν ὅτι τò ἐν ἀνθρώποις ὑψηλòν βδέλυγμα ἐνώπιον του̃ θεου̃

16 ὁ νόμος καὶ οἱ προφη̃ται μέχρι ’Ιωάννου ἀπò τότε ἡ βασιλεία του̃ θεου̃ εὐαγγελίζεται καὶ πα̃ς εἰς αὐτὴν βιάζεται

17 εὐκοπώτερον δέ ἐστιν τòν οὐρανòν καὶ τὴν γη̃ν παρελθει̃ν ἢ του̃ νόμου μίαν κεραίαν πεσει̃ν

18 πα̃ς ὁ ἀπολύων τὴν γυναι̃κα αὐτου̃ καὶ γαμω̃ν ἑτέραν μοιχεύει καὶ ὁ ἀπολελυμένην ἀπò ἀνδρòς γαμω̃ν μοιχεύει

19 ἄνθρωπος δέ τις ἠ̃ν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρω̃ς

20 πτωχòς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρòς τòν πυλω̃να αὐτου̃ εἱλκωμένος

21 καὶ ἐπιθυμω̃ν χορτασθη̃ναι ἀπò τω̃ν πιπτόντων ἀπò τη̃ς τραπέζης του̃ πλουσίου ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτου̃

22 ἐγένετο δὲ ἀποθανει̃ν τòν πτωχòν καὶ ἀπενεχθη̃ναι αὐτòν ὑπò τω̃ν ἀγγέλων εἰς τòν κόλπον ’Αβραάμ ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη

23 καὶ ἐν τω̨̃ ἅ̨δη̨ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτου̃ ὑπάρχων ἐν βασάνοις ὁρα̨̃ ’Αβραὰμ ἀπò μακρόθεν καὶ Λάζαρον ἐν τοι̃ς κόλποις αὐτου̃

24 καὶ αὐτòς φωνήσας εἰ̃πεν πάτερ ’Αβραάμ ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψη̨ τò ἄκρον του̃ δακτύλου αὐτου̃ ὕδατος καὶ καταψύξη̨ τὴν γλω̃σσάν μου ὅτι ὀδυνω̃μαι ἐν τη̨̃ φλογὶ ταύτη̨

25 εἰ̃πεν δὲ ’Αβραάμ τέκνον μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τη̨̃ ζωη̨̃ σου καὶ Λάζαρος ὁμοίως τὰ κακά νυ̃ν δὲ ὡ̃δε παρακαλει̃ται σὺ δὲ ὀδυνα̃σαι

26 καὶ ἐν πα̃σι τούτοις μεταξὺ ἡμω̃ν καὶ ὑμω̃ν χάσμα μέγα ἐστήρικται ὅπως οἱ θέλοντες διαβη̃ναι ἔνθεν πρòς ὑμα̃ς μὴ δύνωνται μηδὲ ἐκει̃θεν πρòς ἡμα̃ς διαπερω̃σιν

27 εἰ̃πεν δέ ἐρωτω̃ σε οὐ̃ν πάτερ ἵνα πέμψη̨ς αὐτòν εἰς τòν οἰ̃κον του̃ πατρός μου

28 ἔχω γὰρ πέντε ἀδελφούς ὅπως διαμαρτύρηται αὐτοι̃ς ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τòν τόπον του̃τον τη̃ς βασάνου

29 λέγει δὲ ’Αβραάμ ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας ἀκουσάτωσαν αὐτω̃ν

30 ὁ δὲ εἰ̃πεν οὐχί πάτερ ’Αβραάμ ἀλλ' ἐάν τις ἀπò νεκρω̃ν πορευθη̨̃ πρòς αὐτοὺς μετανοήσουσιν

31 εἰ̃πεν δὲ αὐτω̨̃ εἰ Μωϋσέως καὶ τω̃ν προφητω̃ν οὐκ ἀκούουσιν οὐδ' ἐάν τις ἐκ νεκρω̃ν ἀναστη̨̃ πεισθήσονται

 

Κεφάλαιον ΙΖ' (17)

1 εἰ̃πεν δὲ πρòς τοὺς μαθητὰς αὐτου̃ ἀνένδεκτόν ἐστιν του̃ τὰ σκάνδαλα μὴ ἐλθει̃ν πλὴν οὐαὶ δι' οὑ̃ ἔρχεται

2 λυσιτελει̃ αὐτω̨̃ εἰ λίθος μυλικòς περίκειται περὶ τòν τράχηλον αὐτου̃ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίση̨ τω̃ν μικρω̃ν τούτων ἕνα

3 προσέχετε ἑαυτοι̃ς ἐὰν ἁμάρτη̨ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτω̨̃ καὶ ἐὰν μετανοήση̨ ἄφες αὐτω̨̃

4 καὶ ἐὰν ἑπτάκις τη̃ς ἡμέρας ἁμαρτήση̨ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψη̨ πρòς σὲ λέγων μετανοω̃ ἀφήσεις αὐτω̨̃

5 καὶ εἰ̃παν οἱ ἀπόστολοι τω̨̃ κυρίω̨ πρόσθες ἡμι̃ν πίστιν

6 εἰ̃πεν δὲ ὁ κύριος εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τη̨̃ συκαμίνω̨ ταύτη̨ ἐκριζώθητι καὶ φυτεύθητι ἐν τη̨̃ θαλάσση̨ καὶ ὑπήκουσεν ἂν ὑμι̃ν

7 τίς δὲ ἐξ ὑμω̃ν δου̃λον ἔχων ἀροτριω̃ντα ἢ ποιμαίνοντα ὃς εἰσελθόντι ἐκ του̃ ἀγρου̃ ἐρει̃ αὐτω̨̃ εὐθέως παρελθὼν ἀνάπεσε

8 ἀλλ' οὐχὶ ἐρει̃ αὐτω̨̃ ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταυ̃τα φάγεσαι καὶ πίεσαι σύ

9 μὴ ἔχει χάριν τω̨̃ δούλω̨ ὅτι ἐποίησεν τὰ διαταχθέντα

10 οὕτως καὶ ὑμει̃ς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμι̃ν λέγετε ὅτι δου̃λοι ἀχρει̃οί ἐσμεν ὃ ὠφείλομεν ποιη̃σαι πεποιήκαμεν

11 καὶ ἐγένετο ἐν τω̨̃ πορεύεσθαι εἰς ’Ιερουσαλὴμ καὶ αὐτòς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας

12 καὶ εἰσερχομένου αὐτου̃ εἴς τινα κώμην ἀπήντησαν αὐτω̨̃ δέκα λεπροὶ ἄνδρες οἳ ἔστησαν πόρρωθεν

13 καὶ αὐτοὶ ἠ̃ραν φωνὴν λέγοντες ’Ιησου̃ ἐπιστάτα ἐλέησον ἡμα̃ς

14 καὶ ἰδὼν εἰ̃πεν αὐτοι̃ς πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοι̃ς ἱερευ̃σιν καὶ ἐγένετο ἐν τω̨̃ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν

15 εἱ̃ς δὲ ἐξ αὐτω̃ν ἰδὼν ὅτι ἰάθη ὑπέστρεψεν μετὰ φωνη̃ς μεγάλης δοξάζων τòν θεόν

16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτου̃ εὐχαριστω̃ν αὐτω̨̃ καὶ αὐτòς ἠ̃ν Σαμαρίτης

17 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν οἱ δὲ ἐννέα που̃

18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δου̃ναι δόξαν τω̨̃ θεω̨̃ εἰ μὴ ὁ ἀλλογενὴς οὑ̃τος

19 καὶ εἰ̃πεν αὐτω̨̃ ἀναστὰς πορεύου ἡ πίστις σου σέσωκέν σε

20 ἐπερωτηθεὶς δὲ ὑπò τω̃ν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία του̃ θεου̃ ἀπεκρίθη αὐτοι̃ς καὶ εἰ̃πεν οὐκ ἔρχεται ἡ βασιλεία του̃ θεου̃ μετὰ παρατηρήσεως

21 οὐδὲ ἐρου̃σιν ἰδοὺ ὡ̃δε ἤ ἐκει̃ ἰδοὺ γὰρ ἡ βασιλεία του̃ θεου̃ ἐντòς ὑμω̃ν ἐστιν

22 εἰ̃πεν δὲ πρòς τοὺς μαθητάς ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τω̃ν ἡμερω̃ν του̃ υἱου̃ του̃ ἀνθρώπου ἰδει̃ν καὶ οὐκ ὄψεσθε

23 καὶ ἐρου̃σιν ὑμι̃ν ἰδοὺ ἐκει̃ ἤ ἰδοὺ ὡ̃δε μὴ ἀπέλθητε μηδὲ διώξητε

24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τη̃ς ὑπò τòν οὐρανòν εἰς τὴν ὑπ' οὐρανòν λάμπει οὕτως ἔσται ὁ υἱòς του̃ ἀνθρώπου ἐν τη̨̃ ἡμέρα̨ αὐτου̃

25 πρω̃τον δὲ δει̃ αὐτòν πολλὰ παθει̃ν καὶ ἀποδοκιμασθη̃ναι ἀπò τη̃ς γενεα̃ς ταύτης

26 καὶ καθὼς ἐγένετο ἐν ται̃ς ἡμέραις Νω̃ε οὕτως ἔσται καὶ ἐν ται̃ς ἡμέραις του̃ υἱου̃ του̃ ἀνθρώπου

27 ἤσθιον ἔπινον ἐγάμουν ἐγαμίζοντο ἄχρι ἡ̃ς ἡμέρας εἰση̃λθεν Νω̃ε εἰς τὴν κιβωτόν καὶ ἠ̃λθεν ὁ κατακλυσμòς καὶ ἀπώλεσεν πάντας

28 ὁμοίως καθὼς ἐγένετο ἐν ται̃ς ἡμέραις Λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ὠ̨κοδόμουν

