Βασιλειων Δ' (Βασιλέων Β')

1:1 καὶ ἠθέτησεν Μωαβ ἐν Ισραηλ μετὰ τὸ ἀποθανει̃ν Αχααβ

1:2 καὶ ἔπεσεν Οχοζιας διὰ του̃ δικτυωτου̃ του̃ ἐν τω̨̃ ὑπερώ̨ω̨ αὐτου̃ τω̨̃ ἐν Σαμαρεία̨ καὶ ἠρρώστησεν καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἰ̃πεν πρὸς αὐτούς δευ̃τε καὶ ἐπιζητήσατε ἐν τη̨̃ Βααλ μυι̃αν θεὸν Ακκαρων εἰ ζήσομαι ἐκ τη̃ς ἀρρωστίας μου ταύτης καὶ ἐπορεύθησαν ἐπερωτη̃σαι δι' αὐτου̃

1:3 καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς Ηλιου τὸν Θεσβίτην λέγων ἀναστὰς δευ̃ρο εἰς συνάντησιν τω̃ν ἀγγέλων Οχοζιου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς εἰ παρὰ τὸ μὴ εἰ̃ναι θεὸν ἐν Ισραηλ ὑμει̃ς πορεύεσθε ἐπιζητη̃σαι ἐν τη̨̃ Βααλ μυι̃αν θεὸν Ακκαρων

1:4 καὶ οὐχ οὕτως ὅτι τάδε λέγει κύριος ἡ κλίνη ἐφ' ἡ̃ς ἀνέβης ἐκει̃ οὐ καταβήση̨ ἀπ' αὐτη̃ς ὅτι ἐκει̃ θανάτω̨ ἀποθανη̨̃ καὶ ἐπορεύθη Ηλιου καὶ εἰ̃πεν πρὸς αὐτούς

1:5 καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν καὶ εἰ̃πεν πρὸς αὐτούς τί ὅτι ἐπεστρέψατε

1:6 καὶ εἰ̃παν πρὸς αὐτόν ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμω̃ν καὶ εἰ̃πεν πρὸς ἡμα̃ς δευ̃τε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμα̃ς καὶ λαλήσατε πρὸς αὐτόν τάδε λέγει κύριος εἰ παρὰ τὸ μὴ εἰ̃ναι θεὸν ἐν Ισραηλ σὺ πορεύη̨ ζητη̃σαι ἐν τη̨̃ Βααλ μυι̃αν θεὸν Ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ' ἡ̃ς ἀνέβης ἐκει̃ οὐ καταβήση̨ ἀπ' αὐτη̃ς ὅτι θανάτω̨ ἀποθανη̨̃

1:7 καὶ ἐλάλησεν πρὸς αὐτοὺς λέγων τίς ἡ κρίσις του̃ ἀνδρὸς του̃ ἀναβάντος εἰς συνάντησιν ὑμι̃ν καὶ λαλήσαντος πρὸς ὑμα̃ς τοὺς λόγους τούτους

1:8 καὶ εἰ̃πον πρὸς αὐτόν ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτου̃ καὶ εἰ̃πεν Ηλιου ὁ Θεσβίτης οὑ̃τός ἐστιν

1:9 καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτου̃ καὶ ἀνέβη καὶ ἠ̃λθεν πρὸς αὐτόν καὶ ἰδοὺ Ηλιου ἐκάθητο ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἰ̃πεν ἄνθρωπε του̃ θεου̃ ὁ βασιλεὺς ἐκάλεσέν σε κατάβηθι

1:10 καὶ ἀπεκρίθη Ηλιου καὶ εἰ̃πεν πρὸς τὸν πεντηκόνταρχον καὶ εἰ ἄνθρωπος του̃ θεου̃ ἐγώ καταβήσεται πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτου̃

1:11 καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτου̃ καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἰ̃πεν ἄνθρωπε του̃ θεου̃ τάδε λέγει ὁ βασιλεύς ταχέως κατάβηθι

1:12 καὶ ἀπεκρίθη Ηλιου καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἰ̃πεν εἰ ἄνθρωπος του̃ θεου̃ ἐγώ εἰμι καταβήσεται πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτου̃

1:13 καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστει̃λαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτου̃ καὶ ἠ̃λθεν πρὸς αὐτὸν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτου̃ κατέναντι Ηλιου καὶ ἐδεήθη αὐτου̃ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἰ̃πεν ἄνθρωπε του̃ θεου̃ ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τω̃ν δούλων σου τούτων τω̃ν πεντήκοντα ἐν ὀφθαλμοι̃ς σου

1:14 ἰδοὺ κατέβη πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτω̃ν καὶ νυ̃ν ἐντιμωθήτω δὴ ἡ ψυχὴ τω̃ν δούλων σου ἐν ὀφθαλμοι̃ς σου

1:15 καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ηλιου καὶ εἰ̃πεν κατάβηθι μετ' αὐτου̃ μὴ φοβηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν καὶ ἀνέστη Ηλιου καὶ κατέβη μετ' αὐτου̃ πρὸς τὸν βασιλέα

1:16 καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἰ̃πεν Ηλιου τάδε λέγει κύριος τί ὅτι ἀπέστειλας ἀγγέλους ζητη̃σαι ἐν τη̨̃ Βααλ μυι̃αν θεὸν Ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ' ἡ̃ς ἀνέβης ἐκει̃ οὐ καταβήση̨ ἀπ' αὐτη̃ς ὅτι θανάτω̨ ἀποθανη̨̃

1:17 καὶ ἀπέθανεν κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν Ηλιου

1:18 καὶ τὰ λοιπὰ τω̃ν λόγων Οχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίου λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ

1:18a καὶ Ιωραμ υἱὸς Αχααβ βασιλεύει ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτω̨ Ιωσαφατ βασιλέως Ιουδα

1:18b καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτου̃ οὐδὲ ὡς ἡ μήτηρ αὐτου̃

1:18c καὶ ἀπέστησεν τὰς στήλας του̃ Βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτου̃ καὶ συνέτριψεν αὐτάς πλὴν ἐν ται̃ς ἁμαρτίαις οἴκου Ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ' αὐτω̃ν

1:18d καὶ ἐθυμώθη ὀργη̨̃ κύριος εἰς τὸν οἰ̃κον Αχααβ

2:1 καὶ ἐγένετο ἐν τω̨̃ ἀνάγειν κύριον τὸν Ηλιου ἐν συσσεισμω̨̃ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ηλιου καὶ Ελισαιε ἐκ Γαλγαλων

2:2 καὶ εἰ̃πεν Ηλιου πρὸς Ελισαιε κάθου δὴ ἐνταυ̃θα ὅτι κύριος ἀπέσταλκέν με ἕως Βαιθηλ καὶ εἰ̃πεν Ελισαιε ζη̨̃ κύριος καὶ ζη̨̃ ἡ ψυχή σου εἰ καταλείψω σε καὶ ἠ̃λθον εἰς Βαιθηλ

2:3 καὶ ἠ̃λθον οἱ υἱοὶ τω̃ν προφητω̃ν οἱ ἐν Βαιθηλ πρὸς Ελισαιε καὶ εἰ̃πον πρὸς αὐτόν εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τη̃ς κεφαλη̃ς σου καὶ εἰ̃πεν κἀγὼ ἔγνωκα σιωπα̃τε

2:4 καὶ εἰ̃πεν Ηλιου πρὸς Ελισαιε κάθου δὴ ἐνταυ̃θα ὅτι κύριος ἀπέσταλκέν με εἰς Ιεριχω καὶ εἰ̃πεν Ελισαιε ζη̨̃ κύριος καὶ ζη̨̃ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἠ̃λθον εἰς Ιεριχω

2:5 καὶ ἤγγισαν οἱ υἱοὶ τω̃ν προφητω̃ν οἱ ἐν Ιεριχω πρὸς Ελισαιε καὶ εἰ̃παν πρὸς αὐτόν εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωθεν τη̃ς κεφαλη̃ς σου καὶ εἰ̃πεν καί γε ἐγὼ ἔγνων σιωπα̃τε

2:6 καὶ εἰ̃πεν αὐτω̨̃ Ηλιου κάθου δὴ ὡ̃δε ὅτι κύριος ἀπέσταλκέν με ἕως του̃ Ιορδάνου καὶ εἰ̃πεν Ελισαιε ζη̨̃ κύριος καὶ ζη̨̃ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἐπορεύθησαν ἀμφότεροι

2:7 καὶ πεντήκοντα ἄνδρες υἱοὶ τω̃ν προφητω̃ν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν καὶ ἀμφότεροι ἔστησαν ἐπὶ του̃ Ιορδάνου

2:8 καὶ ἔλαβεν Ηλιου τὴν μηλωτὴν αὐτου̃ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ διη̨ρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμω̨

2:9 καὶ ἐγένετο ἐν τω̨̃ διαβη̃ναι αὐτοὺς καὶ Ηλιου εἰ̃πεν πρὸς Ελισαιε αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθη̃ναί με ἀπὸ σου̃ καὶ εἰ̃πεν Ελισαιε γενηθήτω δὴ διπλα̃ ἐν πνεύματί σου ἐπ' ἐμέ

2:10 καὶ εἰ̃πεν Ηλιου ἐσκλήρυνας του̃ αἰτήσασθαι ἐὰν ἴδη̨ς με ἀναλαμβανόμενον ἀπὸ σου̃ καὶ ἔσται σοι οὕτως καὶ ἐὰν μή οὐ μὴ γένηται

2:11 καὶ ἐγένετο αὐτω̃ν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμω̨̃ ὡς εἰς τὸν οὐρανόν

2:12 καὶ Ελισαιε ἑώρα καὶ ἐβόα πάτερ πάτερ ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτου̃ καὶ οὐκ εἰ̃δεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τω̃ν ἱματίων αὐτου̃ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα

2:13 καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου ἣ ἔπεσεν ἐπάνωθεν Ελισαιε καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ του̃ χείλους του̃ Ιορδάνου

2:14 καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου ἣ ἔπεσεν ἐπάνωθεν αὐτου̃ καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ οὐ διέστη καὶ εἰ̃πεν που̃ ὁ θεὸς Ηλιου αφφω καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διερράγησαν ἔνθα καὶ ἔνθα καὶ διέβη Ελισαιε

2:15 καὶ εἰ̃δον αὐτὸν οἱ υἱοὶ τω̃ν προφητω̃ν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἰ̃πον ἐπαναπέπαυται τὸ πνευ̃μα Ηλιου ἐπὶ Ελισαιε καὶ ἠ̃λθον εἰς συναντὴν αὐτου̃ καὶ προσεκύνησαν αὐτω̨̃ ἐπὶ τὴν γη̃ν

2:16 καὶ εἰ̃πον πρὸς αὐτόν ἰδοὺ δὴ μετὰ τω̃ν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου μήποτε ἠ̃ρεν αὐτὸν πνευ̃μα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τω̨̃ Ιορδάνη̨ ἢ ἐφ' ἓν τω̃ν ὀρέων ἢ ἐφ' ἕνα τω̃ν βουνω̃ν καὶ εἰ̃πεν Ελισαιε οὐκ ἀποστελει̃τε

2:17 καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ἠ̨σχύνετο καὶ εἰ̃πεν ἀποστείλατε καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας καὶ ἐζήτησαν τρει̃ς ἡμέρας καὶ οὐχ εὑ̃ρον αὐτόν

2:18 καὶ ἀνέστρεψαν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν Ιεριχω καὶ εἰ̃πεν Ελισαιε οὐκ εἰ̃πον πρὸς ὑμα̃ς μὴ πορευθη̃τε

2:19 καὶ εἰ̃πον οἱ ἄνδρες τη̃ς πόλεως πρὸς Ελισαιε ἰδοὺ ἡ κατοίκησις τη̃ς πόλεως ἀγαθή καθὼς ὁ κύριος βλέπει καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γη̃ ἀτεκνουμένη

2:20 καὶ εἰ̃πεν Ελισαιε λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκει̃ ἅλα καὶ ἔλαβον πρὸς αὐτόν

2:21 καὶ ἐξη̃λθεν Ελισαιε εἰς τὴν διέξοδον τω̃ν ὑδάτων καὶ ἔρριψεν ἐκει̃ ἅλα καὶ εἰ̃πεν τάδε λέγει κύριος ἴαμαι τὰ ὕδατα ταυ̃τα οὐκ ἔσται ἔτι ἐκει̃θεν θάνατος καὶ ἀτεκνουμένη

2:22 καὶ ἰάθησαν τὰ ὕδατα ἕως τη̃ς ἡμέρας ταύτης κατὰ τὸ ῥη̃μα Ελισαιε ὃ ἐλάλησεν

2:23 καὶ ἀνέβη ἐκει̃θεν εἰς Βαιθηλ καὶ ἀναβαίνοντος αὐτου̃ ἐν τη̨̃ ὁδω̨̃ καὶ παιδάρια μικρὰ ἐξη̃λθον ἐκ τη̃ς πόλεως καὶ κατέπαιζον αὐτου̃ καὶ εἰ̃πον αὐτω̨̃ ἀνάβαινε φαλακρέ ἀνάβαινε

2:24 καὶ ἐξένευσεν ὀπίσω αὐτω̃ν καὶ εἰ̃δεν αὐτὰ καὶ κατηράσατο αὐτοι̃ς ἐν ὀνόματι κυρίου καὶ ἰδοὺ ἐξη̃λθον δύο ἄρκοι ἐκ του̃ δρυμου̃ καὶ ἀνέρρηξαν ἐξ αὐτω̃ν τεσσαράκοντα καὶ δύο παι̃δας

2:25 καὶ ἐπορεύθη ἐκει̃θεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκει̃θεν ἐπέστρεψεν εἰς Σαμάρειαν

3:1 καὶ Ιωραμ υἱὸς Αχααβ ἐβασίλευσεν ἐν Ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτω̨ Ιωσαφατ βασιλει̃ Ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη

3:2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτου̃ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτου̃ καὶ μετέστησεν τὰς στήλας του̃ Βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτου̃

3:3 πλὴν ἐν τη̨̃ ἁμαρτία̨ Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ' αὐτη̃ς

3:4 καὶ Μωσα βασιλεὺς Μωαβ ἠ̃ν νωκηδ καὶ ἐπέστρεφεν τω̨̃ βασιλει̃ Ισραηλ ἐν τη̨̃ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνω̃ν καὶ ἑκατὸν χιλιάδας κριω̃ν ἐπὶ πόκων

3:5 καὶ ἐγένετο μετὰ τὸ ἀποθανει̃ν Αχααβ καὶ ἠθέτησεν βασιλεὺς Μωαβ ἐν βασιλει̃ Ισραηλ

3:6 καὶ ἐξη̃λθεν ὁ βασιλεὺς Ιωραμ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ισραηλ

3:7 καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ιωσαφατ βασιλέα Ιουδα λέγων βασιλεὺς Μωαβ ἠθέτησεν ἐν ἐμοί εἰ πορεύση̨ μετ' ἐμου̃ εἰς Μωαβ εἰς πόλεμον καὶ εἰ̃πεν ἀναβήσομαι ὅμοιός μοι ὅμοιός σοι ὡς ὁ λαός μου ὁ λαός σου ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου

3:8 καὶ εἰ̃πεν ποία̨ ὁδω̨̃ ἀναβω̃ καὶ εἰ̃πεν ὁδὸν ἔρημον Εδωμ

3:9 καὶ ἐπορεύθη ὁ βασιλεὺς Ισραηλ καὶ ὁ βασιλεὺς Ιουδα καὶ ὁ βασιλεὺς Εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερω̃ν καὶ οὐκ ἠ̃ν ὕδωρ τη̨̃ παρεμβολη̨̃ καὶ τοι̃ς κτήνεσιν τοι̃ς ἐν τοι̃ς ποσὶν αὐτω̃ν

3:10 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ ὠ̃ ὅτι κέκληκεν κύριος τοὺς τρει̃ς βασιλει̃ς παρερχομένους δου̃ναι αὐτοὺς ἐν χειρὶ Μωαβ

3:11 καὶ εἰ̃πεν Ιωσαφατ οὐκ ἔστιν ὡ̃δε προφήτης του̃ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ' αὐτου̃ καὶ ἀπεκρίθη εἱ̃ς τω̃ν παίδων βασιλέως Ισραηλ καὶ εἰ̃πεν ὡ̃δε Ελισαιε υἱὸς Σαφατ ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χει̃ρας Ηλιου

3:12 καὶ εἰ̃πεν Ιωσαφατ ἔστιν αὐτω̨̃ ῥη̃μα κυρίου καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καὶ βασιλεὺς Εδωμ

3:13 καὶ εἰ̃πεν Ελισαιε πρὸς βασιλέα Ισραηλ τί ἐμοὶ καὶ σοί δευ̃ρο πρὸς τοὺς προφήτας του̃ πατρός σου καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεὺς Ισραηλ μή ὅτι κέκληκεν κύριος τοὺς τρει̃ς βασιλει̃ς του̃ παραδου̃ναι αὐτοὺς εἰς χει̃ρας Μωαβ

3:14 καὶ εἰ̃πεν Ελισαιε ζη̨̃ κύριος τω̃ν δυνάμεων ὡ̨̃ παρέστην ἐνώπιον αὐτου̃ ὅτι εἰ μὴ πρόσωπον Ιωσαφατ βασιλέως Ιουδα ἐγὼ λαμβάνω εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἰ̃δόν σε

3:15 καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων καὶ ἐγένετο ἐπ' αὐτὸν χεὶρ κυρίου

3:16 καὶ εἰ̃πεν τάδε λέγει κύριος ποιήσατε τὸν χειμάρρουν του̃τον βοθύνους βοθύνους

3:17 ὅτι τάδε λέγει κύριος οὐκ ὄψεσθε πνευ̃μα καὶ οὐκ ὄψεσθε ὑετόν καὶ ὁ χειμάρρους οὑ̃τος πλησθήσεται ὕδατος καὶ πίεσθε ὑμει̃ς καὶ αἱ κτήσεις ὑμω̃ν καὶ τὰ κτήνη ὑμω̃ν

3:18 καὶ κούφη αὕτη ἐν ὀφθαλμοι̃ς κυρίου καὶ παραδώσω τὴν Μωαβ ἐν χειρὶ ὑμω̃ν

3:19 καὶ πατάξετε πα̃σαν πόλιν ὀχυρὰν καὶ πα̃ν ξύλον ἀγαθὸν καταβαλει̃τε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πα̃σαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις

3:20 καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τη̃ς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδου̃ Εδωμ καὶ ἐπλήσθη ἡ γη̃ ὕδατος

3:21 καὶ πα̃σα Μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλει̃ς πολεμει̃ν αὐτούς καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ του̃ ὁρίου

3:22 καὶ ὤρθρισαν τὸ πρωί καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα καὶ εἰ̃δεν Μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἱ̃μα

3:23 καὶ εἰ̃παν αἱ̃μα του̃το τη̃ς ῥομφαίας ἐμαχέσαντο οἱ βασιλει̃ς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτου̃ καὶ νυ̃ν ἐπὶ τὰ σκυ̃λα Μωαβ

3:24 καὶ εἰση̃λθον εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ Ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωαβ καὶ ἔφυγον ἀπὸ προσώπου αὐτω̃ν καὶ εἰση̃λθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωαβ

3:25 καὶ τὰς πόλεις καθει̃λον καὶ πα̃σαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πα̃σαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πα̃ν ξύλον ἀγαθὸν κατέβαλον ἕως του̃ καταλιπει̃ν τοὺς λίθους του̃ τοίχου καθη̨ρημένους καὶ ἐκύκλευσαν οἱ σφενδονη̃ται καὶ ἐπάταξαν αὐτήν

3:26 καὶ εἰ̃δεν ὁ βασιλεὺς Μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος καὶ ἔλαβεν μεθ' ἑαυτου̃ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Εδωμ καὶ οὐκ ἠδυνήθησαν

3:27 καὶ ἔλαβεν τὸν υἱὸν αὐτου̃ τὸν πρωτότοκον ὃς ἐβασίλευσεν ἀντ' αὐτου̃ καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ του̃ τείχους καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ισραηλ καὶ ἀπη̃ραν ἀπ' αὐτου̃ καὶ ἐπέστρεψαν εἰς τὴν γη̃ν

4:1 καὶ γυνὴ μία ἀπὸ τω̃ν υἱω̃ν τω̃ν προφητω̃ν ἐβόα πρὸς Ελισαιε λέγουσα ὁ δου̃λός σου ὁ ἀνήρ μου ἀπέθανεν καὶ σὺ ἔγνως ὅτι δου̃λος ἠ̃ν φοβούμενος τὸν κύριον καὶ ὁ δανιστὴς ἠ̃λθεν λαβει̃ν τοὺς δύο υἱούς μου ἑαυτω̨̃ εἰς δούλους

4:2 καὶ εἰ̃πεν Ελισαιε τί ποιήσω σοι ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τω̨̃ οἴκω̨ ἡ δὲ εἰ̃πεν οὐκ ἔστιν τη̨̃ δούλη̨ σου οὐθὲν ἐν τω̨̃ οἴκω̨ ὅτι ἀλλ' ἢ ὃ ἀλείψομαι ἔλαιον

4:3 καὶ εἰ̃πεν πρὸς αὐτήν δευ̃ρο αἴτησον σαυτη̨̃ σκεύη ἔξωθεν παρὰ πάντων τω̃ν γειτόνων σου σκεύη κενά μὴ ὀλιγώση̨ς

4:4 καὶ εἰσελεύση̨ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σου̃ καὶ κατὰ τω̃ν υἱω̃ν σου καὶ ἀποχεει̃ς εἰς τὰ σκεύη ταυ̃τα καὶ τὸ πληρωθὲν ἀρει̃ς

4:5 καὶ ἀπη̃λθεν παρ' αὐτου̃ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ' αὐτη̃ς καὶ κατὰ τω̃ν υἱω̃ν αὐτη̃ς αὐτοὶ προσήγγιζον πρὸς αὐτήν καὶ αὐτὴ ἐπέχεεν

4:6 ἕως ἐπλήσθησαν τὰ σκεύη καὶ εἰ̃πεν πρὸς τοὺς υἱοὺς αὐτη̃ς ἐγγίσατε ἔτι πρός με σκευ̃ος καὶ εἰ̃πον αὐτη̨̃ οὐκ ἔστιν ἔτι σκευ̃ος καὶ ἔστη τὸ ἔλαιον

4:7 καὶ ἠ̃λθεν καὶ ἀπήγγειλεν τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ καὶ εἰ̃πεν Ελισαιε δευ̃ρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τω̨̃ ἐπιλοίπω̨ ἐλαίω̨

4:8 καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν καὶ ἐκει̃ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγει̃ν ἄρτον καὶ ἐγένετο ἀφ' ἱκανου̃ του̃ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν του̃ ἐκει̃ φαγει̃ν

4:9 καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτη̃ς ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος του̃ θεου̃ ἅγιος οὑ̃τος διαπορεύεται ἐφ' ἡμα̃ς διὰ παντός

4:10 ποιήσωμεν δὴ αὐτω̨̃ ὑπερω̨̃ον τόπον μικρὸν καὶ θω̃μεν αὐτω̨̃ ἐκει̃ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν καὶ ἔσται ἐν τω̨̃ εἰσπορεύεσθαι πρὸς ἡμα̃ς καὶ ἐκκλινει̃ ἐκει̃

4:11 καὶ ἐγένετο ἡμέρα καὶ εἰση̃λθεν ἐκει̃ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερω̨̃ον καὶ ἐκοιμήθη ἐκει̃

4:12 καὶ εἰ̃πεν πρὸς Γιεζι τὸ παιδάριον αὐτου̃ κάλεσόν μοι τὴν Σωμανι̃τιν ταύτην καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη ἐνώπιον αὐτου̃

4:13 καὶ εἰ̃πεν αὐτω̨̃ εἰπὸν δὴ πρὸς αὐτήν ἰδοὺ ἐξέστησας ἡμι̃ν πα̃σαν τὴν ἔκστασιν ταύτην τί δει̃ ποιη̃σαί σοι εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τη̃ς δυνάμεως ἡ δὲ εἰ̃πεν ἐν μέσω̨ του̃ λαου̃ μου ἐγώ εἰμι οἰκω̃

4:14 καὶ εἰ̃πεν τί δει̃ ποιη̃σαι αὐτη̨̃ καὶ εἰ̃πεν Γιεζι τὸ παιδάριον αὐτου̃ καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτη̨̃ καὶ ὁ ἀνὴρ αὐτη̃ς πρεσβύτης

4:15 καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη παρὰ τὴν θύραν

4:16 καὶ εἰ̃πεν Ελισαιε πρὸς αὐτήν εἰς τὸν καιρὸν του̃τον ὡς ἡ ὥρα ζω̃σα σὺ περιειληφυι̃α υἱόν ἡ δὲ εἰ̃πεν μή κύριέ μου μὴ διαψεύση̨ τὴν δούλην σου

4:17 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν του̃τον ὡς ἡ ὥρα ζω̃σα ὡς ἐλάλησεν πρὸς αὐτὴν Ελισαιε

4:18 καὶ ἡδρύνθη τὸ παιδάριον καὶ ἐγένετο ἡνίκα ἐξη̃λθεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτου̃ πρὸς τοὺς θερίζοντας

4:19 καὶ εἰ̃πεν πρὸς τὸν πατέρα αὐτου̃ τὴν κεφαλήν μου τὴν κεφαλήν μου καὶ εἰ̃πεν τω̨̃ παιδαρίω̨ ἀ̃ρον αὐτὸν πρὸς τὴν μητέρα αὐτου̃

4:20 καὶ ἠ̃ρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτου̃ καὶ ἐκοιμήθη ἐπὶ τω̃ν γονάτων αὐτη̃ς ἕως μεσημβρίας καὶ ἀπέθανεν

