Μακκαβαίων Α'

1:1 καὶ ἐγένετο μετὰ τὸ πατάξαι 'Αλέξανδρον τὸν Φιλίππου Μακεδόνα ὃς ἐξη̃λθεν ἐκ γη̃ς Χεττιιμ καὶ ἐπάταξεν τὸν Δαρει̃ον βασιλέα Περσω̃ν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ πρότερον ἐπὶ τὴν 'Ελλάδα

1:2 καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων καὶ ἔσφαξεν βασιλει̃ς τη̃ς γη̃ς

1:3 καὶ διη̃λθεν ἕως ἄκρων τη̃ς γη̃ς καὶ ἔλαβεν σκυ̃λα πλήθους ἐθνω̃ν καὶ ἡσύχασεν ἡ γη̃ ἐνώπιον αὐτου̃ καὶ ὑψώθη καὶ ἐπήρθη ἡ καρδία αὐτου̃

1:4 καὶ συνη̃ξεν δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἠ̃ρξεν χωρω̃ν ἐθνω̃ν καὶ τυράννων καὶ ἐγένοντο αὐτω̨̃ εἰς φόρον

1:5 καὶ μετὰ ταυ̃τα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνή̨σκει

1:6 καὶ ἐκάλεσεν τοὺς παι̃δας αὐτου̃ τοὺς ἐνδόξους τοὺς συνεκτρόφους αὐτου̃ ἐκ νεότητος καὶ διει̃λεν αὐτοι̃ς τὴν βασιλείαν αὐτου̃ ἔτι αὐτου̃ ζω̃ντος

1:7 καὶ ἐβασίλευσεν 'Αλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανεν

1:8 καὶ ἐπεκράτησαν οἱ παι̃δες αὐτου̃ ἕκαστος ἐν τω̨̃ τόπω̨ αὐτου̃

1:9 καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανει̃ν αὐτὸν καὶ οἱ υἱοὶ αὐτω̃ν ὀπίσω αὐτω̃ν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τη̨̃ γη̨̃

1:10 καὶ ἐξη̃λθεν ἐξ αὐτω̃ν ῥίζα ἁμαρτωλὸς 'Αντίοχος 'Επιφανὴς υἱὸς 'Αντιόχου του̃ βασιλέως ὃς ἠ̃ν ὅμηρα ἐν 'Ρώμη̨ καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστω̨̃ καὶ τριακοστω̨̃ καὶ ἑβδόμω̨ βασιλείας 'Ελλήνων

1:11 ἐν ται̃ς ἡμέραις ἐκείναις ἐξη̃λθον ἐξ Ισραηλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες πορευθω̃μεν καὶ διαθώμεθα διαθήκην μετὰ τω̃ν ἐθνω̃ν τω̃ν κύκλω̨ ἡμω̃ν ὅτι ἀφ' ἡ̃ς ἐχωρίσθημεν ἀπ' αὐτω̃ν εὑ̃ρεν ἡμα̃ς κακὰ πολλά

1:12 καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοι̃ς αὐτω̃ν

1:13 καὶ προεθυμήθησάν τινες ἀπὸ του̃ λαου̃ καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ ἔδωκεν αὐτοι̃ς ἐξουσίαν ποιη̃σαι τὰ δικαιώματα τω̃ν ἐθνω̃ν

1:14 καὶ ὠ̨κοδόμησαν γυμνάσιον ἐν Ιεροσολύμοις κατὰ τὰ νόμιμα τω̃ν ἐθνω̃ν

1:15 καὶ ἐποίησαν ἑαυτοι̃ς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοι̃ς ἔθνεσιν καὶ ἐπράθησαν του̃ ποιη̃σαι τὸ πονηρόν

1:16 καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον 'Αντιόχου καὶ ὑπέλαβεν βασιλευ̃σαι γη̃ς Αἰγύπτου ὅπως βασιλεύση̨ ἐπὶ τὰς δύο βασιλείας

1:17 καὶ εἰση̃λθεν εἰς Αἴγυπτον ἐν ὄχλω̨ βαρει̃ ἐν ἅρμασιν καὶ ἐλέφασιν καὶ ἐν ἱππευ̃σιν καὶ ἐν στόλω̨ μεγάλω̨

1:18 καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαι̃ον βασιλέα Αἰγύπτου καὶ ἐνετράπη Πτολεμαι̃ος ἀπὸ προσώπου αὐτου̃ καὶ ἔφυγεν καὶ ἔπεσον τραυματίαι πολλοί

1:19 καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἔλαβεν τὰ σκυ̃λα γη̃ς Αἰγύπτου

1:20 καὶ ἐπέστρεψεν 'Αντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τω̨̃ ἑκατοστω̨̃ καὶ τεσσαρακοστω̨̃ καὶ τρίτω̨ ἔτει καὶ ἀνέβη ἐπὶ Ισραηλ καὶ ἀνέβη εἰς Ιεροσόλυμα ἐν ὄχλω̨ βαρει̃

1:21 καὶ εἰση̃λθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανία̨ καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσου̃ν καὶ τὴν λυχνίαν του̃ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτη̃ς

1:22 καὶ τὴν τράπεζαν τη̃ς προθέσεως καὶ τὰ σπονδει̃α καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας τὰς χρυσα̃ς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσου̃ν τὸν κατὰ πρόσωπον του̃ ναου̃ καὶ ἐλέπισεν πάντα

1:23 καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὑ̃ρεν

1:24 καὶ λαβὼν πάντα ἀπη̃λθεν εἰς τὴν γη̃ν αὐτου̃ καὶ ἐποίησεν φονοκτονίαν καὶ ἐλάλησεν ὑπερηφανίαν μεγάλην

1:25 καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ισραηλ ἐν παντὶ τόπω̨ αὐτω̃ν

1:26 καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι παρθένοι καὶ νεανίσκοι ἠσθένησαν καὶ τὸ κάλλος τω̃ν γυναικω̃ν ἠλλοιώθη

1:27 πα̃ς νυμφίος ἀνέλαβεν θρη̃νον καὶ καθημένη ἐν παστω̨̃ ἐπένθει

1:28 καὶ ἐσείσθη ἡ γη̃ ἐπὶ τοὺς κατοικου̃ντας αὐτήν καὶ πα̃ς ὁ οἰ̃κος Ιακωβ ἐνεδύσατο αἰσχύνην

1:29 μετὰ δύο ἔτη ἡμερω̃ν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ιουδα καὶ ἠ̃λθεν εἰς Ιερουσαλημ ἐν ὄχλω̨ βαρει̃

1:30 καὶ ἐλάλησεν αὐτοι̃ς λόγους εἰρηνικοὺς ἐν δόλω̨ καὶ ἐνεπίστευσαν αὐτω̨̃ καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ισραηλ

1:31 καὶ ἔλαβεν τὰ σκυ̃λα τη̃ς πόλεως καὶ ἐνέπρησεν αὐτὴν πυρὶ καὶ καθει̃λεν τοὺς οἴκους αὐτη̃ς καὶ τὰ τείχη κύκλω̨

1:32 καὶ ἠ̨χμαλώτισαν τὰς γυναι̃κας καὶ τὰ τέκνα καὶ τὰ κτήνη ἐκληρονόμησαν

1:33 καὶ ὠ̨κοδόμησαν τὴν πόλιν Δαυιδ τείχει μεγάλω̨ καὶ ὀχυρω̨̃ πύργοις ὀχυροι̃ς καὶ ἐγένετο αὐτοι̃ς εἰς ἄκραν

1:34 καὶ ἔθηκαν ἐκει̃ ἔθνος ἁμαρτωλόν ἄνδρας παρανόμους καὶ ἐνίσχυσαν ἐν αὐτη̨̃

1:35 καὶ παρέθεντο ὅπλα καὶ τροφὴν καὶ συναγαγόντες τὰ σκυ̃λα Ιερουσαλημ ἀπέθεντο ἐκει̃ καὶ ἐγένοντο εἰς μεγάλην παγίδα

1:36 καὶ ἐγένετο εἰς ἔνεδρον τω̨̃ ἁγιάσματι καὶ εἰς διάβολον πονηρὸν τω̨̃ Ισραηλ διὰ παντός

1:37 καὶ ἐξέχεαν αἱ̃μα ἀθω̨̃ον κύκλω̨ του̃ ἁγιάσματος καὶ ἐμόλυναν τὸ ἁγίασμα

1:38 καὶ ἔφυγον οἱ κάτοικοι Ιερουσαλημ δι' αὐτούς καὶ ἐγένετο κατοικία ἀλλοτρίων καὶ ἐγένετο ἀλλοτρία τοι̃ς γενήμασιν αὐτη̃ς καὶ τὰ τέκνα αὐτη̃ς ἐγκατέλιπον αὐτήν

1:39 τὸ ἁγίασμα αὐτη̃ς ἠρημώθη ὡς ἔρημος αἱ ἑορταὶ αὐτη̃ς ἐστράφησαν εἰς πένθος τὰ σάββατα αὐτη̃ς εἰς ὀνειδισμόν ἡ τιμὴ αὐτη̃ς εἰς ἐξουδένωσιν

1:40 κατὰ τὴν δόξαν αὐτη̃ς ἐπληθύνθη ἡ ἀτιμία αὐτη̃ς καὶ τὸ ὕψος αὐτη̃ς ἐστράφη εἰς πένθος

1:41 καὶ ἔγραψεν ὁ βασιλεὺς πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃ εἰ̃ναι πάντας εἰς λαὸν ἕνα

1:42 καὶ ἐγκαταλιπει̃ν ἕκαστον τὰ νόμιμα αὐτου̃ καὶ ἐπεδέξαντο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον του̃ βασιλέως

1:43 καὶ πολλοὶ ἀπὸ Ισραηλ εὐδόκησαν τη̨̃ λατρεία̨ αὐτου̃ καὶ ἔθυσαν τοι̃ς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον

1:44 καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα πορευθη̃ναι ὀπίσω νομίμων ἀλλοτρίων τη̃ς γη̃ς

1:45 καὶ κωλυ̃σαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ του̃ ἁγιάσματος καὶ βεβηλω̃σαι σάββατα καὶ ἑορτὰς

1:46 καὶ μια̃ναι ἁγίασμα καὶ ἁγίους

1:47 οἰκοδομη̃σαι βωμοὺς καὶ τεμένη καὶ εἰδώλια καὶ θύειν ὕεια καὶ κτήνη κοινὰ

1:48 καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτω̃ν ἀπεριτμήτους βδελύξαι τὰς ψυχὰς αὐτω̃ν ἐν παντὶ ἀκαθάρτω̨ καὶ βεβηλώσει

1:49 ὥστε ἐπιλαθέσθαι του̃ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα

1:50 καὶ ὃς ἂν μὴ ποιήση̨ κατὰ τὸν λόγον του̃ βασιλέως ἀποθανει̃ται

1:51 κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψεν πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃ καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαὸν καὶ ἐνετείλατο ται̃ς πόλεσιν Ιουδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν

1:52 καὶ συνηθροίσθησαν ἀπὸ του̃ λαου̃ πολλοὶ πρὸς αὐτούς πα̃ς ὁ ἐγκαταλείπων τὸν νόμον καὶ ἐποίησαν κακὰ ἐν τη̨̃ γη̨̃

1:53 καὶ ἔθεντο τὸν Ισραηλ ἐν κρύφοις ἐν παντὶ φυγαδευτηρίω̨ αὐτω̃ν

1:54 καὶ τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ Χασελευ τω̨̃ πέμπτω̨ καὶ τεσσαρακοστω̨̃ καὶ ἑκατοστω̨̃ ἔτει ὠ̨κοδόμησεν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον καὶ ἐν πόλεσιν Ιουδα κύκλω̨ ὠ̨κοδόμησαν βωμούς

1:55 καὶ ἐπὶ τω̃ν θυρω̃ν τω̃ν οἰκιω̃ν καὶ ἐν ται̃ς πλατείαις ἐθυμίων

1:56 καὶ τὰ βιβλία του̃ νόμου ἃ εὑ̃ρον ἐνεπύρισαν ἐν πυρὶ κατασχίσαντες

1:57 καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης καὶ εἴ τις συνευδόκει τω̨̃ νόμω̨ τὸ σύγκριμα του̃ βασιλέως ἐθανάτου αὐτόν

1:58 ἐν ἰσχύι αὐτω̃ν ἐποίουν τω̨̃ Ισραηλ τοι̃ς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ται̃ς πόλεσιν

1:59 καὶ τη̨̃ πέμπτη̨ καὶ εἰκάδι του̃ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμόν ὃς ἠ̃ν ἐπὶ του̃ θυσιαστηρίου

1:60 καὶ τὰς γυναι̃κας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτω̃ν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα

1:61 καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τω̃ν τραχήλων αὐτω̃ν καὶ τοὺς οἴκους αὐτω̃ν καὶ τοὺς περιτετμηκότας αὐτούς

1:62 καὶ πολλοὶ ἐν Ισραηλ ἐκραταιώθησαν καὶ ὠχυρώθησαν ἐν αὑτοι̃ς του̃ μὴ φαγει̃ν κοινὰ

1:63 καὶ ἐπεδέξαντο ἀποθανει̃ν ἵνα μὴ μιανθω̃σιν τοι̃ς βρώμασιν καὶ μὴ βεβηλώσωσιν διαθήκην ἁγίαν καὶ ἀπέθανον

1:64 καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ισραηλ σφόδρα

2:1 ἐν ται̃ς ἡμέραις ἐκείναις ἀνέστη Ματταθιας υἱὸς Ιωαννου του̃ Συμεων ἱερεὺς τω̃ν υἱω̃ν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάθισεν ἐν Μωδεϊν

2:2 καὶ αὐτω̨̃ υἱοὶ πέντε Ιωαννης ὁ ἐπικαλούμενος Γαδδι

2:3 Σιμων ὁ καλούμενος Θασσι

2:4 Ιουδας ὁ καλούμενος Μακκαβαι̃ος

2:5 Ελεαζαρ ὁ καλούμενος Αυαραν Ιωναθης ὁ καλούμενος Απφους

2:6 καὶ εἰ̃δεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ

2:7 καὶ εἰ̃πεν οἴμμοι ἵνα τί του̃το ἐγεννήθην ἰδει̃ν τὸ σύντριμμα του̃ λαου̃ μου καὶ τὸ σύντριμμα τη̃ς ἁγίας πόλεως καὶ καθίσαι ἐκει̃ ἐν τω̨̃ δοθη̃ναι αὐτὴν ἐν χειρὶ ἐχθρω̃ν τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων

2:8 ἐγένετο ὁ ναὸς αὐτη̃ς ὡς ἀνὴρ ἄδοξος

2:9 τὰ σκεύη τη̃ς δόξης αὐτη̃ς αἰχμάλωτα ἀπήχθη ἀπεκτάνθη τὰ νήπια αὐτη̃ς ἐν ται̃ς πλατείαις αὐτη̃ς οἱ νεανίσκοι αὐτη̃ς ἐν ῥομφαία̨ ἐχθρου̃

2:10 ποι̃ον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τω̃ν σκύλων αὐτη̃ς

2:11 πα̃ς ὁ κόσμος αὐτη̃ς ἀφη̨ρέθη ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην

2:12 καὶ ἰδοὺ τὰ ἅγια ἡμω̃ν καὶ ἡ καλλονὴ ἡμω̃ν καὶ ἡ δόξα ἡμω̃ν ἠρημώθη καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη

2:13 ἵνα τί ἡμι̃ν ἔτι ζωή

2:14 καὶ διέρρηξεν Ματταθιας καὶ οἱ υἱοὶ αὐτου̃ τὰ ἱμάτια αὐτω̃ν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα

2:15 καὶ ἠ̃λθον οἱ παρὰ του̃ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεϊν τὴν πόλιν ἵνα θυσιάσωσιν

2:16 καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προση̃λθον καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτου̃ συνήχθησαν

2:17 καὶ ἀπεκρίθησαν οἱ παρὰ του̃ βασιλέως καὶ εἰ̃πον τω̨̃ Ματταθια λέγοντες ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἰ̃ ἐν τη̨̃ πόλει ταύτη̨ καὶ ἐστηρισμένος υἱοι̃ς καὶ ἀδελφοι̃ς

2:18 νυ̃ν πρόσελθε πρω̃τος καὶ ποίησον τὸ πρόσταγμα του̃ βασιλέως ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ καὶ ἔση̨ σὺ καὶ οἱ υἱοί σου τω̃ν φίλων του̃ βασιλέως καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίω̨ καὶ χρυσίω̨ καὶ ἀποστολαι̃ς πολλαι̃ς

2:19 καὶ ἀπεκρίθη Ματταθιας καὶ εἰ̃πεν φωνη̨̃ μεγάλη̨ εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκω̨ τη̃ς βασιλείας του̃ βασιλέως ἀκούουσιν αὐτου̃ ἀποστη̃ναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτου̃ καὶ ἡ̨ρετίσαντο ἐν ται̃ς ἐντολαι̃ς αὐτου̃

2:20 κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκη̨ πατέρων ἡμω̃ν

2:21 ἵλεως ἡμι̃ν καταλιπει̃ν νόμον καὶ δικαιώματα

2:22 τω̃ν λόγων του̃ βασιλέως οὐκ ἀκουσόμεθα παρελθει̃ν τὴν λατρείαν ἡμω̃ν δεξιὰν ἢ ἀριστεράν

2:23 καὶ ὡς ἐπαύσατο λαλω̃ν τοὺς λόγους τούτους προση̃λθεν ἀνὴρ Ιουδαι̃ος ἐν ὀφθαλμοι̃ς πάντων θυσιάσαι ἐπὶ του̃ βωμου̃ ἐν Μωδεϊν κατὰ τὸ πρόσταγμα του̃ βασιλέως

2:24 καὶ εἰ̃δεν Ματταθιας καὶ ἐζήλωσεν καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτου̃ καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν

2:25 καὶ τὸν ἄνδρα του̃ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ τὸν βωμὸν καθει̃λεν

2:26 καὶ ἐζήλωσεν τω̨̃ νόμω̨ καθὼς ἐποίησεν Φινεες τω̨̃ Ζαμβρι υἱω̨̃ Σαλωμ

2:27 καὶ ἀνέκραξεν Ματταθιας ἐν τη̨̃ πόλει φωνη̨̃ μεγάλη̨ λέγων πα̃ς ὁ ζηλω̃ν τω̨̃ νόμω̨ καὶ ἱστω̃ν διαθήκην ἐξελθέτω ὀπίσω μου

2:28 καὶ ἔφυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἰ̃χον ἐν τη̨̃ πόλει

2:29 τότε κατέβησαν πολλοὶ ζητου̃ντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκει̃

2:30 αὐτοὶ καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ κτήνη αὐτω̃ν ὅτι ἐσκληρύνθη ἐπ' αὐτοὺς τὰ κακά

2:31 καὶ ἀνηγγέλη τοι̃ς ἀνδράσιν του̃ βασιλέως καὶ ται̃ς δυνάμεσιν αἳ ἠ̃σαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες οἵτινες διεσκέδασαν τὴν ἐντολὴν του̃ βασιλέως εἰς τοὺς κρύφους ἐν τη̨̃ ἐρήμω̨

2:32 καὶ ἔδραμον ὀπίσω αὐτω̃ν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ' αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων

2:33 καὶ εἰ̃πον πρὸς αὐτούς ἕως του̃ νυ̃ν ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον του̃ βασιλέως καὶ ζήσεσθε

2:34 καὶ εἰ̃πον οὐκ ἐξελευσόμεθα οὐδὲ ποιήσομεν τὸν λόγον του̃ βασιλέως βεβηλω̃σαι τὴν ἡμέραν τω̃ν σαββάτων

2:35 καὶ ἐτάχυναν ἐπ' αὐτοὺς πόλεμον

2:36 καὶ οὐκ ἀπεκρίθησαν αὐτοι̃ς οὐδὲ λίθον ἐνετίναξαν αὐτοι̃ς οὐδὲ ἐνέφραξαν τοὺς κρύφους

2:37 λέγοντες ἀποθάνωμεν πάντες ἐν τη̨̃ ἁπλότητι ἡμω̃ν μαρτυρει̃ ἐφ' ἡμα̃ς ὁ οὐρανὸς καὶ ἡ γη̃ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμα̃ς

