Πρòς ’Εφεσίους ἐπιστολὴ ἀποστόλου Παυ̃λου

Κεφάλαιον Α' (1)

1 Παυ̃λος ἀπόστολος Χριστου̃ ’Ιησου̃ διὰ θελήματος θεου̃ τοι̃ς ἁγίοις τοι̃ς οὐ̃σιν ἐν ’Εφέσω̨ καὶ πιστοι̃ς ἐν Χριστω̨̃ ’Ιησου̃

2 χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃

3 εὐλογητòς ὁ θεòς καὶ πατὴρ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ ὁ εὐλογήσας ἡμα̃ς ἐν πάση̨ εὐλογία̨ πνευματικη̨̃ ἐν τοι̃ς ἐπουρανίοις ἐν Χριστω̨̃

4 καθὼς ἐξελέξατο ἡμα̃ς ἐν αὐτω̨̃ πρò καταβολη̃ς κόσμου εἰ̃ναι ἡμα̃ς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτου̃ ἐν ἀγάπη̨

5 προορίσας ἡμα̃ς εἰς υἱοθεσίαν διὰ ’Ιησου̃ Χριστου̃ εἰς αὐτόν κατὰ τὴν εὐδοκίαν του̃ θελήματος αὐτου̃

6 εἰς ἔπαινον δόξης τη̃ς χάριτος αὐτου̃ ἡ̃ς ἐχαρίτωσεν ἡμα̃ς ἐν τω̨̃ ἠγαπημένω̨

7 ἐν ὡ̨̃ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ του̃ αἵματος αὐτου̃ τὴν ἄφεσιν τω̃ν παραπτωμάτων κατὰ τò πλου̃τος τη̃ς χάριτος αὐτου̃

8 ἡ̃ς ἐπερίσσευσεν εἰς ἡμα̃ς ἐν πάση̨ σοφία̨ καὶ φρονήσει

9 γνωρίσας ἡμι̃ν τò μυστήριον του̃ θελήματος αὐτου̃ κατὰ τὴν εὐδοκίαν αὐτου̃ ἣν προέθετο ἐν αὐτω̨̃

10 εἰς οἰκονομίαν του̃ πληρώματος τω̃ν καιρω̃ν ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τω̨̃ Χριστω̨̃ τὰ ἐπὶ τοι̃ς οὐρανοι̃ς καὶ τὰ ἐπὶ τη̃ς γη̃ς ἐν αὐτω̨̃

11 ἐν ὡ̨̃ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν του̃ τὰ πάντα ἐνεργου̃ντος κατὰ τὴν βουλὴν του̃ θελήματος αὐτου̃

12 εἰς τò εἰ̃ναι ἡμα̃ς εἰς ἔπαινον δόξης αὐτου̃ τοὺς προηλπικότας ἐν τω̨̃ Χριστω̨̃

13 ἐν ὡ̨̃ καὶ ὑμει̃ς ἀκούσαντες τòν λόγον τη̃ς ἀληθείας τò εὐαγγέλιον τη̃ς σωτηρίας ὑμω̃ν ἐν ὡ̨̃ καὶ πιστεύσαντες ἐσφραγίσθητε τω̨̃ πνεύματι τη̃ς ἐπαγγελίας τω̨̃ ἁγίω̨

14 ὅ ἐστιν ἀρραβὼν τη̃ς κληρονομίας ἡμω̃ν εἰς ἀπολύτρωσιν τη̃ς περιποιήσεως εἰς ἔπαινον τη̃ς δόξης αὐτου̃

15 διὰ του̃το κἀγώ ἀκούσας τὴν καθ' ὑμα̃ς πίστιν ἐν τω̨̃ κυρίω̨ ’Ιησου̃ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους

16 οὐ παύομαι εὐχαριστω̃ν ὑπὲρ ὑμω̃ν μνείαν ποιούμενος ἐπὶ τω̃ν προσευχω̃ν μου

17 ἵνα ὁ θεòς του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ ὁ πατὴρ τη̃ς δόξης δώη̨ ὑμι̃ν πνευ̃μα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτου̃