4:21 καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην του̃ ἀνθρώπου του̃ θεου̃ καὶ ἀπέκλεισεν κατ' αὐτου̃ καὶ ἐξη̃λθεν

4:22 καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτη̃ς καὶ εἰ̃πεν ἀπόστειλον δή μοι ἓν τω̃ν παιδαρίων καὶ μίαν τω̃ν ὄνων καὶ δραμου̃μαι ἕως του̃ ἀνθρώπου του̃ θεου̃ καὶ ἐπιστρέψω

4:23 καὶ εἰ̃πεν τί ὅτι σὺ πορεύη̨ πρὸς αὐτὸν σήμερον οὐ νεομηνία οὐδὲ σάββατον ἡ δὲ εἰ̃πεν εἰρήνη

4:24 καὶ ἐπέσαξεν τὴν ὄνον καὶ εἰ̃πεν πρὸς τὸ παιδάριον αὐτη̃ς ἄγε πορεύου μὴ ἐπίσχη̨ς μοι του̃ ἐπιβη̃ναι ὅτι ἐὰν εἴπω σοι

4:25 δευ̃ρο καὶ πορεύση̨ καὶ ἐλεύση̨ πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐγένετο ὡς εἰ̃δεν Ελισαιε ἐρχομένην αὐτήν καὶ εἰ̃πεν πρὸς Γιεζι τὸ παιδάριον αὐτου̃ ἰδοὺ δὴ ἡ Σωμανι̃τις ἐκείνη

4:26 νυ̃ν δράμε εἰς ἀπαντὴν αὐτη̃ς καὶ ἐρει̃ς εἰ εἰρήνη σοι εἰ εἰρήνη τω̨̃ ἀνδρί σου εἰ εἰρήνη τω̨̃ παιδαρίω̨ ἡ δὲ εἰ̃πεν Εἰρήνη

4:27 καὶ ἠ̃λθεν πρὸς Ελισαιε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τω̃ν ποδω̃ν αὐτου̃ καὶ ἤγγισεν Γιεζι ἀπώσασθαι αὐτήν καὶ εἰ̃πεν Ελισαιε ἄφες αὐτήν ὅτι ἡ ψυχὴ αὐτη̃ς κατώδυνος αὐτη̨̃ καὶ κύριος ἀπέκρυψεν ἀπ' ἐμου̃ καὶ οὐκ ἀνήγγειλέν μοι

4:28 ἡ δὲ εἰ̃πεν μὴ ἠ̨τησάμην υἱὸν παρὰ του̃ κυρίου μου οὐκ εἰ̃πα οὐ πλανήσεις μετ' ἐμου̃

4:29 καὶ εἰ̃πεν Ελισαιε τω̨̃ Γιεζι ζω̃σαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τη̨̃ χειρί σου καὶ δευ̃ρο ὅτι ἐὰν εὕρη̨ς ἄνδρα οὐκ εὐλογήσεις αὐτόν καὶ ἐὰν εὐλογήση̨ σε ἀνήρ οὐκ ἀποκριθήση̨ αὐτω̨̃ καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον του̃ παιδαρίου

4:30 καὶ εἰ̃πεν ἡ μήτηρ του̃ παιδαρίου ζη̨̃ κύριος καὶ ζη̨̃ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἀνέστη Ελισαιε καὶ ἐπορεύθη ὀπίσω αὐτη̃ς

4:31 καὶ Γιεζι διη̃λθεν ἔμπροσθεν αὐτη̃ς καὶ ἐπέθηκεν τὴν βακτηρίαν ἐπὶ πρόσωπον του̃ παιδαρίου καὶ οὐκ ἠ̃ν φωνὴ καὶ οὐκ ἠ̃ν ἀκρόασις καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτου̃ καὶ ἀπήγγειλεν αὐτω̨̃ λέγων οὐκ ἠγέρθη τὸ παιδάριον

4:32 καὶ εἰση̃λθεν Ελισαιε εἰς τὸν οἰ̃κον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτου̃

4:33 καὶ εἰση̃λθεν Ελισαιε εἰς τὸν οἰ̃κον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τω̃ν δύο ἑαυτω̃ν καὶ προσηύξατο πρὸς κύριον

4:34 καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκεν τὸ στόμα αὐτου̃ ἐπὶ τὸ στόμα αὐτου̃ καὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ τὰς χει̃ρας αὐτου̃ ἐπὶ τὰς χει̃ρας αὐτου̃ καὶ διέκαμψεν ἐπ' αὐτόν καὶ διεθερμάνθη ἡ σὰρξ του̃ παιδαρίου

4:35 καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τη̨̃ οἰκία̨ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτου̃

4:36 καὶ ἐξεβόησεν Ελισαιε πρὸς Γιεζι καὶ εἰ̃πεν κάλεσον τὴν Σωμανι̃τιν ταύτην καὶ ἐκάλεσεν καὶ εἰση̃λθεν πρὸς αὐτόν καὶ εἰ̃πεν Ελισαιε λαβὲ τὸν υἱόν σου

4:37 καὶ εἰση̃λθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτου̃ καὶ προσεκύνησεν ἐπὶ τὴν γη̃ν καὶ ἔλαβεν τὸν υἱὸν αὐτη̃ς καὶ ἐξη̃λθεν

4:38 καὶ Ελισαιε ἐπέστρεψεν εἰς Γαλγαλα καὶ ὁ λιμὸς ἐν τη̨̃ γη̨̃ καὶ οἱ υἱοὶ τω̃ν προφητω̃ν ἐκάθηντο ἐνώπιον αὐτου̃ καὶ εἰ̃πεν Ελισαιε τω̨̃ παιδαρίω̨ αὐτου̃ ἐπίστησον τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοι̃ς υἱοι̃ς τω̃ν προφητω̃ν

4:39 καὶ ἐξη̃λθεν εἱ̃ς εἰς τὸν ἀγρὸν συλλέξαι αριωθ καὶ εὑ̃ρεν ἄμπελον ἐν τω̨̃ ἀγρω̨̃ καὶ συνέλεξεν ἀπ' αὐτη̃ς τολύπην ἀγρίαν πλη̃ρες τὸ ἱμάτιον αὐτου̃ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα του̃ ἑψέματος ὅτι οὐκ ἔγνωσαν

4:40 καὶ ἐνέχει τοι̃ς ἀνδράσιν φαγει̃ν καὶ ἐγένετο ἐν τω̨̃ ἐσθίειν αὐτοὺς ἐκ του̃ ἑψήματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἰ̃πον θάνατος ἐν τω̨̃ λέβητι ἄνθρωπε του̃ θεου̃ καὶ οὐκ ἠδύναντο φαγει̃ν

4:41 καὶ εἰ̃πεν λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα καὶ εἰ̃πεν Ελισαιε πρὸς Γιεζι τὸ παιδάριον ἔγχει τω̨̃ λαω̨̃ καὶ ἐσθιέτωσαν καὶ οὐκ ἐγενήθη ἔτι ἐκει̃ ῥη̃μα πονηρὸν ἐν τω̨̃ λέβητι

4:42 καὶ ἀνὴρ διη̃λθεν ἐκ Βαιθσαρισα καὶ ἤνεγκεν πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας καὶ εἰ̃πεν δότε τω̨̃ λαω̨̃ καὶ ἐσθιέτωσαν

4:43 καὶ εἰ̃πεν ὁ λειτουργὸς αὐτου̃ τί δω̃ του̃το ἐνώπιον ἑκατὸν ἀνδρω̃ν καὶ εἰ̃πεν δὸς τω̨̃ λαω̨̃ καὶ ἐσθιέτωσαν ὅτι τάδε λέγει κύριος φάγονται καὶ καταλείψουσιν

4:44 καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥη̃μα κυρίου

5:1 καὶ Ναιμαν ὁ ἄρχων τη̃ς δυνάμεως Συρίας ἠ̃ν ἀνὴρ μέγας ἐνώπιον του̃ κυρίου αὐτου̃ καὶ τεθαυμασμένος προσώπω̨ ὅτι ἐν αὐτω̨̃ ἔδωκεν κύριος σωτηρίαν Συρία̨ καὶ ὁ ἀνὴρ ἠ̃ν δυνατὸς ἰσχύι λελεπρωμένος

5:2 καὶ Συρία ἐξη̃λθον μονόζωνοι καὶ ἠ̨χμαλώτευσαν ἐκ γη̃ς Ισραηλ νεάνιδα μικράν καὶ ἠ̃ν ἐνώπιον τη̃ς γυναικὸς Ναιμαν

5:3 ἡ δὲ εἰ̃πεν τη̨̃ κυρία̨ αὐτη̃ς ὄφελον ὁ κύριός μου ἐνώπιον του̃ προφήτου του̃ θεου̃ του̃ ἐν Σαμαρεία̨ τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τη̃ς λέπρας αὐτου̃

5:4 καὶ εἰση̃λθεν καὶ ἀπήγγειλεν τω̨̃ κυρίω̨ ἑαυτη̃ς καὶ εἰ̃πεν οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεα̃νις ἡ ἐκ γη̃ς Ισραηλ

5:5 καὶ εἰ̃πεν βασιλεὺς Συρίας πρὸς Ναιμαν δευ̃ρο εἴσελθε καὶ ἐξαποστελω̃ βιβλίον πρὸς βασιλέα Ισραηλ καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τη̨̃ χειρὶ αὐτου̃ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσου̃ς καὶ δέκα ἀλλασσομένας στολάς

5:6 καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα Ισραηλ λέγων καὶ νυ̃ν ὡς ἂν ἔλθη̨ τὸ βιβλίον του̃το πρὸς σέ ἰδοὺ ἀπέστειλα πρὸς σὲ Ναιμαν τὸν δου̃λόν μου καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τη̃ς λέπρας αὐτου̃

5:7 καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ισραηλ τὸ βιβλίον διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ εἰ̃πεν μὴ θεὸς ἐγὼ του̃ θανατω̃σαι καὶ ζωοποιη̃σαι ὅτι οὑ̃τος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τη̃ς λέπρας αὐτου̃ ὅτι πλὴν γνω̃τε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὑ̃τός με

5:8 καὶ ἐγένετο ὡς ἤκουσεν Ελισαιε ὅτι διέρρηξεν ὁ βασιλεὺς Ισραηλ τὰ ἱμάτια ἑαυτου̃ καὶ ἀπέστειλεν πρὸς τὸν βασιλέα Ισραηλ λέγων ἵνα τί διέρρηξας τὰ ἱμάτιά σου ἐλθέτω δὴ πρός με Ναιμαν καὶ γνώτω ὅτι ἔστιν προφήτης ἐν Ισραηλ

5:9 καὶ ἠ̃λθεν Ναιμαν ἐν ἵππω̨ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου Ελισαιε

5:10 καὶ ἀπέστειλεν Ελισαιε ἄγγελον πρὸς αὐτὸν λέγων πορευθεὶς λου̃σαι ἑπτάκις ἐν τω̨̃ Ιορδάνη̨ καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι καὶ καθαρισθήση̨

5:11 καὶ ἐθυμώθη Ναιμαν καὶ ἀπη̃λθεν καὶ εἰ̃πεν ἰδοὺ δὴ ἔλεγον ὅτι ἐξελεύσεται πρός με καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι θεου̃ αὐτου̃ καὶ ἐπιθήσει τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν

5:12 οὐχὶ ἀγαθὸς Αβανα καὶ Φαρφαρ ποταμοὶ Δαμασκου̃ ὑπὲρ Ιορδάνην καὶ πάντα τὰ ὕδατα Ισραηλ οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοι̃ς καὶ καθαρισθήσομαι καὶ ἐξέκλινεν καὶ ἀπη̃λθεν ἐν θυμω̨̃

5:13 καὶ ἤγγισαν οἱ παι̃δες αὐτου̃ καὶ ἐλάλησαν πρὸς αὐτόν μέγαν λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ οὐχὶ ποιήσεις καὶ ὅτι εἰ̃πεν πρὸς σέ λου̃σαι καὶ καθαρίσθητι

5:14 καὶ κατέβη Ναιμαν καὶ ἐβαπτίσατο ἐν τω̨̃ Ιορδάνη̨ ἑπτάκι κατὰ τὸ ῥη̃μα Ελισαιε καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτου̃ ὡς σὰρξ παιδαρίου μικρου̃ καὶ ἐκαθαρίσθη

5:15 καὶ ἐπέστρεψεν πρὸς Ελισαιε αὐτὸς καὶ πα̃σα ἡ παρεμβολὴ αὐτου̃ καὶ ἠ̃λθεν καὶ ἔστη καὶ εἰ̃πεν ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστιν θεὸς ἐν πάση̨ τη̨̃ γη̨̃ ὅτι ἀλλ' ἢ ἐν τω̨̃ Ισραηλ καὶ νυ̃ν λαβὲ τὴν εὐλογίαν παρὰ του̃ δούλου σου

5:16 καὶ εἰ̃πεν Ελισαιε ζη̨̃ κύριος ὡ̨̃ παρέστην ἐνώπιον αὐτου̃ εἰ λήμψομαι καὶ παρεβιάσατο αὐτὸν λαβει̃ν καὶ ἠπείθησεν

5:17 καὶ εἰ̃πεν Ναιμαν καὶ εἰ μή δοθήτω δὴ τω̨̃ δούλω̨ σου γόμος ζεύγους ἡμιόνων καὶ σύ μοι δώσεις ἐκ τη̃ς γη̃ς τη̃ς πυρρα̃ς ὅτι οὐ ποιήσει ἔτι ὁ δου̃λός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοι̃ς ἑτέροις ἀλλ' ἢ τω̨̃ κυρίω̨ μόνω̨

5:18 καὶ ἱλάσεται κύριος τω̨̃ δούλω̨ σου ἐν τω̨̃ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἰ̃κον Ρεμμαν προσκυνη̃σαι αὐτὸν καὶ ἐπαναπαύσεται ἐπὶ τη̃ς χειρός μου καὶ προσκυνήσω ἐν οἴκω̨ Ρεμμαν ἐν τω̨̃ προσκυνει̃ν αὐτὸν ἐν οἴκω̨ Ρεμμαν καὶ ἱλάσεται δὴ κύριος τω̨̃ δούλω̨ σου ἐν τω̨̃ λόγω̨ τούτω̨

5:19 καὶ εἰ̃πεν Ελισαιε πρὸς Ναιμαν δευ̃ρο εἰς εἰρήνην καὶ ἀπη̃λθεν ἀπ' αὐτου̃ εἰς δεβραθα τη̃ς γη̃ς

5:20 καὶ εἰ̃πεν Γιεζι τὸ παιδάριον Ελισαιε ἰδοὺ ἐφείσατο ὁ κύριός μου του̃ Ναιμαν του̃ Σύρου τούτου του̃ μὴ λαβει̃ν ἐκ χειρὸς αὐτου̃ ἃ ἐνήνοχεν ζη̨̃ κύριος ὅτι εἰ μὴ δραμου̃μαι ὀπίσω αὐτου̃ καὶ λήμψομαι παρ' αὐτου̃ τι

5:21 καὶ ἐδίωξε Γιεζι ὀπίσω του̃ Ναιμαν καὶ εἰ̃δεν αὐτὸν Ναιμαν τρέχοντα ὀπίσω αὐτου̃ καὶ ἐπέστρεψεν ἀπὸ του̃ ἅρματος εἰς ἀπαντὴν αὐτου̃

5:22 καὶ εἰ̃πεν εἰρήνη ὁ κύριός μου ἀπέστειλέν με λέγων ἰδοὺ νυ̃ν ἠ̃λθον πρός με δύο παιδάρια ἐξ ὄρους Εφραιμ ἀπὸ τω̃ν υἱω̃ν τω̃ν προφητω̃ν δὸς δὴ αὐτοι̃ς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς

5:23 καὶ εἰ̃πεν Ναιμαν λαβὲ διτάλαντον ἀργυρίου καὶ ἔλαβεν ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτου̃ καὶ ἠ̃ραν ἔμπροσθεν αὐτου̃

5:24 καὶ ἠ̃λθον εἰς τὸ σκοτεινόν καὶ ἔλαβεν ἐκ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ παρέθετο ἐν οἴκω̨ καὶ ἐξαπέστειλεν τοὺς ἄνδρας

5:25 καὶ αὐτὸς εἰση̃λθεν καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτου̃ καὶ εἰ̃πεν πρὸς αὐτὸν Ελισαιε πόθεν Γιεζι καὶ εἰ̃πεν Γιεζι οὐ πεπόρευται ὁ δου̃λός σου ἔνθα καὶ ἔνθα

5:26 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ελισαιε οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σου̃ ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ του̃ ἅρματος εἰς συναντήν σοι καὶ νυ̃ν ἔλαβες τὸ ἀργύριον καὶ νυ̃ν ἔλαβες τὰ ἱμάτια καὶ λήμψη̨ ἐν αὐτω̨̃ κήπους καὶ ἐλαιω̃νας καὶ ἀμπελω̃νας καὶ πρόβατα καὶ βόας καὶ παι̃δας καὶ παιδίσκας

5:27 καὶ ἡ λέπρα Ναιμαν κολληθήσεται ἐν σοὶ καὶ ἐν τω̨̃ σπέρματί σου εἰς τὸν αἰω̃να καὶ ἐξη̃λθεν ἐκ προσώπου αὐτου̃ λελεπρωμένος ὡσεὶ χιών

6:1 καὶ εἰ̃πον οἱ υἱοὶ τω̃ν προφητω̃ν πρὸς Ελισαιε ἰδοὺ δὴ ὁ τόπος ἐν ὡ̨̃ ἡμει̃ς οἰκου̃μεν ἐνώπιόν σου στενὸς ἀφ' ἡμω̃ν

6:2 πορευθω̃μεν δὴ ἕως του̃ Ιορδάνου καὶ λάβωμεν ἐκει̃θεν ἀνὴρ εἱ̃ς δοκὸν μίαν καὶ ποιήσωμεν ἑαυτοι̃ς ἐκει̃ του̃ οἰκει̃ν ἐκει̃ καὶ εἰ̃πεν δευ̃τε

6:3 καὶ εἰ̃πεν ὁ εἱ̃ς ἐπιεικέως δευ̃ρο μετὰ τω̃ν δούλων σου καὶ εἰ̃πεν ἐγὼ πορεύσομαι

6:4 καὶ ἐπορεύθη μετ' αὐτω̃ν καὶ ἠ̃λθον εἰς τὸν Ιορδάνην καὶ ἔτεμνον τὰ ξύλα

6:5 καὶ ἰδοὺ ὁ εἱ̃ς καταβάλλων τὴν δοκόν καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ καὶ ἐβόησεν ὠ̃ κύριε καὶ αὐτὸ κεχρημένον

6:6 καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ που̃ ἔπεσεν καὶ ἔδειξεν αὐτω̨̃ τὸν τόπον καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκει̃ καὶ ἐπεπόλασεν τὸ σιδήριον

6:7 καὶ εἰ̃πεν ὕψωσον σαυτω̨̃ καὶ ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ καὶ ἔλαβεν αὐτό

6:8 καὶ βασιλεὺς Συρίας ἠ̃ν πολεμω̃ν ἐν Ισραηλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παι̃δας αὐτου̃ λέγων εἰς τὸν τόπον τόνδε τινὰ ελμωνι παρεμβαλω̃

6:9 καὶ ἀπέστειλεν Ελισαιε πρὸς τὸν βασιλέα Ισραηλ λέγων φύλαξαι μὴ παρελθει̃ν ἐν τω̨̃ τόπω̨ τούτω̨ ὅτι ἐκει̃ Συρία κέκρυπται

6:10 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ εἰς τὸν τόπον ὃν εἰ̃πεν αὐτω̨̃ Ελισαιε καὶ ἐφυλάξατο ἐκει̃θεν οὐ μίαν οὐδὲ δύο

6:11 καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ του̃ λόγου τούτου καὶ ἐκάλεσεν τοὺς παι̃δας αὐτου̃ καὶ εἰ̃πεν πρὸς αὐτούς οὐκ ἀναγγελει̃τέ μοι τίς προδίδωσίν με βασιλει̃ Ισραηλ

6:12 καὶ εἰ̃πεν εἱ̃ς τω̃ν παίδων αὐτου̃ οὐχί κύριέ μου βασιλευ̃ ὅτι Ελισαιε ὁ προφήτης ὁ ἐν Ισραηλ ἀναγγέλλει τω̨̃ βασιλει̃ Ισραηλ πάντας τοὺς λόγους οὓς ἐὰν λαλήση̨ς ἐν τω̨̃ ταμιείω̨ του̃ κοιτω̃νός σου

6:13 καὶ εἰ̃πεν δευ̃τε ἴδετε που̃ οὑ̃τος καὶ ἀποστείλας λήμψομαι αὐτόν καὶ ἀνήγγειλαν αὐτω̨̃ λέγοντες ἰδοὺ ἐν Δωθαϊμ

6:14 καὶ ἀπέστειλεν ἐκει̃ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρει̃αν καὶ ἠ̃λθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν

6:15 καὶ ὤρθρισεν ὁ λειτουργὸς Ελισαιε ἀναστη̃ναι καὶ ἐξη̃λθεν καὶ ἰδοὺ δύναμις κυκλου̃σα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα καὶ εἰ̃πεν τὸ παιδάριον πρὸς αὐτόν ὠ̃ κύριε πω̃ς ποιήσωμεν

6:16 καὶ εἰ̃πεν Ελισαιε μὴ φοβου̃ ὅτι πλείους οἱ μεθ' ἡμω̃ν ὑπὲρ τοὺς μετ' αὐτω̃ν

6:17 καὶ προσεύξατο Ελισαιε καὶ εἰ̃πεν κύριε διάνοιξον τοὺς ὀφθαλμοὺς του̃ παιδαρίου καὶ ἰδέτω καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ εἰ̃δεν καὶ ἰδοὺ τὸ ὄρος πλη̃ρες ἵππων καὶ ἅρμα πυρὸς περικύκλω̨ Ελισαιε

6:18 καὶ κατέβησαν πρὸς αὐτόν καὶ προσηύξατο Ελισαιε πρὸς κύριον καὶ εἰ̃πεν πάταξον δὴ του̃το τὸ ἔθνος ἀορασία̨ καὶ ἐπάταξεν αὐτοὺς ἀορασία̨ κατὰ τὸ ῥη̃μα Ελισαιε

6:19 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ελισαιε οὐχ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός δευ̃τε ὀπίσω μου καὶ ἀπάξω ὑμα̃ς πρὸς τὸν ἄνδρα ὃν ζητει̃τε καὶ ἀπήγαγεν αὐτοὺς εἰς Σαμάρειαν

6:20 καὶ ἐγένετο ὡς εἰση̃λθον εἰς Σαμάρειαν καὶ εἰ̃πεν Ελισαιε ἄνοιξον δή κύριε τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ ἰδέτωσαν καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ εἰ̃δον καὶ ἰδοὺ ἠ̃σαν ἐν μέσω̨ Σαμαρείας

6:21 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ ὡς εἰ̃δεν αὐτούς εἰ πατάξας πατάξω πάτερ

6:22 καὶ εἰ̃πεν οὐ πατάξεις εἰ μὴ οὓς ἠ̨χμαλώτευσας ἐν ῥομφαία̨ σου καὶ τόξω̨ σου σὺ τύπτεις παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτω̃ν καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτω̃ν

6:23 καὶ παρέθηκεν αὐτοι̃ς παράθεσιν μεγάλην καὶ ἔφαγον καὶ ἔπιον καὶ ἀπέστειλεν αὐτούς καὶ ἀπη̃λθον πρὸς τὸν κύριον αὐτω̃ν καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας του̃ ἐλθει̃ν εἰς γη̃ν Ισραηλ

6:24 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἤθροισεν υἱὸς Αδερ βασιλεὺς Συρίας πα̃σαν τὴν παρεμβολὴν αὐτου̃ καὶ ἀνέβη καὶ περιεκάθισεν Σαμάρειαν

6:25 καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρεία̨ καὶ ἰδοὺ περιεκάθηντο ἐπ' αὐτήν ἕως οὑ̃ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον του̃ κάβου κόπρου περιστερω̃ν πέντε σίκλων ἀργυρίου

6:26 καὶ ἠ̃ν ὁ βασιλεὺς Ισραηλ διαπορευόμενος ἐπὶ του̃ τείχους καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα σω̃σον κύριε βασιλευ̃

6:27 καὶ εἰ̃πεν αὐτη̨̃ μή σε σώσαι κύριος πόθεν σώσω σε μὴ ἀπὸ τη̃ς ἅλωνος ἢ ἀπὸ τη̃ς ληνου̃

6:28 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ βασιλεύς τί ἐστίν σοι καὶ εἰ̃πεν ἡ γυνὴ αὕτη εἰ̃πεν πρός με δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον καὶ τὸν υἱόν μου καὶ φαγόμεθα αὐτὸν αὔριον

6:29 καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν καὶ εἰ̃πον πρὸς αὐτὴν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν καὶ ἔκρυψεν τὸν υἱὸν αὐτη̃ς

6:30 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ισραηλ τοὺς λόγους τη̃ς γυναικός διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ αὐτὸς διεπορεύετο ἐπὶ του̃ τείχους καὶ εἰ̃δεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τη̃ς σαρκὸς αὐτου̃ ἔσωθεν

6:31 καὶ εἰ̃πεν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ στήσεται ἡ κεφαλὴ Ελισαιε ἐπ' αὐτω̨̃ σήμερον

6:32 καὶ Ελισαιε ἐκάθητο ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ' αὐτου̃ καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτου̃ πρὶν ἐλθει̃ν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἰ̃πεν πρὸς τοὺς πρεσβυτέρους εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς του̃ φονευτου̃ οὑ̃τος ἀφελει̃ν τὴν κεφαλήν μου ἴδετε ὡς ἂν ἔλθη̨ ὁ ἄγγελος ἀποκλείσατε τὴν θύραν καὶ παραθλίψατε αὐτὸν ἐν τη̨̃ θύρα̨ οὐχὶ φωνὴ τω̃ν ποδω̃ν του̃ κυρίου αὐτου̃ κατόπισθεν αὐτου̃