29 ἡ̨̃ δὲ ἡμέρα̨ ἐξη̃λθεν Λὼτ ἀπò Σοδόμων ἔβρεξεν πυ̃ρ καὶ θει̃ον ἀπ' οὐρανου̃ καὶ ἀπώλεσεν πάντας

30 κατὰ τὰ αὐτὰ ἔσται ἡ̨̃ ἡμέρα̨ ὁ υἱòς του̃ ἀνθρώπου ἀποκαλύπτεται

31 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὃς ἔσται ἐπὶ του̃ δώματος καὶ τὰ σκεύη αὐτου̃ ἐν τη̨̃ οἰκία̨ μὴ καταβάτω ἀ̃ραι αὐτά καὶ ὁ ἐν ἀγρω̨̃ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω

32 μνημονεύετε τη̃ς γυναικòς Λώτ

33 ὃς ἐὰν ζητήση̨ τὴν ψυχὴν αὐτου̃ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέση̨ ζω̨ογονήσει αὐτήν

34 λέγω ὑμι̃ν ταύτη̨ τη̨̃ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μια̃ς ὁ εἱ̃ς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται

35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τò αὐτό ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται

37 καὶ ἀποκριθέντες λέγουσιν αὐτω̨̃ που̃ κύριε ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ὅπου τò σω̃μα ἐκει̃ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται

 

Κεφάλαιον ΙΗ' (18)

1 ἔλεγεν δὲ παραβολὴν αὐτοι̃ς πρòς τò δει̃ν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακει̃ν

2 λέγων κριτής τις ἠ̃ν ἔν τινι πόλει τòν θεòν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος

3 χήρα δὲ ἠ̃ν ἐν τη̨̃ πόλει ἐκείνη̨ καὶ ἤρχετο πρòς αὐτòν λέγουσα ἐκδίκησόν με ἀπò του̃ ἀντιδίκου μου

4 καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον μετὰ δὲ ταυ̃τα εἰ̃πεν ἐν ἑαυτω̨̃ εἰ καὶ τòν θεòν οὐ φοβου̃μαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι

5 διά γε τò παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζη̨ με

6 εἰ̃πεν δὲ ὁ κύριος ἀκούσατε τί ὁ κριτὴς τη̃ς ἀδικίας λέγει

7 ὁ δὲ θεòς οὐ μὴ ποιήση̨ τὴν ἐκδίκησιν τω̃ν ἐκλεκτω̃ν αὐτου̃ τω̃ν βοώντων αὐτω̨̃ ἡμέρας καὶ νυκτός καὶ μακροθυμει̃ ἐπ' αὐτοι̃ς

8 λέγω ὑμι̃ν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτω̃ν ἐν τάχει πλὴν ὁ υἱòς του̃ ἀνθρώπου ἐλθὼν ἀ̃ρα εὑρήσει τὴν πίστιν ἐπὶ τη̃ς γη̃ς

9 εἰ̃πεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ' ἑαυτοι̃ς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενου̃ντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην

10 ἄνθρωποι δύο ἀνέβησαν εἰς τò ἱερòν προσεύξασθαι ὁ εἱ̃ς Φαρισαι̃ος καὶ ὁ ἕτερος τελώνης

11 ὁ Φαρισαι̃ος σταθεὶς πρòς ἑαυτòν ταυ̃τα προσηύχετο ὁ θεός εὐχαριστω̃ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τω̃ν ἀνθρώπων ἅρπαγες ἄδικοι μοιχοί ἢ καὶ ὡς οὑ̃τος ὁ τελώνης

12 νηστεύω δὶς του̃ σαββάτου ἀποδεκατω̃ πάντα ὅσα κτω̃μαι

13 ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπα̃ραι εἰς τòν οὐρανόν ἀλλ' ἔτυπτεν τò στη̃θος αὐτου̃ λέγων ὁ θεός ἱλάσθητί μοι τω̨̃ ἁμαρτωλω̨̃

14 λέγω ὑμι̃ν κατέβη οὑ̃τος δεδικαιωμένος εἰς τòν οἰ̃κον αὐτου̃ παρ' ἐκει̃νον ὅτι πα̃ς ὁ ὑψω̃ν ἑαυτòν ταπεινωθήσεται ὁ δὲ ταπεινω̃ν ἑαυτòν ὑψωθήσεται

15 προσέφερον δὲ αὐτω̨̃ καὶ τὰ βρέφη ἵνα αὐτω̃ν ἅπτηται ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοι̃ς

16 ὁ δὲ ’Ιησου̃ς προσεκαλέσατο αὐτὰ λέγων ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τω̃ν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία του̃ θεου̃

17 ἀμὴν λέγω ὑμι̃ν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν του̃ θεου̃ ὡς παιδίον οὐ μὴ εἰσέλθη̨ εἰς αὐτήν

18 καὶ ἐπηρώτησέν τις αὐτòν ἄρχων λέγων διδάσκαλε ἀγαθέ τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω

19 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ ’Ιησου̃ς τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθòς εἰ μὴ εἱ̃ς ὁ θεός

20 τὰς ἐντολὰς οἰ̃δας μὴ μοιχεύση̨ς μὴ φονεύση̨ς μὴ κλέψη̨ς μὴ ψευδομαρτυρήση̨ς τίμα τòν πατέρα σου καὶ τὴν μητέρα

21 ὁ δὲ εἰ̃πεν ταυ̃τα πάντα ἐφύλαξα ἐκ νεότητος

22 ἀκούσας δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἔτι ἕν σοι λείπει πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοι̃ς καὶ ἕξεις θησαυρòν ἐν τοι̃ς οὐρανοι̃ς καὶ δευ̃ρο ἀκολούθει μοι

23 ὁ δὲ ἀκούσας ταυ̃τα περίλυπος ἐγενήθη ἠ̃ν γὰρ πλούσιος σφόδρα

24 ἰδὼν δὲ αὐτòν ὁ ’Ιησου̃ς περίλυπον γενόμενον εἰ̃πεν πω̃ς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν του̃ θεου̃ εἰσπορεύονται

25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθει̃ν ἢ πλούσιον εἰς τὴν βασιλείαν του̃ θεου̃ εἰσελθει̃ν

26 εἰ̃παν δὲ οἱ ἀκούσαντες καὶ τίς δύναται σωθη̃ναι

27 ὁ δὲ εἰ̃πεν τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τω̨̃ θεω̨̃ ἐστιν

28 εἰ̃πεν δὲ ὁ Πέτρος ἰδοὺ ἡμει̃ς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι

29 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐδείς ἐστιν ὃς ἀφη̃κεν οἰκίαν ἢ γυναι̃κα ἢ ἀδελφοὺς ἢ γονει̃ς ἢ τέκνα ἕνεκεν τη̃ς βασιλείας του̃ θεου̃

30 ὃς οὐχὶ μὴ ἀπολάβη̨ πολλαπλασίονα ἐν τω̨̃ καιρω̨̃ τούτω̨ καὶ ἐν τω̨̃ αἰω̃νι τω̨̃ ἐρχομένω̨ ζωὴν αἰώνιον

31 παραλαβὼν δὲ τοὺς δώδεκα εἰ̃πεν πρòς αὐτούς ἰδοὺ ἀναβαίνομεν εἰς ’Ιερουσαλήμ καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τω̃ν προφητω̃ν τω̨̃ υἱω̨̃ του̃ ἀνθρώπου

32 παραδοθήσεται γὰρ τοι̃ς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται

33 καὶ μαστιγώσαντες ἀποκτενου̃σιν αὐτόν καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἀναστήσεται

34 καὶ αὐτοὶ οὐδὲν τούτων συνη̃καν καὶ ἠ̃ν τò ῥη̃μα του̃το κεκρυμμένον ἀπ' αὐτω̃ν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα

35 ἐγένετο δὲ ἐν τω̨̃ ἐγγίζειν αὐτòν εἰς ’Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδòν ἐπαιτω̃ν

36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη του̃το

37 ἀπήγγειλαν δὲ αὐτω̨̃ ὅτι ’Ιησου̃ς ὁ Ναζωραι̃ος παρέρχεται

38 καὶ ἐβόησεν λέγων ’Ιησου̃ υἱὲ Δαυίδ ἐλέησόν με

39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτω̨̃ ἵνα σιγήση̨ αὐτòς δὲ πολλω̨̃ μα̃λλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με

40 σταθεὶς δὲ ὁ ’Ιησου̃ς ἐκέλευσεν αὐτòν ἀχθη̃ναι πρòς αὐτόν ἐγγίσαντος δὲ αὐτου̃ ἐπηρώτησεν αὐτόν

41 τί σοι θέλεις ποιήσω ὁ δὲ εἰ̃πεν κύριε ἵνα ἀναβλέψω

42 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἀνάβλεψον ἡ πίστις σου σέσωκέν σε

43 καὶ παραχρη̃μα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτω̨̃ δοξάζων τòν θεόν καὶ πα̃ς ὁ λαòς ἰδὼν ἔδωκεν αἰ̃νον τω̨̃ θεω̨̃

 

Κεφάλαιον ΙΘ' (19)

1 καὶ εἰσελθὼν διήρχετο τὴν ’Ιεριχώ

2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαι̃ος καὶ αὐτòς ἠ̃ν ἀρχιτελώνης καὶ αὐτòς πλούσιος

3 καὶ ἐζήτει ἰδει̃ν τòν ’Ιησου̃ν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπò του̃ ὄχλου ὅτι τη̨̃ ἡλικία̨ μικρòς ἠ̃ν

4 καὶ προδραμὼν εἰς τò ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδη̨ αὐτόν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι

5 καὶ ὡς ἠ̃λθεν ἐπὶ τòν τόπον ἀναβλέψας ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτόν Ζακχαι̃ε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τω̨̃ οἴκω̨ σου δει̃ με μει̃ναι

6 καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτòν χαίρων

7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλω̨̃ ἀνδρὶ εἰση̃λθεν καταλυ̃σαι