18 πεφωτισμένους τοὺς ὀφθαλμοὺς τη̃ς καρδίας ὑμω̃ν εἰς τò εἰδέναι ὑμα̃ς τίς ἐστιν ἡ ἐλπὶς τη̃ς κλήσεως αὐτου̃ τίς ὁ πλου̃τος τη̃ς δόξης τη̃ς κληρονομίας αὐτου̃ ἐν τοι̃ς ἁγίοις

19 καὶ τί τò ὑπερβάλλον μέγεθος τη̃ς δυνάμεως αὐτου̃ εἰς ἡμα̃ς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν του̃ κράτους τη̃ς ἰσχύος αὐτου̃

20 ἣν ἐνήργησεν ἐν τω̨̃ Χριστω̨̃ ἐγείρας αὐτòν ἐκ νεκρω̃ν καὶ καθίσας ἐν δεξια̨̃ αὐτου̃ ἐν τοι̃ς ἐπουρανίοις

21 ὑπεράνω πάσης ἀρχη̃ς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντòς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τω̨̃ αἰω̃νι τούτω̨ ἀλλὰ καὶ ἐν τω̨̃ μέλλοντι

22 καὶ πάντα ὑπέταξεν ὑπò τοὺς πόδας αὐτου̃ καὶ αὐτòν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τη̨̃ ἐκκλησία̨

23 ἥτις ἐστὶν τò σω̃μα αὐτου̃ τò πλήρωμα του̃ τὰ πάντα ἐν πα̃σιν πληρουμένου

 

Κεφάλαιον Β' (2)

1 καὶ ὑμα̃ς ὄντας νεκροὺς τοι̃ς παραπτώμασιν καὶ ται̃ς ἁμαρτίαις ὑμω̃ν

2 ἐν αἱ̃ς ποτε περιεπατήσατε κατὰ τòν αἰω̃να του̃ κόσμου τούτου κατὰ τòν ἄρχοντα τη̃ς ἐξουσίας του̃ ἀέρος του̃ πνεύματος του̃ νυ̃ν ἐνεργου̃ντος ἐν τοι̃ς υἱοι̃ς τη̃ς ἀπειθείας

3 ἐν οἱ̃ς καὶ ἡμει̃ς πάντες ἀνεστράφημέν ποτε ἐν ται̃ς ἐπιθυμίαις τη̃ς σαρκòς ἡμω̃ν ποιου̃ντες τὰ θελήματα τη̃ς σαρκòς καὶ τω̃ν διανοιω̃ν καὶ ἤμεθα τέκνα φύσει ὀργη̃ς ὡς καὶ οἱ λοιποί

4 ὁ δὲ θεòς πλούσιος ὢν ἐν ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτου̃ ἣν ἠγάπησεν ἡμα̃ς

5 καὶ ὄντας ἡμα̃ς νεκροὺς τοι̃ς παραπτώμασιν συνεζωοποίησεν τω̨̃ Χριστω̨̃ χάριτί ἐστε σεσω̨σμένοι

6 καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοι̃ς ἐπουρανίοις ἐν Χριστω̨̃ ’Ιησου̃

7 ἵνα ἐνδείξηται ἐν τοι̃ς αἰω̃σιν τοι̃ς ἐπερχομένοις τò ὑπερβάλλον πλου̃τος τη̃ς χάριτος αὐτου̃ ἐν χρηστότητι ἐφ' ἡμα̃ς ἐν Χριστω̨̃ ’Ιησου̃

8 τη̨̃ γὰρ χάριτί ἐστε σεσω̨σμένοι διὰ πίστεως καὶ του̃το οὐκ ἐξ ὑμω̃ν θεου̃ τò δω̃ρον

9 οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται

10 αὐτου̃ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν Χριστω̨̃ ’Ιησου̃ ἐπὶ ἔργοις ἀγαθοι̃ς οἱ̃ς προητοίμασεν ὁ θεòς ἵνα ἐν αὐτοι̃ς περιπατήσωμεν