2:38 καὶ ἀνέστησαν ἐπ' αὐτοὺς ἐν πολέμω̨ τοι̃ς σάββασιν καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν καὶ τὰ κτήνη αὐτω̃ν ἕως χιλίων ψυχω̃ν ἀνθρώπων

2:39 καὶ ἔγνω Ματταθιας καὶ οἱ φίλοι αὐτου̃ καὶ ἐπένθησαν ἐπ' αὐτοὺς σφόδρα

2:40 καὶ εἰ̃πεν ἀνὴρ τω̨̃ πλησίον αὐτου̃ ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμω̃ν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τη̃ς ψυχη̃ς ἡμω̃ν καὶ τω̃ν δικαιωμάτων ἡμω̃ν νυ̃ν τάχιον ὀλεθρεύσουσιν ἡμα̃ς ἀπὸ τη̃ς γη̃ς

2:41 καὶ ἐβουλεύσαντο τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγοντες πα̃ς ἄνθρωπος ὃς ἐὰν ἔλθη̨ ἐφ' ἡμα̃ς εἰς πόλεμον τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων πολεμήσωμεν κατέναντι αὐτου̃ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμω̃ν ἐν τοι̃ς κρύφοις

2:42 τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ασιδαίων ἰσχυροὶ δυνάμει ἀπὸ Ισραηλ πα̃ς ὁ ἑκουσιαζόμενος τω̨̃ νόμω̨

2:43 καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τω̃ν κακω̃ν προσετέθησαν αὐτοι̃ς καὶ ἐγένοντο αὐτοι̃ς εἰς στήριγμα

2:44 καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργη̨̃ αὐτω̃ν καὶ ἄνδρας ἀνόμους ἐν θυμω̨̃ αὐτω̃ν καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθη̃ναι

2:45 καὶ ἐκύκλωσεν Ματταθιας καὶ οἱ φίλοι αὐτου̃ καὶ καθει̃λον τοὺς βωμοὺς

2:46 καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα ὅσα εὑ̃ρον ἐν ὁρίοις Ισραηλ ἐν ἰσχύι

2:47 καὶ ἐδίωξαν τοὺς υἱοὺς τη̃ς ὑπερηφανίας καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτω̃ν

2:48 καὶ ἀντελάβοντο του̃ νόμου ἐκ χειρὸς τω̃ν ἐθνω̃ν καὶ τω̃ν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τω̨̃ ἁμαρτωλω̨̃

2:49 καὶ ἤγγισαν αἱ ἡμέραι Ματταθιου ἀποθανει̃ν καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ νυ̃ν ἐστηρίσθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφη̃ς καὶ ὀργὴ θυμου̃

2:50 νυ̃ν τέκνα ζηλώσατε τω̨̃ νόμω̨ καὶ δότε τὰς ψυχὰς ὑμω̃ν ὑπὲρ διαθήκης πατέρων ἡμω̃ν

2:51 καὶ μνήσθητε τὰ ἔργα τω̃ν πατέρων ἃ ἐποίησαν ἐν ται̃ς γενεαι̃ς αὐτω̃ν καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον

2:52 Αβρααμ οὐχὶ ἐν πειρασμω̨̃ εὑρέθη πιστός καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην

2:53 Ιωσηφ ἐν καιρω̨̃ στενοχωρίας αὐτου̃ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου

2:54 Φινεες ὁ πατὴρ ἡμω̃ν ἐν τω̨̃ ζηλω̃σαι ζη̃λον ἔλαβεν διαθήκην ἱερωσύνης αἰωνίας

2:55 'Ιησου̃ς ἐν τω̨̃ πληρω̃σαι λόγον ἐγένετο κριτὴς ἐν Ισραηλ

2:56 Χαλεβ ἐν τω̨̃ μαρτύρασθαι ἐν τη̨̃ ἐκκλησία̨ ἔλαβεν γη̃ς κληρονομίαν

2:57 Δαυιδ ἐν τω̨̃ ἐλέει αὐτου̃ ἐκληρονόμησεν θρόνον βασιλείας εἰς αἰω̃νας

2:58 Ηλιας ἐν τω̨̃ ζηλω̃σαι ζη̃λον νόμου ἀνελήμφθη εἰς τὸν οὐρανόν

2:59 Ανανιας Αζαριας Μισαηλ πιστεύσαντες ἐσώθησαν ἐκ φλογός

2:60 Δανιηλ ἐν τη̨̃ ἁπλότητι αὐτου̃ ἐρρύσθη ἐκ στόματος λεόντων

2:61 καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτὸν οὐκ ἀσθενήσουσιν

2:62 καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλου̃ μὴ φοβηθη̃τε ὅτι ἡ δόξα αὐτου̃ εἰς κόπρια καὶ εἰς σκώληκας

2:63 σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθη̨̃ ὅτι ἐπέστρεψεν εἰς τὸν χου̃ν αὐτου̃ καὶ ὁ διαλογισμὸς αὐτου̃ ἀπολει̃ται

2:64 τέκνα ἀνδρίζεσθε καὶ ἰσχύσατε ἐν τω̨̃ νόμω̨ ὅτι ἐν αὐτω̨̃ δοξασθήσεσθε

2:65 καὶ ἰδοὺ Συμεων ὁ ἀδελφὸς ὑμω̃ν οἰ̃δα ὅτι ἀνὴρ βουλη̃ς ἐστιν αὐτου̃ ἀκούετε πάσας τὰς ἡμέρας αὐτὸς ἔσται ὑμω̃ν πατήρ

2:66 καὶ Ιουδας Μακκαβαι̃ος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτου̃ αὐτὸς ἔσται ὑμι̃ν ἄρχων στρατια̃ς καὶ πολεμήσει πόλεμον λαω̃ν

2:67 καὶ ὑμει̃ς προσάξετε πρὸς ὑμα̃ς πάντας τοὺς ποιητὰς του̃ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν του̃ λαου̃ ὑμω̃ν

2:68 ἀνταπόδοτε ἀνταπόδομα τοι̃ς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα του̃ νόμου

2:69 καὶ εὐλόγησεν αὐτούς καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτου̃

2:70 καὶ ἀπέθανεν ἐν τω̨̃ ἕκτω̨ καὶ τεσσαρακοστω̨̃ καὶ ἑκατοστω̨̃ ἔτει καὶ ἐτάφη ἐν τάφοις πατέρων αὐτου̃ ἐν Μωδεϊν καὶ ἐκόψαντο αὐτὸν πα̃ς Ισραηλ κοπετὸν μέγαν

3:1 καὶ ἀνέστη Ιουδας ὁ καλούμενος Μακκαβαι̃ος υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

3:2 καὶ ἐβοήθουν αὐτω̨̃ πάντες οἱ ἀδελφοὶ αὐτου̃ καὶ πάντες ὅσοι ἐκολλήθησαν τω̨̃ πατρὶ αὐτου̃ καὶ ἐπολέμουν τὸν πόλεμον Ισραηλ μετ' εὐφροσύνης

3:3 καὶ ἐπλάτυνεν δόξαν τω̨̃ λαω̨̃ αὐτου̃ καὶ ἐνεδύσατο θώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτου̃ καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομφαία̨

3:4 καὶ ὡμοιώθη λέοντι ἐν τοι̃ς ἔργοις αὐτου̃ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν

3:5 καὶ ἐδίωξεν ἀνόμους ἐξερευνω̃ν καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτου̃ ἐφλόγισεν

3:6 καὶ συνεστάλησαν ἄνομοι ἀπὸ του̃ φόβου αὐτου̃ καὶ πάντες οἱ ἐργάται τη̃ς ἀνομίας συνεταράχθησαν καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτου̃

3:7 καὶ ἐπίκρανεν βασιλει̃ς πολλοὺς καὶ εὔφρανεν τὸν Ιακωβ ἐν τοι̃ς ἔργοις αὐτου̃ καὶ ἕως του̃ αἰω̃νος τὸ μνημόσυνον αὐτου̃ εἰς εὐλογίαν

3:8 καὶ διη̃λθεν ἐν πόλεσιν Ιουδα καὶ ἐξωλέθρευσεν ἀσεβει̃ς ἐξ αὐτη̃ς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ισραηλ

3:9 καὶ ὠνομάσθη ἕως ἐσχάτου γη̃ς καὶ συνήγαγεν ἀπολλυμένους

3:10 καὶ συνήγαγεν 'Απολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην του̃ πολεμη̃σαι πρὸς τὸν Ισραηλ

3:11 καὶ ἔγνω Ιουδας καὶ ἐξη̃λθεν εἰς συνάντησιν αὐτω̨̃ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον

3:12 καὶ ἔλαβον τὰ σκυ̃λα αὐτω̃ν καὶ τὴν μάχαιραν 'Απολλωνίου ἔλαβεν Ιουδας καὶ ἠ̃ν πολεμω̃ν ἐν αὐτη̨̃ πάσας τὰς ἡμέρας

3:13 καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τη̃ς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστω̃ν μετ' αὐτου̃ καὶ ἐκπορευομένων εἰς πόλεμον

3:14 καὶ εἰ̃πεν ποιήσω ἐμαυτω̨̃ ὄνομα καὶ δοξασθήσομαι ἐν τη̨̃ βασιλεία̨ καὶ πολεμήσω τὸν Ιουδαν καὶ τοὺς σὺν αὐτω̨̃ τοὺς ἐξουδενου̃ντας τὸν λόγον του̃ βασιλέως

3:15 καὶ προσέθετο καὶ ἀνέβη μετ' αὐτου̃ παρεμβολὴ ἀσεβω̃ν ἰσχυρὰ βοηθη̃σαι αὐτω̨̃ ποιη̃σαι τὴν ἐκδίκησιν ἐν υἱοι̃ς Ισραηλ

3:16 καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων καὶ ἐξη̃λθεν Ιουδας εἰς συνάντησιν αὐτω̨̃ ὀλιγοστός

3:17 ὡς δὲ εἰ̃δον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτω̃ν εἰ̃πον τω̨̃ Ιουδα τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμη̃σαι πρὸς πλη̃θος τοσου̃το ἰσχυρόν καὶ ἡμει̃ς ἐκλελύμεθα ἀσιτου̃ντες σήμερον

3:18 καὶ εἰ̃πεν Ιουδας εὔκοπόν ἐστιν συγκλεισθη̃ναι πολλοὺς ἐν χερσὶν ὀλίγων καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον του̃ οὐρανου̃ σώ̨ζειν ἐν πολλοι̃ς ἢ ἐν ὀλίγοις

3:19 ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν ἀλλ' ἐκ του̃ οὐρανου̃ ἡ ἰσχύς

3:20 αὐτοὶ ἔρχονται ἐφ' ἡμα̃ς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας του̃ ἐξα̃ραι ἡμα̃ς καὶ τὰς γυναι̃κας ἡμω̃ν καὶ τὰ τέκνα ἡμω̃ν του̃ σκυλευ̃σαι ἡμα̃ς

3:21 ἡμει̃ς δὲ πολεμου̃μεν περὶ τω̃ν ψυχω̃ν ἡμω̃ν καὶ τω̃ν νομίμων ἡμω̃ν

3:22 καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμω̃ν ὑμει̃ς δὲ μὴ φοβει̃σθε ἀπ' αὐτω̃ν

3:23 ὡς δὲ ἐπαύσατο λαλω̃ν ἐνήλατο εἰς αὐτοὺς ἄφνω καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτου̃ ἐνώπιον αὐτου̃

3:24 καὶ ἐδίωκον αὐτὸν ἐν τη̨̃ καταβάσει Βαιθωρων ἕως του̃ πεδίου καὶ ἔπεσον ἀπ' αὐτω̃ν εἰς ἄνδρας ὀκτακοσίους οἱ δὲ λοιποὶ ἔφυγον εἰς γη̃ν Φυλιστιιμ

3:25 καὶ ἤρξατο ὁ φόβος Ιουδου καὶ τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ ἡ πτόη ἐπέπιπτεν ἐπὶ τὰ ἔθνη τὰ κύκλω̨ αὐτω̃ν

3:26 καὶ ἤγγισεν ἕως του̃ βασιλέως τὸ ὄνομα αὐτου̃ καὶ ὑπὲρ τω̃ν παρατάξεων Ιουδου ἐξηγει̃το τὰ ἔθνη

3:27 ὡς δὲ ἤκουσεν ὁ βασιλεὺς 'Αντίοχος τοὺς λόγους τούτους ὠργίσθη θυμω̨̃ καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τη̃ς βασιλείας αὐτου̃ παρεμβολὴν ἰσχυρὰν σφόδρα

3:28 καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτου̃ καὶ ἔδωκεν ὀψώνια ται̃ς δυνάμεσιν εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο αὐτοι̃ς εἰ̃ναι ἑτοίμους εἰς πα̃σαν χρείαν

3:29 καὶ εἰ̃δεν ὅτι ἐξέλιπεν τὸ ἀργύριον ἐκ τω̃ν θησαυρω̃ν καὶ οἱ φόροι τη̃ς χώρας ὀλίγοι χάριν τη̃ς διχοστασίας καὶ πληγη̃ς ἡ̃ς κατεσκεύασεν ἐν τη̨̃ γη̨̃ του̃ ἀ̃ραι τὰ νόμιμα ἃ ἠ̃σαν ἀφ' ἡμερω̃ν τω̃ν πρώτων

3:30 καὶ εὐλαβήθη μὴ οὐκ ἔχη̨ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα ἃ ἐδίδου ἔμπροσθεν δαψιλη̨̃ χειρὶ καὶ ἐπερίσσευσεν ὑπὲρ τοὺς βασιλει̃ς τοὺς ἔμπροσθεν

3:31 καὶ ἠπορει̃το τη̨̃ ψυχη̨̃ αὐτου̃ σφόδρα καὶ ἐβουλεύσατο του̃ πορευθη̃ναι εἰς τὴν Περσίδα καὶ λαβει̃ν τοὺς φόρους τω̃ν χωρω̃ν καὶ συναγαγει̃ν ἀργύριον πολύ

3:32 καὶ κατέλιπεν Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τη̃ς βασιλείας ἐπὶ τω̃ν πραγμάτων του̃ βασιλέως ἀπὸ του̃ ποταμου̃ Εὐφράτου καὶ ἕως ὁρίων Αἰγύπτου

3:33 καὶ τρέφειν 'Αντίοχον τὸν υἱὸν αὐτου̃ ἕως του̃ ἐπιστρέψαι αὐτόν

3:34 καὶ παρέδωκεν αὐτω̨̃ τὰς ἡμίσεις τω̃ν δυνάμεων καὶ τοὺς ἐλέφαντας καὶ ἐνετείλατο αὐτω̨̃ περὶ πάντων ὡ̃ν ἠβούλετο καὶ περὶ τω̃ν κατοικούντων τὴν Ιουδαίαν καὶ Ιερουσαλημ

3:35 ἀποστει̃λαι ἐπ' αὐτοὺς δύναμιν του̃ ἐκτρι̃ψαι καὶ ἐξα̃ραι τὴν ἰσχὺν Ισραηλ καὶ τὸ κατάλειμμα Ιερουσαλημ καὶ ἀ̃ραι τὸ μνημόσυνον αὐτω̃ν ἀπὸ του̃ τόπου

3:36 καὶ κατοικίσαι υἱοὺς ἀλλογενει̃ς ἐν πα̃σιν τοι̃ς ὁρίοις αὐτω̃ν καὶ κατακληροδοτη̃σαι τὴν γη̃ν αὐτω̃ν

3:37 καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τω̃ν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπη̃ρεν ἀπὸ 'Αντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτου̃ ἔτους ἑβδόμου καὶ τεσσαρακοστου̃ καὶ ἑκατοστου̃ καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας

3:38 καὶ ἐπέλεξεν Λυσίας Πτολεμαι̃ον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν ἄνδρας δυνατοὺς τω̃ν φίλων του̃ βασιλέως

3:39 καὶ ἀπέστειλεν μετ' αὐτω̃ν τεσσαράκοντα χιλιάδας ἀνδρω̃ν καὶ ἑπτακισχιλίαν ἵππον του̃ ἐλθει̃ν εἰς γη̃ν Ιουδα καὶ καταφθει̃ραι αὐτὴν κατὰ τὸν λόγον του̃ βασιλέως

3:40 καὶ ἀπη̃ρεν σὺν πάση̨ τη̨̃ δυνάμει αὐτω̃ν καὶ ἠ̃λθον καὶ παρενέβαλον πλησίον Αμμαους ἐν τη̨̃ γη̨̃ τη̨̃ πεδινη̨̃

3:41 καὶ ἤκουσαν οἱ ἔμποροι τη̃ς χώρας τὸ ὄνομα αὐτω̃ν καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ πέδας καὶ ἠ̃λθον εἰς τὴν παρεμβολὴν του̃ λαβει̃ν τοὺς υἱοὺς Ισραηλ εἰς παι̃δας καὶ προσετέθησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γη̃ς ἀλλοφύλων

3:42 καὶ εἰ̃δεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ ὅτι ἐπληθύνθη τὰ κακὰ καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοι̃ς ὁρίοις αὐτω̃ν καὶ ἐπέγνωσαν τοὺς λόγους του̃ βασιλέως οὓς ἐνετείλατο ποιη̃σαι τω̨̃ λαω̨̃ εἰς ἀπώλειαν καὶ συντέλειαν

3:43 καὶ εἰ̃παν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ ἀναστήσωμεν τὴν καθαίρεσιν του̃ λαου̃ ἡμω̃ν καὶ πολεμήσωμεν περὶ του̃ λαου̃ ἡμω̃ν καὶ τω̃ν ἁγίων

3:44 καὶ ἠθροίσθη ἡ συναγωγὴ του̃ εἰ̃ναι ἑτοίμους εἰς πόλεμον καὶ του̃ προσεύξασθαι καὶ αἰτη̃σαι ἔλεος καὶ οἰκτιρμούς

3:45 καὶ Ιερουσαλημ ἠ̃ν ἀοίκητος ὡς ἔρημος οὐκ ἠ̃ν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τω̃ν γενημάτων αὐτη̃ς καὶ τὸ ἁγίασμα καταπατούμενον καὶ υἱοὶ ἀλλογενω̃ν ἐν τη̨̃ ἄκρα̨ κατάλυμα τοι̃ς ἔθνεσιν καὶ ἐξήρθη τέρψις ἐξ Ιακωβ καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα

3:46 καὶ συνήχθησαν καὶ ἤλθοσαν εἰς Μασσηφα κατέναντι Ιερουσαλημ ὅτι τόπος προσευχη̃ς ἠ̃ν ἐν Μασσηφα τὸ πρότερον τω̨̃ Ισραηλ

3:47 καὶ ἐνήστευσαν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτω̃ν καὶ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν

3:48 καὶ ἐξεπέτασαν τὸ βιβλίον του̃ νόμου περὶ ὡ̃ν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματα τω̃ν εἰδώλων αὐτω̃ν

3:49 καὶ ἤνεγκαν τὰ ἱμάτια τη̃ς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας καὶ ἤγειραν τοὺς ναζιραίους οἳ ἐπλήρωσαν τὰς ἡμέρας

3:50 καὶ ἐβόησαν φωνη̨̃ εἰς τὸν οὐρανὸν λέγοντες τί ποιήσωμεν τούτοις καὶ που̃ αὐτοὺς ἀπαγάγωμεν

3:51 καὶ τὰ ἅγιά σου καταπεπάτηνται καὶ βεβήλωνται καὶ οἱ ἱερει̃ς σου ἐν πένθει καὶ ταπεινώσει

3:52 καὶ ἰδοὺ τὰ ἔθνη συνη̃κται ἐφ' ἡμα̃ς του̃ ἐξα̃ραι ἡμα̃ς σὺ οἰ̃δας ἃ λογίζονται ἐφ' ἡμα̃ς

3:53 πω̃ς δυνησόμεθα ὑποστη̃ναι κατὰ πρόσωπον αὐτω̃ν ἐὰν μὴ σὺ βοηθήση̨ς ἡμι̃ν

3:54 καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν καὶ ἐβόησαν φωνη̨̃ μεγάλη̨

3:55 καὶ μετὰ του̃το κατέστησεν Ιουδας ἡγουμένους του̃ λαου̃ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους

3:56 καὶ εἰ̃πεν τοι̃ς οἰκοδομου̃σιν οἰκίας καὶ μνηστευομένοις γυναι̃κας καὶ φυτεύουσιν ἀμπελω̃νας καὶ δειλοι̃ς ἀποστρέφειν ἕκαστον εἰς τὸν οἰ̃κον αὐτου̃ κατὰ τὸν νόμον