6:33 ἔτι αὐτου̃ λαλου̃ντος μετ' αὐτω̃ν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἰ̃πεν ἰδοὺ αὕτη ἡ κακία παρὰ κυρίου τί ὑπομείνω τω̨̃ κυρίω̨ ἔτι

7:1 καὶ εἰ̃πεν Ελισαιε ἄκουσον λόγον κυρίου τάδε λέγει κύριος ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθω̃ν σίκλου ἐν ται̃ς πύλαις Σαμαρείας

7:2 καὶ ἀπεκρίθη ὁ τριστάτης ἐφ' ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χει̃ρα αὐτου̃ τω̨̃ Ελισαιε καὶ εἰ̃πεν ἰδοὺ ποιήσει κύριος καταρράκτας ἐν οὐρανω̨̃ μὴ ἔσται τὸ ῥη̃μα του̃το καὶ Ελισαιε εἰ̃πεν ἰδοὺ σὺ ὄψη̨ τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἐκει̃θεν οὐ φάγη̨

7:3 καὶ τέσσαρες ἄνδρες ἠ̃σαν λεπροὶ παρὰ τὴν θύραν τη̃ς πόλεως καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ τί ἡμει̃ς καθήμεθα ὡ̃δε ἕως ἀποθάνωμεν

7:4 ἐὰν εἴπωμεν εἰσέλθωμεν εἰς τὴν πόλιν καὶ ὁ λιμὸς ἐν τη̨̃ πόλει καὶ ἀποθανούμεθα ἐκει̃ καὶ ἐὰν καθίσωμεν ὡ̃δε καὶ ἀποθανούμεθα καὶ νυ̃ν δευ̃τε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας ἐὰν ζωογονήσωσιν ἡμα̃ς καὶ ζησόμεθα καὶ ἐὰν θανατώσωσιν ἡμα̃ς καὶ ἀποθανούμεθα

7:5 καὶ ἀνέστησαν ἐν τω̨̃ σκότει εἰσελθει̃ν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἠ̃λθον εἰς μέρος τη̃ς παρεμβολη̃ς Συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκει̃

7:6 καὶ κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου καὶ φωνὴν δυνάμεως μεγάλης καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτου̃ νυ̃ν ἐμισθώσατο ἐφ' ἡμα̃ς βασιλεὺς Ισραηλ τοὺς βασιλέας τω̃ν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου του̃ ἐλθει̃ν ἐφ' ἡμα̃ς

7:7 καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τω̨̃ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτω̃ν καὶ τοὺς ἵππους αὐτω̃ν καὶ τοὺς ὄνους αὐτω̃ν ἐν τη̨̃ παρεμβολη̨̃ ὡς ἔστιν καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτω̃ν

7:8 καὶ εἰση̃λθον οἱ λεπροὶ οὑ̃τοι ἕως μέρους τη̃ς παρεμβολη̃ς καὶ εἰση̃λθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ἠ̃ραν ἐκει̃θεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν καὶ ἐπέστρεψαν καὶ εἰση̃λθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκει̃θεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν

7:9 καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ οὐχ οὕτως ἡμει̃ς ποιου̃μεν ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστίν καὶ ἡμει̃ς σιωπω̃μεν καὶ μένομεν ἕως φωτὸς του̃ πρωὶ καὶ εὑρήσομεν ἀνομίαν καὶ νυ̃ν δευ̃ρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἰ̃κον του̃ βασιλέως

7:10 καὶ εἰση̃λθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τη̃ς πόλεως καὶ ἀνήγγειλαν αὐτοι̃ς λέγοντες εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἐκει̃ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτω̃ν ὡς εἰσίν

7:11 καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἰ̃κον του̃ βασιλέως ἔσω

7:12 καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἰ̃πεν πρὸς τοὺς παι̃δας αὐτου̃ ἀναγγελω̃ δὴ ὑμι̃ν ἃ ἐποίησεν ἡμι̃ν Συρία ἔγνωσαν ὅτι πεινω̃μεν ἡμει̃ς καὶ ἐξη̃λθαν ἐκ τη̃ς παρεμβολη̃ς καὶ ἐκρύβησαν ἐν τω̨̃ ἀγρω̨̃ λέγοντες ὅτι ἐξελεύσονται ἐκ τη̃ς πόλεως καὶ συλλημψόμεθα αὐτοὺς ζω̃ντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα

7:13 καὶ ἀπεκρίθη εἱ̃ς τω̃ν παίδων αὐτου̃ καὶ εἰ̃πεν λαβέτωσαν δὴ πέντε τω̃ν ἵππων τω̃ν ὑπολελειμμένων οἳ κατελείφθησαν ὡ̃δε ἰδού εἰσιν πρὸς πα̃ν τὸ πλη̃θος Ισραηλ τὸ ἐκλει̃πον καὶ ἀποστελου̃μεν ἐκει̃ καὶ ὀψόμεθα

7:14 καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ ὀπίσω του̃ βασιλέως Συρίας λέγων δευ̃τε καὶ ἴδετε

7:15 καὶ ἐπορεύθησαν ὀπίσω αὐτω̃ν ἕως του̃ Ιορδάνου καὶ ἰδοὺ πα̃σα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευω̃ν ὡ̃ν ἔρριψεν Συρία ἐν τω̨̃ θαμβει̃σθαι αὐτούς καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τω̨̃ βασιλει̃

7:16 καὶ ἐξη̃λθεν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν Συρίας καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθω̃ν σίκλου κατὰ τὸ ῥη̃μα κυρίου

7:17 καὶ ὁ βασιλεὺς κατέστησεν τὸν τριστάτην ἐφ' ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τη̨̃ χειρὶ αὐτου̃ ἐπὶ τη̃ς πύλης καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τη̨̃ πύλη̨ καὶ ἀπέθανεν καθὰ ἐλάλησεν ὁ ἄνθρωπος του̃ θεου̃ ὃς ἐλάλησεν ἐν τω̨̃ καταβη̃ναι τὸν ἄγγελον πρὸς αὐτόν

7:18 καὶ ἐγένετο καθὰ ἐλάλησεν Ελισαιε πρὸς τὸν βασιλέα λέγων Δίμετρον κριθη̃ς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν τη̨̃ πύλη̨ Σαμαρείας

7:19 καὶ ἀπεκρίθη ὁ τριστάτης τω̨̃ Ελισαιε καὶ εἰ̃πεν ἰδοὺ κύριος ποιει̃ καταρράκτας ἐν τω̨̃ οὐρανω̨̃ μὴ ἔσται τὸ ῥη̃μα του̃το καὶ εἰ̃πεν Ελισαιε ἰδοὺ ὄψη̨ τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἐκει̃θεν οὐ φάγη̨

7:20 καὶ ἐγένετο οὕτως καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τη̨̃ πύλη̨ καὶ ἀπέθανεν

8:1 καὶ Ελισαιε ἐλάλησεν πρὸς τὴν γυναι̃κα ἡ̃ς ἐζωπύρησεν τὸν υἱόν λέγων ἀνάστηθι καὶ δευ̃ρο σὺ καὶ ὁ οἰ̃κός σου καὶ παροίκει οὑ̃ ἐὰν παροικήση̨ς ὅτι κέκληκεν κύριος λιμὸν ἐπὶ τὴν γη̃ν καί γε ἠ̃λθεν ἐπὶ τὴν γη̃ν ἑπτὰ ἔτη

8:2 καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥη̃μα Ελισαιε καὶ ἐπορεύθη αὐτὴ καὶ ὁ οἰ̃κος αὐτη̃ς καὶ παρώ̨κει ἐν γη̨̃ ἀλλοφύλων ἑπτὰ ἔτη

8:3 καὶ ἐγένετο μετὰ τὸ τέλος τω̃ν ἑπτὰ ἐτω̃ν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γη̃ς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἠ̃λθεν βοη̃σαι πρὸς τὸν βασιλέα περὶ του̃ οἴκου ἑαυτη̃ς καὶ περὶ τω̃ν ἀγρω̃ν ἑαυτη̃ς

8:4 καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζι τὸ παιδάριον Ελισαιε του̃ ἀνθρώπου του̃ θεου̃ λέγων διήγησαι δή μοι πάντα τὰ μεγάλα ἃ ἐποίησεν Ελισαιε

8:5 καὶ ἐγένετο αὐτου̃ ἐξηγουμένου τω̨̃ βασιλει̃ ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα καὶ ἰδοὺ ἡ γυνή ἡ̃ς ἐζωπύρησεν τὸν υἱὸν αὐτη̃ς Ελισαιε βοω̃σα πρὸς τὸν βασιλέα περὶ του̃ οἴκου ἑαυτη̃ς καὶ περὶ τω̃ν ἀγρω̃ν ἑαυτη̃ς καὶ εἰ̃πεν Γιεζι κύριε βασιλευ̃ αὕτη ἡ γυνή καὶ οὑ̃τος ὁ υἱὸς αὐτη̃ς ὃν ἐζωπύρησεν Ελισαιε

8:6 καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναι̃κα καὶ διηγήσατο αὐτω̨̃ καὶ ἔδωκεν αὐτη̨̃ ὁ βασιλεὺς εὐνου̃χον ἕνα λέγων ἐπίστρεψον πάντα τὰ αὐτη̃ς καὶ πάντα τὰ γενήματα του̃ ἀγρου̃ αὐτη̃ς ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς κατέλιπεν τὴν γη̃ν ἕως του̃ νυ̃ν

8:7 καὶ ἠ̃λθεν Ελισαιε εἰς Δαμασκόν καὶ υἱὸς Αδερ βασιλεὺς Συρίας ἠρρώστει καὶ ἀνήγγειλαν αὐτω̨̃ λέγοντες ἥκει ὁ ἄνθρωπος του̃ θεου̃ ἕως ὡ̃δε

8:8 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Αζαηλ λαβὲ ἐν τη̨̃ χειρί σου μαναα καὶ δευ̃ρο εἰς ἀπαντὴν τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ καὶ ἐπιζήτησον τὸν κύριον παρ' αὐτου̃ λέγων εἰ ζήσομαι ἐκ τη̃ς ἀρρωστίας μου ταύτης

8:9 καὶ ἐπορεύθη Αζαηλ εἰς ἀπαντὴν αὐτου̃ καὶ ἔλαβεν μαναα ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκου̃ ἄρσιν τεσσαράκοντα καμήλων καὶ ἠ̃λθεν καὶ ἔστη ἐνώπιον αὐτου̃ καὶ εἰ̃πεν πρὸς Ελισαιε ὁ υἱός σου υἱὸς Αδερ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων εἰ ζήσομαι ἐκ τη̃ς ἀρρωστίας μου ταύτης

8:10 καὶ εἰ̃πεν Ελισαιε δευ̃ρο εἰπὸν αὐτω̨̃ ζωη̨̃ ζήση̨ καὶ ἔδειξέν μοι κύριος ὅτι θανάτω̨ ἀποθανη̨̃

8:11 καὶ παρέστη τω̨̃ προσώπω̨ αὐτου̃ καὶ ἔθηκεν ἕως αἰσχύνης καὶ ἔκλαυσεν ὁ ἄνθρωπος του̃ θεου̃

8:12 καὶ εἰ̃πεν Αζαηλ τί ὅτι ὁ κύριός μου κλαίει καὶ εἰ̃πεν ὅτι οἰ̃δα ὅσα ποιήσεις τοι̃ς υἱοι̃ς Ισραηλ κακά τὰ ὀχυρώματα αὐτω̃ν ἐξαποστελει̃ς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτω̃ν ἐν ῥομφαία̨ ἀποκτενει̃ς καὶ τὰ νήπια αὐτω̃ν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτω̃ν ἀναρρήξεις

8:13 καὶ εἰ̃πεν Αζαηλ τίς ἐστιν ὁ δου̃λός σου ὁ κύων ὁ τεθνηκώς ὅτι ποιήσει τὸ ῥη̃μα του̃το καὶ εἰ̃πεν Ελισαιε ἔδειξέν μοι κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν

8:14 καὶ ἀπη̃λθεν ἀπὸ Ελισαιε καὶ εἰση̃λθεν πρὸς τὸν κύριον αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ τί εἰ̃πέν σοι Ελισαιε καὶ εἰ̃πεν εἰ̃πέν μοι ζωη̨̃ ζήση̨

8:15 καὶ ἐγένετο τη̨̃ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τω̨̃ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτου̃ καὶ ἀπέθανεν καὶ ἐβασίλευσεν Αζαηλ ἀντ' αὐτου̃

8:16 ἐν ἔτει πέμπτω̨ τω̨̃ Ιωραμ υἱω̨̃ Αχααβ βασιλει̃ Ισραηλ ἐβασίλευσεν Ιωραμ υἱὸς Ιωσαφατ βασιλεὺς Ιουδα

8:17 υἱὸς τριάκοντα καὶ δύο ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ

8:18 καὶ ἐπορεύθη ἐν ὁδω̨̃ βασιλέων Ισραηλ καθὼς ἐποίησεν οἰ̃κος Αχααβ ὅτι θυγάτηρ Αχααβ ἠ̃ν αὐτω̨̃ εἰς γυναι̃κα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου

8:19 καὶ οὐκ ἠθέλησεν κύριος διαφθει̃ραι τὸν Ιουδαν διὰ Δαυιδ τὸν δου̃λον αὐτου̃ καθὼς εἰ̃πεν δου̃ναι αὐτω̨̃ λύχνον καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ πάσας τὰς ἡμέρας

8:20 ἐν ται̃ς ἡμέραις αὐτου̃ ἠθέτησεν Εδωμ ὑποκάτωθεν χειρὸς Ιουδα καὶ ἐβασίλευσαν ἐφ' ἑαυτοὺς βασιλέα

8:21 καὶ ἀνέβη Ιωραμ εἰς Σιωρ καὶ πάντα τὰ ἅρματα μετ' αὐτου̃ καὶ ἐγένετο αὐτου̃ ἀναστάντος καὶ ἐπάταξεν τὸν Εδωμ τὸν κυκλώσαντα ἐπ' αὐτὸν καὶ τοὺς ἄρχοντας τω̃ν ἁρμάτων καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτω̃ν

8:22 καὶ ἠθέτησεν Εδωμ ὑποκάτωθεν χειρὸς Ιουδα ἕως τη̃ς ἡμέρας ταύτης τότε ἠθέτησεν Λοβενα ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨

8:23 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωραμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γέγραπται ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα

8:24 καὶ ἐκοιμήθη Ιωραμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

8:25 ἐν ἔτει δωδεκάτω̨ τω̨̃ Ιωραμ υἱω̨̃ Αχααβ βασιλει̃ Ισραηλ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ

8:26 υἱὸς εἴκοσι καὶ δύο ἐτω̃ν Οχοζιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Γοθολια θυγάτηρ Αμβρι βασιλέως Ισραηλ

8:27 καὶ ἐπορεύθη ἐν ὁδω̨̃ οἴκου Αχααβ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καθὼς ὁ οἰ̃κος Αχααβ

8:28 καὶ ἐπορεύθη μετὰ Ιωραμ υἱου̃ Αχααβ εἰς πόλεμον μετὰ Αζαηλ βασιλέως ἀλλοφύλων ἐν Ρεμμωθ Γαλααδ καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ιωραμ

8:29 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ιωραμ του̃ ἰατρευθη̃ναι ἐν Ιεζραελ ἀπὸ τω̃ν πληγω̃ν ὡ̃ν ἐπάταξαν αὐτὸν ἐν Ρεμμωθ ἐν τω̨̃ πολεμει̃ν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας καὶ Οχοζιας υἱὸς Ιωραμ κατέβη του̃ ἰδει̃ν τὸν Ιωραμ υἱὸν Αχααβ ἐν Ιεζραελ ὅτι ἠρρώστει αὐτός

9:1 καὶ Ελισαιε ὁ προφήτης ἐκάλεσεν ἕνα τω̃ν υἱω̃ν τω̃ν προφητω̃ν καὶ εἰ̃πεν αὐτω̨̃ ζω̃σαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν του̃ ἐλαίου τούτου ἐν τη̨̃ χειρί σου καὶ δευ̃ρο εἰς Ρεμμωθ Γαλααδ

9:2 καὶ εἰσελεύση̨ ἐκει̃ καὶ ὄψη̨ ἐκει̃ Ιου υἱὸν Ιωσαφατ υἱου̃ Ναμεσσι καὶ εἰσελεύση̨ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τω̨̃ ταμιείω̨

9:3 καὶ λήμψη̨ τὸν φακὸν του̃ ἐλαίου καὶ ἐπιχεει̃ς ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ εἰπόν τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ἀνοίξεις τὴν θύραν καὶ φεύξη̨ καὶ οὐ μενει̃ς

9:4 καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμωθ Γαλααδ

9:5 καὶ εἰση̃λθεν καὶ ἰδοὺ οἱ ἄρχοντες τη̃ς δυνάμεως ἐκάθηντο καὶ εἰ̃πεν λόγος μοι πρὸς σέ ὁ ἄρχων καὶ εἰ̃πεν Ιου πρὸς τίνα ἐκ πάντων ἡμω̃ν καὶ εἰ̃πεν πρὸς σέ ὁ ἄρχων

9:6 καὶ ἀνέστη καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν Ισραηλ

9:7 καὶ ἐξολεθρεύσεις τὸν οἰ̃κον Αχααβ του̃ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τω̃ν δούλων μου τω̃ν προφητω̃ν καὶ τὰ αἵματα πάντων τω̃ν δούλων κυρίου ἐκ χειρὸς Ιεζαβελ

9:8 καὶ ἐκ χειρὸς ὅλου του̃ οἴκου Αχααβ καὶ ἐξολεθρεύσεις τω̨̃ οἴκω̨ Αχααβ οὐρου̃ντα πρὸς τοι̃χον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ

9:9 καὶ δώσω τὸν οἰ̃κον Αχααβ ὡς τὸν οἰ̃κον Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ὡς τὸν οἰ̃κον Βαασα υἱου̃ Αχια

9:10 καὶ τὴν Ιεζαβελ καταφάγονται οἱ κύνες ἐν τη̨̃ μερίδι Ιεζραελ καὶ οὐκ ἔστιν ὁ θάπτων καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν

9:11 καὶ Ιου ἐξη̃λθεν πρὸς τοὺς παι̃δας του̃ κυρίου αὐτου̃ καὶ εἰ̃πον αὐτω̨̃ εἰ εἰρήνη τί ὅτι εἰση̃λθεν ὁ ἐπίλημπτος οὑ̃τος πρὸς σέ καὶ εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτου̃

9:12 καὶ εἰ̃πον ἄδικον ἀπάγγειλον δὴ ἡμι̃ν καὶ εἰ̃πεν Ιου πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ

9:13 καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτου̃ καὶ ἔθηκαν ὑποκάτω αὐτου̃ ἐπὶ γαρεμ τω̃ν ἀναβαθμω̃ν καὶ ἐσάλπισαν ἐν κερατίνη̨ καὶ εἰ̃πον ἐβασίλευσεν Ιου

9:14 καὶ συνεστράφη Ιου υἱὸς Ιωσαφατ υἱου̃ Ναμεσσι πρὸς Ιωραμ καὶ Ιωραμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμωθ Γαλααδ αὐτὸς καὶ πα̃ς Ισραηλ ἀπὸ προσώπου Αζαηλ βασιλέως Συρίας

9:15 καὶ ἀπέστρεψεν Ιωραμ ὁ βασιλεὺς ἰατρευθη̃ναι ἐν Ιεζραελ ἀπὸ τω̃ν πληγω̃ν ὡ̃ν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τω̨̃ πολεμει̃ν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας καὶ εἰ̃πεν Ιου εἰ ἔστιν ἡ ψυχὴ ὑμω̃ν μετ' ἐμου̃ μὴ ἐξελθέτω ἐκ τη̃ς πόλεως διαπεφευγὼς του̃ πορευθη̃ναι καὶ ἀπαγγει̃λαι ἐν Ιεζραελ

9:16 καὶ ἵππευσεν καὶ ἐπορεύθη Ιου καὶ κατέβη εἰς Ιεζραελ ὅτι Ιωραμ βασιλεὺς Ισραηλ ἐθεραπεύετο ἐν Ιεζραελ ἀπὸ τω̃ν τοξευμάτων ὡ̃ν κατετόξευσαν αὐτὸν οἱ Αραμιν ἐν τη̨̃ Ραμμαθ ἐν τω̨̃ πολέμω̨ μετὰ Αζαηλ βασιλέως Συρίας ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως καὶ Οχοζιας βασιλεὺς Ιουδα κατέβη ἰδει̃ν τὸν Ιωραμ

9:17 καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν Ιεζραελ καὶ εἰ̃δεν τὸν κονιορτὸν Ιου ἐν τω̨̃ παραγίνεσθαι αὐτὸν καὶ εἰ̃πεν Κονιορτὸν ἐγὼ βλέπω καὶ εἰ̃πεν Ιωραμ λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτω̃ν καὶ εἰπάτω εἰ εἰρήνη

9:18 καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτω̃ν καὶ εἰ̃πεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἰ̃πεν Ιου τί σοι καὶ εἰρήνη̨ ἐπίστρεφε εἰς τὰ ὀπίσω μου καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἠ̃λθεν ὁ ἄγγελος ἕως αὐτω̃ν καὶ οὐκ ἀνέστρεψεν

9:19 καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον καὶ ἠ̃λθεν πρὸς αὐτὸν καὶ εἰ̃πεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἰ̃πεν Ιου τί σοι καὶ εἰρήνη̨ ἐπιστρέφου εἰς τὰ ὀπίσω μου

9:20 καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἠ̃λθεν ἕως αὐτω̃ν καὶ οὐκ ἀνέστρεψεν καὶ ὁ ἄγων ἠ̃γεν τὸν Ιου υἱὸν Ναμεσσιου ὅτι ἐν παραλλαγη̨̃ ἐγένετο

9:21 καὶ εἰ̃πεν Ιωραμ ζευ̃ξον καὶ ἔζευξεν ἅρμα καὶ ἐξη̃λθεν Ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα ἀνὴρ ἐν τω̨̃ ἅρματι αὐτου̃ καὶ ἐξη̃λθον εἰς ἀπαντὴν Ιου καὶ εὑ̃ρον αὐτὸν ἐν τη̨̃ μερίδι Ναβουθαι του̃ Ιεζραηλίτου

9:22 καὶ ἐγένετο ὡς εἰ̃δεν Ιωραμ τὸν Ιου καὶ εἰ̃πεν εἰ εἰρήνη Ιου καὶ εἰ̃πεν Ιου τί εἰρήνη ἔτι αἱ πορνει̃αι Ιεζαβελ τη̃ς μητρός σου καὶ τὰ φάρμακα αὐτη̃ς τὰ πολλά

9:23 καὶ ἐπέστρεψεν Ιωραμ τὰς χει̃ρας αὐτου̃ του̃ φυγει̃ν καὶ εἰ̃πεν πρὸς Οχοζιαν δόλος Οχοζια

9:24 καὶ ἔπλησεν Ιου τὴν χει̃ρα αὐτου̃ ἐν τω̨̃ τόξω̨ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τω̃ν βραχιόνων αὐτου̃ καὶ ἐξη̃λθεν τὸ βέλος διὰ τη̃ς καρδίας αὐτου̃ καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτου̃

9:25 καὶ εἰ̃πεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτου̃ ῥι̃ψον αὐτὸν ἐν τη̨̃ μερίδι ἀγρου̃ Ναβουθαι του̃ Ιεζραηλίτου ὅτι μνημονεύω ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ του̃ πατρὸς αὐτου̃ καὶ κύριος ἔλαβεν ἐπ' αὐτὸν τὸ λη̃μμα του̃το λέγων

9:26 εἰ μὴ μετὰ τω̃ν αἱμάτων Ναβουθαι καὶ τὰ αἵματα τω̃ν υἱω̃ν αὐτου̃ εἰ̃δον ἐχθές φησὶν κύριος καὶ ἀνταποδώσω αὐτω̨̃ ἐν τη̨̃ μερίδι ταύτη̨ φησὶν κύριος καὶ νυ̃ν ἄρας δὴ ῥι̃ψον αὐτὸν ἐν τη̨̃ μερίδι κατὰ τὸ ῥη̃μα κυρίου

9:27 καὶ Οχοζιας βασιλεὺς Ιουδα εἰ̃δεν καὶ ἔφυγεν ὁδὸν Βαιθαγγαν καὶ ἐδίωξεν ὀπίσω αὐτου̃ Ιου καὶ εἰ̃πεν καί γε αὐτόν καὶ ἐπάταξεν αὐτὸν ἐν τω̨̃ ἅρματι ἐν τω̨̃ ἀναβαίνειν Γαι ἥ ἐστιν Ιεβλααμ καὶ ἔφυγεν εἰς Μαγεδδων καὶ ἀπέθανεν ἐκει̃

9:28 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παι̃δες αὐτου̃ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τω̨̃ τάφω̨ αὐτου̃ ἐν πόλει Δαυιδ

9:29 καὶ ἐν ἔτει ἑνδεκάτω̨ Ιωραμ βασιλέως Ισραηλ ἐβασίλευσεν Οχοζιας ἐπὶ Ιουδαν

9:30 καὶ ἠ̃λθεν Ιου εἰς Ιεζραελ καὶ Ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτη̃ς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτη̃ς καὶ διέκυψεν διὰ τη̃ς θυρίδος