11 διò μνημονεύετε ὅτι ποτὲ ὑμει̃ς τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπò τη̃ς λεγομένης περιτομη̃ς ἐν σαρκὶ χειροποιήτου

12 ὅτι ἠ̃τε τω̨̃ καιρω̨̃ ἐκείνω̨ χωρὶς Χριστου̃ ἀπηλλοτριωμένοι τη̃ς πολιτείας του̃ ’Ισραὴλ καὶ ξένοι τω̃ν διαθηκω̃ν τη̃ς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τω̨̃ κόσμω̨

13 νυνὶ δὲ ἐν Χριστω̨̃ ’Ιησου̃ ὑμει̃ς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τω̨̃ αἵματι του̃ Χριστου̃

14 αὐτòς γάρ ἐστιν ἡ εἰρήνη ἡμω̃ν ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τò μεσότοιχον του̃ φραγμου̃ λύσας τὴν ἔχθραν ἐν τη̨̃ σαρκὶ αὐτου̃

15 τòν νόμον τω̃ν ἐντολω̃ν ἐν δόγμασιν καταργήσας ἵνα τοὺς δύο κτίση̨ ἐν αὐτω̨̃ εἰς ἕνα καινòν ἄνθρωπον ποιω̃ν εἰρήνην

16 καὶ ἀποκαταλλάξη̨ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τω̨̃ θεω̨̃ διὰ του̃ σταυρου̃ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτω̨̃

17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμι̃ν τοι̃ς μακρὰν καὶ εἰρήνην τοι̃ς ἐγγύς

18 ὅτι δι' αὐτου̃ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρòς τòν πατέρα

19 ἄρα οὐ̃ν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ ἐστὲ συμπολι̃ται τω̃ν ἁγίων καὶ οἰκει̃οι του̃ θεου̃

20 ἐποικοδομηθέντες ἐπὶ τω̨̃ θεμελίω̨ τω̃ν ἀποστόλων καὶ προφητω̃ν ὄντος ἀκρογωνιαίου αὐτου̃ Χριστου̃ ’Ιησου̃

21 ἐν ὡ̨̃ πα̃σα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναòν ἅγιον ἐν κυρίω̨

22 ἐν ὡ̨̃ καὶ ὑμει̃ς συνοικοδομει̃σθε εἰς κατοικητήριον του̃ θεου̃ ἐν πνεύματι

 

Κεφάλαιον Γ' (3)

1 τούτου χάριν ἐγὼ Παυ̃λος ὁ δέσμιος του̃ Χριστου̃ ’Ιησου̃ ὑπὲρ ὑμω̃ν τω̃ν ἐθνω̃ν

2 εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τη̃ς χάριτος του̃ θεου̃ τη̃ς δοθείσης μοι εἰς ὑμα̃ς

3 ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τò μυστήριον καθὼς προέγραψα ἐν ὀλίγω̨

4 πρòς ὃ δύνασθε ἀναγινώσκοντες νοη̃σαι τὴν σύνεσίν μου ἐν τω̨̃ μυστηρίω̨ του̃ Χριστου̃

5 ὃ ἑτέραις γενεαι̃ς οὐκ ἐγνωρίσθη τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων ὡς νυ̃ν ἀπεκαλύφθη τοι̃ς ἁγίοις ἀποστόλοις αὐτου̃ καὶ προφήταις ἐν πνεύματι

6 εἰ̃ναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τη̃ς ἐπαγγελίας ἐν Χριστω̨̃ ’Ιησου̃ διὰ του̃ εὐαγγελίου

7 οὑ̃ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τη̃ς χάριτος του̃ θεου̃ τη̃ς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τη̃ς δυνάμεως αὐτου̃

8 ἐμοὶ τω̨̃ ἐλαχιστοτέρω̨ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη τοι̃ς ἔθνεσιν εὐαγγελίσασθαι τò ἀνεξιχνίαστον πλου̃τος του̃ Χριστου̃