3:57 καὶ ἀπη̃ρεν ἡ παρεμβολή καὶ παρενέβαλον κατὰ νότον Αμμαους

3:58 καὶ εἰ̃πεν Ιουδας περιζώσασθε καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς καὶ γίνεσθε ἕτοιμοι εἰς πρωὶ του̃ πολεμη̃σαι ἐν τοι̃ς ἔθνεσιν τούτοις τοι̃ς ἐπισυνηγμένοις ἐφ' ἡμα̃ς ἐξα̃ραι ἡμα̃ς καὶ τὰ ἅγια ἡμω̃ν

3:59 ὅτι κρει̃σσον ἡμα̃ς ἀποθανει̃ν ἐν τω̨̃ πολέμω̨ ἢ ἐπιδει̃ν ἐπὶ τὰ κακὰ του̃ ἔθνους ἡμω̃ν καὶ τω̃ν ἁγίων

3:60 ὡς δ' ἂν ἠ̨̃ θέλημα ἐν οὐρανω̨̃ οὕτως ποιήσει

4:1 καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν καὶ ἀπη̃ρεν ἡ παρεμβολὴ νυκτὸς

4:2 ὥστε ἐπιβαλει̃ν ἐπὶ τὴν παρεμβολὴν τω̃ν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω καὶ υἱοὶ τη̃ς ἄκρας ἠ̃σαν αὐτω̨̃ ὁδηγοί

4:3 καὶ ἤκουσεν Ιουδας καὶ ἀπη̃ρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν του̃ βασιλέως τὴν ἐν Αμμαους

4:4 ἕως ἔτι ἐσκορπισμέναι ἠ̃σαν αἱ δυνάμεις ἀπὸ τη̃ς παρεμβολη̃ς

4:5 καὶ ἠ̃λθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ιουδου νυκτὸς καὶ οὐδένα εὑ̃ρεν καὶ ἐζήτει αὐτοὺς ἐν τοι̃ς ὄρεσιν ὅτι εἰ̃πεν φεύγουσιν οὑ̃τοι ἀφ' ἡμω̃ν

4:6 καὶ ἅμα ἡμέρα̨ ὤφθη Ιουδας ἐν τω̨̃ πεδίω̨ ἐν τρισχιλίοις ἀνδράσιν πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἰ̃χον ὡς ἠβούλοντο

4:7 καὶ εἰ̃δον παρεμβολὴν ἐθνω̃ν ἰσχυρὰν καὶ τεθωρακισμένην καὶ ἵππον κυκλου̃σαν αὐτήν καὶ οὑ̃τοι διδακτοὶ πολέμου

4:8 καὶ εἰ̃πεν Ιουδας τοι̃ς ἀνδράσιν τοι̃ς μετ' αὐτου̃ μὴ φοβει̃σθε τὸ πλη̃θος αὐτω̃ν καὶ τὸ ὅρμημα αὐτω̃ν μὴ δειλωθη̃τε

4:9 μνήσθητε ὡς ἐσώθησαν οἱ πατέρες ἡμω̃ν ἐν θαλάσση̨ ἐρυθρα̨̃ ὅτε ἐδίωκεν αὐτοὺς Φαραω ἐν δυνάμει

4:10 καὶ νυ̃ν βοήσωμεν εἰς οὐρανόν εἰ θελήσει ἡμα̃ς καὶ μνησθήσεται διαθήκης πατέρων καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμω̃ν σήμερον

4:11 καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σώ̨ζων τὸν Ισραηλ

4:12 καὶ ἠ̃ραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ εἰ̃δον αὐτοὺς ἐρχομένους ἐξ ἐναντίας

4:13 καὶ ἐξη̃λθον ἐκ τη̃ς παρεμβολη̃ς εἰς πόλεμον καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου

4:14 καὶ συνη̃ψαν καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον

4:15 οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαία̨ καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τω̃ν πεδίων τη̃ς Ιδουμαίας καὶ 'Αζώτου καὶ Ιαμνείας καὶ ἔπεσαν ἐξ αὐτω̃ν εἰς ἄνδρας τρισχιλίους

4:16 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ δύναμις ἀπὸ του̃ διώκειν ὄπισθεν αὐτω̃ν

4:17 καὶ εἰ̃πεν πρὸς τὸν λαόν μὴ ἐπιθυμήσητε τω̃ν σκύλων ὅτι πόλεμος ἐξ ἐναντίας ἡμω̃ν

4:18 καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τω̨̃ ὄρει ἐγγὺς ἡμω̃ν ἀλλὰ στη̃τε νυ̃ν ἐναντίον τω̃ν ἐχθρω̃ν ἡμω̃ν καὶ πολεμήσατε αὐτούς καὶ μετὰ ταυ̃τα λάβετε τὰ σκυ̃λα μετὰ παρρησίας

4:19 ἔτι πληρου̃ντος Ιουδου ταυ̃τα μέρος τι ὤφθη ἐκκύπτον ἐκ του̃ ὄρους

4:20 καὶ εἰ̃δεν ὅτι τετρόπωνται καὶ ἐμπυρίζουσιν τὴν παρεμβολήν ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζεν τὸ γεγονός

4:21 οἱ δὲ ταυ̃τα συνιδόντες ἐδειλώθησαν σφόδρα συνιδόντες δὲ καὶ τὴν Ιουδου παρεμβολὴν ἐν τω̨̃ πεδίω̨ ἑτοίμην εἰς παράταξιν

4:22 ἔφυγον πάντες εἰς γη̃ν ἀλλοφύλων

4:23 καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τη̃ς παρεμβολη̃ς καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλου̃τον μέγαν

4:24 καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

4:25 καὶ ἐγενήθη σωτηρία μεγάλη τω̨̃ Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨

4:26 ὅσοι δὲ τω̃ν ἀλλοφύλων διεσώθησαν παραγενηθέντες ἀπήγγειλαν τω̨̃ Λυσία̨ πάντα τὰ συμβεβηκότα

4:27 ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει ὅτι οὐχ οἱ̃α ἤθελεν τοιαυ̃τα ἐγεγόνει τω̨̃ Ισραηλ καὶ οὐχ οἱ̃α αὐτω̨̃ ἐνετείλατο ὁ βασιλεύς ἐξέβη

4:28 καὶ ἐν τω̨̃ ἐρχομένω̨ ἐνιαυτω̨̃ συνελόχησεν ἀνδρω̃ν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμη̃σαι αὐτούς

4:29 καὶ ἠ̃λθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις καὶ συνήντησεν αὐτοι̃ς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρω̃ν

4:30 καὶ εἰ̃δεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἰ̃πεν εὐλογητὸς εἰ̃ ὁ σωτὴρ Ισραηλ ὁ συντρίψας τὸ ὅρμημα του̃ δυνατου̃ ἐν χειρὶ του̃ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τω̃ν ἀλλοφύλων εἰς χει̃ρας Ιωναθου υἱου̃ Σαουλ καὶ του̃ αἴροντος τὰ σκεύη αὐτου̃

4:31 οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαου̃ σου Ισραηλ καὶ αἰσχυνθήτωσαν ἐπὶ τη̨̃ δυνάμει καὶ τη̨̃ ἵππω̨ αὐτω̃ν

4:32 δὸς αὐτοι̃ς δειλίαν καὶ τη̃ξον θράσος ἰσχύος αὐτω̃ν καὶ σαλευθήτωσαν τη̨̃ συντριβη̨̃ αὐτω̃ν

4:33 κατάβαλε αὐτοὺς ῥομφαία̨ ἀγαπώντων σε καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις

4:34 καὶ συνέβαλλον ἀλλήλοις καὶ ἔπεσον ἐκ τη̃ς παρεμβολη̃ς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτω̃ν

4:35 ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τη̃ς αὑτου̃ συντάξεως τη̃ς δὲ Ιουδου τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζη̃ν ἢ τεθνηκέναι γενναίως ἀπη̃ρεν εἰς 'Αντιόχειαν καὶ ἐξενολόγει πλεοναστὸν πάλιν παραγίνεσθαι εἰς τὴν Ιουδαίαν

4:36 εἰ̃πεν δὲ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμω̃ν ἀναβω̃μεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι

4:37 καὶ συνήχθη ἡ παρεμβολὴ πα̃σα καὶ ἀνέβησαν εἰς ὄρος Σιων

4:38 καὶ εἰ̃δον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ θυσιαστήριον βεβηλωμένον καὶ τὰς θύρας κατακεκαυμένας καὶ ἐν ται̃ς αὐλαι̃ς φυτὰ πεφυκότα ὡς ἐν δρυμω̨̃ ἢ ὡς ἐν ἑνὶ τω̃ν ὀρέων καὶ τὰ παστοφόρια καθη̨ρημένα

4:39 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέθεντο σποδὸν

4:40 καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν τω̃ν σημασιω̃ν καὶ ἐβόησαν εἰς οὐρανόν

4:41 τότε ἐπέταξεν Ιουδας ἀνδράσιν πολεμει̃ν τοὺς ἐν τη̨̃ ἄκρα̨ ἕως καθαρίση̨ τὰ ἅγια

4:42 καὶ ἐπελέξατο ἱερει̃ς ἀμώμους θελητὰς νόμου

4:43 καὶ ἐκαθάρισαν τὰ ἅγια καὶ ἠ̃ραν τοὺς λίθους του̃ μιασμου̃ εἰς τόπον ἀκάθαρτον

4:44 καὶ ἐβουλεύσαντο περὶ του̃ θυσιαστηρίου τη̃ς ὁλοκαυτώσεως του̃ βεβηλωμένου τί αὐτω̨̃ ποιήσωσιν

4:45 καὶ ἔπεσεν αὐτοι̃ς βουλὴ ἀγαθὴ καθελει̃ν αὐτό μήποτε γένηται αὐτοι̃ς εἰς ὄνειδος ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό καὶ καθει̃λον τὸ θυσιαστήριον

4:46 καὶ ἀπέθεντο τοὺς λίθους ἐν τω̨̃ ὄρει του̃ οἴκου ἐν τόπω̨ ἐπιτηδείω̨ μέχρι του̃ παραγενηθη̃ναι προφήτην του̃ ἀποκριθη̃ναι περὶ αὐτω̃ν

4:47 καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ὠ̨κοδόμησαν θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον

4:48 καὶ ὠ̨κοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς του̃ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν

4:49 καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τω̃ν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν

4:50 καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐξη̃ψαν τοὺς λύχνους τοὺς ἐπὶ τη̃ς λυχνίας καὶ ἔφαινον ἐν τω̨̃ ναω̨̃

4:51 καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν

4:52 καὶ ὤρθρισαν τὸ πρωὶ τη̨̃ πέμπτη̨ καὶ εἰκάδι του̃ μηνὸς του̃ ἐνάτου οὑ̃τος ὁ μὴν Χασελευ του̃ ὀγδόου καὶ τεσσαρακοστου̃ καὶ ἑκατοστου̃ ἔτους

4:53 καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τω̃ν ὁλοκαυτωμάτων τὸ καινόν ὃ ἐποίησαν

4:54 κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν ἐν ἡ̨̃ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη ἐν ἐκείνη̨ ἐνεκαινίσθη ἐν ὠ̨δαι̃ς καὶ κιθάραις καὶ κινύραις καὶ κυμβάλοις

4:55 καὶ ἔπεσεν πα̃ς ὁ λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοι̃ς

4:56 καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν του̃ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ' εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως

4:57 καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον του̃ ναου̃ στεφάνοις χρυσοι̃ς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοφόρια καὶ ἐθύρωσαν αὐτά

4:58 καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τω̨̃ λαω̨̃ σφόδρα καὶ ἀπεστράφη ὀνειδισμὸς ἐθνω̃ν

4:59 καὶ ἔστησεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ πα̃σα ἡ ἐκκλησία Ισραηλ ἵνα ἄγωνται αἱ ἡμέραι του̃ ἐγκαινισμου̃ του̃ θυσιαστηρίου ἐν τοι̃ς καιροι̃ς αὐτω̃ν ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἡμέρας ὀκτὼ ἀπὸ τη̃ς πέμπτης καὶ εἰκάδος του̃ μηνὸς Χασελευ μετ' εὐφροσύνης καὶ χαρα̃ς

4:60 καὶ ὠ̨κοδόμησαν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ τὸ ὄρος Σιων κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά ὡς ἐποίησαν τὸ πρότερον

4:61 καὶ ἀπέταξεν ἐκει̃ δύναμιν τηρει̃ν αὐτὸ καὶ ὠχύρωσεν αὐτὸ τηρει̃ν τὴν Βαιθσουραν του̃ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τη̃ς Ιδουμαίας

5:1 καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ὠ̨κοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον καὶ ὠργίσθησαν σφόδρα

5:2 καὶ ἐβουλεύσαντο του̃ ἀ̃ραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσω̨ αὐτω̃ν καὶ ἤρξαντο του̃ θανατου̃ν ἐν τω̨̃ λαω̨̃ καὶ ἐξαίρειν

5:3 καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τη̨̃ Ιδουμαία̨ τὴν Ακραβαττήνην ὅτι περιεκάθηντο τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτω̃ν

5:4 καὶ ἐμνήσθη τη̃ς κακίας υἱω̃ν Βαιαν οἳ ἠ̃σαν τω̨̃ λαω̨̃ εἰς παγίδα καὶ σκάνδαλον ἐν τω̨̃ ἐνεδρεύειν αὐτοὺς ἐν ται̃ς ὁδοι̃ς

5:5 καὶ συνεκλείσθησαν ὑπ' αὐτου̃ εἰς τοὺς πύργους καὶ παρενέβαλεν ἐπ' αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτη̃ς ἐν πυρὶ σὺν πα̃σιν τοι̃ς ἐνου̃σιν

5:6 καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὑ̃ρεν χει̃ρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτω̃ν

5:7 καὶ συνη̃ψεν πρὸς αὐτοὺς πολέμους πολλούς καὶ συνετρίβησαν πρὸ προσώπου αὐτου̃ καὶ ἐπάταξεν αὐτούς

5:8 καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτη̃ς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν

5:9 καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τη̨̃ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοι̃ς ὁρίοις αὐτω̃ν του̃ ἐξα̃ραι αὐτούς καὶ ἔφυγον εἰς Δαθεμα τὸ ὀχύρωμα

5:10 καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτου̃ λέγοντες ἐπισυνηγμένα ἐστὶν ἐφ' ἡμα̃ς τὰ ἔθνη κύκλω̨ ἡμω̃ν του̃ ἐξα̃ραι ἡμα̃ς

5:11 καὶ ἑτοιμάζονται ἐλθει̃ν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν καὶ Τιμόθεος ἡγει̃ται τη̃ς δυνάμεως αὐτω̃ν

5:12 νυ̃ν οὐ̃ν ἐλθὼν ἐξελου̃ ἡμα̃ς ἐκ χειρὸς αὐτω̃ν ὅτι πέπτωκεν ἐξ ἡμω̃ν πλη̃θος

5:13 καὶ πάντες οἱ ἀδελφοὶ ἡμω̃ν οἱ ὄντες ἐν τοι̃ς Τουβίου τεθανάτωνται καὶ ἠ̨χμαλωτίκασιν τὰς γυναι̃κας αὐτω̃ν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκει̃ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρω̃ν

5:14 ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τη̃ς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταυ̃τα

5:15 λέγοντες ἐπισυνη̃χθαι ἐπ' αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδω̃νος καὶ πα̃σαν Γαλιλαίαν ἀλλοφύλων του̃ ἐξαναλω̃σαι ἡμα̃ς

5:16 ὡς δὲ ἤκουσεν Ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν τοι̃ς οὐ̃σιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ' αὐτω̃ν

5:17 καὶ εἰ̃πεν Ιουδας Σιμωνι τω̨̃ ἀδελφω̨̃ αὐτου̃ ἐπίλεξον σεαυτω̨̃ ἄνδρας καὶ πορεύου καὶ ῥυ̃σαι τοὺς ἀδελφούς σου τοὺς ἐν τη̨̃ Γαλιλαία̨ ἐγὼ δὲ καὶ Ιωναθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδι̃τιν

5:18 καὶ κατέλιπεν Ιωσηπον τὸν του̃ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον του̃ λαου̃ μετὰ τω̃ν ἐπιλοίπων τη̃ς δυνάμεως ἐν τη̨̃ Ιουδαία̨ εἰς τήρησιν

5:19 καὶ ἐνετείλατο αὐτοι̃ς λέγων πρόστητε του̃ λαου̃ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως του̃ ἐπιστρέψαι ἡμα̃ς

5:20 καὶ ἐμερίσθησαν Σιμωνι ἄνδρες τρισχίλιοι του̃ πορευθη̃ναι εἰς τὴν Γαλιλαίαν Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδι̃τιν

5:21 καὶ ἐπορεύθη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνη̃ψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτου̃

5:22 καὶ ἐδίωξεν αὐτοὺς ἕως τη̃ς πύλης Πτολεμαίδος καὶ ἔπεσον ἐκ τω̃ν ἐθνω̃ν εἰς τρισχιλίους ἄνδρας καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτω̃ν

5:23 καὶ παρέλαβεν τοὺς ἐκ τη̃ς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ται̃ς γυναιξὶν καὶ τοι̃ς τέκνοις καὶ πάντα ὅσα ἠ̃ν αὐτοι̃ς καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ' εὐφροσύνης μεγάλης

5:24 καὶ Ιουδας ὁ Μακκαβαι̃ος καὶ Ιωναθαν ὁ ἀδελφὸς αὐτου̃ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριω̃ν ἡμερω̃ν ἐν τη̨̃ ἐρήμω̨

5:25 καὶ συνήντησαν τοι̃ς Ναβαταίοις καὶ ἀπήντησαν αὐτοι̃ς εἰρηνικω̃ς καὶ διηγήσαντο αὐτοι̃ς πάντα τὰ συμβάντα τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν ἐν τη̨̃ Γαλααδίτιδι

5:26 καὶ ὅτι πολλοὶ ἐξ αὐτω̃ν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις Χασφω Μακεδ καὶ Καρναιν πα̃σαι αἱ πόλεις αὑ̃ται ὀχυραὶ καὶ μεγάλαι

5:27 καὶ ἐν ται̃ς λοιπαι̃ς πόλεσιν τη̃ς Γαλααδίτιδός εἰσιν συνειλημμένοι εἰς αὔριον τάσσονται παρεμβαλει̃ν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξα̃ραι πάντας τούτους ἐν ἡμέρα̨ μια̨̃

5:28 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτου̃ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πα̃ν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκυ̃λα αὐτω̃ν καὶ ἐνέπρησεν αὐτὴν πυρί

5:29 καὶ ἀπη̃ρεν ἐκει̃θεν νυκτός καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα

5:30 καὶ ἐγένετο ἑωθινη̨̃ ἠ̃ραν τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ ἰδοὺ λαὸς πολύς οὑ̃ οὐκ ἠ̃ν ἀριθμός αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς

5:31 καὶ εἰ̃δεν Ιουδας ὅτι ἠ̃ρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τη̃ς πόλεως ἀνέβη ἕως οὐρανου̃ σάλπιγξιν καὶ κραυγη̨̃ μεγάλη̨

5:32 καὶ εἰ̃πεν τοι̃ς ἀνδράσιν τη̃ς δυνάμεως πολεμήσατε σήμερον ὑπὲρ τω̃ν ἀδελφω̃ν ἡμω̃ν

5:33 καὶ ἐξη̃λθεν ἐν τρισὶν ἀρχαι̃ς ἐξόπισθεν αὐτω̃ν καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχη̨̃

5:34 καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαι̃ός ἐστιν καὶ ἔφυγον ἀπὸ προσώπου αὐτου̃ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ ἔπεσον ἐξ αὐτω̃ν ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ εἰς ὀκτακισχιλίους ἄνδρας

5:35 καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πα̃ν ἀρσενικὸν αὐτη̃ς καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτη̃ς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί

5:36 ἐκει̃θεν ἀπη̃ρεν καὶ προκατελάβετο τὴν Χασφω Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τη̃ς Γαλααδίτιδος

5:37 μετὰ δὲ τὰ ῥήματα ταυ̃τα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραφων ἐκ πέραν του̃ χειμάρρου