9:31 καὶ Ιου εἰσεπορεύετο ἐν τη̨̃ πόλει καὶ εἰ̃πεν εἰ εἰρήνη Ζαμβρι ὁ φονευτὴς του̃ κυρίου αὐτου̃

9:32 καὶ ἐπη̃ρεν τὸ πρόσωπον αὐτου̃ εἰς τὴν θυρίδα καὶ εἰ̃δεν αὐτὴν καὶ εἰ̃πεν τίς εἰ̃ σύ κατάβηθι μετ' ἐμου̃ καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνου̃χοι

9:33 καὶ εἰ̃πεν κυλίσατε αὐτήν καὶ ἐκύλισαν αὐτήν καὶ ἐρραντίσθη του̃ αἵματος αὐτη̃ς πρὸς τὸν τοι̃χον καὶ πρὸς τοὺς ἵππους καὶ συνεπάτησαν αὐτήν

9:34 καὶ εἰση̃λθεν Ιου καὶ ἔφαγεν καὶ ἔπιεν καὶ εἰ̃πεν ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν ὅτι θυγάτηρ βασιλέως ἐστίν

9:35 καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὑ̃ρον ἐν αὐτη̨̃ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τω̃ν χειρω̃ν

9:36 καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτω̨̃ καὶ εἰ̃πεν λόγος κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτου̃ Ηλιου του̃ Θεσβίτου λέγων ἐν τη̨̃ μερίδι Ιεζραελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ιεζαβελ

9:37 καὶ ἔσται τὸ θνησιμαι̃ον Ιεζαβελ ὡς κοπρία ἐπὶ προσώπου του̃ ἀγρου̃ ἐν τη̨̃ μερίδι Ιεζραελ ὥστε μὴ εἰπει̃ν αὐτούς Ιεζαβελ

10:1 καὶ τω̨̃ Αχααβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρεία̨ καὶ ἔγραψεν Ιου βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρεία̨ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς υἱω̃ν Αχααβ λέγων

10:2 καὶ νυ̃ν ὡς ἐὰν ἔλθη̨ τὸ βιβλίον του̃το πρὸς ὑμα̃ς μεθ' ὑμω̃ν οἱ υἱοὶ του̃ κυρίου ὑμω̃ν καὶ μεθ' ὑμω̃ν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα

10:3 καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθη̃ ἐν τοι̃ς υἱοι̃ς του̃ κυρίου ὑμω̃ν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον του̃ πατρὸς αὐτου̃ καὶ πολεμει̃τε ὑπὲρ του̃ οἴκου του̃ κυρίου ὑμω̃ν

10:4 καὶ ἐφοβήθησαν σφόδρα καὶ εἰ̃πον ἰδοὺ οἱ δύο βασιλει̃ς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτου̃ καὶ πω̃ς στησόμεθα ἡμει̃ς

10:5 καὶ ἀπέστειλαν οἱ ἐπὶ του̃ οἴκου καὶ οἱ ἐπὶ τη̃ς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ιου λέγοντες παι̃δές σου ἡμει̃ς καὶ ὅσα ἐὰν εἴπη̨ς πρὸς ἡμα̃ς ποιήσομεν οὐ βασιλεύσομεν ἄνδρα τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου ποιήσομεν

10:6 καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων εἰ ἐμοὶ ὑμει̃ς καὶ τη̃ς φωνη̃ς μου ὑμει̃ς εἰσακούετε λάβετε τὴν κεφαλὴν ἀνδρω̃ν τω̃ν υἱω̃ν του̃ κυρίου ὑμω̃ν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον εἰς Ιεζραελ καὶ οἱ υἱοὶ του̃ βασιλέως ἠ̃σαν ἑβδομήκοντα ἄνδρες οὑ̃τοι ἁδροὶ τη̃ς πόλεως ἐξέτρεφον αὐτούς

10:7 καὶ ἐγένετο ὡς ἠ̃λθεν τὸ βιβλίον πρὸς αὐτούς καὶ ἔλαβον τοὺς υἱοὺς του̃ βασιλέως καὶ ἔσφαξαν αὐτούς ἑβδομήκοντα ἄνδρας καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτω̃ν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ιεζραελ

10:8 καὶ ἠ̃λθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων ἤνεγκαν τὰς κεφαλὰς τω̃ν υἱω̃ν του̃ βασιλέως καὶ εἰ̃πεν θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τη̃ς πύλης εἰς πρωί

10:9 καὶ ἐγένετο πρωὶ καὶ ἐξη̃λθεν καὶ ἔστη ἐν τω̨̃ πυλω̃νι τη̃ς πόλεως καὶ εἰ̃πεν πρὸς πάντα τὸν λαόν δίκαιοι ὑμει̃ς ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν καὶ τίς ἐπάταξεν πάντας τούτους

10:10 ἴδετε αφφω ὅτι οὐ πεσει̃ται ἀπὸ του̃ ῥήματος κυρίου εἰς τὴν γη̃ν οὑ̃ ἐλάλησεν κύριος ἐπὶ τὸν οἰ̃κον Αχααβ καὶ κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτου̃ Ηλιου

10:11 καὶ ἐπάταξεν Ιου πάντας τοὺς καταλειφθέντας ἐν τω̨̃ οἴκω̨ Αχααβ ἐν Ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτου̃ καὶ τοὺς γνωστοὺς αὐτου̃ καὶ τοὺς ἱερει̃ς αὐτου̃ ὥστε μὴ καταλιπει̃ν αὐτου̃ κατάλειμμα

10:12 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν αὐτὸς ἐν Βαιθακαδ τω̃ν ποιμένων ἐν τη̨̃ ὁδω̨̃

10:13 καὶ Ιου εὑ̃ρεν τοὺς ἀδελφοὺς Οχοζιου βασιλέως Ιουδα καὶ εἰ̃πεν τίνες ὑμει̃ς καὶ εἰ̃πον οἱ ἀδελφοὶ Οχοζιου ἡμει̃ς καὶ κατέβημεν εἰς εἰρήνην τω̃ν υἱω̃ν του̃ βασιλέως καὶ τω̃ν υἱω̃ν τη̃ς δυναστευούσης

10:14 καὶ εἰ̃πεν συλλάβετε αὐτοὺς ζω̃ντας καὶ συνέλαβον αὐτοὺς ζω̃ντας καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακαδ τεσσαράκοντα καὶ δύο ἄνδρας οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτω̃ν

10:15 καὶ ἐπορεύθη ἐκει̃θεν καὶ εὑ̃ρεν τὸν Ιωναδαβ υἱὸν Ρηχαβ ἐν τη̨̃ ὁδω̨̃ εἰς ἀπαντὴν αὐτου̃ καὶ εὐλόγησεν αὐτόν καὶ εἰ̃πεν πρὸς αὐτὸν Ιου εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐθει̃α καθὼς ἡ καρδία μου μετὰ τη̃ς καρδίας σου καὶ εἰ̃πεν Ιωναδαβ ἔστιν καὶ εἰ̃πεν Ιου καὶ εἰ ἔστιν δὸς τὴν χει̃ρά σου καὶ ἔδωκεν τὴν χει̃ρα αὐτου̃ καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα

10:16 καὶ εἰ̃πεν πρὸς αὐτόν δευ̃ρο μετ' ἐμου̃ καὶ ἰδὲ ἐν τω̨̃ ζηλω̃σαί με τω̨̃ κυρίω̨ Σαβαωθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τω̨̃ ἅρματι αὐτου̃

10:17 καὶ εἰση̃λθεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν πάντας τοὺς καταλειφθέντας του̃ Αχααβ ἐν Σαμαρεία̨ ἕως του̃ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν πρὸς Ηλιου

10:18 καὶ συνήθροισεν Ιου πάντα τὸν λαὸν καὶ εἰ̃πεν πρὸς αὐτούς Αχααβ ἐδούλευσεν τω̨̃ Βααλ ὀλίγα καί γε Ιου δουλεύσει αὐτω̨̃ πολλά

10:19 καὶ νυ̃ν πάντες οἱ προφη̃ται του̃ Βααλ πάντας τοὺς δούλους αὐτου̃ καὶ τοὺς ἱερει̃ς αὐτου̃ καλέσατε πρός με ἀνὴρ μὴ ἐπισκεπήτω ὅτι θυσία μεγάλη μοι τω̨̃ Βααλ πα̃ς ὃς ἐὰν ἐπισκεπη̨̃ οὐ ζήσεται καὶ Ιου ἐποίησεν ἐν πτερνισμω̨̃ ἵνα ἀπολέση̨ τοὺς δούλους του̃ Βααλ

10:20 καὶ εἰ̃πεν Ιου ἁγιάσατε ἱερείαν τω̨̃ Βααλ καὶ ἐκήρυξαν

10:21 καὶ ἀπέστειλεν Ιου ἐν παντὶ Ισραηλ λέγων καὶ νυ̃ν πάντες οἱ δου̃λοι του̃ Βααλ καὶ πάντες οἱ ἱερει̃ς αὐτου̃ καὶ πάντες οἱ προφη̃ται αὐτου̃ μηδεὶς ἀπολειπέσθω ὅτι θυσίαν μεγάλην ποιω̃ ὃς ἂν ἀπολειφθη̨̃ οὐ ζήσεται καὶ ἠ̃λθον πάντες οἱ δου̃λοι του̃ Βααλ καὶ πάντες οἱ ἱερει̃ς αὐτου̃ καὶ πάντες οἱ προφη̃ται αὐτου̃ οὐ κατελείφθη ἀνήρ ὃς οὐ παρεγένετο καὶ εἰση̃λθον εἰς τὸν οἰ̃κον του̃ Βααλ καὶ ἐπλήσθη ὁ οἰ̃κος του̃ Βααλ στόμα εἰς στόμα

10:22 καὶ εἰ̃πεν Ιου τω̨̃ ἐπὶ του̃ οἴκου μεσθααλ ἐξάγαγε ἐνδύματα πα̃σι τοι̃ς δούλοις του̃ Βααλ καὶ ἐξήνεγκεν αὐτοι̃ς ὁ στολιστής

10:23 καὶ εἰση̃λθεν Ιου καὶ Ιωναδαβ υἱὸς Ρηχαβ εἰς οἰ̃κον του̃ Βααλ καὶ εἰ̃πεν τοι̃ς δούλοις του̃ Βααλ ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεθ' ὑμω̃ν τω̃ν δούλων κυρίου ὅτι ἀλλ' ἢ οἱ δου̃λοι του̃ Βααλ μονώτατοι

10:24 καὶ εἰση̃λθεν του̃ ποιη̃σαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα καὶ Ιου ἔταξεν ἑαυτω̨̃ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἰ̃πεν ἀνήρ ὃς ἐὰν διασωθη̨̃ ἀπὸ τω̃ν ἀνδρω̃ν ὡ̃ν ἐγὼ ἀνάγω ἐπὶ χει̃ρας ὑμω̃ν ἡ ψυχὴ αὐτου̃ ἀντὶ τη̃ς ψυχη̃ς αὐτου̃

10:25 καὶ ἐγένετο ὡς συνετέλεσεν ποιω̃ν τὴν ὁλοκαύτωσιν καὶ εἰ̃πεν Ιου τοι̃ς παρατρέχουσιν καὶ τοι̃ς τριστάταις εἰσελθόντες πατάξατε αὐτούς ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτω̃ν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου του̃ Βααλ

10:26 καὶ ἐξήνεγκαν τὴν στήλην του̃ Βααλ καὶ ἐνέπρησαν αὐτήν

10:27 καὶ κατέσπασαν τὰς στήλας του̃ Βααλ καὶ καθει̃λον τὸν οἰ̃κον του̃ Βααλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρω̃νας ἕως τη̃ς ἡμέρας ταύτης

10:28 καὶ ἠφάνισεν Ιου τὸν Βααλ ἐξ Ισραηλ

10:29 πλὴν ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ οὐκ ἀπέστη Ιου ἀπὸ ὄπισθεν αὐτω̃ν αἱ δαμάλεις αἱ χρυσαι̃ ἐν Βαιθηλ καὶ ἐν Δαν

10:30 καὶ εἰ̃πεν κύριος πρὸς Ιου ἀνθ' ὡ̃ν ὅσα ἠγάθυνας ποιη̃σαι τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς μου καὶ πάντα ὅσα ἐν τη̨̃ καρδία̨ μου ἐποίησας τω̨̃ οἴκω̨ Αχααβ υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραηλ

10:31 καὶ Ιου οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμω̨ κυρίου θεου̃ Ισραηλ ἐν ὅλη̨ καρδία̨ αὐτου̃ οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ

10:32 ἐν ται̃ς ἡμέραις ἐκείναις ἤρξατο κύριος συγκόπτειν ἐν τω̨̃ Ισραηλ καὶ ἐπάταξεν αὐτοὺς Αζαηλ ἐν παντὶ ὁρίω̨ Ισραηλ

10:33 ἀπὸ του̃ Ιορδάνου κατ' ἀνατολὰς ἡλίου πα̃σαν τὴν γη̃ν Γαλααδ του̃ Γαδδι καὶ του̃ Ρουβην καὶ του̃ Μανασση ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ του̃ χείλους χειμάρρου Αρνων καὶ τὴν Γαλααδ καὶ τὴν Βασαν

10:34 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιου καὶ πάντα ὅσα ἐποίησεν καὶ πα̃σα ἡ δυναστεία αὐτου̃ καὶ τὰς συνάψεις ἃς συνη̃ψεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ

10:35 καὶ ἐκοιμήθη Ιου μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρεία̨ καὶ ἐβασίλευσεν Ιωαχας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

10:36 καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Ιου ἐπὶ Ισραηλ εἴκοσι ὀκτὼ ἔτη ἐν Σαμαρεία̨

11:1 καὶ Γοθολια ἡ μήτηρ Οχοζιου εἰ̃δεν ὅτι ἀπέθανον οἱ υἱοὶ αὐτη̃ς καὶ ἀπώλεσεν πα̃ν τὸ σπέρμα τη̃ς βασιλείας

11:2 καὶ ἔλαβεν Ιωσαβεε θυγάτηρ του̃ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου τὸν Ιωας υἱὸν ἀδελφου̃ αὐτη̃ς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τω̃ν υἱω̃ν του̃ βασιλέως τω̃ν θανατουμένων αὐτὸν καὶ τὴν τροφὸν αὐτου̃ ἐν τω̨̃ ταμιείω̨ τω̃ν κλινω̃ν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἐθανατώθη

11:3 καὶ ἠ̃ν μετ' αὐτη̃ς ἐν οἴκω̨ κυρίου κρυβόμενος ἓξ ἔτη καὶ Γοθολια βασιλεύουσα ἐπὶ τη̃ς γη̃ς

11:4 καὶ ἐν τω̨̃ ἔτει τω̨̃ ἑβδόμω̨ ἀπέστειλεν Ιωδαε ὁ ἱερεὺς καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους τὸν Χορρι καὶ τὸν Ρασιμ καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἰ̃κον κυρίου καὶ διέθετο αὐτοι̃ς διαθήκην κυρίου καὶ ὥρκισεν αὐτοὺς ἐνώπιον κυρίου καὶ ἔδειξεν αὐτοι̃ς Ιωδαε τὸν υἱὸν του̃ βασιλέως

11:5 καὶ ἐνετείλατο αὐτοι̃ς λέγων οὑ̃τος ὁ λόγος ὃν ποιήσετε τὸ τρίτον ἐξ ὑμω̃ν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξετε φυλακὴν οἴκου του̃ βασιλέως ἐν τω̨̃ πυλω̃νι

11:6 καὶ τὸ τρίτον ἐν τη̨̃ πύλη̨ τω̃ν ὁδω̃ν καὶ τὸ τρίτον τη̃ς πύλης ὀπίσω τω̃ν παρατρεχόντων καὶ φυλάξετε τὴν φυλακὴν του̃ οἴκου

11:7 καὶ δύο χει̃ρες ἐν ὑμι̃ν πα̃ς ὁ ἐκπορευόμενος τὸ σάββατον καὶ φυλάξουσιν τὴν φυλακὴν οἴκου κυρίου πρὸς τὸν βασιλέα

11:8 καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλω̨ ἀνὴρ καὶ τὸ σκευ̃ος αὐτου̃ ἐν χειρὶ αὐτου̃ καὶ ὁ εἰσπορευόμενος εἰς τὰ σαδηρωθ ἀποθανει̃ται καὶ ἐγένετο μετὰ του̃ βασιλέως ἐν τω̨̃ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτόν

11:9 καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο Ιωδαε ὁ συνετός καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτου̃ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τω̃ν ἐκπορευομένων τὸ σάββατον καὶ εἰση̃λθεν πρὸς Ιωδαε τὸν ἱερέα

11:10 καὶ ἔδωκεν ὁ ἱερεὺς τοι̃ς ἑκατοντάρχαις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς του̃ βασιλέως Δαυιδ τοὺς ἐν οἴκω̨ κυρίου

11:11 καὶ ἔστησαν οἱ παρατρέχοντες ἀνὴρ καὶ τὸ σκευ̃ος αὐτου̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ ἀπὸ τη̃ς ὠμίας του̃ οἴκου τη̃ς δεξια̃ς ἕως τη̃ς ὠμίας του̃ οἴκου τη̃ς εὐωνύμου του̃ θυσιαστηρίου καὶ του̃ οἴκου ἐπὶ τὸν βασιλέα κύκλω̨

11:12 καὶ ἐξαπέστειλεν τὸν υἱὸν του̃ βασιλέως καὶ ἔδωκεν ἐπ' αὐτὸν τὸ νεζερ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν καὶ ἐκρότησαν τη̨̃ χειρὶ καὶ εἰ̃παν ζήτω ὁ βασιλεύς

11:13 καὶ ἤκουσεν Γοθολια τὴν φωνὴν τω̃ν τρεχόντων του̃ λαου̃ καὶ εἰση̃λθεν πρὸς τὸν λαὸν εἰς οἰ̃κον κυρίου

11:14 καὶ εἰ̃δεν καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ του̃ στύλου κατὰ τὸ κρίμα καὶ οἱ ὠ̨δοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα καὶ πα̃ς ὁ λαὸς τη̃ς γη̃ς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξιν καὶ διέρρηξεν Γοθολια τὰ ἱμάτια ἑαυτη̃ς καὶ ἐβόησεν σύνδεσμος σύνδεσμος

11:15 καὶ ἐνετείλατο Ιωδαε ὁ ἱερεὺς τοι̃ς ἑκατοντάρχαις τοι̃ς ἐπισκόποις τη̃ς δυνάμεως καὶ εἰ̃πεν πρὸς αὐτούς ἐξαγάγετε αὐτὴν ἔσωθεν τω̃ν σαδηρωθ καὶ ὁ εἰσπορευόμενος ὀπίσω αὐτη̃ς θανάτω̨ θανατωθήσεται ῥομφαία̨ ὅτι εἰ̃πεν ὁ ἱερεύς καὶ μὴ ἀποθάνη̨ ἐν οἴκω̨ κυρίου

11:16 καὶ ἐπέθηκαν αὐτη̨̃ χει̃ρας καὶ εἰση̃λθεν ὁδὸν εἰσόδου τω̃ν ἵππων οἴκου του̃ βασιλέως καὶ ἀπέθανεν ἐκει̃

11:17 καὶ διέθετο Ιωδαε διαθήκην ἀνὰ μέσον κυρίου καὶ ἀνὰ μέσον του̃ βασιλέως καὶ ἀνὰ μέσον του̃ λαου̃ του̃ εἰ̃ναι εἰς λαὸν τω̨̃ κυρίω̨ καὶ ἀνὰ μέσον του̃ βασιλέως καὶ ἀνὰ μέσον του̃ λαου̃

11:18 καὶ εἰση̃λθεν πα̃ς ὁ λαὸς τη̃ς γη̃ς εἰς οἰ̃κον του̃ Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτου̃ καὶ τὰς εἰκόνας αὐτου̃ συνέτριψαν ἀγαθω̃ς καὶ τὸν Ματθαν τὸν ἱερέα του̃ Βααλ ἀπέκτειναν κατὰ πρόσωπον τω̃ν θυσιαστηρίων καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἰ̃κον κυρίου

11:19 καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρι καὶ τὸν Ρασιμ καὶ πάντα τὸν λαὸν τη̃ς γη̃ς καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου κυρίου καὶ εἰση̃λθεν ὁδὸν πύλης τω̃ν παρατρεχόντων οἴκου του̃ βασιλέως καὶ ἐκάθισαν αὐτὸν ἐπὶ του̃ θρόνου τω̃ν βασιλέων

11:20 καὶ ἐχάρη πα̃ς ὁ λαὸς τη̃ς γη̃ς καὶ ἡ πόλις ἡσύχασεν καὶ τὴν Γοθολιαν ἐθανάτωσαν ἐν ῥομφαία̨ ἐν οἴκω̨ του̃ βασιλέως

12:1 υἱὸς ἐτω̃ν ἑπτὰ Ιωας ἐν τω̨̃ βασιλεύειν αὐτόν

12:2 ἐν ἔτει ἑβδόμω̨ τω̨̃ Ιου ἐβασίλευσεν Ιωας καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Αβια ἐκ τη̃ς Βηρσαβεε

12:3 καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν Ιωδαε ὁ ἱερεύς

12:4 πλὴν τω̃ν ὑψηλω̃ν οὐ μετεστάθησαν καὶ ἐκει̃ ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοι̃ς ὑψηλοι̃ς

12:5 καὶ εἰ̃πεν Ιωας πρὸς τοὺς ἱερει̃ς πα̃ν τὸ ἀργύριον τω̃ν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τω̨̃ οἴκω̨ κυρίου ἀργύριον συντιμήσεως ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως πα̃ν ἀργύριον ὃ ἐὰν ἀναβη̨̃ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκει̃ν ἐν οἴκω̨ κυρίου

12:6 λαβέτωσαν ἑαυτοι̃ς οἱ ἱερει̃ς ἀνὴρ ἀπὸ τη̃ς πράσεως αὐτω̃ν καὶ αὐτοὶ κρατήσουσιν τὸ βεδεκ του̃ οἴκου εἰς πάντα οὑ̃ ἐὰν εὑρεθη̨̃ ἐκει̃ βεδεκ

12:7 καὶ ἐγενήθη ἐν τω̨̃ εἰκοστω̨̃ καὶ τρίτω̨ ἔτει τω̨̃ βασιλει̃ Ιωας οὐκ ἐκραταίωσαν οἱ ἱερει̃ς τὸ βεδεκ του̃ οἴκου

12:8 καὶ ἐκάλεσεν Ιωας ὁ βασιλεὺς Ιωδαε τὸν ἱερέα καὶ τοὺς ἱερει̃ς καὶ εἰ̃πεν πρὸς αὐτούς τί ὅτι οὐκ ἐκραταιου̃τε τὸ βεδεκ του̃ οἴκου καὶ νυ̃ν μὴ λάβητε ἀργύριον ἀπὸ τω̃ν πράσεων ὑμω̃ν ὅτι εἰς τὸ βεδεκ του̃ οἴκου δώσετε αὐτό

12:9 καὶ συνεφώνησαν οἱ ἱερει̃ς του̃ μὴ λαβει̃ν ἀργύριον παρὰ του̃ λαου̃ καὶ του̃ μὴ ἐνισχυ̃σαι τὸ βεδεκ του̃ οἴκου

12:10 καὶ ἔλαβεν Ιωδαε ὁ ἱερεὺς κιβωτὸν μίαν καὶ ἔτρησεν τρώγλην ἐπὶ τη̃ς σανίδος αὐτη̃ς καὶ ἔδωκεν αὐτὴν παρὰ ιαμιβιν ἐν τω̨̃ οἴκω̨ ἀνδρὸς οἴκου κυρίου καὶ ἔδωκαν οἱ ἱερει̃ς οἱ φυλάσσοντες τὸν σταθμὸν πα̃ν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκω̨ κυρίου

12:11 καὶ ἐγένετο ὡς εἰ̃δον ὅτι πολὺ τὸ ἀργύριον ἐν τη̨̃ κιβωτω̨̃ καὶ ἀνέβη ὁ γραμματεὺς του̃ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκω̨ κυρίου

12:12 καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χει̃ρας ποιούντων τὰ ἔργα τω̃ν ἐπισκόπων οἴκου κυρίου καὶ ἐξέδοσαν τοι̃ς τέκτοσιν τω̃ν ξύλων καὶ τοι̃ς οἰκοδόμοις τοι̃ς ποιου̃σιν ἐν οἴκω̨ κυρίου

12:13 καὶ τοι̃ς τειχισται̃ς καὶ τοι̃ς λατόμοις τω̃ν λίθων του̃ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς του̃ κατασχει̃ν τὸ βεδεκ οἴκου κυρίου εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἰ̃κον του̃ κραταιω̃σαι

12:14 πλὴν οὐ ποιηθήσεται οἴκω̨ κυρίου θύραι ἀργυραι̃ ἡ̃λοι φιάλαι καὶ σάλπιγγες πα̃ν σκευ̃ος χρυσου̃ν καὶ σκευ̃ος ἀργυρου̃ν ἐκ του̃ ἀργυρίου του̃ εἰσενεχθέντος ἐν οἴκω̨ κυρίου

12:15 ὅτι τοι̃ς ποιου̃σιν τὰ ἔργα δώσουσιν αὐτό καὶ ἐκραταίωσαν ἐν αὐτω̨̃ τὸν οἰ̃κον κυρίου

12:16 καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἱ̃ς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χει̃ρας αὐτω̃ν δου̃ναι τοι̃ς ποιου̃σιν τὰ ἔργα ὅτι ἐν πίστει αὐτω̃ν ποιου̃σιν

12:17 ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας ὅ τι εἰσηνέχθη ἐν οἴκω̨ κυρίου τοι̃ς ἱερευ̃σιν ἐγένετο