9 καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία του̃ μυστηρίου του̃ ἀποκεκρυμμένου ἀπò τω̃ν αἰώνων ἐν τω̨̃ θεω̨̃ τω̨̃ τὰ πάντα κτίσαντι

10 ἵνα γνωρισθη̨̃ νυ̃ν ται̃ς ἀρχαι̃ς καὶ ται̃ς ἐξουσίαις ἐν τοι̃ς ἐπουρανίοις διὰ τη̃ς ἐκκλησίας ἡ πολυποίκιλος σοφία του̃ θεου̃

11 κατὰ πρόθεσιν τω̃ν αἰώνων ἣν ἐποίησεν ἐν τω̨̃ Χριστω̨̃ ’Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν

12 ἐν ὡ̨̃ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τη̃ς πίστεως αὐτου̃

13 διò αἰτου̃μαι μὴ ἐγκακει̃ν ἐν ται̃ς θλίψεσίν μου ὑπὲρ ὑμω̃ν ἥτις ἐστὶν δόξα ὑμω̃ν

14 τούτου χάριν κάμπτω τὰ γόνατά μου πρòς τòν πατέρα

15 ἐξ οὑ̃ πα̃σα πατριὰ ἐν οὐρανοι̃ς καὶ ἐπὶ γη̃ς ὀνομάζεται

16 ἵνα δω̨̃ ὑμι̃ν κατὰ τò πλου̃τος τη̃ς δόξης αὐτου̃ δυνάμει κραταιωθη̃ναι διὰ του̃ πνεύματος αὐτου̃ εἰς τòν ἔσω ἄνθρωπον

17 κατοικη̃σαι τòν Χριστòν διὰ τη̃ς πίστεως ἐν ται̃ς καρδίαις ὑμω̃ν ἐν ἀγάπη̨ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι

18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πα̃σιν τοι̃ς ἁγίοις τί τò πλάτος καὶ μη̃κος καὶ ὕψος καὶ βάθος

19 γνω̃ναί τε τὴν ὑπερβάλλουσαν τη̃ς γνώσεως ἀγάπην του̃ Χριστου̃ ἵνα πληρωθη̃τε εἰς πα̃ν τò πλήρωμα του̃ θεου̃

20 τω̨̃ δὲ δυναμένω̨ ὑπὲρ πάντα ποιη̃σαι ὑπερεκπερισσου̃ ὡ̃ν αἰτούμεθα ἢ νοου̃μεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμι̃ν

21 αὐτω̨̃ ἡ δόξα ἐν τη̨̃ ἐκκλησία̨ καὶ ἐν Χριστω̨̃ ’Ιησου̃ εἰς πάσας τὰς γενεὰς του̃ αἰω̃νος τω̃ν αἰώνων ἀμήν

 

Κεφάλαιον Δ' (4)

1 παρακαλω̃ οὐ̃ν ὑμα̃ς ἐγὼ ὁ δέσμιος ἐν κυρίω̨ ἀξίως περιπατη̃σαι τη̃ς κλήσεως ἡ̃ς ἐκλήθητε

2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπη̨

3 σπουδάζοντες τηρει̃ν τὴν ἑνότητα του̃ πνεύματος ἐν τω̨̃ συνδέσμω̨ τη̃ς εἰρήνης

4 ἓν σω̃μα καὶ ἓν πνευ̃μα καθὼς καὶ ἐκλήθητε ἐν μια̨̃ ἐλπίδι τη̃ς κλήσεως ὑμω̃ν

5 εἱ̃ς κύριος μία πίστις ἓν βάπτισμα

6 εἱ̃ς θεòς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πα̃σιν

7 ἑνὶ δὲ ἑκάστω̨ ἡμω̃ν ἐδόθη ἡ χάρις κατὰ τò μέτρον τη̃ς δωρεα̃ς του̃ Χριστου̃

8 διò λέγει ἀναβὰς εἰς ὕψος ἠ̨χμαλώτευσεν αἰχμαλωσίαν ἔδωκεν δόματα τοι̃ς ἀνθρώποις

