Πρòς Θεσσαλονικει̃ς ἐπιστολὴ ἀποστόλου Παυ̃λου Β’

Κεφάλαιον Α' (1)

1 Παυ̃λος καὶ Σιλουανòς καὶ Τιμόθεος τη̨̃ ἐκκλησία̨ Θεσσαλονικέων ἐν θεω̨̃ πατρὶ ἡμω̃ν καὶ κυρίω̨ ’Ιησου̃ Χριστω̨̃

2 χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃

3 εὐχαριστει̃ν ὀφείλομεν τω̨̃ θεω̨̃ πάντοτε περὶ ὑμω̃ν ἀδελφοί καθὼς ἄξιόν ἐστιν ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμω̃ν καὶ πλεονάζει ἡ ἀγάπη ἑνòς ἑκάστου πάντων ὑμω̃ν εἰς ἀλλήλους

4 ὥστε αὐτοὺς ἡμα̃ς ἐν ὑμι̃ν ἐγκαυχα̃σθαι ἐν ται̃ς ἐκκλησίαις του̃ θεου̃ ὑπὲρ τη̃ς ὑπομονη̃ς ὑμω̃ν καὶ πίστεως ἐν πα̃σιν τοι̃ς διωγμοι̃ς ὑμω̃ν καὶ ται̃ς θλίψεσιν αἱ̃ς ἀνέχεσθε

5 ἔνδειγμα τη̃ς δικαίας κρίσεως του̃ θεου̃ εἰς τò καταξιωθη̃ναι ὑμα̃ς τη̃ς βασιλείας του̃ θεου̃ ὑπὲρ ἡ̃ς καὶ πάσχετε

6 εἴπερ δίκαιον παρὰ θεω̨̃ ἀνταποδου̃ναι τοι̃ς θλίβουσιν ὑμα̃ς θλι̃ψιν

7 καὶ ὑμι̃ν τοι̃ς θλιβομένοις ἄνεσιν μεθ' ἡμω̃ν ἐν τη̨̃ ἀποκαλύψει του̃ κυρίου ’Ιησου̃ ἀπ' οὐρανου̃ μετ' ἀγγέλων δυνάμεως αὐτου̃

8 ἐν πυρὶ φλογός διδόντος ἐκδίκησιν τοι̃ς μὴ εἰδόσιν θεòν καὶ τοι̃ς μὴ ὑπακούουσιν τω̨̃ εὐαγγελίω̨ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃

9 οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπò προσώπου του̃ κυρίου καὶ ἀπò τη̃ς δόξης τη̃ς ἰσχύος αὐτου̃

10 ὅταν ἔλθη̨ ἐνδοξασθη̃ναι ἐν τοι̃ς ἁγίοις αὐτου̃ καὶ θαυμασθη̃ναι ἐν πα̃σιν τοι̃ς πιστεύσασιν ὅτι ἐπιστεύθη τò μαρτύριον ἡμω̃ν ἐφ' ὑμα̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨

11 εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμω̃ν ἵνα ὑμα̃ς ἀξιώση̨ τη̃ς κλήσεως ὁ θεòς ἡμω̃ν καὶ πληρώση̨ πα̃σαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει

12 ὅπως ἐνδοξασθη̨̃ τò ὄνομα του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ ἐν ὑμι̃ν καὶ ὑμει̃ς ἐν αὐτω̨̃ κατὰ τὴν χάριν του̃ θεου̃ ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃

 

Κεφάλαιον Β' (2)

1 ἐρωτω̃μεν δὲ ὑμα̃ς ἀδελφοί ὑπὲρ τη̃ς παρουσίας του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ καὶ ἡμω̃ν ἐπισυναγωγη̃ς ἐπ' αὐτόν

2 εἰς τò μὴ ταχέως σαλευθη̃ναι ὑμα̃ς ἀπò του̃ νοòς μηδὲ θροει̃σθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι' ἐπιστολη̃ς ὡς δι' ἡμω̃ν ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα του̃ κυρίου

3 μή τις ὑμα̃ς ἐξαπατήση̨ κατὰ μηδένα τρόπον ὅτι ἐὰν μὴ ἔλθη̨ ἡ ἀποστασία πρω̃τον καὶ ἀποκαλυφθη̨̃ ὁ ἄνθρωπος τη̃ς ἀνομίας ὁ υἱòς τη̃ς ἀπωλείας

4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεòν ἢ σέβασμα ὥστε αὐτòν εἰς τòν ναòν του̃ θεου̃ καθίσαι ἀποδεικνύντα ἑαυτòν ὅτι ἔστιν θεός

5 οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρòς ὑμα̃ς ταυ̃τα ἔλεγον ὑμι̃ν

6 καὶ νυ̃ν τò κατέχον οἴδατε εἰς τò ἀποκαλυφθη̃ναι αὐτòν ἐν τω̨̃ ἑαυτου̃ καιρω̨̃

7 τò γὰρ μυστήριον ἤδη ἐνεργει̃ται τη̃ς ἀνομίας μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται

8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος ὃν ὁ κύριος ’Ιησου̃ς ἀνελει̃ τω̨̃ πνεύματι του̃ στόματος αὐτου̃ καὶ καταργήσει τη̨̃ ἐπιφανεία̨ τη̃ς παρουσίας αὐτου̃

9 οὑ̃ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν του̃ Σατανα̃ ἐν πάση̨ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους

10 καὶ ἐν πάση̨ ἀπάτη̨ ἀδικίας τοι̃ς ἀπολλυμένοις ἀνθ' ὡ̃ν τὴν ἀγάπην τη̃ς ἀληθείας οὐκ ἐδέξαντο εἰς τò σωθη̃ναι αὐτούς

11 καὶ διὰ του̃το πέμπει αὐτοι̃ς ὁ θεòς ἐνέργειαν πλάνης εἰς τò πιστευ̃σαι αὐτοὺς τω̨̃ ψεύδει

12 ἵνα κριθω̃σιν πάντες οἱ μὴ πιστεύσαντες τη̨̃ ἀληθεία̨ ἀλλὰ εὐδοκήσαντες τη̨̃ ἀδικία̨

13 ἡμει̃ς δὲ ὀφείλομεν εὐχαριστει̃ν τω̨̃ θεω̨̃ πάντοτε περὶ ὑμω̃ν ἀδελφοὶ ἠγαπημένοι ὑπò κυρίου ὅτι εἵλατο ὑμα̃ς ὁ θεòς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμω̨̃ πνεύματος καὶ πίστει ἀληθείας

14 εἰς ὃ καὶ ἐκάλεσεν ὑμα̃ς διὰ του̃ εὐαγγελίου ἡμω̃ν εἰς περιποίησιν δόξης του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃

15 ἄρα οὐ̃ν ἀδελφοί στήκετε καὶ κρατει̃τε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολη̃ς ἡμω̃ν

16 αὐτòς δὲ ὁ κύριος ἡμω̃ν ’Ιησου̃ς Χριστòς καὶ ὁ θεòς ὁ πατὴρ ἡμω̃ν ὁ ἀγαπήσας ἡμα̃ς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι

17 παρακαλέσαι ὑμω̃ν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργω̨ καὶ λόγω̨ ἀγαθω̨̃

 

Κεφάλαιον Γ' (3)

1 τò λοιπòν προσεύχεσθε ἀδελφοί περὶ ἡμω̃ν ἵνα ὁ λόγος του̃ κυρίου τρέχη̨ καὶ δοξάζηται καθὼς καὶ πρòς ὑμα̃ς

2 καὶ ἵνα ῥυσθω̃μεν ἀπò τω̃ν ἀτόπων καὶ πονηρω̃ν ἀνθρώπων οὐ γὰρ πάντων ἡ πίστις

3 πιστòς δέ ἐστιν ὁ κύριος ὃς στηρίξει ὑμα̃ς καὶ φυλάξει ἀπò του̃ πονηρου̃

4 πεποίθαμεν δὲ ἐν κυρίω̨ ἐφ' ὑμα̃ς ὅτι ἃ παραγγέλλομεν καὶ ποιει̃τε καὶ ποιήσετε

5 ὁ δὲ κύριος κατευθύναι ὑμω̃ν τὰς καρδίας εἰς τὴν ἀγάπην του̃ θεου̃ καὶ εἰς τὴν ὑπομονὴν του̃ Χριστου̃

6 παραγγέλλομεν δὲ ὑμι̃ν ἀδελφοί ἐν ὀνόματι του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ στέλλεσθαι ὑμα̃ς ἀπò παντòς ἀδελφου̃ ἀτάκτως περιπατου̃ντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ' ἡμω̃ν

7 αὐτοὶ γὰρ οἴδατε πω̃ς δει̃ μιμει̃σθαι ἡμα̃ς ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμι̃ν

8 οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος ἀλλ' ἐν κόπω̨ καὶ μόχθω̨ νυκτòς καὶ ἡμέρας ἐργαζόμενοι πρòς τò μὴ ἐπιβαρη̃σαί τινα ὑμω̃ν

9 οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν ἀλλ' ἵνα ἑαυτοὺς τύπον δω̃μεν ὑμι̃ν εἰς τò μιμει̃σθαι ἡμα̃ς

10 καὶ γὰρ ὅτε ἠ̃μεν πρòς ὑμα̃ς του̃το παρηγγέλλομεν ὑμι̃ν ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω

11 ἀκούομεν γάρ τινας περιπατου̃ντας ἐν ὑμι̃ν ἀτάκτως μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους

12 τοι̃ς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλου̃μεν ἐν κυρίω̨ ’Ιησου̃ Χριστω̨̃ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τòν ἑαυτω̃ν ἄρτον ἐσθίωσιν

13 ὑμει̃ς δέ ἀδελφοί μὴ ἐγκακήσητε καλοποιου̃ντες

14 εἰ δέ τις οὐχ ὑπακούει τω̨̃ λόγω̨ ἡμω̃ν διὰ τη̃ς ἐπιστολη̃ς του̃τον σημειου̃σθε μὴ συναναμίγνυσθαι αὐτω̨̃ ἵνα ἐντραπη̨̃

15 καὶ μὴ ὡς ἐχθρòν ἡγει̃σθε ἀλλὰ νουθετει̃τε ὡς ἀδελφόν

16 αὐτòς δὲ ὁ κύριος τη̃ς εἰρήνης δώ̨η ὑμι̃ν τὴν εἰρήνην διὰ παντòς ἐν παντὶ τρόπω̨ ὁ κύριος μετὰ πάντων ὑμω̃ν

17 ὁ ἀσπασμòς τη̨̃ ἐμη̨̃ χειρὶ Παύλου ὅ ἐστιν σημει̃ον ἐν πάση̨ ἐπιστολη̨̃ οὕτως γράφω

18 ἡ χάρις του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ μετὰ πάντων ὑμω̃ν

 

Κνθγξ

[X]