12:18 τότε ἀνέβη Αζαηλ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γεθ καὶ προκατελάβετο αὐτήν καὶ ἔταξεν Αζαηλ τὸ πρόσωπον αὐτου̃ ἀναβη̃ναι ἐπὶ Ιερουσαλημ

12:19 καὶ ἔλαβεν Ιωας βασιλεὺς Ιουδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ιωσαφατ καὶ Ιωραμ καὶ Οχοζιας οἱ πατέρες αὐτου̃ καὶ βασιλει̃ς Ιουδα καὶ τὰ ἅγια αὐτου̃ καὶ πα̃ν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροι̃ς οἴκου κυρίου καὶ οἴκου του̃ βασιλέως καὶ ἀπέστειλεν τω̨̃ Αζαηλ βασιλει̃ Συρίας καὶ ἀνέβη ἀπὸ Ιερουσαλημ

12:20 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωας καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα

12:21 καὶ ἀνέστησαν οἱ δου̃λοι αὐτου̃ καὶ ἔδησαν πάντα σύνδεσμον καὶ ἐπάταξαν τὸν Ιωας ἐν οἴκω̨ Μαλλω τω̨̃ ἐν Γααλλα

12:22 καὶ Ιεζιχαρ υἱὸς Ιεμουαθ καὶ Ιεζεβουθ ὁ υἱὸς αὐτου̃ Σωμηρ οἱ δου̃λοι αὐτου̃ ἐπάταξαν αὐτόν καὶ ἀπέθανεν καὶ ἔθαψαν αὐτὸν μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Αμεσσιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

13:1 ἐν ἔτει εἰκοστω̨̃ καὶ τρίτω̨ ἔτει τω̨̃ Ιωας υἱω̨̃ Οχοζιου βασιλει̃ Ιουδα ἐβασίλευσεν Ιωαχας υἱὸς Ιου ἐν Σαμαρεία̨ ἑπτακαίδεκα ἔτη

13:2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ οὐκ ἀπέστη ἀπ' αὐτω̃ν

13:3 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν τω̨̃ Ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Αζαηλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱου̃ Αδερ υἱου̃ Αζαηλ πάσας τὰς ἡμέρας

13:4 καὶ ἐδεήθη Ιωαχας του̃ προσώπου κυρίου καὶ ἐπήκουσεν αὐτου̃ κύριος ὅτι εἰ̃δεν τὴν θλι̃ψιν Ισραηλ ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας

13:5 καὶ ἔδωκεν κύριος σωτηρίαν τω̨̃ Ισραηλ καὶ ἐξη̃λθεν ὑποκάτωθεν χειρὸς Συρίας καὶ ἐκάθισαν οἱ υἱοὶ Ισραηλ ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν καθὼς ἐχθὲς καὶ τρίτης

13:6 πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιω̃ν οἴκου Ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐν αὐται̃ς ἐπορεύθησαν καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρεία̨

13:7 ὅτι οὐχ ὑπελείφθη τω̨̃ Ιωαχας λαὸς ἀλλ' ἢ πεντήκοντα ἱππει̃ς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζω̃ν ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χου̃ν εἰς καταπάτησιν

13:8 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωαχας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστει̃αι αὐτου̃ οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ

13:9 καὶ ἐκοιμήθη Ιωαχας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν Σαμαρεία̨ καὶ ἐβασίλευσεν Ιωας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

13:10 ἐν ἔτει τριακοστω̨̃ καὶ ἑβδόμω̨ ἔτει τω̨̃ Ιωας βασιλει̃ Ιουδα ἐβασίλευσεν Ιωας υἱὸς Ιωαχας ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ ἑκκαίδεκα ἔτη

13:11 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐν αὐται̃ς ἐπορεύθη

13:12 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστει̃αι αὐτου̃ ἃς ἐποίησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ

13:13 καὶ ἐκοιμήθη Ιωας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ Ιεροβοαμ ἐκάθισεν ἐπὶ του̃ θρόνου αὐτου̃ ἐν Σαμαρεία̨ μετὰ τω̃ν υἱω̃ν Ισραηλ

13:14 καὶ Ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτου̃ δι' ἣν ἀπέθανεν καὶ κατέβη πρὸς αὐτὸν Ιωας βασιλεὺς Ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτου̃ καὶ εἰ̃πεν πάτερ πάτερ ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτου̃

13:15 καὶ εἰ̃πεν αὐτω̨̃ Ελισαιε λαβὲ τόξον καὶ βέλη καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη

13:16 καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ ἐπιβίβασον τὴν χει̃ρά σου ἐπὶ τὸ τόξον καὶ ἐπεβίβασεν Ιωας τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὸ τόξον καὶ ἐπέθηκεν Ελισαιε τὰς χει̃ρας αὐτου̃ ἐπὶ τὰς χει̃ρας του̃ βασιλέως

13:17 καὶ εἰ̃πεν ἄνοιξον τὴν θυρίδα κατ' ἀνατολάς καὶ ἤνοιξεν καὶ εἰ̃πεν Ελισαιε τόξευσον καὶ ἐτόξευσεν καὶ εἰ̃πεν βέλος σωτηρίας τω̨̃ κυρίω̨ καὶ βέλος σωτηρίας ἐν Συρία̨ καὶ πατάξεις τὴν Συρίαν ἐν Αφεκ ἕως συντελείας

13:18 καὶ εἰ̃πεν αὐτω̨̃ Ελισαιε λαβὲ τόξα καὶ ἔλαβεν καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ Ισραηλ πάταξον εἰς τὴν γη̃ν καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη

13:19 καὶ ἐλυπήθη ἐπ' αὐτω̨̃ ὁ ἄνθρωπος του̃ θεου̃ καὶ εἰ̃πεν εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας καὶ νυ̃ν τρὶς πατάξεις τὴν Συρίαν

13:20 καὶ ἀπέθανεν Ελισαιε καὶ ἔθαψαν αὐτόν καὶ μονόζωνοι Μωαβ ἠ̃λθον ἐν τη̨̃ γη̨̃ ἐλθόντος του̃ ἐνιαυτου̃

13:21 καὶ ἐγένετο αὐτω̃ν θαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἰ̃δον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τω̨̃ τάφω̨ Ελισαιε καὶ ἐπορεύθη καὶ ἥψατο τω̃ν ὀστέων Ελισαιε καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτου̃

13:22 καὶ Αζαηλ ἐξέθλιψεν τὸν Ισραηλ πάσας τὰς ἡμέρας Ιωαχας

13:23 καὶ ἠλέησεν κύριος αὐτοὺς καὶ οἰκτίρησεν αὐτοὺς καὶ ἐπέβλεψεν πρὸς αὐτοὺς διὰ τὴν διαθήκην αὐτου̃ τὴν μετὰ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ οὐκ ἠθέλησεν κύριος διαφθει̃ραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ του̃ προσώπου αὐτου̃

13:24 καὶ ἀπέθανεν Αζαηλ βασιλεὺς Συρίας καὶ ἐβασίλευσεν υἱὸς Αδερ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

13:25 καὶ ἐπέστρεψεν Ιωας υἱὸς Ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱου̃ Αδερ υἱου̃ Αζαηλ ἃς ἔλαβεν ἐκ χειρὸς Ιωαχας του̃ πατρὸς αὐτου̃ ἐν τω̨̃ πολέμω̨ τρὶς ἐπάταξεν αὐτὸν Ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις Ισραηλ

14:1 ἐν ἔτει δευτέρω̨ τω̨̃ Ιωας υἱω̨̃ Ιωαχας βασιλει̃ Ισραηλ καὶ ἐβασίλευσεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα

14:2 υἱὸς εἴκοσι καὶ πέντε ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ιωαδιν ἐξ Ιερουσαλημ

14:3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου πλὴν οὐχ ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃ κατὰ πάντα ὅσα ἐποίησεν Ιωας ὁ πατὴρ αὐτου̃ ἐποίησεν

14:4 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξη̃ρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοι̃ς ὑψηλοι̃ς

14:5 καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτου̃ καὶ ἐπάταξεν τοὺς δούλους αὐτου̃ τοὺς πατάξαντας τὸν πατέρα αὐτου̃

14:6 καὶ τοὺς υἱοὺς τω̃ν παταξάντων οὐκ ἐθανάτωσεν καθὼς γέγραπται ἐν βιβλίω̨ νόμων Μωυση̃ ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανου̃νται πατέρες ὑπὲρ υἱω̃ν καὶ υἱοὶ οὐκ ἀποθανου̃νται ὑπὲρ πατέρων ὅτι ἀλλ' ἢ ἕκαστος ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ἀποθανει̃ται

14:7 αὐτὸς ἐπάταξεν τὸν Εδωμ ἐν Γαιμελε δέκα χιλιάδας καὶ συνέλαβε τὴν πέτραν ἐν τω̨̃ πολέμω̨ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτη̃ς Καθοηλ ἕως τη̃ς ἡμέρας ταύτης

14:8 τότε ἀπέστειλεν Αμεσσιας ἀγγέλους πρὸς Ιωας υἱὸν Ιωαχας υἱου̃ Ιου βασιλέως Ισραηλ λέγων δευ̃ρο ὀφθω̃μεν προσώποις

14:9 καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμεσσιαν βασιλέα Ιουδα λέγων ὁ ακαν ὁ ἐν τω̨̃ Λιβάνω̨ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τω̨̃ Λιβάνω̨ λέγων δὸς τὴν θυγατέρα σου τω̨̃ υἱω̨̃ μου εἰς γυναι̃κα καὶ διη̃λθον τὰ θηρία του̃ ἀγρου̃ τὰ ἐν τω̨̃ Λιβάνω̨ καὶ συνεπάτησαν τὸν ακανα

14:10 τύπτων ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπη̃ρέν σε ἡ καρδία σου ἐνδοξάσθητι καθήμενος ἐν τω̨̃ οἴκω̨ σου καὶ ἵνα τί ἐρίζεις ἐν κακία̨ σου καὶ πεση̨̃ σὺ καὶ Ιουδας μετὰ σου̃

14:11 καὶ οὐκ ἤκουσεν Αμεσσιας καὶ ἀνέβη ὁ βασιλεὺς Ισραηλ καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Αμεσσιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς τη̨̃ του̃ Ιουδα

14:12 καὶ ἔπταισεν Ιουδας ἀπὸ προσώπου Ισραηλ καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτου̃

14:13 καὶ τὸν Αμεσσιαν υἱὸν Ιωας υἱου̃ Οχοζιου βασιλέα Ιουδα συνέλαβεν Ιωας υἱὸς Ιωαχας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ ἠ̃λθεν εἰς Ιερουσαλημ καὶ καθει̃λεν ἐν τω̨̃ τείχει Ιερουσαλημ ἐν τη̨̃ πύλη̨ Εφραιμ ἕως πύλης τη̃ς γωνίας τετρακοσίους πήχεις

14:14 καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκω̨ κυρίου καὶ ἐν θησαυροι̃ς οἴκου του̃ βασιλέως καὶ τοὺς υἱοὺς τω̃ν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν

14:15 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωας ὅσα ἐποίησεν ἐν δυναστεία̨ αὐτου̃ ἃ ἐπολέμησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ

14:16 καὶ ἐκοιμήθη Ιωας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν Σαμαρεία̨ μετὰ τω̃ν βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Ιεροβοαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

14:17 καὶ ἔζησεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανει̃ν Ιωας υἱὸν Ιωαχας βασιλέα Ισραηλ πεντεκαίδεκα ἔτη

14:18 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αμεσσιου καὶ πάντα ἃ ἐποίησεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα

14:19 καὶ συνεστράφησαν ἐπ' αὐτὸν σύστρεμμα ἐν Ιερουσαλημ καὶ ἔφυγεν εἰς Λαχις καὶ ἀπέστειλαν ὀπίσω αὐτου̃ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκει̃

14:20 καὶ ἠ̃ραν αὐτὸν ἐφ' ἵππων καὶ ἐτάφη ἐν Ιερουσαλημ μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ

14:21 καὶ ἔλαβεν πα̃ς ὁ λαὸς Ιουδα τὸν Αζαριαν καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτω̃ν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ του̃ πατρὸς αὐτου̃ Αμεσσιου

14:22 αὐτὸς ὠ̨κοδόμησεν τὴν Αιλωθ καὶ ἐπέστρεψεν αὐτὴν τω̨̃ Ιουδα μετὰ τὸ κοιμηθη̃ναι τὸν βασιλέα μετὰ τω̃ν πατέρων αὐτου̃

14:23 ἐν ἔτει πεντεκαιδεκάτω̨ του̃ Αμεσσιου υἱου̃ Ιωας βασιλέως Ιουδα ἐβασίλευσεν Ιεροβοαμ υἱὸς Ιωας ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ τεσσαράκοντα καὶ ἓν ἔτος

14:24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἀπέστη ἀπὸ πασω̃ν ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ

14:25 αὐτὸς ἀπέστησεν τὸ ὅριον Ισραηλ ἀπὸ εἰσόδου Αιμαθ ἕως τη̃ς θαλάσσης τη̃ς Αραβα κατὰ τὸ ῥη̃μα κυρίου θεου̃ Ισραηλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτου̃ Ιωνα υἱου̃ Αμαθι του̃ προφήτου του̃ ἐκ Γεθχοβερ

14:26 ὅτι εἰ̃δεν κύριος τὴν ταπείνωσιν Ισραηλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους καὶ οὐκ ἠ̃ν ὁ βοηθω̃ν τω̨̃ Ισραηλ

14:27 καὶ οὐκ ἐλάλησεν κύριος ἐξαλει̃ψαι τὸ σπέρμα Ισραηλ ὑποκάτωθεν του̃ οὐρανου̃ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ιεροβοαμ υἱου̃ Ιωας

14:28 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιεροβοαμ καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστει̃αι αὐτου̃ ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Αιμαθ τω̨̃ Ιουδα ἐν Ισραηλ οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ

14:29 καὶ ἐκοιμήθη Ιεροβοαμ μετὰ τω̃ν πατέρων αὐτου̃ μετὰ βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Αζαριας υἱὸς Αμεσσιου ἀντὶ του̃ πατρὸς αὐτου̃

15:1 ἐν ἔτει εἰκοστω̨̃ καὶ ἑβδόμω̨ τω̨̃ Ιεροβοαμ βασιλει̃ Ισραηλ ἐβασίλευσεν Αζαριας υἱὸς Αμεσσιου βασιλέως Ιουδα

15:2 υἱὸς ἑκκαίδεκα ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Χαλια ἐξ Ιερουσαλημ

15:3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Αμεσσιας ὁ πατὴρ αὐτου̃

15:4 πλὴν τω̃ν ὑψηλω̃ν οὐκ ἐξη̃ρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοι̃ς ὑψηλοι̃ς

15:5 καὶ ἥψατο κύριος του̃ βασιλέως καὶ ἠ̃ν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτου̃ καὶ ἐβασίλευσεν ἐν οἴκω̨ αφφουσωθ καὶ Ιωαθαμ υἱὸς του̃ βασιλέως ἐπὶ τω̨̃ οἴκω̨ κρίνων τὸν λαὸν τη̃ς γη̃ς

15:6 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αζαριου καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίου λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα

15:7 καὶ ἐκοιμήθη Αζαριας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ιωαθαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

15:8 ἐν ἔτει τριακοστω̨̃ καὶ ὀγδόω̨ τω̨̃ Αζαρια βασιλει̃ Ιουδα ἐβασίλευσεν Ζαχαριας υἱὸς Ιεροβοαμ ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ ἑξάμηνον

15:9 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου καθὰ ἐποίησαν οἱ πατέρες αὐτου̃ οὐκ ἀπέστη ἀπὸ ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ

15:10 καὶ συνεστράφησαν ἐπ' αὐτὸν Σελλουμ υἱὸς Ιαβις καὶ Κεβλααμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν καὶ Σελλουμ ἐβασίλευσεν ἀντ' αὐτου̃

15:11 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ζαχαριου ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ

15:12 ὁ λόγος κυρίου ὃν ἐλάλησεν πρὸς Ιου λέγων υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραηλ καὶ ἐγένετο οὕτως

15:13 καὶ Σελλουμ υἱὸς Ιαβις ἐβασίλευσεν καὶ ἐν ἔτει τριακοστω̨̃ καὶ ἐνάτω̨ Αζαρια βασιλει̃ Ιουδα ἐβασίλευσεν Σελλουμ μη̃να ἡμερω̃ν ἐν Σαμαρεία̨

15:14 καὶ ἀνέβη Μαναημ υἱὸς Γαδδι ἐκ Θαρσιλα καὶ ἠ̃λθεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν τὸν Σελλουμ υἱὸν Ιαβις ἐν Σαμαρεία̨ καὶ ἐθανάτωσεν αὐτόν

15:15 καὶ τὰ λοιπὰ τω̃ν λόγων Σελλουμ καὶ ἡ συστροφὴ αὐτου̃ ἣν συνεστράφη ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ

15:16 τότε ἐπάταξεν Μαναημ τὴν Θερσα καὶ πάντα τὰ ἐν αὐτη̨̃ καὶ τὰ ὅρια αὐτη̃ς ἀπὸ Θερσα ὅτι οὐκ ἤνοιξαν αὐτω̨̃ καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν

15:17 ἐν ἔτει τριακοστω̨̃ καὶ ἐνάτω̨ Αζαρια βασιλει̃ Ιουδα καὶ ἐβασίλευσεν Μαναημ υἱὸς Γαδδι ἐπὶ Ισραηλ δέκα ἔτη ἐν Σαμαρεία̨

15:18 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου οὐκ ἀπέστη ἀπὸ πασω̃ν ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ

15:19 ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀνέβη Φουλ βασιλεὺς 'Ασσυρίων ἐπὶ τὴν γη̃ν καὶ Μαναημ ἔδωκεν τω̨̃ Φουλ χίλια τάλαντα ἀργυρίου εἰ̃ναι τὴν χει̃ρα αὐτου̃ μετ' αὐτου̃

15:20 καὶ ἐξήνεγκεν Μαναημ τὸ ἀργύριον ἐπὶ τὸν Ισραηλ ἐπὶ πα̃ν δυνατὸν ἰσχύι δου̃ναι τω̨̃ βασιλει̃ τω̃ν 'Ασσυρίων πεντήκοντα σίκλους τω̨̃ ἀνδρὶ τω̨̃ ἑνί καὶ ἀπέστρεψεν βασιλεὺς 'Ασσυρίων καὶ οὐκ ἔστη ἐκει̃ ἐν τη̨̃ γη̨̃

15:21 καὶ τὰ λοιπὰ τω̃ν λόγων Μαναημ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ

15:22 καὶ ἐκοιμήθη Μαναημ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐβασίλευσεν Φακεϊας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

15:23 ἐν ἔτει πεντηκοστω̨̃ του̃ Αζαριου βασιλέως Ιουδα ἐβασίλευσεν Φακεϊας υἱὸς Μαναημ ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ δύο ἔτη

15:24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου οὐκ ἀπέστη ἀπὸ ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ

15:25 καὶ συνεστράφη ἐπ' αὐτὸν Φακεε υἱὸς Ρομελιου ὁ τριστάτης αὐτου̃ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρεία̨ ἐναντίον οἴκου του̃ βασιλέως μετὰ του̃ Αργοβ καὶ μετὰ του̃ Αρια καὶ μετ' αὐτου̃ πεντήκοντα ἄνδρες ἀπὸ τω̃ν τετρακοσίων καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃

15:26 καὶ τὰ λοιπὰ τω̃ν λόγων Φακεϊου καὶ πάντα ὅσα ἐποίησεν ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ

15:27 ἐν ἔτει πεντηκοστω̨̃ καὶ δευτέρω̨ του̃ Αζαριου βασιλέως Ιουδα ἐβασίλευσεν Φακεε υἱὸς Ρομελιου ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ εἴκοσι ἔτη

15:28 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου οὐκ ἀπέστη ἀπὸ πασω̃ν ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ

15:29 ἐν ται̃ς ἡμέραις Φακεε βασιλέως Ισραηλ ἠ̃λθεν Θαγλαθφελλασαρ βασιλεὺς 'Ασσυρίων καὶ ἔλαβεν τὴν Αιν καὶ τὴν Αβελβαιθαμααχα καὶ τὴν Ιανωχ καὶ τὴν Κενεζ καὶ τὴν Ασωρ καὶ τὴν Γαλααδ καὶ τὴν Γαλιλαίαν πα̃σαν γη̃ν Νεφθαλι καὶ ἀπώ̨κισεν αὐτοὺς εἰς 'Ασσυρίους

15:30 καὶ συνέστρεψεν σύστρεμμα Ωσηε υἱὸς Ηλα ἐπὶ Φακεε υἱὸν Ρομελιου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ ἐν ἔτει εἰκοστω̨̃ Ιωαθαμ υἱου̃ Αζαριου

15:31 καὶ τὰ λοιπὰ τω̃ν λόγων Φακεε καὶ πάντα ὅσα ἐποίησεν ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ

15:32 ἐν ἔτει δευτέρω̨ Φακεε υἱου̃ Ρομελιου βασιλέως Ισραηλ ἐβασίλευσεν Ιωαθαμ υἱὸς Αζαριου βασιλέως Ιουδα

15:33 υἱὸς εἴκοσι καὶ πέντε ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ιερουσα θυγάτηρ Σαδωκ

15:34 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Οζιας ὁ πατὴρ αὐτου̃

15:35 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξη̃ρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοι̃ς ὑψηλοι̃ς αὐτὸς ὠ̨κοδόμησεν τὴν πύλην οἴκου κυρίου τὴν ἐπάνω

15:36 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωαθαμ καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα

15:37 ἐν ται̃ς ἡμέραις ἐκείναις ἤρξατο κύριος ἐξαποστέλλειν ἐν Ιουδα τὸν Ραασσων βασιλέα Συρίας καὶ τὸν Φακεε υἱὸν Ρομελιου

15:38 καὶ ἐκοιμήθη Ιωαθαμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐβασίλευσεν Αχαζ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

16:1 ἐν ἔτει ἑπτακαιδεκάτω̨ Φακεε υἱου̃ Ρομελιου ἐβασίλευσεν Αχαζ υἱὸς Ιωαθαμ βασιλέως Ιουδα

16:2 υἱὸς εἴκοσι ἐτω̃ν ἠ̃ν Αχαζ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου θεου̃ αὐτου̃ πιστω̃ς ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃

16:3 καὶ ἐπορεύθη ἐν ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ βασιλέως Ισραηλ καί γε τὸν υἱὸν αὐτου̃ διη̃γεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξη̃ρεν κύριος ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ

16:4 καὶ ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοι̃ς ὑψηλοι̃ς καὶ ἐπὶ τω̃ν βουνω̃ν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους

16:5 τότε ἀνέβη Ραασσων βασιλεὺς Συρίας καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ εἰς Ιερουσαλημ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ Αχαζ καὶ οὐκ ἐδύναντο πολεμει̃ν

16:6 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐπέστρεψεν Ραασσων βασιλεὺς Συρίας τὴν Αιλαθ τη̨̃ Συρία̨ καὶ ἐξέβαλεν τοὺς Ιουδαίους ἐξ Αιλαθ καὶ Ιδουμαι̃οι ἠ̃λθον εἰς Αιλαθ καὶ κατώ̨κησαν ἐκει̃ ἕως τη̃ς ἡμέρας ταύτης

16:7 καὶ ἀπέστειλεν Αχαζ ἀγγέλους πρὸς Θαγλαθφελλασαρ βασιλέα 'Ασσυρίων λέγων δου̃λός σου καὶ υἱός σου ἐγώ ἀνάβηθι καὶ σω̃σόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ισραηλ τω̃ν ἐπανισταμένων ἐπ' ἐμέ

16:8 καὶ ἔλαβεν Αχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροι̃ς οἴκου κυρίου καὶ οἴκου του̃ βασιλέως καὶ ἀπέστειλεν τω̨̃ βασιλει̃ δω̃ρα

16:9 καὶ ἤκουσεν αὐτου̃ βασιλεὺς 'Ασσυρίων καὶ ἀνέβη βασιλεὺς 'Ασσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπώ̨κισεν αὐτὴν καὶ τὸν Ραασσων ἐθανάτωσεν

16:10 καὶ ἐπορεύθη βασιλεὺς Αχαζ εἰς ἀπαντὴν τω̨̃ Θαγλαθφελλασαρ βασιλει̃ 'Ασσυρίων εἰς Δαμασκόν καὶ εἰ̃δεν τὸ θυσιαστήριον ἐν Δαμασκω̨̃ καὶ ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ πρὸς Ουριαν τὸν ἱερέα τὸ ὁμοίωμα του̃ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτου̃ εἰς πα̃σαν ποίησιν αὐτου̃

16:11 καὶ ὠ̨κοδόμησεν Ουριας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ ἐκ Δαμασκου̃

16:12 καὶ εἰ̃δεν ὁ βασιλεὺς τὸ θυσιαστήριον καὶ ἀνέβη ἐπ' αὐτὸ

16:13 καὶ ἐθυμίασεν τὴν ὁλοκαύτωσιν αὐτου̃ καὶ τὴν θυσίαν αὐτου̃ καὶ τὴν σπονδὴν αὐτου̃ καὶ προσέχεεν τὸ αἱ̃μα τω̃ν εἰρηνικω̃ν τω̃ν αὐτου̃ ἐπὶ τὸ θυσιαστήριον

16:14 καὶ τὸ θυσιαστήριον τὸ χαλκου̃ν τὸ ἀπέναντι κυρίου καὶ προσήγαγεν ἀπὸ προσώπου του̃ οἴκου κυρίου ἀπὸ του̃ ἀνὰ μέσον του̃ θυσιαστηρίου καὶ ἀπὸ του̃ ἀνὰ μέσον του̃ οἴκου κυρίου καὶ ἔδωκεν αὐτὸ ἐπὶ μηρὸν του̃ θυσιαστηρίου κατὰ βορρα̃ν