9 τò δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τη̃ς γη̃ς

10 ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τω̃ν οὐρανω̃ν ἵνα πληρώση̨ τὰ πάντα

11 καὶ αὐτòς ἔδωκεν τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας τοὺς δὲ εὐαγγελιστάς τοὺς δὲ ποιμένας καὶ διδασκάλους

12 πρòς τòν καταρτισμòν τω̃ν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν του̃ σώματος του̃ Χριστου̃

13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τη̃ς πίστεως καὶ τη̃ς ἐπιγνώσεως του̃ υἱου̃ του̃ θεου̃ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας του̃ πληρώματος του̃ Χριστου̃

14 ἵνα μηκέτι ὠ̃μεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμω̨ τη̃ς διδασκαλίας ἐν τη̨̃ κυβεία̨ τω̃ν ἀνθρώπων ἐν πανουργία̨ πρòς τὴν μεθοδείαν τη̃ς πλάνης

15 ἀληθεύοντες δὲ ἐν ἀγάπη̨ αὐξήσωμεν εἰς αὐτòν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή Χριστός

16 ἐξ οὑ̃ πα̃ν τò σω̃μα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφη̃ς τη̃ς ἐπιχορηγίας κατ' ἐνέργειαν ἐν μέτρω̨ ἑνòς ἑκάστου μέρους τὴν αὔξησιν του̃ σώματος ποιει̃ται εἰς οἰκοδομὴν ἑαυτου̃ ἐν ἀγάπη̨

17 του̃το οὐ̃ν λέγω καὶ μαρτύρομαι ἐν κυρίω̨ μηκέτι ὑμα̃ς περιπατει̃ν καθὼς καὶ τὰ ἔθνη περιπατει̃ ἐν ματαιότητι του̃ νοòς αὐτω̃ν

18 ἐσκοτωμένοι τη̨̃ διανοία̨ ὄντες ἀπηλλοτριωμένοι τη̃ς ζωη̃ς του̃ θεου̃ διὰ τὴν ἄγνοιαν τὴν οὐ̃σαν ἐν αὐτοι̃ς διὰ τὴν πώρωσιν τη̃ς καρδίας αὐτω̃ν

19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τη̨̃ ἀσελγεία̨ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξία̨

20 ὑμει̃ς δὲ οὐχ οὕτως ἐμάθετε τòν Χριστόν

21 εἴ γε αὐτòν ἠκούσατε καὶ ἐν αὐτω̨̃ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τω̨̃ ’Ιησου̃

22 ἀποθέσθαι ὑμα̃ς κατὰ τὴν προτέραν ἀναστροφὴν τòν παλαιòν ἄνθρωπον τòν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τη̃ς ἀπάτης

23 ἀνανεου̃σθαι δὲ τω̨̃ πνεύματι του̃ νοòς ὑμω̃ν

24 καὶ ἐνδύσασθαι τòν καινòν ἄνθρωπον τòν κατὰ θεòν κτισθέντα ἐν δικαιοσύνη̨ καὶ ὁσιότητι τη̃ς ἀληθείας

25 διò ἀποθέμενοι τò ψευ̃δος λαλει̃τε ἀλήθειαν ἕκαστος μετὰ του̃ πλησίον αὐτου̃ ὅτι ἐσμὲν ἀλλήλων μέλη

26 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τω̨̃ παροργισμω̨̃ ὑμω̃ν

27 μηδὲ δίδοτε τόπον τω̨̃ διαβόλω̨

28 ὁ κλέπτων μηκέτι κλεπτέτω μα̃λλον δὲ κοπιάτω ἐργαζόμενος ται̃ς ἰδίαις χερσὶν τò ἀγαθόν ἵνα ἔχη̨ μεταδιδόναι τω̨̃ χρείαν ἔχοντι