8 σταθεὶς δὲ Ζακχαι̃ος εἰ̃πεν πρòς τòν κύριον ἰδοὺ τὰ ἡμίσιά μου τω̃ν ὑπαρχόντων κύριε τοι̃ς πτωχοι̃ς δίδωμι καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλου̃ν

9 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ ’Ιησου̃ς ὅτι σήμερον σωτηρία τω̨̃ οἴκω̨ τούτω̨ ἐγένετο καθότι καὶ αὐτòς υἱòς ’Αβραάμ ἐστιν

10 ἠ̃λθεν γὰρ ὁ υἱòς του̃ ἀνθρώπου ζητη̃σαι καὶ σω̃σαι τò ἀπολωλός

11 ἀκουόντων δὲ αὐτω̃ν ταυ̃τα προσθεὶς εἰ̃πεν παραβολὴν διὰ τò ἐγγὺς εἰ̃ναι ’Ιερουσαλὴμ αὐτòν καὶ δοκει̃ν αὐτοὺς ὅτι παραχρη̃μα μέλλει ἡ βασιλεία του̃ θεου̃ ἀναφαίνεσθαι

12 εἰ̃πεν οὐ̃ν ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβει̃ν ἑαυτω̨̃ βασιλείαν καὶ ὑποστρέψαι

13 καλέσας δὲ δέκα δούλους ἑαυτου̃ ἔδωκεν αὐτοι̃ς δέκα μνα̃ς καὶ εἰ̃πεν πρòς αὐτούς πραγματεύσασθε ἐν ὡ̨̃ ἔρχομαι

14 οἱ δὲ πολι̃ται αὐτου̃ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτου̃ λέγοντες οὐ θέλομεν του̃τον βασιλευ̃σαι ἐφ' ἡμα̃ς

15 καὶ ἐγένετο ἐν τω̨̃ ἐπανελθει̃ν αὐτòν λαβόντα τὴν βασιλείαν καὶ εἰ̃πεν φωνηθη̃ναι αὐτω̨̃ τοὺς δούλους τούτους οἱ̃ς δεδώκει τò ἀργύριον ἵνα γνοι̃ τί διεπραγματεύσαντο

16 παρεγένετο δὲ ὁ πρω̃τος λέγων κύριε ἡ μνα̃ σου δέκα προσηργάσατο μνα̃ς

17 καὶ εἰ̃πεν αὐτω̨̃ εὐ̃γε ἀγαθὲ δου̃λε ὅτι ἐν ἐλαχίστω̨ πιστòς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων

18 καὶ ἠ̃λθεν ὁ δεύτερος λέγων ἡ μνα̃ σου κύριε ἐποίησεν πέντε μνα̃ς

19 εἰ̃πεν δὲ καὶ τούτω̨ καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων

20 καὶ ὁ ἕτερος ἠ̃λθεν λέγων κύριε ἰδοὺ ἡ μνα̃ σου ἣν εἰ̃χον ἀποκειμένην ἐν σουδαρίω̨

21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρòς εἰ̃ αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας

22 λέγει αὐτω̨̃ ἐκ του̃ στόματός σου κρίνω σε πονηρὲ δου̃λε ἤ̨δεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα

23 καὶ διὰ τί οὐκ ἔδωκάς μου τò ἀργύριον ἐπὶ τράπεζαν κἀγὼ ἐλθὼν σὺν τόκω̨ ἂν αὐτò ἔπραξα

24 καὶ τοι̃ς παρεστω̃σιν εἰ̃πεν ἄρατε ἀπ' αὐτου̃ τὴν μνα̃ν καὶ δότε τω̨̃ τὰς δέκα μνα̃ς ἔχοντι

25 καὶ εἰ̃παν αὐτω̨̃ κύριε ἔχει δέκα μνα̃ς

26 λέγω ὑμι̃ν ὅτι παντὶ τω̨̃ ἔχοντι δοθήσεται ἀπò δὲ του̃ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται

27 πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλευ̃σαι ἐπ' αὐτοὺς ἀγάγετε ὡ̃δε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου

28 καὶ εἰπὼν ταυ̃τα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς ‘Ιεροσόλυμα

29 καὶ ἐγένετο ὡς ἤγγισεν εἰς βηθφαγὴ καὶ βηθανίαν πρòς τò ὄρος τò καλούμενον ἐλαιω̃ν ἀπέστειλεν δύο τω̃ν μαθητω̃ν

30 λέγων ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν ἡ̨̃ εἰσπορευόμενοι εὑρήσετε πω̃λον δεδεμένον ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν καὶ λύσαντες αὐτòν ἀγάγετε

31 καὶ ἐάν τις ὑμα̃ς ἐρωτα̨̃ διὰ τί λύετε οὕτως ἐρει̃τε ὅτι ὁ κύριος αὐτου̃ χρείαν ἔχει

32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὑ̃ρον καθὼς εἰ̃πεν αὐτοι̃ς

33 λυόντων δὲ αὐτω̃ν τòν πω̃λον εἰ̃παν οἱ κύριοι αὐτου̃ πρòς αὐτούς τί λύετε τòν πω̃λον

34 οἱ δὲ εἰ̃παν ὅτι ὁ κύριος αὐτου̃ χρείαν ἔχει

35 καὶ ἤγαγον αὐτòν πρòς τòν ’Ιησου̃ν καὶ ἐπιρίψαντες αὐτω̃ν τὰ ἱμάτια ἐπὶ τòν πω̃λον ἐπεβίβασαν τòν ’Ιησου̃ν

36 πορευομένου δὲ αὐτου̃ ὑπεστρώννυον τὰ ἱμάτια αὐτω̃ν ἐν τη̨̃ ὁδω̨̃

37 ἐγγίζοντος δὲ αὐτου̃ ἤδη πρòς τη̨̃ καταβάσει του̃ ὄρους τω̃ν ἐλαιω̃ν ἤρξαντο ἅπαν τò πλη̃θος τω̃ν μαθητω̃ν χαίροντες αἰνει̃ν τòν θεòν φωνη̨̃ μεγάλη̨ περὶ πασω̃ν ὡ̃ν εἰ̃δον δυνάμεων

38 λέγοντες εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου ἐν οὐρανω̨̃ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις

39 καί τινες τω̃ν Φαρισαίων ἀπò του̃ ὄχλου εἰ̃παν πρòς αὐτόν διδάσκαλε ἐπιτίμησον τοι̃ς μαθηται̃ς σου

40 καὶ ἀποκριθεὶς εἰ̃πεν λέγω ὑμι̃ν ἐὰν οὑ̃τοι σιωπήσουσιν οἱ λίθοι κράξουσιν

41 καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν

42 λέγων ὅτι εἰ ἔγνως ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ καὶ σὺ τὰ πρòς εἰρήνην νυ̃ν δὲ ἐκρύβη ἀπò ὀφθαλμω̃ν σου

43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλου̃σιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν

44 καὶ ἐδαφιου̃σίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί ἀνθ' ὡ̃ν οὐκ ἔγνως τòν καιρòν τη̃ς ἐπισκοπη̃ς σου

45 καὶ εἰσελθὼν εἰς τò ἱερòν ἤρξατο ἐκβάλλειν τοὺς πωλου̃ντας

46 λέγων αὐτοι̃ς γέγραπται καὶ ἔσται ὁ οἰ̃κός μου οἰ̃κος προσευχη̃ς ὑμει̃ς δὲ αὐτòν ἐποιήσατε σπήλαιον λη̨στω̃ν

47 καὶ ἠ̃ν διδάσκων τò καθ' ἡμέραν ἐν τω̨̃ ἱερω̨̃ οἱ δὲ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς ἐζήτουν αὐτòν ἀπολέσαι καὶ οἱ πρω̃τοι του̃ λαου̃

48 καὶ οὐχ εὕρισκον τò τί ποιήσωσιν ὁ λαòς γὰρ ἅπας ἐξεκρέματο αὐτου̃ ἀκούων

 

Κεφάλαιον Κ' (20)

1 καὶ ἐγένετο ἐν μια̨̃ τω̃ν ἡμερω̃ν διδάσκοντος αὐτου̃ τòν λαòν ἐν τω̨̃ ἱερω̨̃ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς σὺν τοι̃ς πρεσβυτέροις

2 καὶ εἰ̃παν λέγοντες πρòς αὐτόν εἰπòν ἡμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιει̃ς ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην

3 ἀποκριθεὶς δὲ εἰ̃πεν πρòς αὐτούς ἐρωτήσω ὑμα̃ς κἀγὼ λόγον καὶ εἴπατέ μοι

4 τò βάπτισμα ’Ιωάννου ἐξ οὐρανου̃ ἠ̃ν ἢ ἐξ ἀνθρώπων

5 οἱ δὲ συνελογίσαντο πρòς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν ἐξ οὐρανου̃ ἐρει̃ διὰ τί οὐκ ἐπιστεύσατε αὐτω̨̃

6 ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων ὁ λαòς ἅπας καταλιθάσει ἡμα̃ς πεπεισμένος γάρ ἐστιν ’Ιωάννην προφήτην εἰ̃ναι

7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν

8 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς οὐδὲ ἐγὼ λέγω ὑμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιω̃

9 ἤρξατο δὲ πρòς τòν λαòν λέγειν τὴν παραβολὴν ταύτην ἄνθρωπός τις ἐφύτευσεν ἀμπελω̃να καὶ ἐξέδετο αὐτòν γεωργοι̃ς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς

10 καὶ καιρω̨̃ ἀπέστειλεν πρòς τοὺς γεωργοὺς δου̃λον ἵνα ἀπò του̃ καρπου̃ του̃ ἀμπελω̃νος δώσουσιν αὐτω̨̃ οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτòν δείραντες κενόν

11 καὶ προσέθετο ἕτερον πέμψαι δου̃λον οἱ δὲ κἀκει̃νον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν

12 καὶ προσέθετο τρίτον πέμψαι οἱ δὲ καὶ του̃τον τραυματίσαντες ἐξέβαλον

13 εἰ̃πεν δὲ ὁ κύριος του̃ ἀμπελω̃νος τί ποιήσω πέμψω τòν υἱόν μου τòν ἀγαπητόν ἴσως του̃τον ἐντραπήσονται

14 ἰδόντες δὲ αὐτòν οἱ γεωργοὶ διελογίζοντο πρòς ἀλλήλους λέγοντες οὑ̃τός ἐστιν ὁ κληρονόμος ἀποκτείνωμεν αὐτόν ἵνα ἡμω̃ν γένηται ἡ κληρονομία

15 καὶ ἐκβαλόντες αὐτòν ἔξω του̃ ἀμπελω̃νος ἀπέκτειναν τί οὐ̃ν ποιήσει αὐτοι̃ς ὁ κύριος του̃ ἀμπελω̃νος

16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τòν ἀμπελω̃να ἄλλοις ἀκούσαντες δὲ εἰ̃παν μὴ γένοιτο

17 ὁ δὲ ἐμβλέψας αὐτοι̃ς εἰ̃πεν τί οὐ̃ν ἐστιν τò γεγραμμένον του̃το λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας

18 πα̃ς ὁ πεσὼν ἐπ' ἐκει̃νον τòν λίθον συνθλασθήσεται ἐφ' ὃν δ' ἂν πέση̨ λικμήσει αὐτόν

19 καὶ ἐζήτησαν οἱ γραμματει̃ς καὶ οἱ ἀρχιερει̃ς ἐπιβαλει̃ν ἐπ' αὐτòν τὰς χει̃ρας ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ καὶ ἐφοβήθησαν τòν λαόν ἔγνωσαν γὰρ ὅτι πρòς αὐτοὺς εἰ̃πεν τὴν παραβολὴν ταύτην

20 καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἰ̃ναι ἵνα ἐπιλάβωνται αὐτου̃ λόγου ὥστε παραδου̃ναι αὐτòν τη̨̃ ἀρχη̨̃ καὶ τη̨̃ ἐξουσία̨ του̃ ἡγεμόνος

21 καὶ ἐπηρώτησαν αὐτòν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ὀρθω̃ς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδòν του̃ θεου̃ διδάσκεις

22 ἔξεστιν ἡμα̃ς Καίσαρι φόρον δου̃ναι ἢ οὔ

23 κατανοήσας δὲ αὐτω̃ν τὴν πανουργίαν εἰ̃πεν πρòς αὐτούς

24 δείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν οἱ δὲ εἰ̃παν Καίσαρος

25 ὁ δὲ εἰ̃πεν πρòς αὐτούς τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ του̃ θεου̃ τω̨̃ θεω̨̃

26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτου̃ ῥήματος ἐναντίον του̃ λαου̃ καὶ θαυμάσαντες ἐπὶ τη̨̃ ἀποκρίσει αὐτου̃ ἐσίγησαν

27 προσελθόντες δέ τινες τω̃ν Σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἰ̃ναι ἐπηρώτησαν αὐτòν

28 λέγοντες διδάσκαλε Μωϋση̃ς ἔγραψεν ἡμι̃ν ἐάν τινος ἀδελφòς ἀποθάνη̨ ἔχων γυναι̃κα καὶ οὑ̃τος ἄτεκνος ἠ̨̃ ἵνα λάβη̨ ὁ ἀδελφòς αὐτου̃ τὴν γυναι̃κα καὶ ἐξαναστήση̨ σπέρμα τω̨̃ ἀδελφω̨̃ αὐτου̃

29 ἑπτὰ οὐ̃ν ἀδελφοὶ ἠ̃σαν καὶ ὁ πρω̃τος λαβὼν γυναι̃κα ἀπέθανεν ἄτεκνος

30 καὶ ὁ δεύτερος

31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον

32 ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν

33 ἡ γυνὴ οὐ̃ν ἐν τη̨̃ ἀναστάσει τίνος αὐτω̃ν γίνεται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναι̃κα

34 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς οἱ υἱοὶ του̃ αἰω̃νος τούτου γαμου̃σιν καὶ γαμίσκονται

35 οἱ δὲ καταξιωθέντες του̃ αἰω̃νος ἐκείνου τυχει̃ν καὶ τη̃ς ἀναστάσεως τη̃ς ἐκ νεκρω̃ν οὔτε γαμου̃σιν οὔτε γαμίζονται

36 οὐδὲ γὰρ ἀποθανει̃ν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεου̃ τη̃ς ἀναστάσεως υἱοὶ ὄντες

37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋση̃ς ἐμήνυσεν ἐπὶ τη̃ς βάτου ὡς λέγει κύριον τòν θεòν ’Αβραὰμ καὶ θεòν ’Ισαὰκ καὶ θεòν ’Ιακώβ

38 θεòς δὲ οὐκ ἔστιν νεκρω̃ν ἀλλὰ ζώντων πάντες γὰρ αὐτω̨̃ ζω̃σιν

39 ἀποκριθέντες δέ τινες τω̃ν γραμματέων εἰ̃παν διδάσκαλε καλω̃ς εἰ̃πας

40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτα̃ν αὐτòν οὐδέν

41 εἰ̃πεν δὲ πρòς αὐτούς πω̃ς λέγουσιν τòν Χριστòν εἰ̃ναι Δαυὶδ υἱόν

42 αὐτòς γὰρ Δαυὶδ λέγει ἐν βίβλω̨ ψαλμω̃ν εἰ̃πεν κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου

43 ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποπόδιον τω̃ν ποδω̃ν σου

44 Δαυὶδ οὐ̃ν κύριον αὐτòν καλει̃ καὶ πω̃ς αὐτου̃ υἱός ἐστιν

45 ἀκούοντος δὲ παντòς του̃ λαου̃ εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃

46 προσέχετε ἀπò τω̃ν γραμματέων τω̃ν θελόντων περιπατει̃ν ἐν στολαι̃ς καὶ φιλούντων ἀσπασμοὺς ἐν ται̃ς ἀγοραι̃ς καὶ πρωτοκαθεδρίας ἐν ται̃ς συναγωγαι̃ς καὶ πρωτοκλισίας ἐν τοι̃ς δείπνοις

47 οἳ κατεσθίουσιν τὰς οἰκίας τω̃ν χηρω̃ν καὶ προφάσει μακρὰ προσεύχονται οὑ̃τοι λήμψονται περισσότερον κρίμα

 

Κεφάλαιον ΚΑ' (21)

1 ἀναβλέψας δὲ εἰ̃δεν τοὺς βάλλοντας εἰς τò γαζοφυλάκιον τὰ δω̃ρα αὐτω̃ν πλουσίους

2 εἰ̃δεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκει̃ λεπτὰ δύο

3 καὶ εἰ̃πεν ἀληθω̃ς λέγω ὑμι̃ν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλει̃ον πάντων ἔβαλεν

4 πάντες γὰρ οὑ̃τοι ἐκ του̃ περισσεύοντος αὐτοι̃ς ἔβαλον εἰς τὰ δω̃ρα αὕτη δὲ ἐκ του̃ ὑστερήματος αὐτη̃ς πάντα τòν βίον ὃν εἰ̃χεν ἔβαλεν

5 καί τινων λεγόντων περὶ του̃ ἱερου̃ ὅτι λίθοις καλοι̃ς καὶ ἀναθήμασιν κεκόσμηται εἰ̃πεν

6 ταυ̃τα ἃ θεωρει̃τε ἐλεύσονται ἡμέραι ἐν αἱ̃ς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθω̨ ὃς οὐ καταλυθήσεται

7 ἐπηρώτησαν δὲ αὐτòν λέγοντες διδάσκαλε πότε οὐ̃ν ταυ̃τα ἔσται καὶ τί τò σημει̃ον ὅταν μέλλη̨ ταυ̃τα γίνεσθαι

8 ὁ δὲ εἰ̃πεν βλέπετε μὴ πλανηθη̃τε πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τω̨̃ ὀνόματί μου λέγοντες ἐγώ εἰμι καί ὁ καιρòς ἤγγικεν μὴ πορευθη̃τε ὀπίσω αὐτω̃ν

9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας μὴ πτοηθη̃τε δει̃ γὰρ ταυ̃τα γενέσθαι πρω̃τον ἀλλ' οὐκ εὐθέως τò τέλος

10 τότε ἔλεγεν αὐτοι̃ς ἐγερθήσεται ἔθνος ἐπ' ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν

11 σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται φόβητρά τε καὶ ἀπ' οὐρανου̃ σημει̃α μεγάλα ἔσται

12 πρò δὲ τούτων πάντων ἐπιβαλου̃σιν ἐφ' ὑμα̃ς τὰς χει̃ρας αὐτω̃ν καὶ διώξουσιν παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς ἀπαγομένους ἐπὶ βασιλει̃ς καὶ ἡγεμόνας ἕνεκεν του̃ ὀνόματός μου

13 ἀποβήσεται ὑμι̃ν εἰς μαρτύριον

14 θέτε οὐ̃ν ἐν ται̃ς καρδίαις ὑμω̃ν μὴ προμελετα̃ν ἀπολογηθη̃ναι

15 ἐγὼ γὰρ δώσω ὑμι̃ν στόμα καὶ σοφίαν ἡ̨̃ οὐ δυνήσονται ἀντιστη̃ναι ἢ ἀντειπει̃ν ἅπαντες οἱ ἀντικείμενοι ὑμι̃ν

16 παραδοθήσεσθε δὲ καὶ ὑπò γονέων καὶ ἀδελφω̃ν καὶ συγγενω̃ν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμω̃ν