5:38 καὶ ἀπέστειλεν Ιουδας κατασκοπευ̃σαι τὴν παρεμβολήν καὶ ἀπήγγειλαν αὐτω̨̃ λέγοντες ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλω̨ ἡμω̃ν δύναμις πολλὴ σφόδρα

5:39 καὶ 'Άραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοι̃ς καὶ παρεμβάλλουσιν πέραν του̃ χειμάρρου ἕτοιμοι του̃ ἐλθει̃ν ἐπὶ σὲ εἰς πόλεμον καὶ ἐπορεύθη Ιουδας εἰς συνάντησιν αὐτω̃ν

5:40 καὶ εἰ̃πεν Τιμόθεος τοι̃ς ἄρχουσιν τη̃ς δυνάμεως αὐτου̃ ἐν τω̨̃ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτου̃ ἐπὶ τὸν χειμάρρουν του̃ ὕδατος ἐὰν διαβη̨̃ πρὸς ἡμα̃ς πρότερος οὐ δυνησόμεθα ὑποστη̃ναι αὐτόν ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμα̃ς

5:41 ἐὰν δὲ δειλανθη̨̃ καὶ παρεμβάλη̨ πέραν του̃ ποταμου̃ διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν

5:42 ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν του̃ ὕδατος ἔστησεν τοὺς γραμματει̃ς του̃ λαου̃ ἐπὶ του̃ χειμάρρου καὶ ἐνετείλατο αὐτοι̃ς λέγων μὴ ἀφη̃τε πάντα ἄνθρωπον παρεμβαλει̃ν ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον

5:43 καὶ διεπέρασεν ἐπ' αὐτοὺς πρότερος καὶ πα̃ς ὁ λαὸς ὄπισθεν αὐτου̃ καὶ συνετρίβησαν πρὸ προσώπου αὐτω̃ν πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτω̃ν καὶ ἔφυγον εἰς τὸ τέμενος Καρναιν

5:44 καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πα̃σιν τοι̃ς ἐν αὐτω̨̃ καὶ ἐτροπώθη Καρναιν καὶ οὐκ ἠδύναντο ἔτι ὑποστη̃ναι κατὰ πρόσωπον Ιουδου

5:45 καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τη̨̃ Γαλααδίτιδι ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ τὰς γυναι̃κας αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν καὶ τὴν ἀποσκευήν παρεμβολὴν μεγάλην σφόδρα ἐλθει̃ν εἰς γη̃ν Ιουδα

5:46 καὶ ἠ̃λθον ἕως Εφρων καὶ αὕτη πόλις μεγάλη ἐπὶ τη̃ς ὁδου̃ ὀχυρὰ σφόδρα οὐκ ἠ̃ν ἐκκλι̃ναι ἀπ' αὐτη̃ς δεξιὰν ἢ ἀριστεράν ἀλλ' ἢ διὰ μέσου αὐτη̃ς πορεύεσθαι

5:47 καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τη̃ς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις

5:48 καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοι̃ς λέγων διελευσόμεθα διὰ τη̃ς γη̃ς σου του̃ ἀπελθει̃ν εἰς τὴν γη̃ν ἡμω̃ν καὶ οὐδεὶς κακοποιήσει ὑμα̃ς πλὴν τοι̃ς ποσὶν παρελευσόμεθα καὶ οὐκ ἠβούλοντο ἀνοι̃ξαι αὐτω̨̃

5:49 καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τη̨̃ παρεμβολη̨̃ του̃ παρεμβαλει̃ν ἕκαστον ἐν ὡ̨̃ ἐστιν τόπω̨

5:50 καὶ παρενέβαλον οἱ ἄνδρες τη̃ς δυνάμεως καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα καὶ παρεδόθη ἡ πόλις ἐν χειρὶ αὐτου̃

5:51 καὶ ἀπώλεσεν πα̃ν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτη̃ς καὶ διη̃λθεν διὰ τη̃ς πόλεως ἐπάνω τω̃ν ἀπεκταμμένων

5:52 καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσαν

5:53 καὶ ἠ̃ν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλω̃ν τὸν λαὸν κατὰ πα̃σαν τὴν ὁδόν ἕως ἠ̃λθεν εἰς γη̃ν Ιουδα

5:54 καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνη̨ καὶ χαρα̨̃ καὶ προσήγαγον ὁλοκαυτώματα ὅτι οὐκ ἔπεσεν ἐξ αὐτω̃ν οὐθεὶς ἕως του̃ ἐπιστρέψαι ἐν εἰρήνη̨

5:55 καὶ ἐν ται̃ς ἡμέραις ἐν αἱ̃ς ἠ̃ν Ιουδας καὶ Ιωναθαν ἐν γη̨̃ Γαλααδ καὶ Σιμων ὁ ἀδελφὸς αὐτου̃ ἐν τη̨̃ Γαλιλαία̨ κατὰ πρόσωπον Πτολεμαίδος

5:56 ἤκουσεν Ιωσηφ ὁ του̃ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τη̃ς δυνάμεως τω̃ν ἀνδραγαθιω̃ν καὶ του̃ πολέμου οἱ̃α ἐποίησαν

5:57 καὶ εἰ̃πον ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοι̃ς ὄνομα καὶ πορευθω̃μεν πολεμη̃σαι πρὸς τὰ ἔθνη τὰ κύκλω̨ ἡμω̃ν

5:58 καὶ παρήγγειλεν τοι̃ς ἀπὸ τη̃ς δυνάμεως τη̃ς μετ' αὐτω̃ν καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν

5:59 καὶ ἐξη̃λθεν Γοργίας ἐκ τη̃ς πόλεως καὶ οἱ ἄνδρες αὐτου̃ εἰς συνάντησιν αὐτοι̃ς εἰς πόλεμον

5:60 καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας καὶ ἐδιώχθησαν ἕως τω̃ν ὁρίων τη̃ς Ιουδαίας καὶ ἔπεσον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ του̃ λαου̃ Ισραηλ εἰς δισχιλίους ἄνδρας

5:61 καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τω̨̃ λαω̨̃ ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τω̃ν ἀδελφω̃ν αὐτου̃ οἰόμενοι ἀνδραγαθη̃σαι

5:62 αὐτοὶ δὲ οὐκ ἠ̃σαν ἐκ του̃ σπέρματος τω̃ν ἀνδρω̃ν ἐκείνων οἱ̃ς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτω̃ν

5:63 καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τω̃ν ἐθνω̃ν πάντων οὑ̃ ἠκούετο τὸ ὄνομα αὐτω̃ν

5:64 καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημου̃ντες

5:65 καὶ ἐξη̃λθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τη̨̃ γη̨̃ τη̨̃ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτη̃ς καὶ καθει̃λεν τὰ ὀχυρώματα αὐτη̃ς καὶ τοὺς πύργους αὐτη̃ς ἐνεπύρισεν κυκλόθεν

5:66 καὶ ἀπη̃ρεν του̃ πορευθη̃ναι εἰς γη̃ν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν

5:67 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔπεσον ἱερει̃ς ἐν πολέμω̨ βουλόμενοι ἀνδραγαθη̃σαι ἐν τω̨̃ αὐτοὺς ἐξελθει̃ν εἰς πόλεμον ἀβουλεύτως

5:68 καὶ ἐξέκλινεν Ιουδας εἰς 'Άζωτον γη̃ν ἀλλοφύλων καὶ καθει̃λεν τοὺς βωμοὺς αὐτω̃ν καὶ τὰ γλυπτὰ τω̃ν θεω̃ν αὐτω̃ν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκυ̃λα τω̃ν πόλεων καὶ ἐπέστρεψεν εἰς γη̃ν Ιουδα

6:1 καὶ ὁ βασιλεὺς 'Αντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν 'Ελυμαὶ̈ς ἐν τη̨̃ Περσίδι πόλις ἔνδοξος πλούτω̨ ἀργυρίω̨ καὶ χρυσίω̨

6:2 καὶ τὸ ἱερὸν τὸ ἐν αὐτη̨̃ πλούσιον σφόδρα καὶ ἐκει̃ καλύμματα χρυσα̃ καὶ θώρακες καὶ ὅπλα ἃ κατέλιπεν ἐκει̃ 'Αλέξανδρος ὁ του̃ Φιλίππου ὁ βασιλεὺς ὁ Μακεδών ὃς ἐβασίλευσεν πρω̃τος ἐν τοι̃ς 'Έλλησι

6:3 καὶ ἠ̃λθεν καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομευ̃σαι αὐτήν καὶ οὐκ ἠδυνάσθη ὅτι ἐγνώσθη ὁ λόγος τοι̃ς ἐκ τη̃ς πόλεως

6:4 καὶ ἀντέστησαν αὐτω̨̃ εἰς πόλεμον καὶ ἔφυγεν καὶ ἀπη̃ρεν ἐκει̃θεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλω̃να

6:5 καὶ ἠ̃λθέν τις ἀπαγγέλλων αὐτω̨̃ εἰς τὴν Περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθει̃σαι εἰς γη̃ν Ιουδα

6:6 καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρα̨̃ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτω̃ν καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοι̃ς οἱ̃ς ἔλαβον ἀπὸ τω̃ν παρεμβολω̃ν ὡ̃ν ἐξέκοψαν

6:7 καὶ καθει̃λον τὸ βδέλυγμα ὃ ὠ̨κοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Ιερουσαλημ καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοι̃ς καὶ τὴν Βαιθσουραν πόλιν αὐτου̃

6:8 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τη̃ς λύπης ὅτι οὐκ ἐγένετο αὐτω̨̃ καθὼς ἐνεθυμει̃το

6:9 καὶ ἠ̃ν ἐκει̃ ἡμέρας πλείους ὅτι ἀνεκαινίσθη ἐπ' αὐτὸν λύπη μεγάλη καὶ ἐλογίσατο ὅτι ἀποθνή̨σκει

6:10 καὶ ἐκάλεσεν πάντας τοὺς φίλους αὐτου̃ καὶ εἰ̃πεν πρὸς αὐτούς ἀφίσταται ὁ ὕπνος ἀπὸ τω̃ν ὀφθαλμω̃ν μου καὶ συμπέπτωκα τη̨̃ καρδία̨ ἀπὸ τη̃ς μερίμνης

6:11 καὶ εἰ̃πα τη̨̃ καρδία̨ ἕως τίνος θλίψεως ἠ̃λθα καὶ κλύδωνος μεγάλου ἐν ὡ̨̃ νυ̃ν εἰμι ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τη̨̃ ἐξουσία̨ μου

6:12 νυ̃ν δὲ μιμνή̨σκομαι τω̃ν κακω̃ν ὡ̃ν ἐποίησα ἐν Ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρα̃ καὶ τὰ χρυσα̃ τὰ ἐν αὐτη̨̃ καὶ ἐξαπέστειλα ἐξα̃ραι τοὺς κατοικου̃ντας Ιουδα διὰ κενη̃ς

6:13 ἔγνων ὅτι χάριν τούτων εὑ̃ρέν με τὰ κακὰ ταυ̃τα καὶ ἰδοὺ ἀπόλλυμαι λύπη̨ μεγάλη̨ ἐν γη̨̃ ἀλλοτρία̨

6:14 καὶ ἐκάλεσεν Φίλιππον ἕνα τω̃ν φίλων αὐτου̃ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τη̃ς βασιλείας αὐτου̃

6:15 καὶ ἔδωκεν αὐτω̨̃ τὸ διάδημα καὶ τὴν στολὴν αὐτου̃ καὶ τὸν δακτύλιον του̃ ἀγαγει̃ν 'Αντίοχον τὸν υἱὸν αὐτου̃ καὶ ἐκθρέψαι αὐτὸν του̃ βασιλεύειν

6:16 καὶ ἀπέθανεν ἐκει̃ 'Αντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστου̃ καὶ ἑκατοστου̃

6:17 καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς καὶ κατέστησεν βασιλεύειν 'Αντίοχον τὸν υἱὸν αὐτου̃ ὃν ἐξέθρεψεν νεώτερον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Εὐπάτωρ

6:18 καὶ οἱ ἐκ τη̃ς ἄκρας ἠ̃σαν συγκλείοντες τὸν Ισραηλ κύκλω̨ τω̃ν ἁγίων καὶ ζητου̃ντες κακὰ δι' ὅλου καὶ στήριγμα τοι̃ς ἔθνεσιν

6:19 καὶ ἐλογίσατο Ιουδας ἐξα̃ραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν του̃ περικαθίσαι ἐπ' αὐτούς

6:20 καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ' αὐτὴν ἔτους πεντηκοστου̃ καὶ ἑκατοστου̃ καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς

6:21 καὶ ἐξη̃λθον ἐξ αὐτω̃ν ἐκ του̃ συγκλεισμου̃ καὶ ἐκολλήθησαν αὐτοι̃ς τινες τω̃ν ἀσεβω̃ν ἐξ Ισραηλ

6:22 καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἰ̃πον ἕως πότε οὐ ποιήση̨ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμω̃ν

6:23 ἡμει̃ς εὐδοκου̃μεν δουλεύειν τω̨̃ πατρί σου καὶ πορεύεσθαι τοι̃ς ὑπ' αὐτου̃ λεγομένοις καὶ κατακολουθει̃ν τοι̃ς προστάγμασιν αὐτου̃

6:24 καὶ περιεκάθηντο ἐπ' αὐτὴν οἱ υἱοὶ του̃ λαου̃ ἡμω̃ν χάριν τούτου καὶ ἠλλοτριου̃ντο ἀφ' ἡμω̃ν πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμω̃ν ἐθανατου̃ντο καὶ αἱ κληρονομίαι ἡμω̃ν διηρπάζοντο

6:25 καὶ οὐκ ἐφ' ἡμα̃ς μόνον ἐξέτειναν χει̃ρα ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτω̃ν

6:26 καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ιερουσαλημ του̃ καταλαβέσθαι αὐτήν καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιθσουραν ὠχύρωσαν

6:27 καὶ ἐὰν μὴ προκαταλάβη̨ αὐτοὺς διὰ τάχους μείζονα τούτων ποιήσουσιν καὶ οὐ δυνήση̨ του̃ κατασχει̃ν αὐτω̃ν

6:28 καὶ ὠργίσθη ὁ βασιλεύς ὅτε ἤκουσεν καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτου̃ ἄρχοντας δυνάμεως αὐτου̃ καὶ τοὺς ἐπὶ τω̃ν ἡνιω̃ν

6:29 καὶ ἀπὸ βασιλειω̃ν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσω̃ν ἠ̃λθον πρὸς αὐτὸν δυνάμεις μισθωταί

6:30 καὶ ἠ̃ν ὁ ἀριθμὸς τω̃ν δυνάμεων αὐτου̃ ἑκατὸν χιλιάδες πεζω̃ν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον

6:31 καὶ ἠ̃λθον διὰ τη̃ς Ιδουμαίας καὶ παρενέβαλον ἐπὶ Βαιθσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς καὶ ἐξη̃λθον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδω̃ς

6:32 καὶ ἀπη̃ρεν Ιουδας ἀπὸ τη̃ς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιθζαχαρια ἀπέναντι τη̃ς παρεμβολη̃ς του̃ βασιλέως

6:33 καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωὶ καὶ ἀπη̃ρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτη̃ς κατὰ τὴν ὁδὸν Βαιθζαχαρια καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν

6:34 καὶ τοι̃ς ἐλέφασιν ἔδειξαν αἱ̃μα σταφυλη̃ς καὶ μόρων του̃ παραστη̃σαι αὐτοὺς εἰς τὸν πόλεμον

6:35 καὶ διει̃λον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστω̨ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοι̃ς καὶ περικεφαλαι̃αι χαλκαι̃ ἐπὶ τω̃ν κεφαλω̃ν αὐτω̃ν καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστω̨ θηρίω̨ ἐκλελεγμένη

6:36 οὑ̃τοι πρὸ καιρου̃ οὑ̃ ἂν ἠ̨̃ τὸ θηρίον ἠ̃σαν καὶ οὑ̃ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα οὐκ ἀφίσταντο ἀπ' αὐτου̃

6:37 καὶ πύργοι ξύλινοι ἐπ' αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ' ἑκάστου θηρίου ἐζωσμένοι ἐπ' αὐτου̃ μηχαναι̃ς καὶ ἐφ' ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμου̃ντες ἐπ' αὐτοι̃ς καὶ ὁ 'Ινδὸς αὐτου̃

6:38 καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τη̃ς παρεμβολη̃ς κατασείοντες καὶ καταφρασσόμενοι ἐν ται̃ς φάλαγξιν

6:39 ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσα̃ς καὶ χαλκα̃ς ἀσπίδας ἔστιλβεν τὰ ὄρη ἀπ' αὐτω̃ν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός

6:40 καὶ ἐξετάθη μέρος τι τη̃ς παρεμβολη̃ς του̃ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά καὶ ἤρχοντο ἀσφαλω̃ς καὶ τεταγμένως

6:41 καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνη̃ς πλήθους αὐτω̃ν καὶ ὁδοιπορίας του̃ πλήθους καὶ συγκρουσμου̃ τω̃ν ὅπλων ἠ̃ν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά

6:42 καὶ ἤγγισεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτου̃ εἰς παράταξιν καὶ ἔπεσον ἀπὸ τη̃ς παρεμβολη̃ς του̃ βασιλέως ἑξακόσιοι ἄνδρες

6:43 καὶ εἰ̃δεν Ελεαζαρος ὁ Αυαραν ἓν τω̃ν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοι̃ς καὶ ἠ̃ν ὑπεράγον πάντα τὰ θηρία καὶ ὠ̨ήθη ὅτι ἐν αὐτω̨̃ ἐστιν ὁ βασιλεύς

6:44 καὶ ἔδωκεν ἑαυτὸν του̃ σω̃σαι τὸν λαὸν αὐτου̃ καὶ περιποιη̃σαι ἑαυτω̨̃ ὄνομα αἰώνιον

6:45 καὶ ἐπέδραμεν αὐτω̨̃ θράσει εἰς μέσον τη̃ς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα καὶ ἐσχίζοντο ἀπ' αὐτου̃ ἔνθα καὶ ἔνθα

6:46 καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθηκεν αὐτω̨̃ καὶ ἀνει̃λεν αὐτόν καὶ ἔπεσεν ἐπὶ τὴν γη̃ν ἐπάνω αὐτου̃ καὶ ἀπέθανεν ἐκει̃

6:47 καὶ εἰ̃δον τὴν ἰσχὺν τη̃ς βασιλείας καὶ τὸ ὅρμημα τω̃ν δυνάμεων καὶ ἐξέκλιναν ἀπ' αὐτω̃ν

6:48 οἱ δὲ ἐκ τη̃ς παρεμβολη̃ς του̃ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτω̃ν εἰς Ιερουσαλημ καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιων

6:49 καὶ ἐποίησεν εἰρήνην μετὰ τω̃ν ἐκ Βαιθσουρων καὶ ἐξη̃λθον ἐκ τη̃ς πόλεως ὅτι οὐκ ἠ̃ν αὐτοι̃ς ἐκει̃ διατροφὴ του̃ συγκεκλει̃σθαι ἐν αὐτη̨̃ ὅτι σάββατον ἠ̃ν τη̨̃ γη̨̃

6:50 καὶ κατελάβετο ὁ βασιλεὺς τὴν Βαιθσουραν καὶ ἀπέταξεν ἐκει̃ φρουρὰν τηρει̃ν αὐτήν

6:51 καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκει̃ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας

6:52 καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτω̃ν καὶ ἐπολέμησαν ἡμέρας πολλάς

6:53 βρώματα δὲ οὐκ ἠ̃ν ἐν τοι̃ς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἰ̃ναι καὶ οἱ ἀνασω̨ζόμενοι εἰς τὴν Ιουδαίαν ἀπὸ τω̃ν ἐθνω̃ν κατέφαγον τὸ ὑπόλειμμα τη̃ς παραθέσεως

6:54 καὶ ὑπελείφθησαν ἐν τοι̃ς ἁγίοις ἄνδρες ὀλίγοι ὅτι κατεκράτησεν αὐτω̃ν ὁ λιμός καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτου̃

6:55 καὶ ἤκουσεν Λυσίας ὅτι Φίλιππος ὃν κατέστησεν ὁ βασιλεὺς 'Αντίοχος ἔτι ζω̃ντος αὐτου̃ ἐκθρέψαι 'Αντίοχον τὸν υἱὸν αὐτου̃ εἰς τὸ βασιλευ̃σαι αὐτόν