29 πα̃ς λόγος σαπρòς ἐκ του̃ στόματος ὑμω̃ν μὴ ἐκπορευέσθω ἀλλὰ εἴ τις ἀγαθòς πρòς οἰκοδομὴν τη̃ς χρείας ἵνα δω̨̃ χάριν τοι̃ς ἀκούουσιν

30 καὶ μὴ λυπει̃τε τò πνευ̃μα τò ἅγιον του̃ θεου̃ ἐν ὡ̨̃ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως

31 πα̃σα πικρία καὶ θυμòς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμω̃ν σὺν πάση̨ κακία̨

32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοι̃ς καθὼς καὶ ὁ θεòς ἐν Χριστω̨̃ ἐχαρίσατο ὑμι̃ν

 

Κεφάλαιον Ε' (5)

1 γίνεσθε οὐ̃ν μιμηταὶ του̃ θεου̃ ὡς τέκνα ἀγαπητά

2 καὶ περιπατει̃τε ἐν ἀγάπη̨ καθὼς καὶ ὁ Χριστòς ἠγάπησεν ἡμα̃ς καὶ παρέδωκεν ἑαυτòν ὑπὲρ ἡμω̃ν προσφορὰν καὶ θυσίαν τω̨̃ θεω̨̃ εἰς ὀσμὴν εὐωδίας

3 πορνεία δὲ καὶ ἀκαθαρσία πα̃σα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμι̃ν καθὼς πρέπει ἁγίοις

4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία ἃ οὐκ ἀνη̃κεν ἀλλὰ μα̃λλον εὐχαριστία

5 του̃το γὰρ ἴστε γινώσκοντες ὅτι πα̃ς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης ὅ ἐστιν εἰδωλολάτρης οὐκ ἔχει κληρονομίαν ἐν τη̨̃ βασιλεία̨ του̃ Χριστου̃ καὶ θεου̃

6 μηδεὶς ὑμα̃ς ἀπατάτω κενοι̃ς λόγοις διὰ ταυ̃τα γὰρ ἔρχεται ἡ ὀργὴ του̃ θεου̃ ἐπὶ τοὺς υἱοὺς τη̃ς ἀπειθείας

7 μὴ οὐ̃ν γίνεσθε συμμέτοχοι αὐτω̃ν

8 ἠ̃τε γάρ ποτε σκότος νυ̃ν δὲ φω̃ς ἐν κυρίω̨ ὡς τέκνα φωτòς περιπατει̃τε

9 ὁ γὰρ καρπòς του̃ φωτòς ἐν πάση̨ ἀγαθωσύνη̨ καὶ δικαιοσύνη̨ καὶ ἀληθεία̨

10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τω̨̃ κυρίω̨

11 καὶ μὴ συγκοινωνει̃τε τοι̃ς ἔργοις τοι̃ς ἀκάρποις του̃ σκότους μα̃λλον δὲ καὶ ἐλέγχετε

12 τὰ γὰρ κρυφη̨̃ γινόμενα ὑπ' αὐτω̃ν αἰσχρόν ἐστιν καὶ λέγειν

13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπò του̃ φωτòς φανερου̃ται

14 πα̃ν γὰρ τò φανερούμενον φω̃ς ἐστιν διò λέγει ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τω̃ν νεκρω̃ν καὶ ἐπιφαύσει σοι ὁ Χριστός

15 βλέπετε οὐ̃ν ἀκριβω̃ς πω̃ς περιπατει̃τε μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί

16 ἐξαγοραζόμενοι τòν καιρόν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν

17 διὰ του̃το μὴ γίνεσθε ἄφρονες ἀλλὰ συνίετε τί τò θέλημα του̃ κυρίου

18 καὶ μὴ μεθύσκεσθε οἴνω̨ ἐν ὡ̨̃ ἐστιν ἀσωτία ἀλλὰ πληρου̃σθε ἐν πνεύματι

19 λαλου̃ντες ἑαυτοι̃ς ἐν ψαλμοι̃ς καὶ ὕμνοις καὶ ὠ̨δαι̃ς πνευματικαι̃ς ἄ̨δοντες καὶ ψάλλοντες τη̨̃ καρδία̨ ὑμω̃ν τω̨̃ κυρίω̨