17 καὶ ἔσεσθε μισούμενοι ὑπò πάντων διὰ τò ὄνομά μου

18 καὶ θρὶξ ἐκ τη̃ς κεφαλη̃ς ὑμω̃ν οὐ μὴ ἀπόληται

19 ἐν τη̨̃ ὑπομονη̨̃ ὑμω̃ν κτήσασθε τὰς ψυχὰς ὑμω̃ν

20 ὅταν δὲ ἴδητε κυκλουμένην ὑπò στρατοπέδων ’Ιερουσαλήμ τότε γνω̃τε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτη̃ς

21 τότε οἱ ἐν τη̨̃ ’Ιουδαία̨ φευγέτωσαν εἰς τὰ ὄρη καὶ οἱ ἐν μέσω̨ αὐτη̃ς ἐκχωρείτωσαν καὶ οἱ ἐν ται̃ς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν

22 ὅτι ἡμέραι ἐκδικήσεως αὑ̃ταί εἰσιν του̃ πλησθη̃ναι πάντα τὰ γεγραμμένα

23 οὐαὶ ται̃ς ἐν γαστρὶ ἐχούσαις καὶ ται̃ς θηλαζούσαις ἐν ἐκείναις ται̃ς ἡμέραις ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τη̃ς γη̃ς καὶ ὀργὴ τω̨̃ λαω̨̃ τούτω̨

24 καὶ πεσου̃νται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσοντα εἰς τὰ ἔθνη πάντα καὶ ’Ιερουσαλὴμ ἔσται πατουμένη ὑπò ἐθνω̃ν ἄχρι οὑ̃ πληρωθω̃σιν καιροὶ ἐθνω̃ν

25 καὶ ἔσονται σημει̃α ἐν ἡλίω̨ καὶ σελήνη̨ καὶ ἄστροις καὶ ἐπὶ τη̃ς γη̃ς συνοχὴ ἐθνω̃ν ἐν ἀπορία̨ ἤχους θαλάσσης καὶ σάλου

26 ἀποψυχόντων ἀνθρώπων ἀπò φόβου καὶ προσδοκίας τω̃ν ἐπερχομένων τη̨̃ οἰκουμένη̨ αἱ γὰρ δυνάμεις τω̃ν οὐρανω̃ν σαλευθήσονται

27 καὶ τότε ὄψονται τòν υἱòν του̃ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλη̨ μετὰ δυνάμεως καὶ δόξης πολλη̃ς

28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμω̃ν διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμω̃ν

29 καὶ εἰ̃πεν παραβολὴν αὐτοι̃ς ἴδετε τὴν συκη̃ν καὶ πάντα τὰ δένδρα

30 ὅταν προβάλωσιν ἤδη βλέποντες ἀφ' ἑαυτω̃ν γινώσκετε ὅτι ἤδη ἐγγὺς τò θέρος ἐστίν

31 οὕτως καὶ ὑμει̃ς ὅταν ἴδητε ταυ̃τα γινόμενα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία του̃ θεου̃

32 ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ παρέλθη̨ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται

33 ὁ οὐρανòς καὶ ἡ γη̃ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται

34 προσέχετε δὲ ἑαυτοι̃ς μήποτε βαρηθω̃σιν ὑμω̃ν αἱ καρδίαι ἐν κραιπάλη̨ καὶ μέθη̨ καὶ μερίμναις βιωτικαι̃ς καὶ ἐπιστη̨̃ ἐφ' ὑμα̃ς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη

35 ὡς παγὶς ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς

36 ἀγρυπνει̃τε δὲ ἐν παντὶ καιρω̨̃ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγει̃ν ταυ̃τα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθη̃ναι ἔμπροσθεν του̃ υἱου̃ του̃ ἀνθρώπου

37 ἠ̃ν δὲ τὰς ἡμέρας ἐν τω̨̃ ἱερω̨̃ διδάσκων τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τò ὄρος τò καλούμενον ἐλαιω̃ν

38 καὶ πα̃ς ὁ λαòς ὤρθριζεν πρòς αὐτòν ἐν τω̨̃ ἱερω̨̃ ἀκούειν αὐτου̃

 

Κεφάλαιον ΚΒ' (22)

1 ἤγγιζεν δὲ ἡ ἑορτὴ τω̃ν ἀζύμων ἡ λεγομένη πάσχα

2 καὶ ἐζήτουν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς τò πω̃ς ἀνέλωσιν αὐτόν ἐφοβου̃ντο γὰρ τòν λαόν

3 εἰση̃λθεν δὲ Σατανα̃ς εἰς ’Ιούδαν τòν καλούμενον ’Ισκαριώτην ὄντα ἐκ του̃ ἀριθμου̃ τω̃ν δώδεκα

4 καὶ ἀπελθὼν συνελάλησεν τοι̃ς ἀρχιερευ̃σιν καὶ στρατηγοι̃ς τò πω̃ς αὐτοι̃ς παραδω̨̃ αὐτόν

5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτω̨̃ ἀργύριον δου̃ναι

6 καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν του̃ παραδου̃ναι αὐτòν ἄτερ ὄχλου αὐτοι̃ς

7 ἠ̃λθεν δὲ ἡ ἡμέρα τω̃ν ἀζύμων ἐν ἡ̨̃ ἔδει θύεσθαι τò πάσχα

8 καὶ ἀπέστειλεν πέτρον καὶ ’Ιωάννην εἰπών πορευθέντες ἑτοιμάσατε ἡμι̃ν τò πάσχα ἵνα φάγωμεν

9 οἱ δὲ εἰ̃παν αὐτω̨̃ που̃ θέλεις ἑτοιμάσωμεν

10 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἰδοὺ εἰσελθόντων ὑμω̃ν εἰς τὴν πόλιν συναντήσει ὑμι̃ν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτω̨̃ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται

11 καὶ ἐρει̃τε τω̨̃ οἰκοδεσπότη̨ τη̃ς οἰκίας λέγει σοι ὁ διδάσκαλος που̃ ἐστιν τò κατάλυμα ὅπου τò πάσχα μετὰ τω̃ν μαθητω̃ν μου φάγω

12 κἀκει̃νος ὑμι̃ν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἐκει̃ ἑτοιμάσατε

13 ἀπελθόντες δὲ εὑ̃ρον καθὼς εἰρήκει αὐτοι̃ς καὶ ἡτοίμασαν τò πάσχα

14 καὶ ὅτε ἐγένετο ἡ ὥρα ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτω̨̃

15 καὶ εἰ̃πεν πρòς αὐτούς ἐπιθυμία̨ ἐπεθύμησα του̃το τò πάσχα φαγει̃ν μεθ' ὑμω̃ν πρò του̃ με παθει̃ν

16 λέγω γὰρ ὑμι̃ν ὅτι οὐ μὴ φάγω αὐτò ἕως ὅτου πληρωθη̨̃ ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃

17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἰ̃πεν λάβετε του̃το καὶ διαμερίσατε εἰς ἑαυτούς

18 λέγω γὰρ ὑμι̃ν ὅτι οὐ μὴ πίω ἀπò του̃ νυ̃ν ἀπò του̃ γενήματος τη̃ς ἀμπέλου ἕως οὑ̃ ἡ βασιλεία του̃ θεου̃ ἔλθη̨

19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοι̃ς λέγων του̃τό ἐστιν τò σω̃μά μου τò ὑπὲρ ὑμω̃ν διδόμενον του̃το ποιει̃τε εἰς τὴν ἐμὴν ἀνάμνησιν

20 καὶ τò ποτήριον ὡσαύτως μετὰ τò δειπνη̃σαι λέγων του̃το τò ποτήριον ἡ καινὴ διαθήκη ἐν τω̨̃ αἵματί μου τò ὑπὲρ ὑμω̃ν ἐκχυννόμενον

21 πλὴν ἰδοὺ ἡ χεὶρ του̃ παραδιδόντος με μετ' ἐμου̃ ἐπὶ τη̃ς τραπέζης

22 ὅτι ὁ υἱòς μὲν του̃ ἀνθρώπου κατὰ τò ὡρισμένον πορεύεται πλὴν οὐαὶ τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ δι' οὑ̃ παραδίδοται

23 καὶ αὐτοὶ ἤρξαντο συζητει̃ν πρòς ἑαυτοὺς τò τίς ἄρα εἴη ἐξ αὐτω̃ν ὁ του̃το μέλλων πράσσειν

24 ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοι̃ς τò τίς αὐτω̃ν δοκει̃ εἰ̃ναι μείζων

25 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς οἱ βασιλει̃ς τω̃ν ἐθνω̃ν κυριεύουσιν αὐτω̃ν καὶ οἱ ἐξουσιάζοντες αὐτω̃ν εὐεργέται καλου̃νται

26 ὑμει̃ς δὲ οὐχ οὕτως ἀλλ' ὁ μείζων ἐν ὑμι̃ν γινέσθω ὡς ὁ νεώτερος καὶ ὁ ἡγούμενος ὡς ὁ διακονω̃ν

27 τίς γὰρ μείζων ὁ ἀνακείμενος ἢ ὁ διακονω̃ν οὐχὶ ὁ ἀνακείμενος ἐγὼ δὲ ἐν μέσω̨ ὑμω̃ν εἰμι ὡς ὁ διακονω̃ν

28 ὑμει̃ς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμου̃ ἐν τοι̃ς πειρασμοι̃ς μου

29 κἀγὼ διατίθεμαι ὑμι̃ν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν

30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τη̃ς τραπέζης μου ἐν τη̨̃ βασιλεία̨ μου καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες του̃ ’Ισραήλ

31 Σίμων Σίμων ἰδοὺ ὁ Σατανα̃ς ἐξη̨τήσατο ὑμα̃ς του̃ σινιάσαι ὡς τòν σι̃τον

32 ἐγὼ δὲ ἐδεήθην περὶ σου̃ ἵνα μὴ ἐκλίπη̨ ἡ πίστις σου καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου

33 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ κύριε μετὰ σου̃ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι

34 ὁ δὲ εἰ̃πεν λέγω σοι Πέτρε οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήση̨ εἰδέναι