16:15 καὶ ἐνετείλατο ὁ βασιλεὺς Αχαζ τω̨̃ Ουρια τω̨̃ ἱερει̃ λέγων ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωινὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινὴν καὶ τὴν ὁλοκαύτωσιν του̃ βασιλέως καὶ τὴν θυσίαν αὐτου̃ καὶ τὴν ὁλοκαύτωσιν παντὸς του̃ λαου̃ καὶ τὴν θυσίαν αὐτω̃ν καὶ τὴν σπονδὴν αὐτω̃ν καὶ πα̃ν αἱ̃μα ὁλοκαυτώσεως καὶ πα̃ν αἱ̃μα θυσίας ἐπ' αὐτὸ προσχεει̃ς καὶ τὸ θυσιαστήριον τὸ χαλκου̃ν ἔσται μοι εἰς τὸ πρωί

16:16 καὶ ἐποίησεν Ουριας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ ὁ βασιλεὺς Αχαζ

16:17 καὶ συνέκοψεν ὁ βασιλεὺς Αχαζ τὰ συγκλείσματα τω̃ν μεχωνωθ καὶ μετη̃ρεν ἀπ' αὐτω̃ν τὸν λουτη̃ρα καὶ τὴν θάλασσαν καθει̃λεν ἀπὸ τω̃ν βοω̃ν τω̃ν χαλκω̃ν τω̃ν ὑποκάτω αὐτη̃ς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην

16:18 καὶ τὸν θεμέλιον τη̃ς καθέδρας ὠ̨κοδόμησεν ἐν οἴκω̨ κυρίου καὶ τὴν εἴσοδον του̃ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκω̨ κυρίου ἀπὸ προσώπου βασιλέως 'Ασσυρίων

16:19 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αχαζ ὅσα ἐποίησεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα

16:20 καὶ ἐκοιμήθη Αχαζ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

17:1 ἐν ἔτει δωδεκάτω̨ τω̨̃ Αχαζ βασιλει̃ Ιουδα ἐβασίλευσεν Ωσηε υἱὸς Ηλα ἐν Σαμαρεία̨ ἐπὶ Ισραηλ ἐννέα ἔτη

17:2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου πλὴν οὐχ ὡς οἱ βασιλει̃ς Ισραηλ οἳ ἠ̃σαν ἔμπροσθεν αὐτου̃

17:3 ἐπ' αὐτὸν ἀνέβη Σαλαμανασαρ βασιλεὺς 'Ασσυρίων καὶ ἐγενήθη αὐτω̨̃ Ωσηε δου̃λος καὶ ἐπέστρεψεν αὐτω̨̃ μαναα

17:4 καὶ εὑ̃ρεν βασιλεὺς 'Ασσυρίων ἐν τω̨̃ Ωσηε ἀδικίαν ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγωρ βασιλέα Αἰγύπτου καὶ οὐκ ἤνεγκεν μαναα τω̨̃ βασιλει̃ 'Ασσυρίων ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨ καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς 'Ασσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκω̨ φυλακη̃ς

17:5 καὶ ἀνέβη ὁ βασιλεὺς 'Ασσυρίων ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ ἀνέβη εἰς Σαμάρειαν καὶ ἐπολιόρκησεν ἐπ' αὐτὴν τρία ἔτη

17:6 ἐν ἔτει ἐνάτω̨ Ωσηε συνέλαβεν βασιλεὺς 'Ασσυρίων τὴν Σαμάρειαν καὶ ἀπώ̨κισεν τὸν Ισραηλ εἰς 'Ασσυρίους καὶ κατώ̨κισεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμοι̃ς Γωζαν καὶ Ορη Μήδων

17:7 καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ισραηλ τω̨̃ κυρίω̨ θεω̨̃ αὐτω̃ν τω̨̃ ἀναγαγόντι αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους

17:8 καὶ ἐπορεύθησαν τοι̃ς δικαιώμασιν τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξη̃ρεν κύριος ἀπὸ προσώπου υἱω̃ν Ισραηλ καὶ οἱ βασιλει̃ς Ισραηλ ὅσοι ἐποίησαν

17:9 καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ Ισραηλ λόγους οὐχ οὕτως κατὰ κυρίου θεου̃ αὐτω̃ν καὶ ὠ̨κοδόμησαν ἑαυτοι̃ς ὑψηλὰ ἐν πάσαις ται̃ς πόλεσιν αὐτω̃ν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρα̃ς

17:10 καὶ ἐστήλωσαν ἑαυτοι̃ς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνω̨̃ ὑψηλω̨̃ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους

17:11 καὶ ἐθυμίασαν ἐκει̃ ἐν πα̃σιν ὑψηλοι̃ς καθὼς τὰ ἔθνη ἃ ἀπώ̨κισεν κύριος ἐκ προσώπου αὐτω̃ν καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν του̃ παροργίσαι τὸν κύριον

17:12 καὶ ἐλάτρευσαν τοι̃ς εἰδώλοις οἱ̃ς εἰ̃πεν κύριος αὐτοι̃ς οὐ ποιήσετε τὸ ῥη̃μα του̃το κυρίω̨

17:13 καὶ διεμαρτύρατο κύριος ἐν τω̨̃ Ισραηλ καὶ ἐν τω̨̃ Ιουδα ἐν χειρὶ πάντων τω̃ν προφητω̃ν αὐτου̃ παντὸς ὁρω̃ντος λέγων ἀποστράφητε ἀπὸ τω̃ν ὁδω̃ν ὑμω̃ν τω̃ν πονηρω̃ν καὶ φυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοι̃ς πατράσιν ὑμω̃ν ὅσα ἀπέστειλα αὐτοι̃ς ἐν χειρὶ τω̃ν δούλων μου τω̃ν προφητω̃ν

17:14 καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νω̃τον αὐτω̃ν ὑπὲρ τὸν νω̃τον τω̃ν πατέρων αὐτω̃ν

17:15 καὶ τὰ μαρτύρια αὐτου̃ ὅσα διεμαρτύρατο αὐτοι̃ς οὐκ ἐφύλαξαν καὶ ἐπορεύθησαν ὀπίσω τω̃ν ματαίων καὶ ἐματαιώθησαν καὶ ὀπίσω τω̃ν ἐθνω̃ν τω̃ν περικύκλω̨ αὐτω̃ν ὡ̃ν ἐνετείλατο αὐτοι̃ς του̃ μὴ ποιη̃σαι κατὰ ταυ̃τα

17:16 ἐγκατέλιπον τὰς ἐντολὰς κυρίου θεου̃ αὐτω̃ν καὶ ἐποίησαν ἑαυτοι̃ς χώνευμα δύο δαμάλεις καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃ καὶ ἐλάτρευσαν τω̨̃ Βααλ

17:17 καὶ διη̃γον τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν ἐν πυρὶ καὶ ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο καὶ ἐπράθησαν του̃ ποιη̃σαι τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου παροργίσαι αὐτόν

17:18 καὶ ἐθυμώθη κύριος σφόδρα ἐν τω̨̃ Ισραηλ καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ του̃ προσώπου αὐτου̃ καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ιουδα μονωτάτη

17:19 καί γε Ιουδας οὐκ ἐφύλαξεν τὰς ἐντολὰς κυρίου του̃ θεου̃ αὐτω̃ν καὶ ἐπορεύθησαν ἐν τοι̃ς δικαιώμασιν Ισραηλ οἱ̃ς ἐποίησαν

17:20 καὶ ἀπεώσαντο τὸν κύριον ἐν παντὶ σπέρματι Ισραηλ καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς ἕως οὑ̃ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτου̃

17:21 ὅτι πλὴν Ισραηλ ἐπάνωθεν οἴκου Δαυιδ καὶ ἐβασίλευσαν τὸν Ιεροβοαμ υἱὸν Ναβατ καὶ ἐξέωσεν Ιεροβοαμ τὸν Ισραηλ ἐξόπισθεν κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην

17:22 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ισραηλ ἐν πάση̨ ἁμαρτία̨ Ιεροβοαμ ἡ̨̃ ἐποίησεν οὐκ ἀπέστησαν ἀπ' αὐτη̃ς

17:23 ἕως οὑ̃ μετέστησεν κύριος τὸν Ισραηλ ἀπὸ προσώπου αὐτου̃ καθὼς ἐλάλησεν κύριος ἐν χειρὶ πάντων τω̃ν δούλων αὐτου̃ τω̃ν προφητω̃ν καὶ ἀπω̨κίσθη Ισραηλ ἐπάνωθεν τη̃ς γη̃ς αὐτου̃ εἰς 'Ασσυρίους ἕως τη̃ς ἡμέρας ταύτης

17:24 καὶ ἤγαγεν βασιλεὺς 'Ασσυρίων ἐκ Βαβυλω̃νος τὸν ἐκ Χουνθα καὶ ἀπὸ Αια καὶ ἀπὸ Αιμαθ καὶ Σεπφαρουαιν καὶ κατω̨κίσθησαν ἐν πόλεσιν Σαμαρείας ἀντὶ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ κατώ̨κησαν ἐν ται̃ς πόλεσιν αὐτη̃ς

17:25 καὶ ἐγένετο ἐν ἀρχη̨̃ τη̃ς καθέδρας αὐτω̃ν οὐκ ἐφοβήθησαν τὸν κύριον καὶ ἀπέστειλεν κύριος ἐν αὐτοι̃ς τοὺς λέοντας καὶ ἠ̃σαν ἀποκτέννοντες ἐν αὐτοι̃ς

17:26 καὶ εἰ̃πον τω̨̃ βασιλει̃ 'Ασσυρίων λέγοντες τὰ ἔθνη ἃ ἀπώ̨κισας καὶ ἀντεκάθισας ἐν πόλεσιν Σαμαρείας οὐκ ἔγνωσαν τὸ κρίμα του̃ θεου̃ τη̃ς γη̃ς καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας καὶ ἰδού εἰσιν θανατου̃ντες αὐτούς καθότι οὐκ οἴδασιν τὸ κρίμα του̃ θεου̃ τη̃ς γη̃ς

17:27 καὶ ἐνετείλατο ὁ βασιλεὺς 'Ασσυρίων λέγων ἀπάγετε ἐκει̃θεν καὶ πορευέσθωσαν καὶ κατοικείτωσαν ἐκει̃ καὶ φωτιου̃σιν αὐτοὺς τὸ κρίμα του̃ θεου̃ τη̃ς γη̃ς

17:28 καὶ ἤγαγον ἕνα τω̃ν ἱερέων ὡ̃ν ἀπώ̨κισαν ἀπὸ Σαμαρείας καὶ ἐκάθισεν ἐν Βαιθηλ καὶ ἠ̃ν φωτίζων αὐτοὺς πω̃ς φοβηθω̃σιν τὸν κύριον

17:29 καὶ ἠ̃σαν ποιου̃ντες ἔθνη ἔθνη θεοὺς αὐτω̃ν καὶ ἔθηκαν ἐν οἴκω̨ τω̃ν ὑψηλω̃ν ὡ̃ν ἐποίησαν οἱ Σαμαρι̃ται ἔθνη ἐν ται̃ς πόλεσιν αὐτω̃ν ἐν αἱ̃ς κατώ̨κουν ἐν αὐται̃ς

17:30 καὶ οἱ ἄνδρες Βαβυλω̃νος ἐποίησαν τὴν Σοκχωθβαινιθ καὶ οἱ ἄνδρες Χουθ ἐποίησαν τὴν Νηριγελ καὶ οἱ ἄνδρες Αιμαθ ἐποίησαν τὴν Ασιμαθ

17:31 καὶ οἱ Ευαι̃οι ἐποίησαν τὴν Εβλαζερ καὶ τὴν Θαρθακ καὶ οἱ Σεπφαρουαιν κατέκαιον τοὺς υἱοὺς αὐτω̃ν ἐν πυρὶ τω̨̃ Αδραμελεχ καὶ Ανημελεχ θεοι̃ς Σεπφαρουαιν

17:32 καὶ ἠ̃σαν φοβούμενοι τὸν κύριον καὶ κατώ̨κισαν τὰ βδελύγματα αὐτω̃ν ἐν τοι̃ς οἴκοις τω̃ν ὑψηλω̃ν ἃ ἐποίησαν ἐν Σαμαρεία̨ ἔθνος ἔθνος ἐν πόλει ἐν ἡ̨̃ κατώ̨κουν ἐν αὐτη̨̃ καὶ ἠ̃σαν φοβούμενοι τὸν κύριον καὶ ἐποίησαν ἑαυτοι̃ς ἱερει̃ς τω̃ν ὑψηλω̃ν καὶ ἐποίησαν ἑαυτοι̃ς ἐν οἴκω̨ τω̃ν ὑψηλω̃ν

17:33 τὸν κύριον ἐφοβου̃ντο καὶ τοι̃ς θεοι̃ς αὐτω̃ν ἐλάτρευον κατὰ τὸ κρίμα τω̃ν ἐθνω̃ν ὅθεν ἀπώ̨κισεν αὐτοὺς ἐκει̃θεν

17:34 ἕως τη̃ς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτω̃ν αὐτοὶ φοβου̃νται καὶ αὐτοὶ ποιου̃σιν κατὰ τὰ δικαιώματα αὐτω̃ν καὶ κατὰ τὴν κρίσιν αὐτω̃ν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν ἣν ἐνετείλατο κύριος τοι̃ς υἱοι̃ς Ιακωβ οὑ̃ ἔθηκεν τὸ ὄνομα αὐτου̃ Ισραηλ

17:35 καὶ διέθετο κύριος μετ' αὐτω̃ν διαθήκην καὶ ἐνετείλατο αὐτοι̃ς λέγων οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοι̃ς καὶ οὐ λατρεύσετε αὐτοι̃ς καὶ οὐ θυσιάσετε αὐτοι̃ς

17:36 ὅτι ἀλλ' ἢ τω̨̃ κυρίω̨ ὃς ἀνήγαγεν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου ἐν ἰσχύι μεγάλη̨ καὶ ἐν βραχίονι ὑψηλω̨̃ αὐτὸν φοβηθήσεσθε καὶ αὐτω̨̃ προσκυνήσετε καὶ αὐτω̨̃ θύσετε

17:37 καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς ἃς ἔγραψεν ὑμι̃ν φυλάσσεσθε ποιει̃ν πάσας τὰς ἡμέρας καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους

17:38 καὶ τὴν διαθήκην ἣν διέθετο μεθ' ὑμω̃ν οὐκ ἐπιλήσεσθε καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους

17:39 ὅτι ἀλλ' ἢ τὸν κύριον θεὸν ὑμω̃ν φοβηθήσεσθε καὶ αὐτὸς ἐξελει̃ται ὑμα̃ς ἐκ πάντων τω̃ν ἐχθρω̃ν ὑμω̃ν

17:40 καὶ οὐκ ἀκούσεσθε ἐπὶ τω̨̃ κρίματι αὐτω̃ν ὃ αὐτοὶ ποιου̃σιν

17:41 καὶ ἠ̃σαν τὰ ἔθνη ταυ̃τα φοβούμενοι τὸν κύριον καὶ τοι̃ς γλυπτοι̃ς αὐτω̃ν ἠ̃σαν δουλεύοντες καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τω̃ν υἱω̃ν αὐτω̃ν καθὰ ἐποίησαν οἱ πατέρες αὐτω̃ν ποιου̃σιν ἕως τη̃ς ἡμέρας ταύτης

18:1 καὶ ἐγένετο ἐν ἔτει τρίτω̨ τω̨̃ Ωσηε υἱω̨̃ Ηλα βασιλει̃ Ισραηλ ἐβασίλευσεν Εζεκιας υἱὸς Αχαζ βασιλέως Ιουδα

18:2 υἱὸς εἴκοσι καὶ πέντε ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αβου θυγάτηρ Ζαχαριου

18:3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτου̃

18:4 αὐτὸς ἐξη̃ρεν τὰ ὑψηλὰ καὶ συνέτριψεν πάσας τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκου̃ν ὃν ἐποίησεν Μωυση̃ς ὅτι ἕως τω̃ν ἡμερω̃ν ἐκείνων ἠ̃σαν οἱ υἱοὶ Ισραηλ θυμιω̃ντες αὐτω̨̃ καὶ ἐκάλεσεν αὐτὸν Νεεσθαν

18:5 ἐν κυρίω̨ θεω̨̃ Ισραηλ ἤλπισεν καὶ μετ' αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτω̨̃ ἐν βασιλευ̃σιν Ιουδα καὶ ἐν τοι̃ς γενομένοις ἔμπροσθεν αὐτου̃

18:6 καὶ ἐκολλήθη τω̨̃ κυρίω̨ οὐκ ἀπέστη ὄπισθεν αὐτου̃ καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐνετείλατο Μωυση̨̃

18:7 καὶ ἠ̃ν κύριος μετ' αὐτου̃ ἐν πα̃σιν οἱ̃ς ἐποίει συνη̃κεν καὶ ἠθέτησεν ἐν τω̨̃ βασιλει̃ 'Ασσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτω̨̃

18:8 αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτη̃ς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρα̃ς

18:9 καὶ ἐγένετο ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ βασιλει̃ Εζεκια αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τω̨̃ Ωσηε υἱω̨̃ Ηλα βασιλει̃ Ισραηλ ἀνέβη Σαλαμανασσαρ βασιλεὺς 'Ασσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ' αὐτήν

18:10 καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριω̃ν ἐτω̃ν ἐν ἔτει ἕκτω̨ τω̨̃ Εζεκια αὐτὸς ἐνιαυτὸς ἔνατος τω̨̃ Ωσηε βασιλει̃ Ισραηλ καὶ συνελήμφθη Σαμάρεια

18:11 καὶ ἀπώ̨κισεν βασιλεὺς 'Ασσυρίων τὴν Σαμάρειαν εἰς 'Ασσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμω̨̃ Γωζαν καὶ Ορη Μήδων

18:12 ἀνθ' ὡ̃ν ὅτι οὐκ ἤκουσαν τη̃ς φωνη̃ς κυρίου θεου̃ αὐτω̃ν καὶ παρέβησαν τὴν διαθήκην αὐτου̃ πάντα ὅσα ἐνετείλατο Μωυση̃ς ὁ δου̃λος κυρίου καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν

18:13 καὶ τω̨̃ τεσσαρεσκαιδεκάτω̨ ἔτει βασιλει̃ Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς 'Ασσυρίων ἐπὶ τὰς πόλεις Ιουδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς

18:14 καὶ ἀπέστειλεν Εζεκιας βασιλεὺς Ιουδα ἀγγέλους πρὸς βασιλέα 'Ασσυρίων εἰς Λαχις λέγων ἡμάρτηκα ἀποστράφητι ἀπ' ἐμου̃ ὃ ἐὰν ἐπιθη̨̃ς ἐπ' ἐμέ βαστάσω καὶ ἐπέθηκεν ὁ βασιλεὺς 'Ασσυρίων ἐπὶ Εζεκιαν βασιλέα Ιουδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου

18:15 καὶ ἔδωκεν Εζεκιας πα̃ν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκω̨ κυρίου καὶ ἐν θησαυροι̃ς οἴκου του̃ βασιλέως

18:16 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ συνέκοψεν Εζεκιας τὰς θύρας ναου̃ κυρίου καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Εζεκιας βασιλεὺς Ιουδα καὶ ἔδωκεν αὐτὰ βασιλει̃ 'Ασσυρίων

18:17 καὶ ἀπέστειλεν βασιλεὺς 'Ασσυρίων τὸν Θαρθαν καὶ τὸν Ραφις καὶ τὸν Ραψακην ἐκ Λαχις πρὸς τὸν βασιλέα Εζεκιαν ἐν δυνάμει βαρεία̨ ἐπὶ Ιερουσαλημ καὶ ἀνέβησαν καὶ ἠ̃λθον εἰς Ιερουσαλημ καὶ ἔστησαν ἐν τω̨̃ ὑδραγωγω̨̃ τη̃ς κολυμβήθρας τη̃ς ἄνω ἥ ἐστιν ἐν τη̨̃ ὁδω̨̃ του̃ ἀγρου̃ του̃ γναφέως

18:18 καὶ ἐβόησαν πρὸς Εζεκιαν καὶ ἐξη̃λθον πρὸς αὐτὸν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνή̨σκων

18:19 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ραψακης εἴπατε δὴ πρὸς Εζεκιαν τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς 'Ασσυρίων τίς ἡ πεποίθησις αὕτη ἣν πέποιθας

18:20 εἰ̃πας πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον νυ̃ν οὐ̃ν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί

18:21 νυ̃ν ἰδοὺ πέποιθας σαυτω̨̃ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ' Αἴγυπτον ὃς ἂν στηριχθη̨̃ ἀνὴρ ἐπ' αὐτήν καὶ εἰσελεύσεται εἰς τὴν χει̃ρα αὐτου̃ καὶ τρήσει αὐτήν οὕτως Φαραω βασιλεὺς Αἰγύπτου πα̃σιν τοι̃ς πεποιθόσιν ἐπ' αὐτόν

18:22 καὶ ὅτι εἰ̃πας πρός με ἐπὶ κύριον θεὸν πεποίθαμεν οὐχὶ αὐτὸς οὑ̃τος οὑ̃ ἀπέστησεν Εζεκιας τὰ ὑψηλὰ αὐτου̃ καὶ τὰ θυσιαστήρια αὐτου̃ καὶ εἰ̃πεν τω̨̃ Ιουδα καὶ τη̨̃ Ιερουσαλημ ἐνώπιον του̃ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ιερουσαλημ

18:23 καὶ νυ̃ν μίχθητε δὴ τω̨̃ κυρίω̨ μου βασιλει̃ 'Ασσυρίων καὶ δώσω σοι δισχιλίους ἵππους εἰ δυνήση̨ δου̃ναι σεαυτω̨̃ ἐπιβάτας ἐπ' αὐτούς

18:24 καὶ πω̃ς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τω̃ν δούλων του̃ κυρίου μου τω̃ν ἐλαχίστων καὶ ἤλπισας σαυτω̨̃ ἐπ' Αἴγυπτον εἰς ἅρματα καὶ ἱππει̃ς

18:25 καὶ νυ̃ν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον του̃τον του̃ διαφθει̃ραι αὐτόν κύριος εἰ̃πεν πρός με ἀνάβηθι ἐπὶ τὴν γη̃ν ταύτην καὶ διάφθειρον αὐτήν

18:26 καὶ εἰ̃πεν Ελιακιμ υἱὸς Χελκιου καὶ Σομνας καὶ Ιωας πρὸς Ραψακην λάλησον δὴ πρὸς τοὺς παι̃δάς σου Συριστί ὅτι ἀκούομεν ἡμει̃ς καὶ οὐ λαλήσεις μεθ' ἡμω̃ν Ιουδαϊστί καὶ ἵνα τί λαλει̃ς ἐν τοι̃ς ὠσὶν του̃ λαου̃ του̃ ἐπὶ του̃ τείχους

18:27 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ραψακης μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλη̃σαι τοὺς λόγους τούτους οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ του̃ τείχους του̃ φαγει̃ν τὴν κόπρον αὐτω̃ν καὶ πιει̃ν τὸ οὐ̃ρον αὐτω̃ν μεθ' ὑμω̃ν ἅμα

18:28 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ Ιουδαϊστὶ καὶ ἐλάλησεν καὶ εἰ̃πεν ἀκούσατε τοὺς λόγους του̃ μεγάλου βασιλέως 'Ασσυρίων

18:29 τάδε λέγει ὁ βασιλεύς μὴ ἐπαιρέτω ὑμα̃ς Εζεκιας λόγοις ὅτι οὐ μὴ δύνηται ὑμα̃ς ἐξελέσθαι ἐκ χειρός μου

18:30 καὶ μὴ ἐπελπιζέτω ὑμα̃ς Εζεκιας πρὸς κύριον λέγων ἐξαιρούμενος ἐξελει̃ται ἡμα̃ς κύριος οὐ μὴ παραδοθη̨̃ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως 'Ασσυρίων

18:31 μὴ ἀκούετε Εζεκιου ὅτι τάδε λέγει ὁ βασιλεὺς 'Ασσυρίων ποιήσατε μετ' ἐμου̃ εὐλογίαν καὶ ἐξέλθατε πρός με καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτου̃ καὶ ἀνὴρ τὴν συκη̃ν αὐτου̃ φάγεται καὶ πίεται ὕδωρ του̃ λάκκου αὐτου̃

18:32 ἕως ἔλθω καὶ λάβω ὑμα̃ς εἰς γη̃ν ὡς γη̃ ὑμω̃ν γη̃ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων γη̃ ἐλαίας ἐλαίου καὶ μέλιτος καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε καὶ μὴ ἀκούετε Εζεκιου ὅτι ἀπατα̨̃ ὑμα̃ς λέγων κύριος ῥύσεται ἡμα̃ς

18:33 μὴ ῥυόμενοι ἐρρύσαντο οἱ θεοὶ τω̃ν ἐθνω̃ν ἕκαστος τὴν ἑαυτου̃ χώραν ἐκ χειρὸς βασιλέως 'Ασσυρίων

18:34 που̃ ἐστιν ὁ θεὸς Αιμαθ καὶ Αρφαδ που̃ ἐστιν ὁ θεὸς Σεπφαρουαιν καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου

18:35 τίς ἐν πα̃σιν τοι̃ς θεοι̃ς τω̃ν γαιω̃ν οἳ ἐξείλαντο τὰς γα̃ς αὐτω̃ν ἐκ χειρός μου ὅτι ἐξελει̃ται κύριος τὴν Ιερουσαλημ ἐκ χειρός μου

18:36 καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτω̨̃ λόγον ὅτι ἐντολὴ του̃ βασιλέως λέγων οὐκ ἀποκριθήσεσθε αὐτω̨̃