20 εὐχαριστου̃ντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ τω̨̃ θεω̨̃ καὶ πατρί

21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβω̨ Χριστου̃

22 αἱ γυναι̃κες τοι̃ς ἰδίοις ἀνδράσιν ὡς τω̨̃ κυρίω̨

23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τη̃ς γυναικòς ὡς καὶ ὁ Χριστòς κεφαλὴ τη̃ς ἐκκλησίας αὐτòς σωτὴρ του̃ σώματος

24 ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τω̨̃ Χριστω̨̃ οὕτως καὶ αἱ γυναι̃κες τοι̃ς ἀνδράσιν ἐν παντί

25 οἱ ἄνδρες ἀγαπα̃τε τὰς γυναι̃κας καθὼς καὶ ὁ Χριστòς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτòν παρέδωκεν ὑπὲρ αὐτη̃ς

26 ἵνα αὐτὴν ἁγιάση̨ καθαρίσας τω̨̃ λουτρω̨̃ του̃ ὕδατος ἐν ῥήματι

27 ἵνα παραστήση̨ αὐτòς ἑαυτω̨̃ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τω̃ν τοιούτων ἀλλ' ἵνα ἠ̨̃ ἁγία καὶ ἄμωμος

28 οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπα̃ν τὰς ἑαυτω̃ν γυναι̃κας ὡς τὰ ἑαυτω̃ν σώματα ὁ ἀγαπω̃ν τὴν ἑαυτου̃ γυναι̃κα ἑαυτòν ἀγαπα̨̃

29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτου̃ σάρκα ἐμίσησεν ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν καθὼς καὶ ὁ Χριστòς τὴν ἐκκλησίαν

30 ὅτι μέλη ἐσμὲν του̃ σώματος αὐτου̃

31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τòν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρòς τὴν γυναι̃κα αὐτου̃ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν

32 τò μυστήριον του̃το μέγα ἐστίν ἐγὼ δὲ λέγω εἰς Χριστòν καὶ εἰς τὴν ἐκκλησίαν

33 πλὴν καὶ ὑμει̃ς οἱ καθ' ἕνα ἕκαστος τὴν ἑαυτου̃ γυναι̃κα οὕτως ἀγαπάτω ὡς ἑαυτόν ἡ δὲ γυνὴ ἵνα φοβη̃ται τòν ἄνδρα

 

Κεφάλαιον ΣΤ' (6)

1 τὰ τέκνα ὑπακούετε τοι̃ς γονευ̃σιν ὑμω̃ν ἐν κυρίω̨ του̃το γάρ ἐστιν δίκαιον

2 τίμα τòν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελία̨

3 ἵνα εὐ̃ σοι γένηται καὶ ἔση̨ μακροχρόνιος ἐπὶ τη̃ς γη̃ς

4 καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμω̃ν ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδεία̨ καὶ νουθεσία̨ κυρίου

5 οἱ δου̃λοι ὑπακούετε τοι̃ς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τη̃ς καρδίας ὑμω̃ν ὡς τω̨̃ Χριστω̨̃

6 μὴ κατ' ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ' ὡς δου̃λοι Χριστου̃ ποιου̃ντες τò θέλημα του̃ θεου̃ ἐκ ψυχη̃ς

7 μετ' εὐνοίας δουλεύοντες ὡς τω̨̃ κυρίω̨ καὶ οὐκ ἀνθρώποις

8 εἰδότες ὅτι ἕκαστος ἐάν τι ποιήση̨ ἀγαθόν του̃το κομίσεται παρὰ κυρίου εἴτε δου̃λος εἴτε ἐλεύθερος

