’Επιστολὴ ’Ιούδα

Κεφάλαιον Α' (1)

1 ’Ιούδας ’Ιησου̃ Χριστου̃ δου̃λος ἀδελφòς δὲ ’Ιακώβου τοι̃ς ἐν θεω̨̃ πατρὶ ἠγαπημένοις καὶ ’Ιησου̃ Χριστω̨̃ τετηρημένοις κλητοι̃ς

2 ἔλεος ὑμι̃ν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη

3 ἀγαπητοί πα̃σαν σπουδὴν ποιούμενος γράφειν ὑμι̃ν περὶ τη̃ς κοινη̃ς ἡμω̃ν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμι̃ν παρακαλω̃ν ἐπαγωνίζεσθαι τη̨̃ ἅπαξ παραδοθείση̨ τοι̃ς ἁγίοις πίστει

4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι οἱ πάλαι προγεγραμμένοι εἰς του̃το τò κρίμα ἀσεβει̃ς τὴν του̃ θεου̃ ἡμω̃ν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τòν μόνον δεσπότην καὶ κύριον ἡμω̃ν ’Ιησου̃ν Χριστòν ἀρνούμενοι

5 ὑπομνη̃σαι δὲ ὑμα̃ς βούλομαι εἰδότας ὑμα̃ς πάντα ὅτι ὁ κύριος ἅπαξ λαòν ἐκ γη̃ς Αἰγύπτου σώσας τò δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν

6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτω̃ν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τò ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοι̃ς ἀϊδίοις ὑπò ζόφον τετήρηκεν

7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τòν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθου̃σαι ὀπίσω σαρκòς ἑτέρας πρόκεινται δει̃γμα πυρòς αἰωνίου δίκην ὑπέχουσαι

8 ὁμοίως μέντοι καὶ οὑ̃τοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετου̃σιν δόξας δὲ βλασφημου̃σιν

9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος ὅτε τω̨̃ διαβόλω̨ διακρινόμενος διελέγετο περὶ του̃ Μωϋσέως σώματος οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκει̃ν βλασφημίας ἀλλὰ εἰ̃πεν ἐπιτιμήσαι σοι κύριος

10 οὑ̃τοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημου̃σιν ὅσα δὲ φυσικω̃ς ὡς τὰ ἄλογα ζω̨̃α ἐπίστανται ἐν τούτοις φθείρονται

11 οὐαὶ αὐτοι̃ς ὅτι τη̨̃ ὁδω̨̃ του̃ Κάϊν ἐπορεύθησαν καὶ τη̨̃ πλάνη̨ του̃ Βαλαὰμ μισθου̃ ἐξεχύθησαν καὶ τη̨̃ ἀντιλογία̨ του̃ Κόρε ἀπώλοντο

12 οὑ̃τοί εἰσιν οἱ ἐν ται̃ς ἀγάπαις ὑμω̃ν σπιλάδες συνευωχούμενοι ἀφόβως ἑαυτοὺς ποιμαίνοντες νεφέλαι ἄνυδροι ὑπò ἀνέμων παραφερόμεναι δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα

13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτω̃ν αἰσχύνας ἀστέρες πλανη̃ται οἱ̃ς ὁ ζόφος του̃ σκότους εἰς αἰω̃να τετήρηται

14 προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπò ’Αδὰμ ‘Ενὼχ λέγων ἰδοὺ ἠ̃λθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτου̃

15 ποιη̃σαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πα̃σαν ψυχὴν περὶ πάντων τω̃ν ἔργων ἀσεβείας αὐτω̃ν ὡ̃ν ἠσέβησαν καὶ περὶ πάντων τω̃ν σκληρω̃ν ὡ̃ν ἐλάλησαν κατ' αὐτου̃ ἁμαρτωλοὶ ἀσεβει̃ς

16 οὑ̃τοί εἰσιν γογγυσταί μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας ἑαυτω̃ν πορευόμενοι καὶ τò στόμα αὐτω̃ν λαλει̃ ὑπέρογκα θαυμάζοντες πρόσωπα ὠφελείας χάριν

17 ὑμει̃ς δέ ἀγαπητοί μνήσθητε τω̃ν ῥημάτων τω̃ν προειρημένων ὑπò τω̃ν ἀποστόλων του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃

18 ὅτι ἔλεγον ὑμι̃ν ὅτι ἐπ' ἐσχάτου του̃ χρόνου ἔσονται ἐμπαι̃κται κατὰ τὰς ἑαυτω̃ν ἐπιθυμίας πορευόμενοι τω̃ν ἀσεβειω̃ν

19 οὑ̃τοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί πνευ̃μα μὴ ἔχοντες

20 ὑμει̃ς δέ ἀγαπητοί ἐποικοδομου̃ντες ἑαυτοὺς τη̨̃ ἁγιωτάτη̨ ὑμω̃ν πίστει ἐν πνεύματι ἁγίω̨ προσευχόμενοι

21 ἑαυτοὺς ἐν ἀγάπη̨ θεου̃ τηρήσατε προσδεχόμενοι τò ἔλεος του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ εἰς ζωὴν αἰώνιον

22 καὶ οὓς μὲν ἐλεα̃τε διακρινομένους

23 οὓς δὲ σώ̨ζετε ἐκ πυρòς ἁρπάζοντες οὓς δὲ ἐλεα̃τε ἐν φόβω̨ μισου̃ντες καὶ τòν ἀπò τη̃ς σαρκòς ἐσπιλωμένον χιτω̃να

24 τω̨̃ δὲ δυναμένω̨ φυλάξαι ὑμα̃ς ἀπταίστους καὶ στη̃σαι κατενώπιον τη̃ς δόξης αὐτου̃ ἀμώμους ἐν ἀγαλλιάσει

25 μόνω̨ θεω̨̃ σωτη̃ρι ἡμω̃ν διὰ ’Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρò παντòς του̃ αἰω̃νος καὶ νυ̃ν καὶ εἰς πάντας τοὺς αἰω̃νας ἀμήν

 

Κνθγξ

[X]