6:56 ἀπέστρεψεν ἀπὸ τη̃ς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθει̃σαι μετὰ του̃ βασιλέως μετ' αὐτου̃ καὶ ὅτι ζητει̃ παραλαβει̃ν τὰ τω̃ν πραγμάτων

6:57 καὶ κατέσπευδεν καὶ ἐπένευσεν του̃ ἀπελθει̃ν καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τη̃ς δυνάμεως καὶ τοὺς ἄνδρας ἐκλείπομεν καθ' ἡμέραν καὶ ἡ τροφὴ ἡμι̃ν ὀλίγη καὶ ὁ τόπος οὑ̃ παρεμβάλλομέν ἐστιν ὀχυρός καὶ ἐπίκειται ἡμι̃ν τὰ τη̃ς βασιλείας

6:58 νυ̃ν οὐ̃ν δω̃μεν δεξιὰς τοι̃ς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ' αὐτω̃ν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτω̃ν

6:59 καὶ στήσωμεν αὐτοι̃ς του̃ πορεύεσθαι τοι̃ς νομίμοις αὐτω̃ν ὡς τὸ πρότερον χάριν γὰρ τω̃ν νομίμων αὐτω̃ν ὡ̃ν διεσκεδάσαμεν ὠργίσθησαν καὶ ἐποίησαν ταυ̃τα πάντα

6:60 καὶ ἤρεσεν ὁ λόγος ἐναντίον του̃ βασιλέως καὶ τω̃ν ἀρχόντων καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνευ̃σαι καὶ ἐπεδέξαντο

6:61 καὶ ὤμοσεν αὐτοι̃ς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες ἐπὶ τούτοις ἐξη̃λθον ἐκ του̃ ὀχυρώματος

6:62 καὶ εἰση̃λθεν ὁ βασιλεὺς εἰς ὄρος Σιων καὶ εἰ̃δεν τὸ ὀχύρωμα του̃ τόπου καὶ ἠθέτησεν τὸν ὁρκισμόν ὃν ὤμοσεν καὶ ἐνετείλατο καθελει̃ν τὸ τει̃χος κυκλόθεν

6:63 καὶ ἀπη̃ρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς 'Αντιόχειαν καὶ εὑ̃ρεν Φίλιππον κυριεύοντα τη̃ς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βία̨

7:1 ἔτους ἑνὸς καὶ πεντηκοστου̃ καὶ ἑκατοστου̃ ἐξη̃λθεν Δημήτριος ὁ του̃ Σελεύκου ἐκ 'Ρώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκει̃

7:2 καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἰ̃κον βασιλείας πατέρων αὐτου̃ καὶ συνέλαβον αἱ δυνάμεις τὸν 'Αντίοχον καὶ τὸν Λυσίαν ἀγαγει̃ν αὐτοὺς αὐτω̨̃

7:3 καὶ ἐγνώσθη αὐτω̨̃ τὸ πρα̃γμα καὶ εἰ̃πεν μή μοι δείξητε τὰ πρόσωπα αὐτω̃ν

7:4 καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις καὶ ἐκάθισεν Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτου̃

7:5 καὶ ἠ̃λθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβει̃ς ἐξ Ισραηλ καὶ 'Άλκιμος ἡγει̃το αὐτω̃ν βουλόμενος ἱερατεύειν

7:6 καὶ κατηγόρησαν του̃ λαου̃ πρὸς τὸν βασιλέα λέγοντες ἀπώλεσεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ πάντας τοὺς φίλους σου καὶ ἡμα̃ς ἐσκόρπισεν ἀπὸ τη̃ς γη̃ς ἡμω̃ν

7:7 νυ̃ν οὐ̃ν ἀπόστειλον ἄνδρα ὡ̨̃ πιστεύεις καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολέθρευσιν πα̃σαν ἣν ἐποίησεν ἡμι̃ν καὶ τη̨̃ χώρα̨ του̃ βασιλέως καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθου̃ντας αὐτοι̃ς

7:8 καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τω̃ν φίλων του̃ βασιλέως κυριεύοντα ἐν τω̨̃ πέραν του̃ ποταμου̃ καὶ μέγαν ἐν τη̨̃ βασιλεία̨ καὶ πιστὸν τω̨̃ βασιλει̃

7:9 καὶ ἀπέστειλεν αὐτὸν καὶ 'Άλκιμον τὸν ἀσεβη̃ καὶ ἔστησεν αὐτω̨̃ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτω̨̃ ποιη̃σαι τὴν ἐκδίκησιν ἐν τοι̃ς υἱοι̃ς Ισραηλ

7:10 καὶ ἀπη̨̃ρον καὶ ἠ̃λθον μετὰ δυνάμεως πολλη̃ς εἰς γη̃ν Ιουδα καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτου̃ λόγοις εἰρηνικοι̃ς μετὰ δόλου

7:11 καὶ οὐ προσέσχον τοι̃ς λόγοις αὐτω̃ν εἰ̃δον γὰρ ὅτι ἠ̃λθαν μετὰ δυνάμεως πολλη̃ς

7:12 καὶ ἐπισυνήχθησαν πρὸς 'Άλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητη̃σαι δίκαια

7:13 καὶ πρω̃τοι οἱ Ασιδαι̃οι ἠ̃σαν ἐν υἱοι̃ς Ισραηλ καὶ ἐπεζήτουν παρ' αὐτω̃ν εἰρήνην

7:14 εἰ̃πον γάρ ἄνθρωπος ἱερεὺς ἐκ σπέρματος Ααρων ἠ̃λθεν ἐν ται̃ς δυνάμεσιν καὶ οὐκ ἀδικήσει ἡμα̃ς

7:15 καὶ ἐλάλησεν μετ' αὐτω̃ν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοι̃ς λέγων οὐκ ἐκζητήσομεν ὑμι̃ν κακὸν καὶ τοι̃ς φίλοις ὑμω̃ν

7:16 καὶ ἐνεπίστευσαν αὐτω̨̃ καὶ συνέλαβεν ἐξ αὐτω̃ν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρα̨ μια̨̃ κατὰ τὸν λόγον ὃν ἔγραψεν αὐτόν

7:17 σάρκας ὁσίων σου καὶ αἱ̃μα αὐτω̃ν ἐξέχεαν κύκλω̨ Ιερουσαλημ καὶ οὐκ ἠ̃ν αὐτοι̃ς ὁ θάπτων

7:18 καὶ ἐπέπεσεν αὐτω̃ν ὁ φόβος καὶ ὁ τρόμος εἰς πάντα τὸν λαόν ὅτι εἰ̃πον οὐκ ἔστιν ἐν αὐτοι̃ς ἀλήθεια καὶ κρίσις παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον ὃν ὤμοσαν

7:19 καὶ ἀπη̃ρεν Βακχίδης ἀπὸ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βηθζαιθ καὶ ἀπέστειλεν καὶ συνέλαβεν πολλοὺς ἀπὸ τω̃ν μετ' αὐτου̃ αὐτομολησάντων ἀνδρω̃ν καί τινας του̃ λαου̃ καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα

7:20 καὶ κατέστησεν τὴν χώραν τω̨̃ 'Αλκίμω̨ καὶ ἀφη̃κεν μετ' αὐτου̃ δύναμιν του̃ βοηθει̃ν αὐτω̨̃ καὶ ἀπη̃λθεν Βακχίδης πρὸς τὸν βασιλέα

7:21 καὶ ἠγωνίσατο 'Άλκιμος περὶ τη̃ς ἀρχιερωσύνης

7:22 καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτω̃ν καὶ κατεκράτησαν γη̃ν Ιουδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ισραηλ

7:23 καὶ εἰ̃δεν Ιουδας πα̃σαν τὴν κακίαν ἣν ἐποίησεν 'Άλκιμος καὶ οἱ μετ' αὐτου̃ ἐν υἱοι̃ς Ισραηλ ὑπὲρ τὰ ἔθνη

7:24 καὶ ἐξη̃λθεν εἰς πάντα τὰ ὅρια τη̃ς Ιουδαίας κυκλόθεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοι̃ς ἀνδράσιν τοι̃ς αὐτομολήσασιν καὶ ἀνεστάλησαν του̃ ἐκπορεύεσθαι εἰς τὴν χώραν

7:25 ὡς δὲ εἰ̃δεν 'Άλκιμος ὅτι ἐνίσχυσεν Ιουδας καὶ οἱ μετ' αὐτου̃ καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστη̃ναι αὐτούς καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτω̃ν πονηρά

7:26 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τω̃ν ἀρχόντων αὐτου̃ τω̃ν ἐνδόξων καὶ μισου̃ντα καὶ ἐχθραίνοντα τω̨̃ Ισραηλ καὶ ἐνετείλατο αὐτω̨̃ ἐξα̃ραι τὸν λαόν

7:27 καὶ ἠ̃λθεν Νικάνωρ εἰς Ιερουσαλημ δυνάμει πολλη̨̃ καὶ ἀπέστειλεν πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτου̃ μετὰ δόλου λόγοις εἰρηνικοι̃ς λέγων

7:28 μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν ἥξω ἐν ἀνδράσιν ὀλίγοις ἵνα ἴδω ὑμω̃ν τὰ πρόσωπα μετ' εἰρήνης

7:29 καὶ ἠ̃λθεν πρὸς Ιουδαν καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικω̃ς καὶ οἱ πολέμιοι ἕτοιμοι ἠ̃σαν ἐξαρπάσαι τὸν Ιουδαν

7:30 καὶ ἐγνώσθη ὁ λόγος τω̨̃ Ιουδα ὅτι μετὰ δόλου ἠ̃λθεν ἐπ' αὐτόν καὶ ἐπτοήθη ἀπ' αὐτου̃ καὶ οὐκ ἐβουλήθη ἔτι ἰδει̃ν τὸ πρόσωπον αὐτου̃

7:31 καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτου̃ καὶ ἐξη̃λθεν εἰς συνάντησιν τω̨̃ Ιουδα ἐν πολέμω̨ κατὰ Χαφαρσαλαμα

7:32 καὶ ἔπεσον τω̃ν παρὰ Νικάνορος ὡσεὶ πεντακόσιοι ἄνδρες καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυιδ

7:33 καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς ὄρος Σιων καὶ ἐξη̃λθον ἀπὸ τω̃ν ἱερέων ἐκ τω̃ν ἁγίων καὶ ἀπὸ τω̃ν πρεσβυτέρων του̃ λαου̃ ἀσπάσασθαι αὐτὸν εἰρηνικω̃ς καὶ δει̃ξαι αὐτω̨̃ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ του̃ βασιλέως

7:34 καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτω̃ν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηφάνως

7:35 καὶ ὤμοσεν μετὰ θυμου̃ λέγων ἐὰν μὴ παραδοθη̨̃ Ιουδας καὶ ἡ παρεμβολὴ αὐτου̃ εἰς χει̃ράς μου τὸ νυ̃ν καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνη̨ ἐμπυριω̃ τὸν οἰ̃κον του̃τον καὶ ἐξη̃λθεν μετὰ θυμου̃ μεγάλου

7:36 καὶ εἰση̃λθον οἱ ἱερει̃ς καὶ ἔστησαν κατὰ πρόσωπον του̃ θυσιαστηρίου καὶ του̃ ναου̃ καὶ ἔκλαυσαν καὶ εἰ̃πον

7:37 σὺ ἐξελέξω τὸν οἰ̃κον του̃τον ἐπικληθη̃ναι τὸ ὄνομά σου ἐπ' αὐτου̃ εἰ̃ναι οἰ̃κον προσευχη̃ς καὶ δεήσεως τω̨̃ λαω̨̃ σου

7:38 ποίησον ἐκδίκησιν ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨ καὶ ἐν τη̨̃ παρεμβολη̨̃ αὐτου̃ καὶ πεσέτωσαν ἐν ῥομφαία̨ μνήσθητι τω̃ν δυσφημιω̃ν αὐτω̃ν καὶ μὴ δω̨̃ς αὐτοι̃ς μονήν

7:39 καὶ ἐξη̃λθεν Νικάνωρ ἐξ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βαιθωρων καὶ συνήντησεν αὐτω̨̃ δύναμις Συρίας

7:40 καὶ Ιουδας παρενέβαλεν ἐν Αδασα ἐν τρισχιλίοις ἀνδράσιν καὶ προσηύξατο Ιουδας καὶ εἰ̃πεν

7:41 οἱ παρὰ του̃ βασιλέως ὅτε ἐδυσφήμησαν ἐξη̃λθεν ὁ ἄγγελός σου καὶ ἐπάταξεν ἐν αὐτοι̃ς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας

7:42 οὕτως σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμω̃ν σήμερον καὶ γνώτωσαν οἱ ἐπίλοιποι ὅτι κακω̃ς ἐλάλησεν ἐπὶ τὰ ἅγιά σου καὶ κρι̃νον αὐτὸν κατὰ τὴν κακίαν αὐτου̃

7:43 καὶ συνη̃ψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τη̨̃ τρισκαιδεκάτη̨ του̃ μηνὸς Αδαρ καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος καὶ ἔπεσεν αὐτὸς πρω̃τος ἐν τω̨̃ πολέμω̨

7:44 ὡς δὲ εἰ̃δεν ἡ παρεμβολὴ αὐτου̃ ὅτι ἔπεσεν Νικάνωρ ῥίψαντες τὰ ὅπλα ἔφυγον

7:45 καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μια̃ς ἀπὸ Αδασα ἕως του̃ ἐλθει̃ν εἰς Γαζηρα καὶ ἐσάλπιζον ὀπίσω αὐτω̃ν ται̃ς σάλπιγξιν τω̃ν σημασιω̃ν

7:46 καὶ ἐξη̃λθον ἐκ πασω̃ν τω̃ν κωμω̃ν τη̃ς Ιουδαίας κυκλόθεν καὶ ὑπερεκέρων αὐτούς καὶ ἀπέστρεφον οὑ̃τοι πρὸς τούτους καὶ ἔπεσον πάντες ῥομφαία̨ καὶ οὐ κατελείφθη ἐξ αὐτω̃ν οὐδὲ εἱ̃ς

7:47 καὶ ἔλαβον τὰ σκυ̃λα καὶ τὴν προνομήν καὶ τὴν κεφαλὴν Νικάνορος ἀφει̃λον καὶ τὴν δεξιὰν αὐτου̃ ἣν ἐξέτεινεν ὑπερηφάνως καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τη̨̃ Ιερουσαλημ

7:48 καὶ ηὐφράνθη ὁ λαὸς σφόδρα καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλην

7:49 καὶ ἔστησαν του̃ ἄγειν κατ' ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τη̨̃ τρισκαιδεκάτη̨ του̃ Αδαρ

7:50 καὶ ἡσύχασεν ἡ γη̃ Ιουδα ἡμέρας ὀλίγας

8:1 καὶ ἤκουσεν Ιουδας τὸ ὄνομα τω̃ν 'Ρωμαίων ὅτι εἰσὶν δυνατοὶ ἰσχύι καὶ αὐτοὶ εὐδοκου̃σιν ἐν πα̃σιν τοι̃ς προστιθεμένοις αὐτοι̃ς καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοι̃ς ἱστω̃σιν αὐτοι̃ς φιλίαν καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύι

8:2 καὶ διηγήσαντο αὐτω̨̃ τοὺς πολέμους αὐτω̃ν καὶ τὰς ἀνδραγαθίας ἃς ποιου̃σιν ἐν τοι̃ς Γαλάταις καὶ ὅτι κατεκράτησαν αὐτω̃ν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον

8:3 καὶ ὅσα ἐποίησαν ἐν χώρα̨ Σπανίας του̃ κατακρατη̃σαι τω̃ν μετάλλων του̃ ἀργυρίου καὶ του̃ χρυσίου του̃ ἐκει̃

8:4 καὶ κατεκράτησαν του̃ τόπου παντὸς τη̨̃ βουλη̨̃ αὐτω̃ν καὶ τη̨̃ μακροθυμία̨ καὶ ὁ τόπος ἠ̃ν ἀπέχων μακρὰν ἀπ' αὐτω̃ν σφόδρα καὶ τω̃ν βασιλέων τω̃ν ἐπελθόντων ἐπ' αὐτοὺς ἀπ' ἄκρου τη̃ς γη̃ς ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοι̃ς πληγὴν μεγάλην καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοι̃ς φόρον κατ' ἐνιαυτόν

8:5 καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπηρμένους ἐπ' αὐτοὺς συνέτριψαν αὐτοὺς ἐν πολέμω̨ καὶ κατεκράτησαν αὐτω̃ν

8:6 καὶ 'Αντίοχον τὸν μέγαν βασιλέα τη̃ς 'Ασίας τὸν πορευθέντα ἐπ' αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσι ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα καὶ συνετρίβη ὑπ' αὐτω̃ν

8:7 καὶ ἔλαβον αὐτὸν ζω̃ντα καὶ ἔστησαν αὐτοι̃ς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετ' αὐτὸν φόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν

8:8 καὶ χώραν τὴν 'Ινδικὴν καὶ Μηδίαν καὶ Λυδίαν ἀπὸ τω̃ν καλλίστων χωρω̃ν αὐτω̃ν καὶ λαβόντες αὐτὰς παρ' αὐτου̃ ἔδωκαν αὐτὰς Εὐμένει τω̨̃ βασιλει̃

8:9 καὶ ὅτι οἱ ἐκ τη̃ς 'Ελλάδος ἐβουλεύσαντο ἐλθει̃ν καὶ ἐξα̃ραι αὐτούς

8:10 καὶ ἐγνώσθη ὁ λόγος αὐτοι̃ς καὶ ἀπέστειλαν ἐπ' αὐτοὺς στρατηγὸν ἕνα καὶ ἐπολέμησαν πρὸς αὐτούς καὶ ἔπεσον ἐξ αὐτω̃ν τραυματίαι πολλοί καὶ ἠ̨χμαλώτισαν τὰς γυναι̃κας αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ κατεκράτησαν τη̃ς γη̃ς καὶ καθει̃λον τὰ ὀχυρώματα αὐτω̃ν καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τη̃ς ἡμέρας ταύτης

8:11 καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους ὅσοι ποτὲ ἀντέστησαν αὐτοι̃ς κατέφθειραν καὶ ἐδούλωσαν αὐτούς μετὰ δὲ τω̃ν φίλων αὐτω̃ν καὶ τω̃ν ἐπαναπαυομένων αὐτοι̃ς συνετήρησαν φιλίαν

8:12 καὶ κατεκράτησαν τω̃ν βασιλέων τω̃ν ἐγγὺς καὶ τω̃ν μακράν καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτω̃ν ἐφοβου̃ντο ἀπ' αὐτω̃ν

8:13 οἱ̃ς δ' ἂν βούλωνται βοηθει̃ν καὶ βασιλεύειν βασιλεύουσιν οὓς δ' ἂν βούλωνται μεθιστω̃σιν καὶ ὑψώθησαν σφόδρα

8:14 καὶ ἐν πα̃σιν τούτοις οὐκ ἐπέθεντο αὐτω̃ν οὐδὲ εἱ̃ς διάδημα οὐδὲ περιεβάλοντο πορφύραν ὥστε ἁδρυνθη̃ναι ἐν αὐτη̨̃

8:15 καὶ βουλευτήριον ἐποίησαν ἑαυτοι̃ς καὶ καθ' ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διὰ παντὸς περὶ του̃ πλήθους του̃ εὐκοσμει̃ν αὐτούς

8:16 καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπω̨ ἄρχειν αὐτω̃ν κατ' ἐνιαυτὸν καὶ κυριεύειν πάσης τη̃ς γη̃ς αὐτω̃ν καὶ πάντες ἀκούουσιν του̃ ἑνός καὶ οὐκ ἔστιν φθόνος οὐδὲ ζη̃λος ἐν αὐτοι̃ς

8:17 καὶ ἐπελέξατο Ιουδας τὸν Εὐπόλεμον υἱὸν Ιωαννου του̃ Ακκως καὶ 'Ιάσονα υἱὸν Ελεαζαρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς 'Ρώμην στη̃σαι φιλίαν καὶ συμμαχίαν

8:18 καὶ του̃ ἀ̃ραι τὸν ζυγὸν ἀπ' αὐτω̃ν ὅτι εἰ̃δον τὴν βασιλείαν τω̃ν 'Ελλήνων καταδουλουμένους τὸν Ισραηλ δουλεία̨