18:37 καὶ εἰση̃λθεν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνή̨σκων πρὸς Εζεκιαν διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτω̨̃ τοὺς λόγους Ραψακου

19:1 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Εζεκιας καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃ καὶ περιεβάλετο σάκκον καὶ εἰση̃λθεν εἰς οἰ̃κον κυρίου

19:2 καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τω̃ν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν τὸν προφήτην υἱὸν Αμως

19:3 καὶ εἰ̃πον πρὸς αὐτόν τάδε λέγει Εζεκιας ἡμέρα θλίψεως καὶ ἐλεγμου̃ καὶ παροργισμου̃ ἡ ἡμέρα αὕτη ὅτι ἠ̃λθον υἱοὶ ἕως ὠδίνων καὶ ἰσχὺς οὐκ ἔστιν τη̨̃ τικτούση̨

19:4 εἴ πως εἰσακούσεται κύριος ὁ θεός σου πάντας τοὺς λόγους Ραψακου ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς 'Ασσυρίων ὁ κύριος αὐτου̃ ὀνειδίζειν θεὸν ζω̃ντα καὶ βλασφημει̃ν ἐν λόγοις οἱ̃ς ἤκουσεν κύριος ὁ θεός σου καὶ λήμψη̨ προσευχὴν περὶ του̃ λείμματος του̃ εὑρισκομένου

19:5 καὶ ἠ̃λθον οἱ παι̃δες του̃ βασιλέως Εζεκιου πρὸς Ησαιαν

19:6 καὶ εἰ̃πεν αὐτοι̃ς Ησαιας τάδε ἐρει̃τε πρὸς τὸν κύριον ὑμω̃ν τάδε λέγει κύριος μὴ φοβηθη̨̃ς ἀπὸ τω̃ν λόγων ὡ̃ν ἤκουσας ὡ̃ν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως 'Ασσυρίων

19:7 ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτω̨̃ πνευ̃μα καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γη̃ν αὐτου̃ καὶ καταβαλω̃ αὐτὸν ἐν ῥομφαία̨ ἐν τη̨̃ γη̨̃ αὐτου̃

19:8 καὶ ἐπέστρεψεν Ραψακης καὶ εὑ̃ρεν τὸν βασιλέα 'Ασσυρίων πολεμου̃ντα ἐπὶ Λομνα ὅτι ἤκουσεν ὅτι ἀπη̃ρεν ἀπὸ Λαχις

19:9 καὶ ἤκουσεν περὶ Θαρακα βασιλέως Αἰθιόπων λέγων ἰδοὺ ἐξη̃λθεν πολεμει̃ν μετὰ σου̃ καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων

19:10 μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ' ὡ̨̃ σὺ πέποιθας ἐπ' αὐτω̨̃ λέγων οὐ μὴ παραδοθη̨̃ Ιερουσαλημ εἰς χει̃ρας βασιλέως 'Ασσυρίων

19:11 ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλει̃ς 'Ασσυρίων πάσαις ται̃ς γαι̃ς του̃ ἀναθεματίσαι αὐτάς καὶ σὺ ῥυσθήση̨

19:12 μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τω̃ν ἐθνω̃ν οὓς διέφθειραν οἱ πατέρες μου τήν τε Γωζαν καὶ τὴν Χαρραν καὶ Ραφες καὶ υἱοὺς Εδεμ τοὺς ἐν Θαεσθεν

19:13 που̃ ἐστιν ὁ βασιλεὺς Αιμαθ καὶ ὁ βασιλεὺς Αρφαδ καὶ που̃ ἐστιν Σεπφαρουαιν Ανα καὶ Αυα

19:14 καὶ ἔλαβεν Εζεκιας τὰ βιβλία ἐκ χειρὸς τω̃ν ἀγγέλων καὶ ἀνέγνω αὐτά καὶ ἀνέβη εἰς οἰ̃κον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Εζεκιας ἐναντίον κυρίου

19:15 καὶ εἰ̃πεν κύριε ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν σὺ εἰ̃ ὁ θεὸς μόνος ἐν πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν

19:16 κλι̃νον κύριε τὸ οὐ̃ς σου καὶ ἄκουσον ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηριμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζω̃ντα

19:17 ὅτι ἀληθεία̨ κύριε ἠρήμωσαν βασιλει̃ς 'Ασσυρίων τὰ ἔθνη

19:18 καὶ ἔδωκαν τοὺς θεοὺς αὐτω̃ν εἰς τὸ πυ̃ρ ὅτι οὐ θεοί εἰσιν ἀλλ' ἢ ἔργα χειρω̃ν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς

19:19 καὶ νυ̃ν κύριε ὁ θεὸς ἡμω̃ν σω̃σον ἡμα̃ς ἐκ χειρὸς αὐτου̃ καὶ γνώσονται πα̃σαι αἱ βασιλει̃αι τη̃ς γη̃ς ὅτι σὺ κύριος ὁ θεὸς μόνος

19:20 καὶ ἀπέστειλεν Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν λέγων τάδε λέγει κύριος ὁ θεὸς τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως 'Ασσυρίων ἤκουσα

19:21 οὑ̃τος ὁ λόγος ὃν ἐλάλησεν κύριος ἐπ' αὐτόν ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων ἐπὶ σοὶ κεφαλὴν αὐτη̃ς ἐκίνησεν θυγάτηρ Ιερουσαλημ

19:22 τίνα ὠνείδισας καὶ ἐβλασφήμησας καὶ ἐπὶ τίνα ὕψωσας φωνήν καὶ ἠ̃ρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον του̃ Ισραηλ

19:23 ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἰ̃πας ἐν τω̨̃ πλήθει τω̃ν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων μηροὺς του̃ Λιβάνου καὶ ἔκοψα τὸ μέγεθος τη̃ς κέδρου αὐτου̃ τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτου̃ καὶ ἠ̃λθον εἰς μελον τέλους αὐτου̃ δρυμου̃ Καρμήλου αὐτου̃

19:24 ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τω̨̃ ἴχνει του̃ ποδός μου πάντας ποταμοὺς περιοχη̃ς

19:25 ἔπλασα αὐτήν νυ̃ν ἤγαγον αὐτήν καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιω̃ν μαχίμων πόλεις ὀχυράς

19:26 καὶ οἱ ἐνοικου̃ντες ἐν αὐται̃ς ἠσθένησαν τη̨̃ χειρί ἔπτηξαν καὶ κατη̨σχύνθησαν ἐγένοντο χόρτος ἀγρου̃ ἢ χλωρὰ βοτάνη χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος

19:27 καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ' ἐμέ

19:28 διὰ τὸ ὀργισθη̃ναί σε ἐπ' ἐμὲ καὶ τὸ στρη̃νός σου ἀνέβη ἐν τοι̃ς ὠσίν μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοι̃ς μυκτη̃ρσίν σου καὶ χαλινὸν ἐν τοι̃ς χείλεσίν σου καὶ ἀποστρέψω σε ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθες ἐν αὐτη̨̃

19:29 καὶ του̃τό σοι τὸ σημει̃ον φάγη̨ του̃τον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ τὰ ἀνατέλλοντα καὶ ἔτι τρίτω̨ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων καὶ φάγεσθε τὸν καρπὸν αὐτω̃ν

19:30 καὶ προσθήσει τὸ διασεσω̨σμένον οἴκου Ιουδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω

19:31 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασω̨ζόμενος ἐξ ὄρους Σιων ὁ ζη̃λος κυρίου τω̃ν δυνάμεων ποιήσει του̃το

19:32 οὐχ οὕτως τάδε λέγει κύριος πρὸς βασιλέα 'Ασσυρίων οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκει̃ βέλος καὶ οὐ προφθάσει αὐτὴν θυρεός καὶ οὐ μὴ ἐκχέη̨ πρὸς αὐτὴν πρόσχωμα

19:33 τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται λέγει κύριος

19:34 καὶ ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν δου̃λόν μου

19:35 καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξη̃λθεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τη̨̃ παρεμβολη̨̃ τω̃ν 'Ασσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ πάντες σώματα νεκρά

19:36 καὶ ἀπη̃ρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν Σενναχηριμ βασιλεὺς 'Ασσυρίων καὶ ὤ̨κησεν ἐν Νινευη

19:37 καὶ ἐγένετο αὐτου̃ προσκυνου̃ντος ἐν οἴκω̨ Νεσεραχ θεου̃ αὐτου̃ καὶ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτου̃ ἐπάταξαν αὐτὸν ἐν μαχαίρα̨ καὶ αὐτοὶ ἐσώθησαν εἰς γη̃ν Αραρατ καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

20:1 ἐν ται̃ς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας εἰς θάνατον καὶ εἰση̃λθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος ἔντειλαι τω̨̃ οἴκω̨ σου ὅτι ἀποθνή̨σκεις σὺ καὶ οὐ ζήση̨

20:2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτου̃ πρὸς τὸν τοι̃χον καὶ ηὔξατο πρὸς κύριον λέγων

20:3 ὠ̃ δή κύριε μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθεία̨ καὶ ἐν καρδία̨ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμω̨̃ μεγάλω̨

20:4 καὶ ἠ̃ν Ησαιας ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ μέση̨ καὶ ῥη̃μα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων

20:5 ἐπίστρεψον καὶ ἐρει̃ς πρὸς Εζεκιαν τὸν ἡγούμενον του̃ λαου̃ μου τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ του̃ πατρός σου ἤκουσα τη̃ς προσευχη̃ς σου εἰ̃δον τὰ δάκρυά σου ἰδοὺ ἐγὼ ἰάσομαί σε τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἀναβήση̨ εἰς οἰ̃κον κυρίου

20:6 καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως 'Ασσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν δου̃λόν μου

20:7 καὶ εἰ̃πεν λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος καὶ ὑγιάσει

20:8 καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν τί τὸ σημει̃ον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἰ̃κον κυρίου τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨

20:9 καὶ εἰ̃πεν Ησαιας του̃το τὸ σημει̃ον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον ὃν ἐλάλησεν πορεύσεται ἡ σκιὰ δέκα βαθμούς ἐὰν ἐπιστρέφη̨ δέκα βαθμούς

20:10 καὶ εἰ̃πεν Εζεκιας κου̃φον τὴν σκιὰν κλι̃ναι δέκα βαθμούς οὐχί ἀλλ' ἐπιστραφήτω ἡ σκιὰ δέκα βαθμοὺς εἰς τὰ ὀπίσω

20:11 καὶ ἐβόησεν Ησαιας ὁ προφήτης πρὸς κύριον καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοι̃ς ἀναβαθμοι̃ς εἰς τὰ ὀπίσω δέκα βαθμούς

20:12 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλω̃νος βιβλία καὶ μαναα πρὸς Εζεκιαν ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Εζεκιας

20:13 καὶ ἐχάρη ἐπ' αὐτοι̃ς Εζεκιας καὶ ἔδειξεν αὐτοι̃ς ὅλον τὸν οἰ̃κον του̃ νεχωθα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν καὶ τὸν οἰ̃κον τω̃ν σκευω̃ν καὶ ὅσα ηὑρέθη ἐν τοι̃ς θησαυροι̃ς αὐτου̃ οὐκ ἠ̃ν λόγος ὃν οὐκ ἔδειξεν αὐτοι̃ς Εζεκιας ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ ἐν πάση̨ τη̨̃ ἐξουσία̨ αὐτου̃

20:14 καὶ εἰση̃λθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἰ̃πεν πρὸς αὐτόν τί ἐλάλησαν οἱ ἄνδρες οὑ̃τοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἰ̃πεν Εζεκιας ἐκ γη̃ς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλω̃νος

20:15 καὶ εἰ̃πεν τί εἰ̃δον ἐν τω̨̃ οἴκω̨ σου καὶ εἰ̃πεν πάντα ὅσα ἐν τω̨̃ οἴκω̨ μου εἰ̃δον οὐκ ἠ̃ν ἐν τω̨̃ οἴκω̨ μου ὃ οὐκ ἔδειξα αὐτοι̃ς ἀλλὰ καὶ τὰ ἐν τοι̃ς θησαυροι̃ς μου

20:16 καὶ εἰ̃πεν Ησαιας πρὸς Εζεκιαν ἄκουσον λόγον κυρίου

20:17 ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τω̨̃ οἴκω̨ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τη̃ς ἡμέρας ταύτης εἰς Βαβυλω̃να καὶ οὐχ ὑπολειφθήσεται ῥη̃μα ὃ εἰ̃πεν κύριος

20:18 καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σου̃ οὓς γεννήσεις λήμψεται καὶ ἔσονται εὐνου̃χοι ἐν τω̨̃ οἴκω̨ του̃ βασιλέως Βαβυλω̃νος

20:19 καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν ἔστω εἰρήνη ἐν ται̃ς ἡμέραις μου

20:20 καὶ τὰ λοιπὰ τω̃ν λόγων Εζεκιου καὶ πα̃σα ἡ δυναστεία αὐτου̃ καὶ ὅσα ἐποίησεν τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα

20:21 καὶ ἐκοιμήθη Εζεκιας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

21:1 υἱὸς δώδεκα ἐτω̃ν Μανασσης ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Οψιβα

21:2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ τὰ βδελύγματα τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξη̃ρεν κύριος ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ

21:3 καὶ ἐπέστρεψεν καὶ ὠ̨κοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτου̃ καὶ ἀνέστησεν θυσιαστήριον τη̨̃ Βααλ καὶ ἐποίησεν ἄλση καθὼς ἐποίησεν Αχααβ βασιλεὺς Ισραηλ καὶ προσεκύνησεν πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃ καὶ ἐδούλευσεν αὐτοι̃ς

21:4 καὶ ὠ̨κοδόμησεν θυσιαστήριον ἐν οἴκω̨ κυρίου ὡς εἰ̃πεν ἐν Ιερουσαλημ θήσω τὸ ὄνομά μου

21:5 καὶ ὠ̨κοδόμησεν θυσιαστήριον πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃ ἐν ται̃ς δυσὶν αὐλαι̃ς οἴκου κυρίου

21:6 καὶ διη̃γεν τοὺς υἱοὺς αὐτου̃ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησεν θελητὴν καὶ γνώστας ἐπλήθυνεν του̃ ποιει̃ν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου παροργίσαι αὐτόν

21:7 καὶ ἔθηκεν τὸ γλυπτὸν του̃ ἄλσους ἐν τω̨̃ οἴκω̨ ὡ̨̃ εἰ̃πεν κύριος πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων τὸν υἱὸν αὐτου̃ ἐν τω̨̃ οἴκω̨ τούτω̨ καὶ ἐν Ιερουσαλημ ἡ̨̃ ἐξελεξάμην ἐκ πασω̃ν φυλω̃ν Ισραηλ καὶ θήσω τὸ ὄνομά μου ἐκει̃ εἰς τὸν αἰω̃να

21:8 καὶ οὐ προσθήσω του̃ σαλευ̃σαι τὸν πόδα Ισραηλ ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα τοι̃ς πατράσιν αὐτω̃ν οἵτινες φυλάξουσιν πάντα ὅσα ἐνετειλάμην κατὰ πα̃σαν τὴν ἐντολήν ἣν ἐνετείλατο αὐτοι̃ς ὁ δου̃λός μου Μωυση̃ς

21:9 καὶ οὐκ ἤκουσαν καὶ ἐπλάνησεν αὐτοὺς Μανασσης του̃ ποιη̃σαι τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου ὑπὲρ τὰ ἔθνη ἃ ἠφάνισεν κύριος ἐκ προσώπου υἱω̃ν Ισραηλ

21:10 καὶ ἐλάλησεν κύριος ἐν χειρὶ δούλων αὐτου̃ τω̃ν προφητω̃ν λέγων

21:11 ἀνθ' ὡ̃ν ὅσα ἐποίησεν Μανασσης ὁ βασιλεὺς Ιουδα τὰ βδελύγματα ταυ̃τα τὰ πονηρὰ ἀπὸ πάντων ὡ̃ν ἐποίησεν ὁ Αμορραι̃ος ὁ ἔμπροσθεν καὶ ἐξήμαρτεν καί γε Ιουδα ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν

21:12 οὐχ οὕτως τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδα ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὠ̃τα αὐτου̃

21:13 καὶ ἐκτενω̃ ἐπὶ Ιερουσαλημ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Αχααβ καὶ ἀπαλείψω τὴν Ιερουσαλημ καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτου̃

21:14 καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τη̃ς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χει̃ρας ἐχθρω̃ν αὐτω̃ν καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πα̃σιν τοι̃ς ἐχθροι̃ς αὐτω̃ν

21:15 ἀνθ' ὡ̃ν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς μου καὶ ἠ̃σαν παροργίζοντές με ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐξήγαγον τοὺς πατέρας αὐτω̃ν ἐξ Αἰγύπτου καὶ ἕως τη̃ς ἡμέρας ταύτης

21:16 καί γε αἱ̃μα ἀθω̨̃ον ἐξέχεεν Μανασσης πολὺ σφόδρα ἕως οὑ̃ ἔπλησεν τὴν Ιερουσαλημ στόμα εἰς στόμα πλὴν τω̃ν ἁμαρτιω̃ν αὐτου̃ ὡ̃ν ἐξήμαρτεν τὸν Ιουδαν του̃ ποιη̃σαι τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου

21:17 καὶ τὰ λοιπὰ τω̃ν λόγων Μανασση καὶ πάντα ὅσα ἐποίησεν καὶ ἡ ἁμαρτία αὐτου̃ ἣν ἥμαρτεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα

21:18 καὶ ἐκοιμήθη Μανασσης μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν τω̨̃ κήπω̨ του̃ οἴκου αὐτου̃ ἐν κήπω̨ Οζα καὶ ἐβασίλευσεν Αμων υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

21:19 υἱὸς εἴκοσι καὶ δύο ἐτω̃ν Αμων ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Μεσολλαμ θυγάτηρ Αρους ἐξ Ιετεβα

21:20 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου καθὼς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτου̃

21:21 καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθη ὁ πατὴρ αὐτου̃ καὶ ἐλάτρευσεν τοι̃ς εἰδώλοις οἱ̃ς ἐλάτρευσεν ὁ πατὴρ αὐτου̃ καὶ προσεκύνησεν αὐτοι̃ς

21:22 καὶ ἐγκατέλιπεν τὸν κύριον θεὸν τω̃ν πατέρων αὐτου̃ καὶ οὐκ ἐπορεύθη ἐν ὁδω̨̃ κυρίου

21:23 καὶ συνεστράφησαν οἱ παι̃δες Αμων πρὸς αὐτὸν καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τω̨̃ οἴκω̨ αὐτου̃

21:24 καὶ ἐπάταξεν πα̃ς ὁ λαὸς τη̃ς γη̃ς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα Αμων καὶ ἐβασίλευσεν ὁ λαὸς τη̃ς γη̃ς τὸν Ιωσιαν υἱὸν αὐτου̃ ἀντ' αὐτου̃

21:25 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αμων ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα

21:26 καὶ ἔθαψαν αὐτὸν ἐν τω̨̃ τάφω̨ αὐτου̃ ἐν τω̨̃ κήπω̨ Οζα καὶ ἐβασίλευσεν Ιωσιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

22:1 υἱὸς ὀκτὼ ἐτω̃ν Ιωσιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Ιεδιδα θυγάτηρ Εδεϊα ἐκ Βασουρωθ

22:2 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ Δαυιδ του̃ πατρὸς αὐτου̃ οὐκ ἀπέστη δεξιὰ ἢ ἀριστερά

22:3 καὶ ἐγενήθη ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τω̨̃ βασιλει̃ Ιωσια ἐν τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαφφαν υἱὸν Εσελιου υἱου̃ Μεσολλαμ τὸν γραμματέα οἴκου κυρίου λέγων

22:4 ἀνάβηθι πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκω̨ κυρίου ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ του̃ λαου̃

22:5 καὶ δότωσαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα τω̃ν καθεσταμένων ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν αὐτὸ τοι̃ς ποιου̃σιν τὰ ἔργα τοι̃ς ἐν οἴκω̨ κυρίου του̃ κατισχυ̃σαι τὸ βεδεκ του̃ οἴκου

22:6 τοι̃ς τέκτοσιν καὶ τοι̃ς οἰκοδόμοις καὶ τοι̃ς τειχισται̃ς καὶ του̃ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς του̃ κραταιω̃σαι τὸ βεδεκ του̃ οἴκου

22:7 πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοι̃ς ὅτι ἐν πίστει αὐτοὶ ποιου̃σιν

22:8 καὶ εἰ̃πεν Χελκιας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφαν τὸν γραμματέα βιβλίον του̃ νόμου εὑ̃ρον ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον πρὸς Σαφφαν καὶ ἀνέγνω αὐτό

22:9 καὶ εἰσήνεγκεν πρὸς τὸν βασιλέα Ιωσιαν καὶ ἐπέστρεψεν τω̨̃ βασιλει̃ ῥη̃μα καὶ εἰ̃πεν ἐχώνευσαν οἱ δου̃λοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τω̨̃ οἴκω̨ κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα τω̃ν καθεσταμένων ἐν οἴκω̨ κυρίου

22:10 καὶ εἰ̃πεν Σαφφαν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφφαν ἐνώπιον του̃ βασιλέως

22:11 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους του̃ βιβλίου του̃ νόμου καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃

22:12 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Χελκια τω̨̃ ἱερει̃ καὶ τω̨̃ Αχικαμ υἱω̨̃ Σαφφαν καὶ τω̨̃ Αχοβωρ υἱω̨̃ Μιχαιου καὶ τω̨̃ Σαφφαν τω̨̃ γραμματει̃ καὶ τω̨̃ Ασαια δούλω̨ του̃ βασιλέως λέγων

22:13 δευ̃τε ἐκζητήσατε τὸν κύριον περὶ ἐμου̃ καὶ περὶ παντὸς του̃ λαου̃ καὶ περὶ παντὸς του̃ Ιουδα περὶ τω̃ν λόγων του̃ βιβλίου του̃ εὑρεθέντος τούτου ὅτι μεγάλη ἡ ὀργὴ κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμι̃ν ὑπὲρ οὑ̃ οὐκ ἤκουσαν οἱ πατέρες ἡμω̃ν τω̃ν λόγων του̃ βιβλίου τούτου του̃ ποιει̃ν κατὰ πάντα τὰ γεγραμμένα καθ' ἡμω̃ν

22:14 καὶ ἐπορεύθη Χελκιας ὁ ἱερεὺς καὶ Αχικαμ καὶ Αχοβωρ καὶ Σαφφαν καὶ Ασαιας πρὸς Ολδαν τὴν προφη̃τιν γυναι̃κα Σελλημ υἱου̃ Θεκουε υἱου̃ Αραας του̃ ἱματιοφύλακος καὶ αὐτὴ κατώ̨κει ἐν Ιερουσαλημ ἐν τη̨̃ μασενα καὶ ἐλάλησαν πρὸς αὐτήν

22:15 καὶ εἰ̃πεν αὐτοι̃ς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ εἴπατε τω̨̃ ἀνδρὶ τω̨̃ ἀποστείλαντι ὑμα̃ς πρός με

22:16 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς ἐνοικου̃ντας αὐτόν πάντας τοὺς λόγους του̃ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ιουδα

22:17 ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοι̃ς ἑτέροις ὅπως παροργίσωσίν με ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ οὐ σβεσθήσεται

22:18 καὶ πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμα̃ς ἐπιζητη̃σαι τὸν κύριον τάδε ἐρει̃τε πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ οἱ λόγοι οὓς ἤκουσας

22:19 ἀνθ' ὡ̃ν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου κυρίου ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς ἐνοικου̃ντας αὐτὸν του̃ εἰ̃ναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμου̃ καί γε ἐγὼ ἤκουσα λέγει κύριος

22:20 οὐχ οὕτως ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου καὶ συναχθήση̨ εἰς τὸν τάφον σου ἐν εἰρήνη̨ καὶ οὐκ ὀφθήσεται ἐν τοι̃ς ὀφθαλμοι̃ς σου ἐν πα̃σιν τοι̃ς κακοι̃ς οἱ̃ς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπέστρεψαν τω̨̃ βασιλει̃ τὸ ῥη̃μα

23:1 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ

23:2 καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἰ̃κον κυρίου καὶ πα̃ς ἀνὴρ Ιουδα καὶ πάντες οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ μετ' αὐτου̃ καὶ οἱ ἱερει̃ς καὶ οἱ προφη̃ται καὶ πα̃ς ὁ λαὸς ἀπὸ μικρου̃ καὶ ἕως μεγάλου καὶ ἀνέγνω ἐν ὠσὶν αὐτω̃ν πάντας τοὺς λόγους του̃ βιβλίου τη̃ς διαθήκης του̃ εὑρεθέντος ἐν οἴκω̨ κυρίου

23:3 καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στυ̃λον καὶ διέθετο διαθήκην ἐνώπιον κυρίου του̃ πορεύεσθαι ὀπίσω κυρίου καὶ του̃ φυλάσσειν τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ μαρτύρια αὐτου̃ καὶ τὰ δικαιώματα αὐτου̃ ἐν πάση̨ καρδία̨ καὶ ἐν πάση̨ ψυχη̨̃ του̃ ἀναστη̃σαι τοὺς λόγους τη̃ς διαθήκης ταύτης τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον του̃το καὶ ἔστη πα̃ς ὁ λαὸς ἐν τη̨̃ διαθήκη̨

23:4 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Χελκια τω̨̃ ἱερει̃ τω̨̃ μεγάλω̨ καὶ τοι̃ς ἱερευ̃σιν τη̃ς δευτερώσεως καὶ τοι̃ς φυλάσσουσιν τὸν σταθμὸν του̃ ἐξαγαγει̃ν ἐκ του̃ ναου̃ κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τω̨̃ Βααλ καὶ τω̨̃ ἄλσει καὶ πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃ καὶ κατέκαυσεν αὐτὰ ἔξω Ιερουσαλημ ἐν σαδημωθ Κεδρων καὶ ἔλαβεν τὸν χου̃ν αὐτω̃ν εἰς Βαιθηλ