35 καὶ εἰ̃πεν αὐτοι̃ς ὅτε ἀπέστειλα ὑμα̃ς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων μή τινος ὑστερήσατε οἱ δὲ εἰ̃παν οὐθενός

36 εἰ̃πεν δὲ αὐτοι̃ς ἀλλὰ νυ̃ν ὁ ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν καὶ ὁ μὴ ἔχων πωλησάτω τò ἱμάτιον αὐτου̃ καὶ ἀγορασάτω μάχαιραν

37 λέγω γὰρ ὑμι̃ν ὅτι του̃το τò γεγραμμένον δει̃ τελεσθη̃ναι ἐν ἐμοί τò καὶ μετὰ ἀνόμων ἐλογίσθη καὶ γὰρ τò περὶ ἐμου̃ τέλος ἔχει

38 οἱ δὲ εἰ̃παν κύριε ἰδοὺ μάχαιραι ὡ̃δε δύο ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἱκανόν ἐστιν

39 καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τò ἔθος εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν ἠκολούθησαν δὲ αὐτω̨̃ καὶ οἱ μαθηταί

40 γενόμενος δὲ ἐπὶ του̃ τόπου εἰ̃πεν αὐτοι̃ς προσεύχεσθε μὴ εἰσελθει̃ν εἰς πειρασμόν

41 καὶ αὐτòς ἀπεσπάσθη ἀπ' αὐτω̃ν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προσηύχετο

42 λέγων πάτερ εἰ βούλει παρένεγκε του̃το τò ποτήριον ἀπ' ἐμου̃ πλὴν μὴ τò θέλημά μου ἀλλὰ τò σòν γινέσθω

43 ὤφθη δὲ αὐτω̨̃ ἄγγελος ἀπ' οὐρανου̃ ἐνισχύων αὐτόν

44 καὶ γενόμενος ἐν ἀγωνία̨ ἐκτενέστερον προσηύχετο καὶ ἐγένετο ὁ ἱδρὼς αὐτου̃ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντος ἐπὶ τὴν γη̃ν

45 καὶ ἀναστὰς ἀπò τη̃ς προσευχη̃ς ἐλθὼν πρòς τοὺς μαθητὰς εὑ̃ρεν κοιμωμένους αὐτοὺς ἀπò τη̃ς λύπης

46 καὶ εἰ̃πεν αὐτοι̃ς τί καθεύδετε ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν

47 ἔτι αὐτου̃ λαλου̃ντος ἰδοὺ ὄχλος καὶ ὁ λεγόμενος ’Ιούδας εἱ̃ς τω̃ν δώδεκα προήρχετο αὐτούς καὶ ἤγγισεν τω̨̃ ’Ιησου̃ φιλη̃σαι αὐτόν

48 ’Ιησου̃ς δὲ εἰ̃πεν αὐτω̨̃ ’Ιούδα φιλήματι τòν υἱòν του̃ ἀνθρώπου παραδίδως

49 ἰδόντες δὲ οἱ περὶ αὐτòν τò ἐσόμενον εἰ̃παν κύριε εἰ πατάξομεν ἐν μαχαίρη̨

50 καὶ ἐπάταξεν εἱ̃ς τις ἐξ αὐτω̃ν του̃ ἀρχιερέως τòν δου̃λον καὶ ἀφει̃λεν τò οὐ̃ς αὐτου̃ τò δεξιόν

51 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν ἐα̃τε ἕως τούτου καὶ ἁψάμενος του̃ ὠτίου ἰάσατο αὐτόν

52 εἰ̃πεν δὲ ’Ιησου̃ς πρòς τοὺς παραγενομένους ἐπ' αὐτòν ἀρχιερει̃ς καὶ στρατηγοὺς του̃ ἱερου̃ καὶ πρεσβυτέρους ὡς ἐπὶ λη̨στὴν ἐξήλθατε μετὰ μαχαιρω̃ν καὶ ξύλων

53 καθ' ἡμέραν ὄντος μου μεθ' ὑμω̃ν ἐν τω̨̃ ἱερω̨̃ οὐκ ἐξετείνατε τὰς χει̃ρας ἐπ' ἐμέ ἀλλ' αὕτη ἐστὶν ὑμω̃ν ἡ ὥρα καὶ ἡ ἐξουσία του̃ σκότους

54 συλλαβόντες δὲ αὐτòν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν του̃ ἀρχιερέως ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν

55 περιαψάντων δὲ πυ̃ρ ἐν μέσω̨ τη̃ς αὐλη̃ς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτω̃ν

56 ἰδου̃σα δὲ αὐτòν παιδίσκη τις καθήμενον πρòς τò φω̃ς καὶ ἀτενίσασα αὐτω̨̃ εἰ̃πεν καὶ οὑ̃τος σὺν αὐτω̨̃ ἠ̃ν

57 ὁ δὲ ἠρνήσατο λέγων οὐκ οἰ̃δα αὐτόν γύναι

58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτòν ἔφη καὶ σὺ ἐξ αὐτω̃ν εἰ̃ ὁ δὲ Πέτρος ἔφη ἄνθρωπε οὐκ εἰμί

59 καὶ διαστάσης ὡσεὶ ὥρας μια̃ς ἄλλος τις διϊσχυρίζετο λέγων ἐπ' ἀληθείας καὶ οὑ̃τος μετ' αὐτου̃ ἠ̃ν καὶ γὰρ Γαλιλαι̃ός ἐστιν

60 εἰ̃πεν δὲ ὁ Πέτρος ἄνθρωπε οὐκ οἰ̃δα ὃ λέγεις καὶ παραχρη̃μα ἔτι λαλου̃ντος αὐτου̃ ἐφώνησεν ἀλέκτωρ

61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τω̨̃ Πέτρω̨ καὶ ὑπεμνήσθη ὁ Πέτρος του̃ ῥήματος του̃ κυρίου ὡς εἰ̃πεν αὐτω̨̃ ὅτι πρὶν ἀλέκτορα φωνη̃σαι σήμερον ἀπαρνήση̨ με τρίς

62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρω̃ς

63 καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτòν ἐνέπαιζον αὐτω̨̃ δέροντες

64 καὶ περικαλύψαντες αὐτòν ἐπηρώτων λέγοντες προφήτευσον τίς ἐστιν ὁ παίσας σε

65 καὶ ἕτερα πολλὰ βλασφημου̃ντες ἔλεγον εἰς αὐτόν

66 καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τò πρεσβυτέριον του̃ λαου̃ ἀρχιερει̃ς τε καὶ γραμματει̃ς καὶ ἀπήγαγον αὐτòν εἰς τò συνέδριον αὐτω̃ν

67 λέγοντες εἰ σὺ εἰ̃ ὁ Χριστός εἰπòν ἡμι̃ν εἰ̃πεν δὲ αὐτοι̃ς ἐὰν ὑμι̃ν εἴπω οὐ μὴ πιστεύσητε

68 ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθη̃τε

69 ἀπò του̃ νυ̃ν δὲ ἔσται ὁ υἱòς του̃ ἀνθρώπου καθήμενος ἐκ δεξιω̃ν τη̃ς δυνάμεως του̃ θεου̃

70 εἰ̃παν δὲ πάντες σὺ οὐ̃ν εἰ̃ ὁ υἱòς του̃ θεου̃ ὁ δὲ πρòς αὐτοὺς ἔφη ὑμει̃ς λέγετε ὅτι ἐγώ εἰμι

71 οἱ δὲ εἰ̃παν τί ἔτι ἔχομεν μαρτυρίας χρείαν αὐτοὶ γὰρ ἠκούσαμεν ἀπò του̃ στόματος αὐτου̃

 

Κεφάλαιον ΚΓ' (23)

1 καὶ ἀναστὰν ἅπαν τò πλη̃θος αὐτω̃ν ἤγαγον αὐτòν ἐπὶ τòν Πιλα̃τον

2 ἤρξαντο δὲ κατηγορει̃ν αὐτου̃ λέγοντες του̃τον εὕραμεν διαστρέφοντα τò ἔθνος ἡμω̃ν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτòν Χριστòν βασιλέα εἰ̃ναι

3 ὁ δὲ Πιλα̃τος ἠρώτησεν αὐτòν λέγων σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων ὁ δὲ ἀποκριθεὶς αὐτω̨̃ ἔφη σὺ λέγεις

4 ὁ δὲ Πιλα̃τος εἰ̃πεν πρòς τοὺς ἀρχιερει̃ς καὶ τοὺς ὄχλους οὐδὲν εὑρίσκω αἴτιον ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨

5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τòν λαòν διδάσκων καθ' ὅλης τη̃ς ’Ιουδαίας καὶ ἀρξάμενος ἀπò τη̃ς Γαλιλαίας ἕως ὡ̃δε

6 Πιλα̃τος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαι̃ός ἐστιν

7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τη̃ς ἐξουσίας ‘Ηρώ̨δου ἐστὶν ἀνέπεμψεν αὐτòν πρòς ‘Ηρώ̨δην ὄντα καὶ αὐτòν ἐν ‘Ιεροσολύμοις ἐν ταύταις ται̃ς ἡμέραις

8 ὁ δὲ ‘Ηρώ̨δης ἰδὼν τòν ’Ιησου̃ν ἐχάρη λίαν ἠ̃ν γὰρ ἐξ ἱκανω̃ν χρόνων θέλων ἰδει̃ν αὐτòν διὰ τò ἀκούειν περὶ αὐτου̃ καὶ ἤλπιζέν τι σημει̃ον ἰδει̃ν ὑπ' αὐτου̃ γινόμενον

9 ἐπηρώτα δὲ αὐτòν ἐν λόγοις ἱκανοι̃ς αὐτòς δὲ οὐδὲν ἀπεκρίνατο αὐτω̨̃

10 εἱστήκεισαν δὲ οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς εὐτόνως κατηγορου̃ντες αὐτου̃