8:19 καὶ ἐπορεύθησαν εἰς 'Ρώμην καὶ ἡ ὁδὸς πολλὴ σφόδρα καὶ εἰσήλθοσαν εἰς τὸ βουλευτήριον καὶ ἀπεκρίθησαν καὶ εἰ̃πον

8:20 Ιουδας ὁ καὶ Μακκαβαι̃ος καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ τὸ πλη̃θος τω̃ν Ιουδαίων ἀπέστειλαν ἡμα̃ς πρὸς ὑμα̃ς στη̃σαι μεθ' ὑμω̃ν συμμαχίαν καὶ εἰρήνην καὶ γραφη̃ναι ἡμα̃ς συμμάχους καὶ φίλους ὑμω̃ν

8:21 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτω̃ν

8:22 καὶ του̃το τὸ ἀντίγραφον τη̃ς ἐπιστολη̃ς ἡ̃ς ἀντέγραψαν ἐπὶ δέλτοις χαλκαι̃ς καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ εἰ̃ναι παρ' αὐτοι̃ς ἐκει̃ μνημόσυνον εἰρήνης καὶ συμμαχίας

8:23 καλω̃ς γένοιτο 'Ρωμαίοις καὶ τω̨̃ ἔθνει Ιουδαίων ἐν τη̨̃ θαλάσση̨ καὶ ἐπὶ τη̃ς ξηρα̃ς εἰς τὸν αἰω̃να καὶ ῥομφαία καὶ ἐχθρὸς μακρυνθείη ἀπ' αὐτω̃ν

8:24 ἐὰν δὲ ἐνστη̨̃ πόλεμος 'Ρώμη̨ προτέρα̨ ἢ πα̃σιν τοι̃ς συμμάχοις αὐτω̃ν ἐν πάση̨ τη̨̃ κυριεία̨ αὐτω̃ν

8:25 συμμαχήσει τὸ ἔθνος τω̃ν Ιουδαίων ὡς ἂν ὁ καιρὸς ὑπογράφη̨ αὐτοι̃ς καρδία̨ πλήρει

8:26 καὶ τοι̃ς πολεμου̃σιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσιν σι̃τον ὅπλα ἀργύριον πλοι̃α ὡς ἔδοξεν 'Ρώμη̨ καὶ φυλάξονται τὰ φυλάγματα αὐτω̃ν οὐθὲν λαβόντες

8:27 κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει Ιουδαίων συμβη̨̃ προτέροις πόλεμος συμμαχήσουσιν οἱ 'Ρωμαι̃οι ἐκ ψυχη̃ς ὡς ἂν αὐτοι̃ς ὁ καιρὸς ὑπογράφη̨

8:28 καὶ τοι̃ς συμμαχου̃σιν οὐ δοθήσεται σι̃τος ὅπλα ἀργύριον πλοι̃α ὡς ἔδοξεν 'Ρώμη̨ καὶ φυλάξονται τὰ φυλάγματα ταυ̃τα καὶ οὐ μετὰ δόλου

8:29 κατὰ τοὺς λόγους τούτους οὕτως ἔστησαν 'Ρωμαι̃οι τω̨̃ δήμω̨ τω̃ν Ιουδαίων

8:30 ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὑ̃τοι καὶ οὑ̃τοι προσθει̃ναι ἢ ἀφελει̃ν ποιήσονται ἐξ αἱρέσεως αὐτω̃ν καὶ ὃ ἂν προσθω̃σιν ἢ ἀφέλωσιν ἔσται κύρια

8:31 καὶ περὶ τω̃ν κακω̃ν ὡ̃ν ὁ βασιλεὺς Δημήτριος συντελει̃ται εἰς αὐτούς ἐγράψαμεν αὐτω̨̃ λέγοντες διὰ τί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμω̃ν τοὺς συμμάχους Ιουδαίους

8:32 ἐὰν οὐ̃ν ἔτι ἐντύχωσιν κατὰ σου̃ ποιήσομεν αὐτοι̃ς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τη̃ς θαλάσσης καὶ διὰ τη̃ς ξηρα̃ς

9:1 καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτου̃ ἐν πολέμω̨ καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν 'Άλκιμον ἐκ δευτέρου ἀποστει̃λαι εἰς γη̃ν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ' αὐτω̃ν

9:2 καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς

9:3 καὶ του̃ μηνὸς του̃ πρώτου ἔτους του̃ δευτέρου καὶ πεντηκοστου̃ καὶ ἑκατοστου̃ παρενέβαλον ἐπὶ Ιερουσαλημ

9:4 καὶ ἀπη̃ραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρω̃ν καὶ δισχιλία̨ ἵππω̨

9:5 καὶ Ιουδας ἠ̃ν παρεμβεβληκὼς ἐν Ελασα καὶ τρισχίλιοι ἄνδρες μετ' αὐτου̃ ἐκλεκτοί

9:6 καὶ εἰ̃δον τὸ πλη̃θος τω̃ν δυνάμεων ὅτι πολλοί εἰσιν καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τη̃ς παρεμβολη̃ς οὐ κατελείφθησαν ἐξ αὐτω̃ν ἀλλ' ἢ ὀκτακόσιοι ἄνδρες

9:7 καὶ εἰ̃δεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτου̃ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν καὶ συνετρίβη τη̨̃ καρδία̨ ὅτι οὐκ εἰ̃χεν καιρὸν συναγαγει̃ν αὐτούς

9:8 καὶ ἐξελύθη καὶ εἰ̃πεν τοι̃ς καταλειφθει̃σιν ἀναστω̃μεν καὶ ἀναβω̃μεν ἐπὶ τοὺς ὑπεναντίους ἡμω̃ν ἐὰν ἄρα δυνώμεθα πολεμη̃σαι πρὸς αὐτούς

9:9 καὶ ἀπέστρεφον αὐτὸν λέγοντες οὐ μὴ δυνώμεθα ἀλλ' ἢ σώ̨ζωμεν τὰς ἑαυτω̃ν ψυχὰς τὸ νυ̃ν ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμω̃ν καὶ πολεμήσωμεν πρὸς αὐτούς ἡμει̃ς δὲ ὀλίγοι

9:10 καὶ εἰ̃πεν Ιουδας μὴ γένοιτο ποιη̃σαι τὸ πρα̃γμα του̃το φυγει̃ν ἀπ' αὐτω̃ν καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμω̃ν καὶ ἀποθάνωμεν ἐν ἀνδρεία̨ χάριν τω̃ν ἀδελφω̃ν ἡμω̃ν καὶ μὴ καταλίπωμεν αἰτίαν τη̨̃ δόξη̨ ἡμω̃ν

9:11 καὶ ἀπη̃ρεν ἡ δύναμις ἀπὸ τη̃ς παρεμβολη̃ς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοι̃ς καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη καὶ οἱ σφενδονη̃ται καὶ οἱ τοξόται προεπορεύοντο τη̃ς δυνάμεως καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί Βακχίδης δὲ ἠ̃ν ἐν τω̨̃ δεξιω̨̃ κέρατι

9:12 καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τω̃ν δύο μερω̃ν καὶ ἐφώνουν ται̃ς σάλπιγξιν καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ται̃ς σάλπιγξιν

9:13 καὶ ἐσαλεύθη ἡ γη̃ ἀπὸ τη̃ς φωνη̃ς τω̃ν παρεμβολω̃ν καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας

9:14 καὶ εἰ̃δεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τη̃ς παρεμβολη̃ς ἐν τοι̃ς δεξιοι̃ς καὶ συνη̃λθον αὐτω̨̃ πάντες οἱ εὔψυχοι τη̨̃ καρδία̨

9:15 καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ' αὐτω̃ν καὶ ἐδίωκεν ὀπίσω αὐτω̃ν ἕως Αζωτου ὄρους

9:16 καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἰ̃δον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τω̃ν μετ' αὐτου̃ ἐκ τω̃ν ὄπισθεν

9:17 καὶ ἐβαρύνθη ὁ πόλεμος καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων

9:18 καὶ Ιουδας ἔπεσεν καὶ οἱ λοιποὶ ἔφυγον

9:19 καὶ ἠ̃ρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτω̃ν καὶ ἔθαψαν αὐτὸν ἐν τω̨̃ τάφω̨ τω̃ν πατέρων αὐτου̃ ἐν Μωδεϊν

9:20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πα̃ς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἰ̃πον

9:21 πω̃ς ἔπεσεν δυνατὸς σώ̨ζων τὸν Ισραηλ

9:22 καὶ τὰ περισσὰ τω̃ν λόγων Ιουδου καὶ τω̃ν πολέμων καὶ τω̃ν ἀνδραγαθιω̃ν ὡ̃ν ἐποίησεν καὶ τη̃ς μεγαλωσύνης αὐτου̃ οὐ κατεγράφη πολλὰ γὰρ ἠ̃ν σφόδρα

9:23 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πα̃σιν τοι̃ς ὁρίοις Ισραηλ καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν

9:24 ἐν ται̃ς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα καὶ αὐτομόλησεν ἡ χώρα μετ' αὐτω̃ν

9:25 καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβει̃ς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τη̃ς χώρας

9:26 καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἠ̃γον αὐτοὺς πρὸς Βακχίδην καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοι̃ς

9:27 καὶ ἐγένετο θλι̃ψις μεγάλη ἐν τω̨̃ Ισραηλ ἥτις οὐκ ἐγένετο ἀφ' ἡ̃ς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοι̃ς

9:28 καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἰ̃πον τω̨̃ Ιωναθαν

9:29 ἀφ' οὑ̃ ὁ ἀδελφός σου Ιουδας τετελεύτηκεν καὶ ἀνὴρ ὅμοιος αὐτω̨̃ οὐκ ἔστιν ἐξελθει̃ν καὶ εἰσελθει̃ν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοι̃ς ἐχθραίνουσιν του̃ ἔθνους ἡμω̃ν

9:30 νυ̃ν οὐ̃ν σὲ ἡ̨ρετισάμεθα σήμερον του̃ εἰ̃ναι ἀντ' αὐτου̃ ἡμι̃ν εἰς ἄρχοντα καὶ ἡγούμενον του̃ πολεμη̃σαι τὸν πόλεμον ἡμω̃ν

9:31 καὶ ἐπεδέξατο Ιωναθαν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου του̃ ἀδελφου̃ αὐτου̃

9:32 καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτει̃ναι

9:33 καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ὁ ἀδελφὸς αὐτου̃ καὶ πάντες οἱ μετ' αὐτου̃ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ

9:34 καὶ ἔγνω Βακχίδης τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ ἠ̃λθεν αὐτὸς καὶ πα̃ν τὸ στράτευμα αὐτου̃ πέραν του̃ Ιορδάνου

9:35 καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτου̃ ἡγούμενον του̃ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτου̃ του̃ παραθέσθαι αὐτοι̃ς τὴν ἀποσκευὴν αὐτω̃ν τὴν πολλήν

9:36 καὶ ἐξη̃λθον οἱ υἱοὶ Ιαμβρι οἱ ἐκ Μηδαβα καὶ συνέλαβον Ιωαννην καὶ πάντα ὅσα εἰ̃χεν καὶ ἀπη̃λθον ἔχοντες

9:37 μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναθαν καὶ Σιμωνι τω̨̃ ἀδελφω̨̃ αὐτου̃ ὅτι υἱοὶ Ιαμβρι ποιου̃σιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβαθ θυγατέρα ἑνὸς τω̃ν μεγάλων μεγιστάνων Χανααν μετὰ παραπομπη̃ς μεγάλης

9:38 καὶ ἐμνήσθησαν του̃ αἵματος Ιωαννου του̃ ἀδελφου̃ αὐτω̃ν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην του̃ ὄρους

9:39 καὶ ἠ̃ραν τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ εἰ̃δον καὶ ἰδοὺ θρου̃ς καὶ ἀποσκευὴ πολλή καὶ ὁ νυμφίος ἐξη̃λθεν καὶ οἱ φίλοι αὐτου̃ καὶ οἱ ἀδελφοὶ αὐτου̃ εἰς συνάντησιν αὐτω̃ν μετὰ τυμπάνων καὶ μουσικω̃ν καὶ ὅπλων πολλω̃ν

9:40 καὶ ἐξανέστησαν ἐπ' αὐτοὺς ἀπὸ του̃ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος καὶ ἔλαβον πάντα τὰ σκυ̃λα αὐτω̃ν

9:41 καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ φωνὴ μουσικω̃ν αὐτω̃ν εἰς θρη̃νον

9:42 καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφου̃ αὐτω̃ν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος του̃ Ιορδάνου

9:43 καὶ ἤκουσεν Βακχίδης καὶ ἠ̃λθεν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἕως τω̃ν κρηπίδων του̃ Ιορδάνου ἐν δυνάμει πολλη̨̃

9:44 καὶ εἰ̃πεν Ιωναθαν τοι̃ς παρ' αὐτου̃ ἀναστω̃μεν δὴ καὶ πολεμήσωμεν περὶ τω̃ν ψυχω̃ν ἡμω̃ν οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν

9:45 ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισθεν ἡμω̃ν τὸ δὲ ὕδωρ του̃ Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός οὐκ ἔστιν τόπος του̃ ἐκκλι̃ναι

9:46 νυ̃ν οὐ̃ν κεκράξατε εἰς τὸν οὐρανόν ὅπως διασωθη̃τε ἐκ χειρὸς τω̃ν ἐχθρω̃ν ἡμω̃ν

9:47 καὶ συνη̃ψεν ὁ πόλεμος καὶ ἐξέτεινεν Ιωναθαν τὴν χει̃ρα αὐτου̃ πατάξαι τὸν Βακχίδην καὶ ἐξέκλινεν ἀπ' αὐτου̃ εἰς τὰ ὀπίσω

9:48 καὶ ἐνεπήδησεν Ιωναθαν καὶ οἱ μετ' αὐτου̃ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν καὶ οὐ διέβησαν ἐπ' αὐτοὺς τὸν Ιορδάνην

9:49 ἔπεσον δὲ παρὰ Βακχίδου τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς χιλίους ἄνδρας

9:50 καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ καὶ ὠ̨κοδόμησαν πόλεις ὀχυρὰς ἐν τη̨̃ Ιουδαία̨ τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων ἐν τείχεσιν ὑψηλοι̃ς καὶ πύλαις καὶ μοχλοι̃ς

9:51 καὶ ἔθετο φρουρὰν ἐν αὐτοι̃ς του̃ ἐχθραίνειν τω̨̃ Ισραηλ

9:52 καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐται̃ς δυνάμεις καὶ παραθέσεις βρωμάτων

9:53 καὶ ἔλαβεν τοὺς υἱοὺς τω̃ν ἡγουμένων τη̃ς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τη̨̃ ἄκρα̨ ἐν Ιερουσαλημ ἐν φυλακη̨̃

9:54 καὶ ἐν ἔτει τρίτω̨ καὶ πεντηκοστω̨̃ καὶ ἑκατοστω̨̃ τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἐπέταξεν 'Άλκιμος καθαιρει̃ν τὸ τει̃χος τη̃ς αὐλη̃ς τω̃ν ἁγίων τη̃ς ἐσωτέρας καὶ καθει̃λεν τὰ ἔργα τω̃ν προφητω̃ν καὶ ἐνήρξατο του̃ καθαιρει̃ν

9:55 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐπλήγη 'Άλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτου̃ καὶ ἀπεφράγη τὸ στόμα αὐτου̃ καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλη̃σαι λόγον καὶ ἐντείλασθαι περὶ του̃ οἴκου αὐτου̃

9:56 καὶ ἀπέθανεν 'Άλκιμος ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ μετὰ βασάνου μεγάλης

9:57 καὶ εἰ̃δεν Βακχίδης ὅτι ἀπέθανεν 'Άλκιμος καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ ἡσύχασεν ἡ γη̃ Ιουδα ἔτη δύο

9:58 καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες ἰδοὺ Ιωναθαν καὶ οἱ παρ' αὐτου̃ ἐν ἡσυχία̨ κατοικου̃σιν πεποιθότες νυ̃ν οὐ̃ν ἀνάξομεν τὸν Βακχίδην καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μια̨̃

9:59 καὶ πορευθέντες συνεβουλεύσαντο αὐτω̨̃

9:60 καὶ ἀπη̃ρεν του̃ ἐλθει̃ν μετὰ δυνάμεως πολλη̃ς καὶ ἀπέστειλεν λάθρα̨ ἐπιστολὰς πα̃σιν τοι̃ς συμμάχοις αὐτου̃ τοι̃ς ἐν τη̨̃ Ιουδαία̨ ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ' αὐτου̃ καὶ οὐκ ἠδύναντο ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτω̃ν

9:61 καὶ συνέλαβον ἀπὸ τω̃ν ἀνδρω̃ν τη̃ς χώρας τω̃ν ἀρχηγω̃ν τη̃ς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς

9:62 καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ' αὐτου̃ εἰς Βαιθβασι τὴν ἐν τη̨̃ ἐρήμω̨ καὶ ὠ̨κοδόμησεν τὰ καθη̨ρημένα αὐτη̃ς καὶ ἐστερέωσαν αὐτήν

9:63 καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πα̃ν τὸ πλη̃θος αὐτου̃ καὶ τοι̃ς ἐκ τη̃ς Ιουδαίας παρήγγειλεν

9:64 καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασι καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς

9:65 καὶ ἀπέλιπεν Ιωναθαν Σιμωνα τὸν ἀδελφὸν αὐτου̃ ἐν τη̨̃ πόλει καὶ ἐξη̃λθεν εἰς τὴν χώραν καὶ ἠ̃λθεν ἐν ἀριθμω̨̃

9:66 καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελφοὺς αὐτου̃ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τω̨̃ σκηνώματι αὐτω̃ν καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ται̃ς δυνάμεσιν

9:67 καὶ Σιμων καὶ οἱ μετ' αὐτου̃ ἐξη̃λθον ἐκ τη̃ς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς

9:68 καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην καὶ συνετρίβη ὑπ' αὐτω̃ν καὶ ἔθλιβον αὐτὸν σφόδρα ὅτι ἠ̃ν ἡ βουλὴ αὐτου̃ καὶ ἡ ἔφοδος αὐτου̃ κενή

9:69 καὶ ὠργίσθη ἐν θυμω̨̃ τοι̃ς ἀνδράσιν τοι̃ς ἀνόμοις τοι̃ς συμβουλεύσασιν αὐτω̨̃ ἐλθει̃ν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτω̃ν πολλοὺς καὶ ἐβουλεύσατο του̃ ἀπελθει̃ν εἰς τὴν γη̃ν αὐτου̃

9:70 καὶ ἐπέγνω Ιωναθαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις του̃ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδου̃ναι αὐτοι̃ς τὴν αἰχμαλωσίαν

9:71 καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτου̃ καὶ ὤμοσεν αὐτω̨̃ μὴ ἐκζητη̃σαι αὐτω̨̃ κακὸν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃

9:72 καὶ ἀπέδωκεν αὐτω̨̃ τὴν αἰχμαλωσίαν ἣν ἠ̨χμαλώτευσεν τὸ πρότερον ἐκ γη̃ς Ιουδα καὶ ἀποστρέψας ἀπη̃λθεν εἰς τὴν γη̃ν αὐτου̃ καὶ οὐ προσέθετο ἔτι ἐλθει̃ν εἰς τὰ ὅρια αὐτω̃ν

9:73 καὶ κατέπαυσεν ῥομφαία ἐξ Ισραηλ καὶ ὤ̨κησεν Ιωναθαν ἐν Μαχμας καὶ ἤρξατο Ιωναθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβει̃ς ἐξ Ισραηλ

10:1 καὶ ἐν ἔτει ἑξηκοστω̨̃ καὶ ἑκατοστω̨̃ ἀνέβη 'Αλέξανδρος ὁ του̃ 'Αντιόχου ὁ 'Επιφανὴς καὶ κατελάβετο Πτολεμαίδα καὶ ἐπεδέξαντο αὐτόν καὶ ἐβασίλευσεν ἐκει̃

10:2 καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγεν δυνάμεις πολλὰς σφόδρα καὶ ἐξη̃λθεν εἰς συνάντησιν αὐτω̨̃ εἰς πόλεμον

10:3 καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν ἐπιστολὰς λόγοις εἰρηνικοι̃ς ὥστε μεγαλυ̃ναι αὐτόν