23:5 καὶ κατέπαυσεν τοὺς χωμαριμ οὓς ἔδωκαν βασιλει̃ς Ιουδα καὶ ἐθυμίων ἐν τοι̃ς ὑψηλοι̃ς καὶ ἐν ται̃ς πόλεσιν Ιουδα καὶ τοι̃ς περικύκλω̨ Ιερουσαλημ καὶ τοὺς θυμιω̃ντας τω̨̃ Βααλ καὶ τω̨̃ ἡλίω̨ καὶ τη̨̃ σελήνη̨ καὶ τοι̃ς μαζουρωθ καὶ πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃

23:6 καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου κυρίου ἔξωθεν Ιερουσαλημ εἰς τὸν χειμάρρουν Κεδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τω̨̃ χειμάρρω̨ Κεδρων καὶ ἐλέπτυνεν εἰς χου̃ν καὶ ἔρριψεν τὸν χου̃ν αὐτου̃ εἰς τὸν τάφον τω̃ν υἱω̃ν του̃ λαου̃

23:7 καὶ καθει̃λεν τὸν οἰ̃κον τω̃ν καδησιμ τω̃ν ἐν τω̨̃ οἴκω̨ κυρίου οὑ̃ αἱ γυναι̃κες ὕφαινον ἐκει̃ χεττιιν τω̨̃ ἄλσει

23:8 καὶ ἀνήγαγεν πάντας τοὺς ἱερει̃ς ἐκ πόλεων Ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά οὑ̃ ἐθυμίασαν ἐκει̃ οἱ ἱερει̃ς ἀπὸ Γαβαα καὶ ἕως Βηρσαβεε καὶ καθει̃λεν τὸν οἰ̃κον τω̃ν πυλω̃ν τὸν παρὰ τὴν θύραν τη̃ς πύλης Ιησου ἄρχοντος τη̃ς πόλεως τω̃ν ἐξ ἀριστερω̃ν ἀνδρὸς ἐν τη̨̃ πύλη̨ τη̃ς πόλεως

23:9 πλὴν οὐκ ἀνέβησαν οἱ ἱερει̃ς τω̃ν ὑψηλω̃ν πρὸς τὸ θυσιαστήριον κυρίου ἐν Ιερουσαλημ ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτω̃ν

23:10 καὶ ἐμίανεν τὸν Ταφεθ τὸν ἐν φάραγγι υἱου̃ Εννομ του̃ διάγειν ἄνδρα τὸν υἱὸν αὐτου̃ καὶ ἄνδρα τὴν θυγατέρα αὐτου̃ τω̨̃ Μολοχ ἐν πυρί

23:11 καὶ κατέπαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλει̃ς Ιουδα τω̨̃ ἡλίω̨ ἐν τη̨̃ εἰσόδω̨ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθαν βασιλέως του̃ εὐνούχου ἐν φαρουριμ καὶ τὸ ἅρμα του̃ ἡλίου κατέκαυσεν πυρί

23:12 καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ του̃ δώματος του̃ ὑπερώ̨ου Αχαζ ἃ ἐποίησαν βασιλει̃ς Ιουδα καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν Μανασσης ἐν ται̃ς δυσὶν αὐλαι̃ς οἴκου κυρίου καὶ καθει̃λεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκει̃θεν καὶ ἔρριψεν τὸν χου̃ν αὐτω̃ν εἰς τὸν χειμάρρουν Κεδρων

23:13 καὶ τὸν οἰ̃κον τὸν ἐπὶ πρόσωπον Ιερουσαλημ τὸν ἐκ δεξιω̃ν του̃ ὄρους του̃ Μοσοαθ ὃν ὠ̨κοδόμησεν Σαλωμων βασιλεὺς Ισραηλ τη̨̃ 'Αστάρτη̨ προσοχθίσματι Σιδωνίων καὶ τω̨̃ Χαμως προσοχθίσματι Μωαβ καὶ τω̨̃ Μολχολ βδελύγματι υἱω̃ν Αμμων ἐμίανεν ὁ βασιλεύς

23:14 καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτω̃ν ὀστέων ἀνθρώπων

23:15 καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ τὸ ὑψηλόν ὃ ἐποίησεν Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καί γε τὸ θυσιαστήριον ἐκει̃νο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίθους αὐτου̃ καὶ ἐλέπτυνεν εἰς χου̃ν καὶ κατέκαυσεν τὸ ἄλσος

23:16 καὶ ἐξένευσεν Ιωσιας καὶ εἰ̃δεν τοὺς τάφους τοὺς ὄντας ἐκει̃ ἐν τη̨̃ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστα̃ ἐκ τω̃ν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν τω̨̃ ἑστάναι Ιεροβοαμ ἐν τη̨̃ ἑορτη̨̃ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστρέψας ἠ̃ρεν τοὺς ὀφθαλμοὺς αὐτου̃ ἐπὶ τὸν τάφον του̃ ἀνθρώπου του̃ θεου̃ του̃ λαλήσαντος τοὺς λόγους τούτους

23:17 καὶ εἰ̃πεν τί τὸ σκόπελον ἐκει̃νο ὃ ἐγὼ ὁρω̃ καὶ εἰ̃πον αὐτω̨̃ οἱ ἄνδρες τη̃ς πόλεως ὁ ἄνθρωπος του̃ θεου̃ ἐστιν ὁ ἐξεληλυθὼς ἐξ Ιουδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθηλ

23:18 καὶ εἰ̃πεν ἄφετε αὐτό ἀνὴρ μὴ κινησάτω τὰ ὀστα̃ αὐτου̃ καὶ ἐρρύσθησαν τὰ ὀστα̃ αὐτου̃ μετὰ τω̃ν ὀστω̃ν του̃ προφήτου του̃ ἥκοντος ἐκ Σαμαρείας

23:19 καί γε εἰς πάντας τοὺς οἴκους τω̃ν ὑψηλω̃ν τοὺς ἐν ται̃ς πόλεσιν Σαμαρείας οὓς ἐποίησαν βασιλει̃ς Ισραηλ παροργίζειν κύριον ἀπέστησεν Ιωσιας καὶ ἐποίησεν ἐν αὐτοι̃ς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν Βαιθηλ

23:20 καὶ ἐθυσίασεν πάντας τοὺς ἱερει̃ς τω̃ν ὑψηλω̃ν τοὺς ὄντας ἐκει̃ ἐπὶ τω̃ν θυσιαστηρίων καὶ κατέκαυσεν τὰ ὀστα̃ τω̃ν ἀνθρώπων ἐπ' αὐτά καὶ ἐπεστράφη εἰς Ιερουσαλημ

23:21 καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τω̨̃ λαω̨̃ λέγων ποιήσατε τὸ πασχα τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν καθὼς γέγραπται ἐπὶ βιβλίου τη̃ς διαθήκης ταύτης

23:22 ὅτι οὐκ ἐγενήθη τὸ πασχα του̃το ἀφ' ἡμερω̃ν τω̃ν κριτω̃ν οἳ ἔκρινον τὸν Ισραηλ καὶ πάσας τὰς ἡμέρας βασιλέων Ισραηλ καὶ βασιλέων Ιουδα

23:23 ὅτι ἀλλ' ἢ τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει του̃ βασιλέως Ιωσια ἐγενήθη τὸ πασχα τω̨̃ κυρίω̨ ἐν Ιερουσαλημ

23:24 καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφιν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γη̨̃ Ιουδα καὶ ἐν Ιερουσαλημ ἐξη̃ρεν ὁ βασιλεὺς Ιωσιας ἵνα στήση̨ τοὺς λόγους του̃ νόμου τοὺς γεγραμμένους ἐπὶ του̃ βιβλίου οὑ̃ εὑ̃ρεν Χελκιας ὁ ἱερεὺς ἐν οἴκω̨ κυρίου

23:25 ὅμοιος αὐτω̨̃ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτου̃ βασιλεύς ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλη̨ καρδία̨ αὐτου̃ καὶ ἐν ὅλη̨ ψυχη̨̃ αὐτου̃ καὶ ἐν ὅλη̨ ἰσχύι αὐτου̃ κατὰ πάντα τὸν νόμον Μωυση̃ καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτω̨̃

23:26 πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμου̃ ὀργη̃ς αὐτου̃ του̃ μεγάλου οὑ̃ ἐθυμώθη ὀργὴ αὐτου̃ ἐν τω̨̃ Ιουδα ἐπὶ τοὺς παροργισμούς οὓς παρώργισεν αὐτὸν Μανασσης

23:27 καὶ εἰ̃πεν κύριος καί γε τὸν Ιουδαν ἀποστήσω ἀπὸ του̃ προσώπου μου καθὼς ἀπέστησα τὸν Ισραηλ καὶ ἀπώσομαι τὴν πόλιν ταύτην ἣν ἐξελεξάμην τὴν Ιερουσαλημ καὶ τὸν οἰ̃κον οὑ̃ εἰ̃πον ἔσται τὸ ὄνομά μου ἐκει̃

23:28 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωσιου καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα

23:29 ἐν δὲ ται̃ς ἡμέραις αὐτου̃ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα 'Ασσυρίων ἐπὶ ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη Ιωσιας εἰς ἀπαντὴν αὐτου̃ καὶ ἐθανάτωσεν αὐτὸν Νεχαω ἐν Μαγεδδω ἐν τω̨̃ ἰδει̃ν αὐτόν

23:30 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παι̃δες αὐτου̃ νεκρὸν ἐκ Μαγεδδω καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τω̨̃ τάφω̨ αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἔλαβεν ὁ λαὸς τη̃ς γη̃ς τὸν Ιωαχας υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ του̃ πατρὸς αὐτου̃

23:31 υἱὸς εἴκοσι καὶ τριω̃ν ἐτω̃ν ἠ̃ν Ιωαχας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αμιταλ θυγάτηρ Ιερεμιου ἐκ Λεμνα

23:32 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτου̃

23:33 καὶ μετέστησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαθα ἐν γη̨̃ Εμαθ του̃ μὴ βασιλεύειν ἐν Ιερουσαλημ καὶ ἔδωκεν ζημίαν ἐπὶ τὴν γη̃ν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου

23:34 καὶ ἐβασίλευσεν Φαραω Νεχαω ἐπ' αὐτοὺς τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέως Ιουδα ἀντὶ Ιωσιου του̃ πατρὸς αὐτου̃ καὶ ἐπέστρεψεν τὸ ὄνομα αὐτου̃ Ιωακιμ καὶ τὸν Ιωαχας ἔλαβεν καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον καὶ ἀπέθανεν ἐκει̃

23:35 καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ιωακιμ τω̨̃ Φαραω πλὴν ἐτιμογράφησεν τὴν γη̃ν του̃ δου̃ναι τὸ ἀργύριον ἐπὶ στόματος Φαραω ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτου̃ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ του̃ λαου̃ τη̃ς γη̃ς δου̃ναι τω̨̃ Φαραω Νεχαω

23:36 υἱὸς εἴκοσι καὶ πέντε ἐτω̃ν Ιωακιμ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Ιελδαφ θυγάτηρ Φεδεϊα ἐκ Ρουμα

23:37 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτου̃

24:1 ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ ἐγενήθη αὐτω̨̃ Ιωακιμ δου̃λος τρία ἔτη καὶ ἐπέστρεψεν καὶ ἠθέτησεν ἐν αὐτω̨̃

24:2 καὶ ἀπέστειλεν αὐτω̨̃ τοὺς μονοζώνους τω̃ν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωαβ καὶ τοὺς μονοζώνους υἱω̃ν Αμμων καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τη̨̃ γη̨̃ Ιουδα του̃ κατισχυ̃σαι κατὰ τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ τω̃ν δούλων αὐτου̃ τω̃ν προφητω̃ν

24:3 πλὴν ἐπὶ τὸν θυμὸν κυρίου ἠ̃ν ἐν τω̨̃ Ιουδα ἀποστη̃σαι αὐτὸν ἀπὸ προσώπου αὐτου̃ ἐν ἁμαρτίαις Μανασση κατὰ πάντα ὅσα ἐποίησεν

24:4 καί γε αἱ̃μα ἀθω̨̃ον ἐξέχεεν καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀθώ̨ου καὶ οὐκ ἠθέλησεν κύριος ἱλασθη̃ναι

24:5 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωακιμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα

24:6 καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐβασίλευσεν Ιωακιμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

24:7 καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθει̃ν ἐκ τη̃ς γη̃ς αὐτου̃ ὅτι ἔλαβεν βασιλεὺς Βαβυλω̃νος ἀπὸ του̃ χειμάρρου Αἰγύπτου ἕως του̃ ποταμου̃ Εὐφράτου πάντα ὅσα ἠ̃ν του̃ βασιλέως Αἰγύπτου

24:8 υἱὸς ὀκτωκαίδεκα ἐτω̃ν Ιωακιμ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Νεσθα θυγάτηρ Ελλαναθαν ἐξ Ιερουσαλημ

24:9 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτου̃

24:10 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς Ιερουσαλημ καὶ ἠ̃λθεν ἡ πόλις ἐν περιοχη̨̃

24:11 καὶ εἰση̃λθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς τὴν πόλιν καὶ οἱ παι̃δες αὐτου̃ ἐπολιόρκουν ἐπ' αὐτήν

24:12 καὶ ἐξη̃λθεν Ιωακιμ βασιλεὺς Ιουδα ἐπὶ βασιλέα Βαβυλω̃νος αὐτὸς καὶ οἱ παι̃δες αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ καὶ οἱ εὐνου̃χοι αὐτου̃ καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλω̃νος ἐν ἔτει ὀγδόω̨ τη̃ς βασιλείας αὐτου̃

24:13 καὶ ἐξήνεγκεν ἐκει̃θεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου του̃ βασιλέως καὶ συνέκοψεν πάντα τὰ σκεύη τὰ χρυσα̃ ἃ ἐποίησεν Σαλωμων βασιλεὺς Ισραηλ ἐν τω̨̃ ναω̨̃ κυρίου κατὰ τὸ ῥη̃μα κυρίου

24:14 καὶ ἀπώ̨κισεν τὴν Ιερουσαλημ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πα̃ν τέκτονα καὶ τὸν συγκλείοντα καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τη̃ς γη̃ς

24:15 καὶ ἀπώ̨κισεν τὸν Ιωακιμ εἰς Βαβυλω̃να καὶ τὴν μητέρα του̃ βασιλέως καὶ τὰς γυναι̃κας του̃ βασιλέως καὶ τοὺς εὐνούχους αὐτου̃ καὶ τοὺς ἰσχυροὺς τη̃ς γη̃ς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ιερουσαλημ εἰς Βαβυλω̃να

24:16 καὶ πάντας τοὺς ἄνδρας τη̃ς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους πάντες δυνατοὶ ποιου̃ντες πόλεμον καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλω̃νος μετοικεσίαν εἰς Βαβυλω̃να

24:17 καὶ ἐβασίλευσεν βασιλεὺς Βαβυλω̃νος τὸν Μαθθανιαν υἱὸν αὐτου̃ ἀντ' αὐτου̃ καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτου̃ Σεδεκια

24:18 υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτου̃ Σεδεκιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αμιταλ θυγάτηρ Ιερεμιου

24:19 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ιωακιμ

24:20 ὅτι ἐπὶ τὸν θυμὸν κυρίου ἠ̃ν ἐπὶ Ιερουσαλημ καὶ ἐν τω̨̃ Ιουδα ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτου̃ καὶ ἠθέτησεν Σεδεκιας ἐν τω̨̃ βασιλει̃ Βαβυλω̃νος

25:1 καὶ ἐγενήθη ἐν τω̨̃ ἔτει τω̨̃ ἐνάτω̨ τη̃ς βασιλείας αὐτου̃ ἐν τω̨̃ μηνὶ τω̨̃ δεκάτω̨ ἠ̃λθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ πα̃σα ἡ δύναμις αὐτου̃ ἐπὶ Ιερουσαλημ καὶ παρενέβαλεν ἐπ' αὐτὴν καὶ ὠ̨κοδόμησεν ἐπ' αὐτὴν περίτειχος κύκλω̨

25:2 καὶ ἠ̃λθεν ἡ πόλις ἐν περιοχη̨̃ ἕως του̃ ἑνδεκάτου ἔτους του̃ βασιλέως Σεδεκιου

25:3 ἐνάτη̨ του̃ μηνὸς καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τη̨̃ πόλει καὶ οὐκ ἠ̃σαν ἄρτοι τω̨̃ λαω̨̃ τη̃ς γη̃ς

25:4 καὶ ἐρράγη ἡ πόλις καὶ πάντες οἱ ἄνδρες του̃ πολέμου ἐξη̃λθον νυκτὸς ὁδὸν πύλης τη̃ς ἀνὰ μέσον τω̃ν τειχέων αὕτη ἥ ἐστιν του̃ κήπου του̃ βασιλέως καὶ οἱ Χαλδαι̃οι ἐπὶ τὴν πόλιν κύκλω̨ καὶ ἐπορεύθη ὁδὸν τὴν Αραβα

25:5 καὶ ἐδίωξεν ἡ δύναμις τω̃ν Χαλδαίων ὀπίσω του̃ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν Αραβωθ Ιεριχω καὶ πα̃σα ἡ δύναμις αὐτου̃ διεσπάρη ἐπάνωθεν αὐτου̃

25:6 καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλω̃νος εἰς Δεβλαθα καὶ ἐλάλησεν μετ' αὐτου̃ κρίσιν

25:7 καὶ τοὺς υἱοὺς Σεδεκιου ἔσφαξεν κατ' ὀφθαλμοὺς αὐτου̃ καὶ τοὺς ὀφθαλμοὺς Σεδεκιου ἐξετύφλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλω̃να

25:8 καὶ ἐν τω̨̃ μηνὶ τω̨̃ πέμπτω̨ ἑβδόμη̨ του̃ μηνός αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τω̨̃ Ναβουχοδονοσορ βασιλει̃ Βαβυλω̃νος ἠ̃λθεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλω̃νος εἰς Ιερουσαλημ

25:9 καὶ ἐνέπρησεν τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον του̃ βασιλέως καὶ πάντας τοὺς οἴκους Ιερουσαλημ καὶ πα̃ν οἰ̃κον ἐνέπρησεν

25:10 ὁ ἀρχιμάγειρος

25:11 καὶ τὸ περισσὸν του̃ λαου̃ τὸ καταλειφθὲν ἐν τη̨̃ πόλει καὶ τοὺς ἐμπεπτωκότας οἳ ἐνέπεσον πρὸς βασιλέα Βαβυλω̃νος καὶ τὸ λοιπὸν του̃ στηρίγματος μετη̃ρεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος

25:12 καὶ ἀπὸ τω̃ν πτωχω̃ν τη̃ς γη̃ς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβιν

25:13 καὶ τοὺς στύλους τοὺς χαλκου̃ς τοὺς ἐν οἴκω̨ κυρίου καὶ τὰς μεχωνωθ καὶ τὴν θάλασσαν τὴν χαλκη̃ν τὴν ἐν οἴκω̨ κυρίου συνέτριψαν οἱ Χαλδαι̃οι καὶ ἠ̃ραν τὸν χαλκὸν αὐτω̃ν εἰς Βαβυλω̃να

25:14 καὶ τοὺς λέβητας καὶ τὰ ιαμιν καὶ τὰς φιάλας καὶ τὰς θυίσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκα̃ ἐν οἱ̃ς λειτουργου̃σιν ἐν αὐτοι̃ς ἔλαβεν

25:15 καὶ τὰ πυρει̃α καὶ τὰς φιάλας τὰς χρυσα̃ς καὶ τὰς ἀργυρα̃ς ἔλαβεν ὁ ἀρχιμάγειρος

25:16 στύλους δύο ἡ θάλασσα ἡ μία καὶ τὰ μεχωνωθ ἃ ἐποίησεν Σαλωμων τω̨̃ οἴκω̨ κυρίου οὐκ ἠ̃ν σταθμὸς του̃ χαλκου̃ πάντων τω̃ν σκευω̃ν

25:17 ὀκτωκαίδεκα πήχεων ὕψος του̃ στύλου του̃ ἑνός καὶ τὸ χωθαρ ἐπ' αὐτου̃ τὸ χαλκου̃ν καὶ τὸ ὕψος του̃ χωθαρ τριω̃ν πήχεων σαβαχα καὶ ῥοαὶ ἐπὶ του̃ χωθαρ κύκλω̨ τὰ πάντα χαλκα̃ καὶ κατὰ τὰ αὐτὰ τω̨̃ στύλω̨ τω̨̃ δευτέρω̨ ἐπὶ τω̨̃ σαβαχα

25:18 καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραιαν ἱερέα τὸν πρω̃τον καὶ τὸν Σοφονιαν υἱὸν τη̃ς δευτερώσεως καὶ τοὺς τρει̃ς τοὺς φυλάσσοντας τὸν σταθμὸν

25:19 καὶ ἐκ τη̃ς πόλεως ἔλαβεν εὐνου̃χον ἕνα ὃς ἠ̃ν ἐπιστάτης ἐπὶ τω̃ν ἀνδρω̃ν τω̃ν πολεμιστω̃ν καὶ πέντε ἄνδρας τω̃ν ὁρώντων τὸ πρόσωπον του̃ βασιλέως τοὺς εὑρεθέντας ἐν τη̨̃ πόλει καὶ τὸν γραμματέα του̃ ἄρχοντος τη̃ς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τη̃ς γη̃ς καὶ ἑξήκοντα ἄνδρας του̃ λαου̃ τη̃ς γη̃ς τοὺς εὑρεθέντας ἐν τη̨̃ πόλει

25:20 καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδαν ὁ ἀρχιμάγειρος καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλω̃νος εἰς Δεβλαθα

25:21 καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς Βαβυλω̃νος καὶ ἐθανάτωσεν αὐτοὺς ἐν Δεβλαθα ἐν γη̨̃ Αιμαθ καὶ ἀπω̨κίσθη Ιουδας ἐπάνωθεν τη̃ς γη̃ς αὐτου̃

25:22 καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν γη̨̃ Ιουδα οὓς κατέλιπεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ κατέστησεν ἐπ' αὐτω̃ν τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱου̃ Σαφαν

25:23 καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τη̃ς δυνάμεως αὐτοὶ καὶ οἱ ἄνδρες αὐτω̃ν ὅτι κατέστησεν βασιλεὺς Βαβυλω̃νος τὸν Γοδολιαν καὶ ἠ̃λθον πρὸς Γοδολιαν εἰς Μασσηφαθ καὶ Ισμαηλ υἱὸς Ναθανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θανεμαθ ὁ Νετωφαθίτης καὶ Ιεζονιας υἱὸς του̃ Μαχαθι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτω̃ν

25:24 καὶ ὤμοσεν Γοδολιας αὐτοι̃ς καὶ τοι̃ς ἀνδράσιν αὐτω̃ν καὶ εἰ̃πεν αὐτοι̃ς μὴ φοβει̃σθε πάροδον τω̃ν Χαλδαίων καθίσατε ἐν τη̨̃ γη̨̃ καὶ δουλεύσατε τω̨̃ βασιλει̃ Βαβυλω̃νος καὶ καλω̃ς ἔσται ὑμι̃ν

25:25 καὶ ἐγενήθη ἐν τω̨̃ ἑβδόμω̨ μηνὶ ἠ̃λθεν Ισμαηλ υἱὸς Ναθανιου υἱου̃ Ελισαμα ἐκ του̃ σπέρματος τω̃ν βασιλέων καὶ δέκα ἄνδρες μετ' αὐτου̃ καὶ ἐπάταξεν τὸν Γοδολιαν καὶ ἀπέθανεν καὶ τοὺς Ιουδαίους καὶ τοὺς Χαλδαίους οἳ ἠ̃σαν μετ' αὐτου̃ εἰς Μασσηφαθ

25:26 καὶ ἀνέστη πα̃ς ὁ λαὸς ἀπὸ μικρου̃ καὶ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τω̃ν δυνάμεων καὶ εἰση̃λθον εἰς Αἴγυπτον ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τω̃ν Χαλδαίων

25:27 καὶ ἐγενήθη ἐν τω̨̃ τριακοστω̨̃ καὶ ἑβδόμω̨ ἔτει τη̃ς ἀποικεσίας του̃ Ιωακιμ βασιλέως Ιουδα ἐν τω̨̃ δωδεκάτω̨ μηνὶ ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνὸς ὕψωσεν Ευιλμαρωδαχ βασιλεὺς Βαβυλω̃νος ἐν τω̨̃ ἐνιαυτω̨̃ τη̃ς βασιλείας αὐτου̃ τὴν κεφαλὴν Ιωακιμ βασιλέως Ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακη̃ς αὐτου̃

25:28 καὶ ἐλάλησεν μετ' αὐτου̃ ἀγαθὰ καὶ ἔδωκεν τὸν θρόνον αὐτου̃ ἐπάνωθεν τω̃ν θρόνων τω̃ν βασιλέων τω̃ν μετ' αὐτου̃ ἐν Βαβυλω̃νι

25:29 καὶ ἠλλοίωσεν τὰ ἱμάτια τη̃ς φυλακη̃ς αὐτου̃ καὶ ἤσθιεν ἄρτον διὰ παντὸς ἐνώπιον αὐτου̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃

25:30 καὶ ἡ ἑστιατορία αὐτου̃ ἑστιατορία διὰ παντὸς ἐδόθη αὐτω̨̃ ἐξ οἴκου του̃ βασιλέως λόγον ἡμέρας ἐν τη̨̃ ἡμέρα̨ αὐτου̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃

.

Книго

[X]