11 ἐξουθενήσας δὲ αὐτòν καὶ ὁ ‘Ηρώ̨δης σὺν τοι̃ς στρατεύμασιν αὐτου̃ καὶ ἐμπαίξας περιβαλὼν ἐσθη̃τα λαμπρὰν ἀνέπεμψεν αὐτòν τω̨̃ Πιλάτω̨

12 ἐγένοντο δὲ φίλοι ὅ τε ‘Ηρώ̨δης καὶ ὁ Πιλα̃τος ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ μετ' ἀλλήλων προϋπη̃ρχον γὰρ ἐν ἔχθρα̨ ὄντες πρòς αὐτούς

13 Πιλα̃τος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερει̃ς καὶ τοὺς ἄρχοντας καὶ τòν λαòν

14 εἰ̃πεν πρòς αὐτούς προσηνέγκατέ μοι τòν ἄνθρωπον του̃τον ὡς ἀποστρέφοντα τòν λαόν καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμω̃ν ἀνακρίνας οὐθὲν εὑ̃ρον ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨ αἴτιον ὡ̃ν κατηγορει̃τε κατ' αὐτου̃

15 ἀλλ' οὐδὲ ‘Ηρώ̨δης ἀνέπεμψεν γὰρ αὐτòν πρòς ἡμα̃ς καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτω̨̃

16 παιδεύσας οὐ̃ν αὐτòν ἀπολύσω

18 ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες αἰ̃ρε του̃τον ἀπόλυσον δὲ ἡμι̃ν τòν Βαραββα̃ν

19 ὅστις ἠ̃ν διὰ στάσιν τινὰ γενομένην ἐν τη̨̃ πόλει καὶ φόνον βληθεὶς ἐν τη̨̃ φυλακη̨̃

20 πάλιν δὲ ὁ Πιλα̃τος προσεφώνησεν αὐτοι̃ς θέλων ἀπολυ̃σαι τòν ’Ιησου̃ν

21 οἱ δὲ ἐπεφώνουν λέγοντες σταύρου σταύρου αὐτόν

22 ὁ δὲ τρίτον εἰ̃πεν πρòς αὐτούς τί γὰρ κακòν ἐποίησεν οὑ̃τος οὐδὲν αἴτιον θανάτου εὑ̃ρον ἐν αὐτω̨̃ παιδεύσας οὐ̃ν αὐτòν ἀπολύσω

23 οἱ δὲ ἐπέκειντο φωναι̃ς μεγάλαις αἰτούμενοι αὐτòν σταυρωθη̃ναι καὶ κατίσχυον αἱ φωναὶ αὐτω̃ν

24 καὶ Πιλα̃τος ἐπέκρινεν γενέσθαι τò αἴτημα αὐτω̃ν

25 ἀπέλυσεν δὲ τòν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ἠ̨του̃ντο τòν δὲ ’Ιησου̃ν παρέδωκεν τω̨̃ θελήματι αὐτω̃ν

26 καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναι̃ον ἐρχόμενον ἀπ' ἀγρου̃ ἐπέθηκαν αὐτω̨̃ τòν σταυρòν φέρειν ὄπισθεν του̃ ’Ιησου̃

27 ἠκολούθει δὲ αὐτω̨̃ πολὺ πλη̃θος του̃ λαου̃ καὶ γυναικω̃ν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν

28 στραφεὶς δὲ πρòς αὐτὰς ὁ ’Ιησου̃ς εἰ̃πεν θυγατέρες ’Ιερουσαλήμ μὴ κλαίετε ἐπ' ἐμέ πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμω̃ν

29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἱ̃ς ἐρου̃σιν μακάριαι αἱ στει̃ραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν

30 τότε ἄρξονται λέγειν τοι̃ς ὄρεσιν πέσετε ἐφ' ἡμα̃ς καὶ τοι̃ς βουνοι̃ς καλύψατε ἡμα̃ς

31 ὅτι εἰ ἐν τω̨̃ ὑγρω̨̃ ξύλω̨ ταυ̃τα ποιου̃σιν ἐν τω̨̃ ξηρω̨̃ τί γένηται

32 ἤγοντο δὲ καὶ ἕτεροι κακου̃ργοι δύο σὺν αὐτω̨̃ ἀναιρεθη̃ναι

33 καὶ ὅτε ἠ̃λθον ἐπὶ τòν τόπον τòν καλούμενον κρανίον ἐκει̃ ἐσταύρωσαν αὐτòν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιω̃ν ὃν δὲ ἐξ ἀριστερω̃ν

34 ὁ δὲ ’Ιησου̃ς ἔλεγεν πάτερ ἄφες αὐτοι̃ς οὐ γὰρ οἴδασιν τί ποιου̃σιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτου̃ ἔβαλον κλήρους

35 καὶ εἱστήκει ὁ λαòς θεωρω̃ν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὑ̃τός ἐστιν ὁ Χριστòς του̃ θεου̃ ὁ ἐκλεκτός

36 ἐνέπαιξαν δὲ αὐτω̨̃ καὶ οἱ στρατιω̃ται προσερχόμενοι ὄξος προσφέροντες αὐτω̨̃

37 καὶ λέγοντες εἰ σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων σω̃σον σεαυτόν

38 ἠ̃ν δὲ καὶ ἐπιγραφὴ ἐπ' αὐτω̨̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων οὑ̃τος

39 εἱ̃ς δὲ τω̃ν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτòν λέγων οὐχὶ σὺ εἰ̃ ὁ Χριστός σω̃σον σεαυτòν καὶ ἡμα̃ς

40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμω̃ν αὐτω̨̃ ἔφη οὐδὲ φοβη̨̃ σὺ τòν θεόν ὅτι ἐν τω̨̃ αὐτω̨̃ κρίματι εἰ̃

41 καὶ ἡμει̃ς μὲν δικαίως ἄξια γὰρ ὡ̃ν ἐπράξαμεν ἀπολαμβάνομεν οὑ̃τος δὲ οὐδὲν ἄτοπον ἔπραξεν

42 καὶ ἔλεγεν ’Ιησου̃ μνήσθητί μου ὅταν ἔλθη̨ς εἰς τὴν βασιλείαν σου

43 καὶ εἰ̃πεν αὐτω̨̃ ἀμήν σοι λέγω σήμερον μετ' ἐμου̃ ἔση̨ ἐν τω̨̃ παραδείσω̨

44 καὶ ἠ̃ν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ' ὅλην τὴν γη̃ν ἕως ὥρας ἐνάτης

45 του̃ ἡλίου ἐκλιπόντος ἐσχίσθη δὲ τò καταπέτασμα του̃ ναου̃ μέσον

46 καὶ φωνήσας φωνη̨̃ μεγάλη̨ ὁ ’Ιησου̃ς εἰ̃πεν πάτερ εἰς χει̃ράς σου παρατίθεμαι τò πνευ̃μά μου του̃το δὲ εἰπὼν ἐξέπνευσεν

47 ἰδὼν δὲ ὁ ἑκατοντάρχης τò γενόμενον ἐδόξαζεν τòν θεòν λέγων ὄντως ὁ ἄνθρωπος οὑ̃τος δίκαιος ἠ̃ν

48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωρήσαντες τὰ γενόμενα τύπτοντες τὰ στήθη ὑπέστρεφον

49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτω̨̃ ἀπò μακρόθεν καὶ γυναι̃κες αἱ συνακολουθου̃σαι αὐτω̨̃ ἀπò τη̃ς Γαλιλαίας ὁρω̃σαι ταυ̃τα

50 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ’Ιωσὴφ βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθòς καὶ δίκαιος

51 οὑ̃τος οὐκ ἠ̃ν συγκατατεθειμένος τη̨̃ βουλη̨̃ καὶ τη̨̃ πράξει αὐτω̃ν ἀπò ‘Αριμαθαίας πόλεως τω̃ν ’Ιουδαίων ὃς προσεδέχετο τὴν βασιλείαν του̃ θεου̃

52 οὑ̃τος προσελθὼν τω̨̃ Πιλάτω̨ ἠ̨τήσατο τò σω̃μα του̃ ’Ιησου̃

53 καὶ καθελὼν ἐνετύλιξεν αὐτò σινδόνι καὶ ἔθηκεν αὐτòν ἐν μνήματι λαξευτω̨̃ οὑ̃ οὐκ ἠ̃ν οὐδεὶς οὔπω κείμενος

54 καὶ ἡμέρα ἠ̃ν παρασκευη̃ς καὶ σάββατον ἐπέφωσκεν

55 κατακολουθήσασαι δὲ αἱ γυναι̃κες αἵτινες ἠ̃σαν συνεληλυθυι̃αι ἐκ τη̃ς Γαλιλαίας αὐτω̨̃ ἐθεάσαντο τò μνημει̃ον καὶ ὡς ἐτέθη τò σω̃μα αὐτου̃

56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τò μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν

 

Κεφάλαιον ΚΔ' (24)

1 τη̨̃ δὲ μια̨̃ τω̃ν σαββάτων ὄρθρου βαθέως ἐπὶ τò μνη̃μα ἠ̃λθον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα

2 εὑ̃ρον δὲ τòν λίθον ἀποκεκυλισμένον ἀπò του̃ μνημείου

3 εἰσελθου̃σαι δὲ οὐχ εὑ̃ρον τò σω̃μα του̃ κυρίου ’Ιησου̃

4 καὶ ἐγένετο ἐν τω̨̃ ἀπορει̃σθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐται̃ς ἐν ἐσθη̃τι ἀστραπτούση̨

5 ἐμφόβων δὲ γενομένων αὐτω̃ν καὶ κλινουσω̃ν τὰ πρόσωπα εἰς τὴν γη̃ν εἰ̃παν πρòς αὐτάς τί ζητει̃τε τòν ζω̃ντα μετὰ τω̃ν νεκρω̃ν