10:4 εἰ̃πεν γάρ προφθάσωμεν του̃ εἰρήνην θει̃ναι μετ' αὐτω̃ν πρὶν ἢ θει̃ναι αὐτὸν μετὰ 'Αλεξάνδρου καθ' ἡμω̃ν

10:5 μνησθήσεται γὰρ πάντων τω̃ν κακω̃ν ὡ̃ν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτου̃ καὶ εἰς τὸ ἔθνος

10:6 καὶ ἔδωκεν αὐτω̨̃ ἐξουσίαν συναγαγει̃ν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἰ̃ναι αὐτὸν σύμμαχον αὐτου̃ καὶ τὰ ὅμηρα τὰ ἐν τη̨̃ ἄκρα̨ εἰ̃πεν παραδου̃ναι αὐτω̨̃

10:7 καὶ ἠ̃λθεν Ιωναθαν εἰς Ιερουσαλημ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὠ̃τα παντὸς του̃ λαου̃ καὶ τω̃ν ἐκ τη̃ς ἄκρας

10:8 καὶ ἐφοβήθησαν φόβον μέγαν ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτω̨̃ ὁ βασιλεὺς ἐξουσίαν συναγαγει̃ν δύναμιν

10:9 καὶ παρέδωκαν οἱ ἐκ τη̃ς ἄκρας Ιωναθαν τὰ ὅμηρα καὶ ἀπέδωκεν αὐτοὺς τοι̃ς γονευ̃σιν αὐτω̃ν

10:10 καὶ ὤ̨κησεν Ιωναθαν ἐν Ιερουσαλημ καὶ ἤρξατο οἰκοδομει̃ν καὶ καινίζειν τὴν πόλιν

10:11 καὶ εἰ̃πεν πρὸς τοὺς ποιου̃ντας τὰ ἔργα οἰκοδομει̃ν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόθεν ἐκ λίθων τετραπόδων εἰς ὀχύρωσιν καὶ ἐποίησαν οὕτως

10:12 καὶ ἔφυγον οἱ ἀλλογενει̃ς οἱ ὄντες ἐν τοι̃ς ὀχυρώμασιν οἱ̃ς ὠ̨κοδόμησεν Βακχίδης

10:13 καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτου̃ καὶ ἀπη̃λθεν εἰς τὴν γη̃ν αὐτου̃

10:14 πλὴν ἐν Βαιθσουροις ὑπελείφθησάν τινες τω̃ν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα ἠ̃ν γὰρ εἰς φυγαδευτήριον

10:15 καὶ ἤκουσεν 'Αλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας ὅσας ἀπέστειλεν Δημήτριος τω̨̃ Ιωναθαν καὶ διηγήσαντο αὐτω̨̃ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ τοὺς κόπους οὓς ἔσχον

10:16 καὶ εἰ̃πεν μὴ εὑρήσομεν ἄνδρα τοιου̃τον ἕνα καὶ νυ̃ν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμω̃ν

10:17 καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτω̨̃ κατὰ τοὺς λόγους τούτους λέγων

10:18 βασιλεὺς 'Αλέξανδρος τω̨̃ ἀδελφω̨̃ Ιωναθαν χαίρειν

10:19 ἀκηκόαμεν περὶ σου̃ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἰ̃ του̃ εἰ̃ναι ἡμω̃ν φίλος

10:20 καὶ νυ̃ν καθεστάκαμέν σε σήμερον ἀρχιερέα του̃ ἔθνους σου καὶ φίλον βασιλέως καλει̃σθαί σε καὶ ἀπέστειλεν αὐτω̨̃ πορφύραν καὶ στέφανον χρυσου̃ν καὶ φρονει̃ν τὰ ἡμω̃ν καὶ συντηρει̃ν φιλίας πρὸς ἡμα̃ς

10:21 καὶ ἐνεδύσατο Ιωναθαν τὴν ἁγίαν στολὴν τω̨̃ ἑβδόμω̨ μηνὶ ἔτους ἑξηκοστου̃ καὶ ἑκατοστου̃ ἐν ἑορτη̨̃ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά

10:22 καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἰ̃πεν

10:23 τί του̃το ἐποιήσαμεν ὅτι προέφθακεν ἡμα̃ς 'Αλέξανδρος του̃ φιλίαν καταλαβέσθαι τοι̃ς Ιουδαίοις εἰς στήριγμα

10:24 γράψω αὐτοι̃ς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων ὅπως ὠ̃σιν σὺν ἐμοὶ εἰς βοήθειαν

10:25 καὶ ἀπέστειλεν αὐτοι̃ς κατὰ τοὺς λόγους τούτους βασιλεὺς Δημήτριος τω̨̃ ἔθνει τω̃ν Ιουδαίων χαίρειν

10:26 ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμα̃ς συνθήκας καὶ ἐνεμείνατε τη̨̃ φιλία̨ ἡμω̃ν καὶ οὐ προσεχωρήσατε τοι̃ς ἐχθροι̃ς ἡμω̃ν ἠκούσαμεν καὶ ἐχάρημεν

10:27 καὶ νυ̃ν ἐμμείνατε ἔτι του̃ συντηρη̃σαι πρὸς ἡμα̃ς πίστιν καὶ ἀνταποδώσομεν ὑμι̃ν ἀγαθὰ ἀνθ' ὡ̃ν ποιει̃τε μεθ' ἡμω̃ν

10:28 καὶ ἀφήσομεν ὑμι̃ν ἀφέματα πολλὰ καὶ δώσομεν ὑμι̃ν δόματα

10:29 καὶ νυ̃ν ἀπολύω ὑμα̃ς καὶ ἀφίημι πάντας τοὺς Ιουδαίους ἀπὸ τω̃ν φόρων καὶ τη̃ς τιμη̃ς του̃ ἁλὸς καὶ ἀπὸ τω̃ν στεφάνων

10:30 καὶ ἀντὶ του̃ τρίτου τη̃ς σπορα̃ς καὶ ἀντὶ του̃ ἡμίσους του̃ καρπου̃ του̃ ξυλίνου του̃ ἐπιβάλλοντός μοι λαβει̃ν ἀφίημι ἀπὸ τη̃ς σήμερον καὶ ἐπέκεινα του̃ λαβει̃ν ἀπὸ γη̃ς Ιουδα καὶ ἀπὸ τω̃ν τριω̃ν νομω̃ν τω̃ν προστιθεμένων αὐτη̨̃ ἀπὸ τη̃ς Σαμαρίτιδος καὶ Γαλιλαίας ἀπὸ τη̃ς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον

10:31 καὶ Ιερουσαλημ ἔστω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτη̃ς αἱ δεκάται καὶ τὰ τέλη

10:32 ἀφίημι καὶ τὴν ἐξουσίαν τη̃ς ἄκρας τη̃ς ἐν Ιερουσαλημ καὶ δίδωμι τω̨̃ ἀρχιερει̃ ὅπως ἂν καταστήση̨ ἐν αὐτη̨̃ ἄνδρας οὓς ἂν αὐτὸς ἐκλέξηται του̃ φυλάσσειν αὐτήν

10:33 καὶ πα̃σαν ψυχὴν Ιουδαίων τὴν αἰχμαλωτισθει̃σαν ἀπὸ γη̃ς Ιουδα εἰς πα̃σαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τω̃ν κτηνω̃ν αὐτω̃ν

10:34 καὶ πα̃σαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρει̃ς ἡμέραι πρὸ ἑορτη̃ς καὶ τρει̃ς μετὰ ἑορτὴν ἔστωσαν πα̃σαι ἡμέραι ἀτελείας καὶ ἀφέσεως πα̃σιν τοι̃ς Ιουδαίοις τοι̃ς οὐ̃σιν ἐν τη̨̃ βασιλεία̨ μου

10:35 καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλει̃ν τινα αὐτω̃ν περὶ παντὸς πράγματος

10:36 καὶ προγραφήτωσαν τω̃ν Ιουδαίων εἰς τὰς δυνάμεις του̃ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρω̃ν καὶ δοθήσεται αὐτοι̃ς ξένια ὡς καθήκει πάσαις ται̃ς δυνάμεσιν του̃ βασιλέως

10:37 καὶ κατασταθήσεται ἐξ αὐτω̃ν ἐν τοι̃ς ὀχυρώμασιν του̃ βασιλέως τοι̃ς μεγάλοις καὶ ἐκ τούτων κατασταθήσονται ἐπὶ χρειω̃ν τη̃ς βασιλείας τω̃ν οὐσω̃ν εἰς πίστιν καὶ οἱ ἐπ' αὐτω̃ν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτω̃ν καὶ πορευέσθωσαν τοι̃ς νόμοις αὐτω̃ν καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γη̨̃ Ιουδα

10:38 καὶ τοὺς τρει̃ς νομοὺς τοὺς προστεθέντας τη̨̃ Ιουδαία̨ ἀπὸ τη̃ς χώρας Σαμαρείας προστεθήτω τη̨̃ Ιουδαία̨ πρὸς τὸ λογισθη̃ναι του̃ γενέσθαι ὑφ' ἕνα του̃ μὴ ὑπακου̃σαι ἄλλης ἐξουσίας ἀλλ' ἢ του̃ ἀρχιερέως

10:39 Πτολεμαίδα καὶ τὴν προσκυρου̃σαν αὐτη̨̃ δέδωκα δόμα τοι̃ς ἁγίοις τοι̃ς ἐν Ιερουσαλημ εἰς τὴν καθήκουσαν δαπάνην τοι̃ς ἁγίοις

10:40 κἀγὼ δίδωμι κατ' ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τω̃ν λόγων του̃ βασιλέως ἀπὸ τω̃ν τόπων τω̃ν ἀνηκόντων

10:41 καὶ πα̃ν τὸ πλεονάζον ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τω̃ν χρειω̃ν ὡς ἐν τοι̃ς πρώτοις ἔτεσιν ἀπὸ του̃ νυ̃ν δώσουσιν εἰς τὰ ἔργα του̃ οἴκου

10:42 καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου οὓς ἐλάμβανον ἀπὸ τω̃ν χρειω̃ν του̃ ἁγίου ἀπὸ του̃ λόγου κατ' ἐνιαυτόν καὶ ταυ̃τα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοι̃ς ἱερευ̃σιν τοι̃ς λειτουργου̃σιν

10:43 καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πα̃σιν τοι̃ς ὁρίοις αὐτου̃ ὀφείλων βασιλικὰ καὶ πα̃ν πρα̃γμα ἀπολελύσθωσαν καὶ πάντα ὅσα ἐστὶν αὐτοι̃ς ἐν τη̨̃ βασιλεία̨ μου

10:44 καὶ του̃ οἰκοδομηθη̃ναι καὶ ἐπικαινισθη̃ναι τὰ ἔργα τω̃ν ἁγίων καὶ ἡ δαπάνη δοθήσεται ἐκ του̃ λόγου του̃ βασιλέως

10:45 καὶ του̃ οἰκοδομηθη̃ναι τὰ τείχη Ιερουσαλημ καὶ ὀχυρω̃σαι κυκλόθεν καὶ ἡ δαπάνη δοθήσεται ἐκ του̃ λόγου του̃ βασιλέως καὶ του̃ οἰκοδομηθη̃ναι τὰ τείχη ἐν τη̨̃ Ιουδαία̨

10:46 ὡς δὲ ἤκουσεν Ιωναθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους οὐκ ἐπίστευσαν αὐτοι̃ς οὐδὲ ἐπεδέξαντο ὅτι ἐπεμνήσθησαν τη̃ς κακίας τη̃ς μεγάλης ἡ̃ς ἐποίησεν ἐν Ισραηλ καὶ ἔθλιψεν αὐτοὺς σφόδρα

10:47 καὶ εὐδόκησαν ἐν 'Αλεξάνδρω̨ ὅτι αὐτὸς ἐγένετο αὐτοι̃ς ἀρχηγὸς λόγων εἰρηνικω̃ν καὶ συνεμάχουν αὐτω̨̃ πάσας τὰς ἡμέρας

10:48 καὶ συνήγαγεν 'Αλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου

10:49 καὶ συνη̃ψαν πόλεμον οἱ δύο βασιλει̃ς καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου καὶ ἐδίωξεν αὐτὸν ὁ 'Αλέξανδρος καὶ ἴσχυσεν ἐπ' αὐτούς

10:50 καὶ ἐστερέωσεν τὸν πόλεμον σφόδρα ἕως ἔδυ ὁ ἥλιος καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨

10:51 καὶ ἀπέστειλεν 'Αλέξανδρος πρὸς Πτολεμαι̃ον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων

10:52 ἐπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐνεκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τη̃ς ἀρχη̃ς καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τη̃ς χώρας ἡμω̃ν

10:53 καὶ συνη̃ψα πρὸς αὐτὸν μάχην καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτου̃ ὑφ' ἡμω̃ν καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτου̃

10:54 καὶ νυ̃ν στήσωμεν πρὸς αὑτοὺς φιλίαν καὶ νυ̃ν δός μοι τὴν θυγατέρα σου εἰς γυναι̃κα καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτη̨̃ ἄξιά σου

10:55 καὶ ἀπεκρίθη Πτολεμαι̃ος ὁ βασιλεὺς λέγων ἀγαθὴ ἡμέρα ἐν ἡ̨̃ ἐπέστρεψας εἰς γη̃ν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτω̃ν

10:56 καὶ νυ̃ν ποιήσω σοι ἃ ἔγραψας ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα ὅπως ἴδωμεν ἀλλήλους καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας

10:57 καὶ ἐξη̃λθεν Πτολεμαι̃ος ἐξ Αἰγύπτου αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτου̃ καὶ ἠ̃λθεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστου̃ καὶ ἑκατοστου̃

10:58 καὶ ἀπήντησεν αὐτω̨̃ 'Αλέξανδρος ὁ βασιλεύς καὶ ἐξέδετο αὐτω̨̃ Κλεοπάτραν τὴν θυγατέρα αὐτου̃ καὶ ἐποίησεν τὸν γάμον αὐτη̃ς ἐν Πτολεμαίδι καθὼς οἱ βασιλει̃ς ἐν δόξη̨ μεγάλη̨

10:59 καὶ ἔγραψεν 'Αλέξανδρος ὁ βασιλεὺς Ιωναθη ἐλθει̃ν εἰς συνάντησιν αὐτω̨̃

10:60 καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοι̃ς δυσὶν βασιλευ̃σι καὶ ἔδωκεν αὐτοι̃ς ἀργύριον καὶ χρυσίον καὶ τοι̃ς φίλοις αὐτω̃ν καὶ δόματα πολλὰ καὶ εὑ̃ρεν χάριν ἐνώπιον αὐτω̃ν

10:61 καὶ ἐπισυνήχθησαν ἐπ' αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ισραηλ ἄνδρες παράνομοι ἐντυχει̃ν κατ' αὐτου̃ καὶ οὐ προσέσχεν αὐτοι̃ς ὁ βασιλεύς

10:62 καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν Ιωναθαν τὰ ἱμάτια αὐτου̃ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν καὶ ἐποίησαν οὕτως

10:63 καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ' αὐτου̃ καὶ εἰ̃πεν τοι̃ς ἄρχουσιν αὐτου̃ ἐξέλθατε μετ' αὐτου̃ εἰς μέσον τη̃ς πόλεως καὶ κηρύξατε του̃ μηδένα ἐντυγχάνειν κατ' αὐτου̃ περὶ μηδενὸς πράγματος καὶ μηδεὶς αὐτω̨̃ παρενοχλείτω περὶ παντὸς λόγου

10:64 καὶ ἐγένετο ὡς εἰ̃δον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτου̃ καθὼς ἐκήρυξεν καὶ περιβεβλημένον αὐτὸν πορφύραν καὶ ἔφυγον πάντες

10:65 καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τω̃ν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην

10:66 καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ μετ' εἰρήνης καὶ εὐφροσύνης

10:67 καὶ ἐν ἔτει πέμπτω̨ καὶ ἑξηκοστω̨̃ καὶ ἑκατοστω̨̃ ἠ̃λθεν Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γη̃ν τω̃ν πατέρων αὐτου̃

10:68 καὶ ἤκουσεν 'Αλέξανδρος ὁ βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς 'Αντιόχειαν

10:69 καὶ κατέστησεν Δημήτριος 'Απολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας καὶ συνήγαγεν δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐπὶ Ιάμνειαν καὶ ἀπέστειλεν πρὸς Ιωναθαν τὸν ἀρχιερέα λέγων

10:70 σὺ μονώτατος ἐπαίρη̨ ἐφ' ἡμα̃ς ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ καὶ διὰ τί σὺ ἐξουσιάζη̨ ἐφ' ἡμα̃ς ἐν τοι̃ς ὄρεσι

10:71 νυ̃ν οὐ̃ν εἰ πέποιθας ἐπὶ ται̃ς δυνάμεσίν σου κατάβηθι πρὸς ἡμα̃ς εἰς τὸ πεδίον καὶ συγκριθω̃μεν ἑαυτοι̃ς ἐκει̃ ὅτι μετ' ἐμου̃ ἐστιν δύναμις τω̃ν πόλεων

10:72 ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθου̃ντες ἡμι̃ν καὶ λέγουσιν οὐκ ἔστιν ὑμι̃ν στάσις ποδὸς κατὰ πρόσωπον ἡμω̃ν ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τη̨̃ γη̨̃ αὐτω̃ν

10:73 καὶ νυ̃ν οὐ δυνήση̨ ὑποστη̃ναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τω̨̃ πεδίω̨ ὅπου οὐκ ἔστιν λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος του̃ φυγει̃ν

10:74 ὡς δὲ ἤκουσεν Ιωναθαν τω̃ν λόγων 'Απολλωνίου ἐκινήθη τη̨̃ διανοία̨ καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρω̃ν καὶ ἐξη̃λθεν ἐξ Ιερουσαλημ καὶ συνήντησεν αὐτω̨̃ Σιμων ὁ ἀδελφὸς αὐτου̃ ἐπὶ βοήθειαν αὐτω̨̃

10:75 καὶ παρενέβαλεν ἐπὶ Ιοππην καὶ ἀπέκλεισαν αὐτὴν οἱ ἐκ τη̃ς πόλεως ὅτι φρουρὰ 'Απολλωνίου ἐν Ιοππη καὶ ἐπολέμησαν αὐτήν

10:76 καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τη̃ς πόλεως καὶ ἐκυρίευσεν Ιωναθαν Ιοππης

10:77 καὶ ἤκουσεν 'Απολλώνιος καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς 'Άζωτον ὡς διοδεύων καὶ ἅμα προη̃γεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλη̃θος ἵππου καὶ πεποιθέναι ἐπ' αὐτη̨̃

10:78 καὶ κατεδίωξεν ὀπίσω αὐτου̃ εἰς 'Άζωτον καὶ συνη̃ψαν αἱ παρεμβολαὶ εἰς πόλεμον

10:79 καὶ ἀπέλιπεν Απολλώνιος χιλίαν ἵππον κρυπτω̃ς κατόπισθεν αὐτω̃ν

10:80 καὶ ἔγνω Ιωναθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτου̃ καὶ ἐκύκλωσαν αὐτου̃ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης

10:81 ὁ δὲ λαὸς εἱστήκει καθὼς ἐπέταξεν Ιωναθαν καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτω̃ν

10:82 καὶ εἵλκυσεν Σιμων τὴν δύναμιν αὐτου̃ καὶ συνη̃ψεν πρὸς τὴν φάλαγγα ἡ γὰρ ἵππος ἐξελύθη καὶ συνετρίβησαν ὑπ' αὐτου̃ καὶ ἔφυγον

10:83 καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τω̨̃ πεδίω̨ καὶ ἔφυγον εἰς 'Άζωτον καὶ εἰση̃λθον εἰς Βηθδαγων τὸ εἰδώλιον αὐτω̃ν του̃ σωθη̃ναι

10:84 καὶ ἐνεπύρισεν Ιωναθαν τὴν 'Άζωτον καὶ τὰς πόλεις τὰς κύκλω̨ αὐτη̃ς καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτω̃ν καὶ τὸ ἱερὸν Δαγων καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισεν πυρί

10:85 καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρα̨ σὺν τοι̃ς ἐμπυρισθει̃σιν εἰς ἄνδρας ὀκτακισχιλίους

10:86 καὶ ἀπη̃ρεν ἐκει̃θεν Ιωναθαν καὶ παρενέβαλεν ἐπὶ 'Ασκαλω̃να καὶ ἐξη̃λθον οἱ ἐκ τη̃ς πόλεως εἰς συνάντησιν αὐτω̨̃ ἐν δόξη̨ μεγάλη̨