9 καὶ οἱ κύριοι τὰ αὐτὰ ποιει̃τε πρòς αὐτούς ἀνιέντες τὴν ἀπειλήν εἰδότες ὅτι καὶ αὐτω̃ν καὶ ὑμω̃ν ὁ κύριός ἐστιν ἐν οὐρανοι̃ς καὶ προσωπολημψία οὐκ ἔστιν παρ' αὐτω̨̃

10 του̃ λοιπου̃ ἐνδυναμου̃σθε ἐν κυρίω̨ καὶ ἐν τω̨̃ κράτει τη̃ς ἰσχύος αὐτου̃

11 ἐνδύσασθε τὴν πανοπλίαν του̃ θεου̃ πρòς τò δύνασθαι ὑμα̃ς στη̃ναι πρòς τὰς μεθοδείας του̃ διαβόλου

12 ὅτι οὐκ ἔστιν ἡμι̃ν ἡ πάλη πρòς αἱ̃μα καὶ σάρκα ἀλλὰ πρòς τὰς ἀρχάς πρòς τὰς ἐξουσίας πρòς τοὺς κοσμοκράτορας του̃ σκότους τούτου πρòς τὰ πνευματικὰ τη̃ς πονηρίας ἐν τοι̃ς ἐπουρανίοις

13 διὰ του̃το ἀναλάβετε τὴν πανοπλίαν του̃ θεου̃ ἵνα δυνηθη̃τε ἀντιστη̃ναι ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ πονηρα̨̃ καὶ ἅπαντα κατεργασάμενοι στη̃ναι

14 στη̃τε οὐ̃ν περιζωσάμενοι τὴν ὀσφὺν ὑμω̃ν ἐν ἀληθεία̨ καὶ ἐνδυσάμενοι τòν θώρακα τη̃ς δικαιοσύνης

15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασία̨ του̃ εὐαγγελίου τη̃ς εἰρήνης

16 ἐν πα̃σιν ἀναλαβόντες τòν θυρεòν τη̃ς πίστεως ἐν ὡ̨̃ δυνήσεσθε πάντα τὰ βέλη του̃ πονηρου̃ τὰ πεπυρωμένα σβέσαι

17 καὶ τὴν περικεφαλαίαν του̃ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν του̃ πνεύματος ὅ ἐστιν ῥη̃μα θεου̃

18 διὰ πάσης προσευχη̃ς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρω̨̃ ἐν πνεύματι καὶ εἰς αὐτò ἀγρυπνου̃ντες ἐν πάση̨ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τω̃ν ἁγίων

19 καὶ ὑπὲρ ἐμου̃ ἵνα μοι δοθη̨̃ λόγος ἐν ἀνοίξει του̃ στόματός μου ἐν παρρησία̨ γνωρίσαι τò μυστήριον του̃ εὐαγγελίου

20 ὑπὲρ οὑ̃ πρεσβεύω ἐν ἁλύσει ἵνα ἐν αὐτω̨̃ παρρησιάσωμαι ὡς δει̃ με λαλη̃σαι

21 ἵνα δὲ εἰδη̃τε καὶ ὑμει̃ς τὰ κατ' ἐμέ τί πράσσω πάντα γνωρίσει ὑμι̃ν τυχικòς ὁ ἀγαπητòς ἀδελφòς καὶ πιστòς διάκονος ἐν κυρίω̨

22 ὃν ἔπεμψα πρòς ὑμα̃ς εἰς αὐτò του̃το ἵνα γνω̃τε τὰ περὶ ἡμω̃ν καὶ παρακαλέση̨ τὰς καρδίας ὑμω̃ν

23 εἰρήνη τοι̃ς ἀδελφοι̃ς καὶ ἀγάπη μετὰ πίστεως ἀπò θεου̃ πατρòς καὶ κυρίου ’Ιησου̃ Χριστου̃

24 ἡ χάρις μετὰ πάντων τω̃ν ἀγαπώντων τòν κύριον ἡμω̃ν ’Ιησου̃ν Χριστòν ἐν ἀφθαρσία̨

 

Κνθγξ

[X]