6 οὐκ ἔστιν ὡ̃δε ἀλλὰ ἠγέρθη μνήσθητε ὡς ἐλάλησεν ὑμι̃ν ἔτι ὢν ἐν τη̨̃ Γαλιλαία̨

7 λέγων τòν υἱòν του̃ ἀνθρώπου ὅτι δει̃ παραδοθη̃ναι εἰς χει̃ρας ἀνθρώπων ἁμαρτωλω̃ν καὶ σταυρωθη̃ναι καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἀναστη̃ναι

8 καὶ ἐμνήσθησαν τω̃ν ῥημάτων αὐτου̃

9 καὶ ὑποστρέψασαι ἀπò του̃ μνημείου ἀπήγγειλαν ταυ̃τα πάντα τοι̃ς ἕνδεκα καὶ πα̃σιν τοι̃ς λοιποι̃ς

10 ἠ̃σαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ’Ιωάννα καὶ Μαρία ἡ ’Ιακώβου καὶ αἱ λοιπαὶ σὺν αὐται̃ς ἔλεγον πρòς τοὺς ἀποστόλους ταυ̃τα

11 καὶ ἐφάνησαν ἐνώπιον αὐτω̃ν ὡσεὶ λη̃ρος τὰ ῥήματα ταυ̃τα καὶ ἠπίστουν αὐται̃ς

12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τò μνημει̃ον καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα καὶ ἀπη̃λθεν πρòς ἑαυτòν θαυμάζων τò γεγονός

13 καὶ ἰδοὺ δύο ἐξ αὐτω̃ν ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἠ̃σαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπò ’Ιερουσαλήμ ἡ̨̃ ὄνομα ’Εμμαου̃ς

14 καὶ αὐτοὶ ὡμίλουν πρòς ἀλλήλους περὶ πάντων τω̃ν συμβεβηκότων τούτων

15 καὶ ἐγένετο ἐν τω̨̃ ὁμιλει̃ν αὐτοὺς καὶ συζητει̃ν καὶ αὐτòς ’Ιησου̃ς ἐγγίσας συνεπορεύετο αὐτοι̃ς

16 οἱ δὲ ὀφθαλμοὶ αὐτω̃ν ἐκρατου̃ντο του̃ μὴ ἐπιγνω̃ναι αὐτόν

17 εἰ̃πεν δὲ πρòς αὐτούς τίνες οἱ λόγοι οὑ̃τοι οὓς ἀντιβάλλετε πρòς ἀλλήλους περιπατου̃ντες καὶ ἐστάθησαν σκυθρωποί

18 ἀποκριθεὶς δὲ εἱ̃ς ὀνόματι Κλεοπα̃ς εἰ̃πεν πρòς αὐτόν σὺ μόνος παροικει̃ς ’Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτη̨̃ ἐν ται̃ς ἡμέραις ταύταις

19 καὶ εἰ̃πεν αὐτοι̃ς ποι̃α οἱ δὲ εἰ̃παν αὐτω̨̃ τὰ περὶ ’Ιησου̃ του̃ Ναζαρηνου̃ ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατòς ἐν ἔργω̨ καὶ λόγω̨ ἐναντίον του̃ θεου̃ καὶ παντòς του̃ λαου̃

20 ὅπως τε παρέδωκαν αὐτòν οἱ ἀρχιερει̃ς καὶ οἱ ἄρχοντες ἡμω̃ν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν

21 ἡμει̃ς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτρου̃σθαι τòν ’Ισραήλ ἀλλά γε καὶ σὺν πα̃σιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀφ' οὑ̃ ταυ̃τα ἐγένετο

22 ἀλλὰ καὶ γυναι̃κές τινες ἐξ ἡμω̃ν ἐξέστησαν ἡμα̃ς γενόμεναι ὀρθριναὶ ἐπὶ τò μνημει̃ον

23 καὶ μὴ εὑρου̃σαι τò σω̃μα αὐτου̃ ἠ̃λθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι οἳ λέγουσιν αὐτòν ζη̃ν

24 καὶ ἀπη̃λθόν τινες τω̃ν σὺν ἡμι̃ν ἐπὶ τò μνημει̃ον καὶ εὑ̃ρον οὕτως καθὼς καὶ αἱ γυναι̃κες εἰ̃πον αὐτòν δὲ οὐκ εἰ̃δον

25 καὶ αὐτòς εἰ̃πεν πρòς αὐτούς ὠ̃ ἀνόητοι καὶ βραδει̃ς τη̨̃ καρδία̨ του̃ πιστεύειν ἐπὶ πα̃σιν οἱ̃ς ἐλάλησαν οἱ προφη̃ται

26 οὐχὶ ταυ̃τα ἔδει παθει̃ν τòν Χριστòν καὶ εἰσελθει̃ν εἰς τὴν δόξαν αὐτου̃

27 καὶ ἀρξάμενος ἀπò Μωϋσέως καὶ ἀπò πάντων τω̃ν προφητω̃ν διερμήνευσεν αὐτοι̃ς ἐν πάσαις ται̃ς γραφαι̃ς τὰ περὶ ἑαυτου̃

28 καὶ ἤγγισαν εἰς τὴν κώμην οὑ̃ ἐπορεύοντο καὶ αὐτòς προσεποιήσατο πορρώτερον πορεύεσθαι

29 καὶ παρεβιάσαντο αὐτòν λέγοντες μει̃νον μεθ' ἡμω̃ν ὅτι πρòς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡμέρα καὶ εἰση̃λθεν του̃ μει̃ναι σὺν αὐτοι̃ς

30 καὶ ἐγένετο ἐν τω̨̃ κατακλιθη̃ναι αὐτòν μετ' αὐτω̃ν λαβὼν τòν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοι̃ς

31 αὐτω̃ν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν καὶ αὐτòς ἄφαντος ἐγένετο ἀπ' αὐτω̃ν

32 καὶ εἰ̃παν πρòς ἀλλήλους οὐχὶ ἡ καρδία ἡμω̃ν καιομένη ἠ̃ν ἐν ἡμι̃ν ὡς ἐλάλει ἡμι̃ν ἐν τη̨̃ ὁδω̨̃ ὡς διήνοιγεν ἡμι̃ν τὰς γραφάς

33 καὶ ἀναστάντες αὐτη̨̃ τη̨̃ ὥρα̨ ὑπέστρεψαν εἰς ’Ιερουσαλήμ καὶ εὑ̃ρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοι̃ς

34 λέγοντας ὅτι ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι

35 καὶ αὐτοὶ ἐξηγου̃ντο τὰ ἐν τη̨̃ ὁδω̨̃ καὶ ὡς ἐγνώσθη αὐτοι̃ς ἐν τη̨̃ κλάσει του̃ ἄρτου

36 ταυ̃τα δὲ αὐτω̃ν λαλούντων αὐτòς ἔστη ἐν μέσω̨ αὐτω̃ν καὶ λέγει αὐτοι̃ς εἰρήνη ὑμι̃ν

37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνευ̃μα θεωρει̃ν

38 καὶ εἰ̃πεν αὐτοι̃ς τί τεταραγμένοι ἐστέ καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τη̨̃ καρδία̨ ὑμω̃ν

39 ἴδετε τὰς χει̃ράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνευ̃μα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρει̃τε ἔχοντα

40 καὶ του̃το εἰπὼν ἔδειξεν αὐτοι̃ς τὰς χει̃ρας καὶ τοὺς πόδας

41 ἔτι δὲ ἀπιστούντων αὐτω̃ν ἀπò τη̃ς χαρα̃ς καὶ θαυμαζόντων εἰ̃πεν αὐτοι̃ς ἔχετέ τι βρώσιμον ἐνθάδε

42 οἱ δὲ ἐπέδωκαν αὐτω̨̃ ἰχθύος ὀπτου̃ μέρος

43 καὶ λαβὼν ἐνώπιον αὐτω̃ν ἔφαγεν

44 εἰ̃πεν δὲ πρòς αὐτούς οὑ̃τοι οἱ λόγοι μου οὓς ἐλάλησα πρòς ὑμα̃ς ἔτι ὢν σὺν ὑμι̃ν ὅτι δει̃ πληρωθη̃ναι πάντα τὰ γεγραμμένα ἐν τω̨̃ νόμω̨ Μωϋσέως καὶ τοι̃ς προφήταις καὶ ψαλμοι̃ς περὶ ἐμου̃

45 τότε διήνοιξεν αὐτω̃ν τòν νου̃ν του̃ συνιέναι τὰς γραφάς

46 καὶ εἰ̃πεν αὐτοι̃ς ὅτι οὕτως γέγραπται παθει̃ν τòν Χριστòν καὶ ἀναστη̃ναι ἐκ νεκρω̃ν τη̨̃ τρίτη̨ ἡμέρα̨

47 καὶ κηρυχθη̃ναι ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιω̃ν εἰς πάντα τὰ ἔθνη ἀρξάμενοι ἀπò ’Ιερουσαλήμ

48 ὑμει̃ς μάρτυρες τούτων

49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν του̃ πατρός μου ἐφ' ὑμα̃ς ὑμει̃ς δὲ καθίσατε ἐν τη̨̃ πόλει ἕως οὑ̃ ἐνδύσησθε ἐξ ὕψους δύναμιν

50 ἐξήγαγεν δὲ αὐτοὺς ἔξω ἕως πρòς Βηθανίαν καὶ ἐπάρας τὰς χει̃ρας αὐτου̃ εὐλόγησεν αὐτούς

51 καὶ ἐγένετο ἐν τω̨̃ εὐλογει̃ν αὐτòν αὐτοὺς διέστη ἀπ' αὐτω̃ν καὶ ἀνεφέρετο εἰς τòν οὐρανόν

52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτòν ὑπέστρεψαν εἰς ’Ιερουσαλὴμ μετὰ χαρα̃ς μεγάλης

53 καὶ ἠ̃σαν διὰ παντòς ἐν τω̨̃ ἱερω̨̃ εὐλογου̃ντες τòν θεόν

 

Κνθγξ

[X]