10:87 καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ σὺν τοι̃ς παρ' αὐτου̃ ἔχοντες σκυ̃λα πολλά

10:88 καὶ ἐγένετο ὡς ἤκουσεν 'Αλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους καὶ προσέθετο ἔτι δοξάσαι τὸν Ιωναθαν

10:89 καὶ ἀπέστειλεν αὐτω̨̃ πόρπην χρυση̃ν ὡς ἔθος ἐστὶν δίδοσθαι τοι̃ς συγγενέσιν τω̃ν βασιλέων καὶ ἔδωκεν αὐτω̨̃ τὴν Ακκαρων καὶ πάντα τὰ ὅρια αὐτη̃ς εἰς κληροδοσίαν

11:1 καὶ βασιλεὺς Αἰγύπτου ἤθροισεν δυνάμεις πολλὰς ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χει̃λος τη̃ς θαλάσσης καὶ πλοι̃α πολλὰ καὶ ἐζήτησε κατακρατη̃σαι τη̃ς βασιλείας 'Αλεξάνδρου δόλω̨ καὶ προσθει̃ναι αὐτὴν τη̨̃ βασιλεία̨ αὐτου̃

11:2 καὶ ἐξη̃λθεν εἰς Συρίαν λόγοις εἰρηνικοι̃ς καὶ ἤνοιγον αὐτω̨̃ οἱ ἀπὸ τω̃ν πόλεων καὶ συνήντων αὐτω̨̃ ὅτι ἐντολὴ ἠ̃ν 'Αλεξάνδρου του̃ βασιλέως συναντα̃ν αὐτω̨̃ διὰ τὸ πενθερὸν αὐτου̃ εἰ̃ναι

11:3 ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαι̃ος ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστη̨ πόλει

11:4 ὡς δὲ ἤγγισαν Αζώτου ἔδειξαν αὐτω̨̃ τὸ ἱερὸν Δαγων ἐμπεπυρισμένον καὶ 'Άζωτον καὶ τὰ περιπόλια αὐτη̃ς καθη̨ρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους οὓς ἐνεπύρισεν ἐν τω̨̃ πολέμω̨ ἐποίησαν γὰρ θιμωνιὰς αὐτω̃ν ἐν τη̨̃ ὁδω̨̃ αὐτου̃

11:5 καὶ διηγήσαντο τω̨̃ βασιλει̃ ἃ ἐποίησεν Ιωναθαν εἰς τὸ ψογίσαι αὐτόν καὶ ἐσίγησεν ὁ βασιλεύς

11:6 καὶ συνήντησεν Ιωναθαν τω̨̃ βασιλει̃ εἰς Ιοππην μετὰ δόξης καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκει̃

11:7 καὶ ἐπορεύθη Ιωναθαν μετὰ του̃ βασιλέως ἕως του̃ ποταμου̃ του̃ καλουμένου 'Ελευθέρου καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ

11:8 ὁ δὲ βασιλεὺς Πτολεμαι̃ος ἐκυρίευσεν τω̃ν πόλεων τη̃ς παραλίας ἕως Σελευκείας τη̃ς παραθαλασσίας καὶ διελογίζετο περὶ 'Αλεξάνδρου λογισμοὺς πονηρούς

11:9 καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων δευ̃ρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην καὶ δώσω σοι τὴν θυγατέρα μου ἣν εἰ̃χεν 'Αλέξανδρος καὶ βασιλεύσεις τη̃ς βασιλείας του̃ πατρός σου

11:10 μεταμεμέλημαι γὰρ δοὺς αὐτω̨̃ τὴν θυγατέρα μου ἐζήτησεν γὰρ ἀποκτει̃ναί με

11:11 καὶ ἐψόγισεν αὐτὸν χάριν του̃ ἐπιθυμη̃σαι αὐτὸν τη̃ς βασιλείας αὐτου̃

11:12 καὶ ἀφελόμενος αὐτου̃ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τω̨̃ Δημητρίω̨ καὶ ἠλλοιώθη τω̨̃ 'Αλεξάνδρω̨ καὶ ἐφάνη ἡ ἔχθρα αὐτω̃ν

11:13 καὶ εἰση̃λθεν Πτολεμαι̃ος εἰς 'Αντιόχειαν καὶ περιέθετο τὸ διάδημα τη̃ς 'Ασίας καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτου̃ τὸ τη̃ς Αἰγύπτου καὶ 'Ασίας

11:14 'Αλέξανδρος δὲ ὁ βασιλεὺς ἠ̃ν ἐν Κιλικία̨ κατὰ τοὺς καιροὺς ἐκείνους ὅτι ἀπεστάτουν οἱ ἀπὸ τω̃ν τόπων ἐκείνων

11:15 καὶ ἤκουσεν 'Αλέξανδρος καὶ ἠ̃λθεν ἐπ' αὐτὸν ἐν πολέμω̨ καὶ ἐξήγαγεν Πτολεμαι̃ος καὶ ἀπήντησεν αὐτω̨̃ ἐν χειρὶ ἰσχυρα̨̃ καὶ ἐτροπώσατο αὐτόν

11:16 καὶ ἔφυγεν 'Αλέξανδρος εἰς τὴν 'Αραβίαν του̃ σκεπασθη̃ναι αὐτὸν ἐκει̃ ὁ δὲ βασιλεὺς Πτολεμαι̃ος ὑψώθη

11:17 καὶ ἀφει̃λεν Ζαβδιηλ ὁ 'Άραψ τὴν κεφαλὴν 'Αλεξάνδρου καὶ ἀπέστειλεν τω̨̃ Πτολεμαίω̨

11:18 καὶ ὁ βασιλεὺς Πτολεμαι̃ος ἀπέθανεν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ οἱ ὄντες ἐν τοι̃ς ὀχυρώμασιν αὐτου̃ ἀπώλοντο ὑπὸ τω̃ν ἐν τοι̃ς ὀχυρώμασιν

11:19 καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστου̃ καὶ ἑκατοστου̃

11:20 ἐν ται̃ς ἡμέραις ἐκείναις συνήγαγεν Ιωναθαν τοὺς ἐκ τη̃ς Ιουδαίας του̃ ἐκπολεμη̃σαι τὴν ἄκραν τὴν ἐν Ιερουσαλημ καὶ ἐποίησεν ἐπ' αὐτὴν μηχανὰς πολλάς

11:21 καὶ ἐπορεύθησάν τινες μισου̃ντες τὸ ἔθνος αὐτω̃ν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτω̨̃ ὅτι Ιωναθαν περικάθηται τὴν ἄκραν

11:22 καὶ ἀκούσας ὠργίσθη ὡς δὲ ἤκουσεν εὐθέως ἀναζεύξας ἠ̃λθεν εἰς Πτολεμαίδα καὶ ἔγραψεν Ιωναθαν του̃ μὴ περικαθη̃σθαι καὶ του̃ ἀπαντη̃σαι αὐτὸν αὐτω̨̃ συμμίσγειν εἰς Πτολεμαίδα τὴν ταχίστην

11:23 ὡς δὲ ἤκουσεν Ιωναθαν ἐκέλευσεν περικαθη̃σθαι καὶ ἐπέλεξεν τω̃ν πρεσβυτέρων Ισραηλ καὶ τω̃ν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τω̨̃ κινδύνω̨

11:24 καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα καὶ ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαίδα καὶ εὑ̃ρεν χάριν ἐναντίον αὐτου̃

11:25 καὶ ἐνετύγχανον κατ' αὐτου̃ τινες ἄνομοι τω̃ν ἐκ του̃ ἔθνους

11:26 καὶ ἐποίησεν αὐτω̨̃ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτω̨̃ οἱ πρὸ αὐτου̃ καὶ ὕψωσεν αὐτὸν ἐναντίον τω̃ν φίλων αὐτου̃ πάντων

11:27 καὶ ἔστησεν αὐτω̨̃ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἰ̃χεν τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τω̃ν πρώτων φίλων ἡγει̃σθαι

11:28 καὶ ἠξίωσεν Ιωναθαν τὸν βασιλέα ποιη̃σαι τὴν Ιουδαίαν ἀφορολόγητον καὶ τὰς τρει̃ς τοπαρχίας καὶ τὴν Σαμαρι̃τιν καὶ ἐπηγγείλατο αὐτω̨̃ τάλαντα τριακόσια

11:29 καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψεν τω̨̃ Ιωναθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον του̃τον

11:30 βασιλεὺς Δημήτριος Ιωναθαν τω̨̃ ἀδελφω̨̃ χαίρειν καὶ ἔθνει Ιουδαίων

11:31 τὸ ἀντίγραφον τη̃ς ἐπιστολη̃ς ἡ̃ς ἐγράψαμεν Λασθένει τω̨̃ συγγενει̃ ἡμω̃ν περὶ ὑμω̃ν γεγράφαμεν καὶ πρὸς ὑμα̃ς ὅπως εἰδη̃τε

11:32 βασιλεὺς Δημήτριος Λασθένει τω̨̃ πατρὶ χαίρειν

11:33 τω̨̃ ἔθνει τω̃ν Ιουδαίων φίλοις ἡμω̃ν καὶ συντηρου̃σιν τὰ πρὸς ἡμα̃ς δίκαια ἐκρίναμεν ἀγαθὸν ποιη̃σαι χάριν τη̃ς ἐξ αὐτω̃ν εὐνοίας πρὸς ἡμα̃ς

11:34 ἑστάκαμεν αὐτοι̃ς τά τε ὅρια τη̃ς Ιουδαίας καὶ τοὺς τρει̃ς νομοὺς Αφαιρεμα καὶ Λυδδα καὶ Ραθαμιν προσετέθησαν τη̨̃ Ιουδαία̨ ἀπὸ τη̃ς Σαμαρίτιδος καὶ πάντα τὰ συγκυρου̃ντα αὐτοι̃ς πα̃σιν τοι̃ς θυσιάζουσιν εἰς Ιεροσόλυμα ἀντὶ τω̃ν βασιλικω̃ν ὡ̃ν ἐλάμβανεν ὁ βασιλεὺς παρ' αὐτω̃ν τὸ πρότερον κατ' ἐνιαυτὸν ἀπὸ τω̃ν γενημάτων τη̃ς γη̃ς καὶ τω̃ν ἀκροδρύων

11:35 καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμι̃ν ἀπὸ του̃ νυ̃ν τω̃ν δεκατω̃ν καὶ τω̃ν τελω̃ν τω̃ν ἀνηκόντων ἡμι̃ν καὶ τὰς του̃ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμι̃ν στεφάνους πάντα ἐπαρκέσομεν αὐτοι̃ς

11:36 καὶ οὐκ ἀθετηθήσεται οὐδὲ ἓν τούτων ἀπὸ του̃ νυ̃ν εἰς τὸν ἅπαντα χρόνον

11:37 νυ̃ν οὐ̃ν ἐπιμέλεσθε του̃ ποιη̃σαι τούτων ἀντίγραφον καὶ δοθήτω Ιωναθαν καὶ τεθήτω ἐν τω̨̃ ὄρει τω̨̃ ἁγίω̨ ἐν τόπω̨ ἐπισήμω̨

11:38 καὶ εἰ̃δεν Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γη̃ ἐνώπιον αὐτου̃ καὶ οὐδὲν αὐτω̨̃ ἀνθειστήκει καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτου̃ ἕκαστον εἰς τὸν ἴδιον τόπον πλὴν τω̃ν ξένων δυνάμεων ὡ̃ν ἐξενολόγησεν ἀπὸ τω̃ν νήσων τω̃ν ἐθνω̃ν καὶ ἤχθραναν αὐτω̨̃ πα̃σαι αἱ δυνάμεις αἱ ἀπὸ τω̃ν πατέρων

11:39 Τρύφων δὲ ἠ̃ν τω̃ν παρὰ 'Αλεξάνδρου τὸ πρότερον καὶ εἰ̃δεν ὅτι πα̃σαι αἱ δυνάμεις καταγογγύζουσιν κατὰ του̃ Δημητρίου καὶ ἐπορεύθη πρὸς Ιμαλκουε τὸν 'Άραβα ὃς ἔτρεφεν 'Αντίοχον τὸ παιδάριον τὸν του̃ 'Αλεξάνδρου

11:40 καὶ προσήδρευεν αὐτω̨̃ ὅπως παραδοι̃ αὐτὸν αὐτω̨̃ ὅπως βασιλεύση̨ ἀντὶ του̃ πατρὸς αὐτου̃ καὶ ἀπήγγειλεν αὐτω̨̃ ὅσα συνετέλεσεν ὁ Δημήτριος καὶ τὴν ἔχθραν ἣν ἐχθραίνουσιν αὐτω̨̃ αἱ δυνάμεις αὐτου̃ καὶ ἔμεινεν ἐκει̃ ἡμέρας πολλάς

11:41 καὶ ἀπέστειλεν Ιωναθαν πρὸς Δημήτριον τὸν βασιλέα ἵνα ἐκβάλη̨ τοὺς ἐκ τη̃ς ἄκρας ἐξ Ιερουσαλημ καὶ τοὺς ἐν τοι̃ς ὀχυρώμασιν ἠ̃σαν γὰρ πολεμου̃ντες τὸν Ισραηλ

11:42 καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν λέγων οὐ ταυ̃τα μόνον ποιήσω σοι καὶ τω̨̃ ἔθνει σου ἀλλὰ δόξη̨ δοξάσω σε καὶ τὸ ἔθνος σου ἐὰν εὐκαιρίας τύχω

11:43 νυ̃ν οὐ̃ν ὀρθω̃ς ποιήσεις ἀποστείλας μοι ἄνδρας οἳ συμμαχήσουσίν μοι ὅτι ἀπέστησαν πα̃σαι αἱ δυνάμεις μου

11:44 καὶ ἀπέστειλεν Ιωναθαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύι αὐτω̨̃ εἰς 'Αντιόχειαν καὶ ἠ̃λθον πρὸς τὸν βασιλέα καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τη̨̃ ἐφόδω̨ αὐτω̃ν

11:45 καὶ ἐπισυνήχθησαν οἱ ἀπὸ τη̃ς πόλεως εἰς μέσον τη̃ς πόλεως εἰς ἀνδρω̃ν δώδεκα μυριάδας καὶ ἠβούλοντο ἀνελει̃ν τὸν βασιλέα

11:46 καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν καὶ κατελάβοντο οἱ ἐκ τη̃ς πόλεως τὰς διόδους τη̃ς πόλεως καὶ ἤρξαντο πολεμει̃ν

11:47 καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς Ιουδαίους ἐπὶ βοήθειαν καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τη̨̃ πόλει καὶ ἀπέκτειναν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς μυριάδας δέκα

11:48 καὶ ἐνεπύρισαν τὴν πόλιν καὶ ἔλαβον σκυ̃λα πολλὰ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ καὶ ἔσωσαν τὸν βασιλέα

11:49 καὶ εἰ̃δον οἱ ἀπὸ τη̃ς πόλεως ὅτι κατεκράτησαν οἱ Ιουδαι̃οι τη̃ς πόλεως ὡς ἠβούλοντο καὶ ἠσθένησαν ται̃ς διανοίαις αὐτω̃ν καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως λέγοντες

11:50 δὸς ἡμι̃ν δεξιὰς καὶ παυσάσθωσαν οἱ Ιουδαι̃οι πολεμου̃ντες ἡμα̃ς καὶ τὴν πόλιν

11:51 καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην καὶ ἐδοξάσθησαν οἱ Ιουδαι̃οι ἐναντίον του̃ βασιλέως καὶ ἐνώπιον πάντων τω̃ν ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ ἔχοντες σκυ̃λα πολλά

11:52 καὶ ἐκάθισεν Δημήτριος ὁ βασιλεὺς ἐπὶ θρόνου τη̃ς βασιλείας αὐτου̃ καὶ ἡσύχασεν ἡ γη̃ ἐνώπιον αὐτου̃

11:53 καὶ ἐψεύσατο πάντα ὅσα εἰ̃πεν καὶ ἠλλοτριώθη τω̨̃ Ιωναθαν καὶ οὐκ ἀνταπέδωκεν τὰς εὐνοίας ἃς ἀνταπέδωκεν αὐτω̨̃ καὶ ἔθλιβεν αὐτὸν σφόδρα

11:54 μετὰ δὲ ταυ̃τα ἀπέστρεψεν Τρύφων καὶ 'Αντίοχος μετ' αὐτου̃ παιδάριον νεώτερον καὶ ἐβασίλευσεν καὶ ἐπέθετο διάδημα

11:55 καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πα̃σαι αἱ δυνάμεις ἃς ἀπεσκοράκισεν Δημήτριος καὶ ἐπολέμησαν πρὸς αὐτόν καὶ ἔφυγεν καὶ ἐτροπώθη

11:56 καὶ ἔλαβεν Τρύφων τὰ θηρία καὶ κατεκράτησεν τη̃ς 'Αντιοχείας

11:57 καὶ ἔγραψεν 'Αντίοχος ὁ νεώτερος Ιωναθη λέγων ἵστημί σοι τὴν ἀρχιερωσύνην καὶ καθίστημί σε ἐπὶ τω̃ν τεσσάρων νομω̃ν καὶ εἰ̃ναί σε τω̃ν φίλων του̃ βασιλέως

11:58 καὶ ἀπέστειλεν αὐτω̨̃ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτω̨̃ ἐξουσίαν πίνειν ἐν χρυσώμασιν καὶ εἰ̃ναι ἐν πορφύρα̨ καὶ ἔχειν πόρπην χρυση̃ν

11:59 καὶ Σιμωνα τὸν ἀδελφὸν αὐτου̃ κατέστησεν στρατηγὸν ἀπὸ τη̃ς κλίμακος Τύρου ἕως τω̃ν ὁρίων Αἰγύπτου

11:60 καὶ ἐξη̃λθεν Ιωναθαν καὶ διεπορεύετο πέραν του̃ ποταμου̃ καὶ ἐν ται̃ς πόλεσιν καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πα̃σα δύναμις Συρίας εἰς συμμαχίαν καὶ ἠ̃λθεν εἰς 'Ασκαλω̃να καὶ ἀπήντησαν αὐτω̨̃ οἱ ἐκ τη̃ς πόλεως ἐνδόξως

11:61 καὶ ἀπη̃λθεν ἐκει̃θεν εἰς Γάζαν καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης καὶ περιεκάθισεν περὶ αὐτὴν καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτη̃ς ἐν πυρὶ καὶ ἐσκύλευσεν αὐτά

11:62 καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης Ιωναθαν καὶ ἔδωκεν αὐτοι̃ς δεξιὰς καὶ ἔλαβεν τοὺς υἱοὺς τω̃ν ἀρχόντων αὐτω̃ν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ιερουσαλημ καὶ διη̃λθεν τὴν χώραν ἕως Δαμασκου̃

11:63 καὶ ἤκουσεν Ιωναθαν ὅτι παρη̃σαν οἱ ἄρχοντες Δημητρίου εἰς Κηδες τὴν ἐν τη̨̃ Γαλιλαία̨ μετὰ δυνάμεως πολλη̃ς βουλόμενοι μεταστη̃σαι αὐτὸν τη̃ς χρείας

11:64 καὶ συνήντησεν αὐτοι̃ς τὸν δὲ ἀδελφὸν αὐτου̃ Σιμωνα κατέλιπεν ἐν τη̨̃ χώρα̨

11:65 καὶ παρενέβαλεν Σιμων ἐπὶ Βαιθσουρα καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν

11:66 καὶ ἠξίωσαν αὐτὸν του̃ δεξιὰς λαβει̃ν καὶ ἔδωκεν αὐτοι̃ς καὶ ἐξέβαλεν αὐτοὺς ἐκει̃θεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔθετο ἐπ' αὐτὴν φρουράν

11:67 καὶ Ιωναθαν καὶ ἡ παρεμβολὴ αὐτου̃ παρενέβαλον ἐπὶ τὸ ὕδωρ του̃ Γεννησαρ καὶ ὤρθρισαν τὸ πρωὶ εἰς τὸ πεδίον Ασωρ

11:68 καὶ ἰδοὺ ἡ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτω̨̃ ἐν τω̨̃ πεδίω̨ καὶ ἐξέβαλον ἔνεδρον ἐπ' αὐτὸν ἐν τοι̃ς ὄρεσιν αὐτοὶ δὲ ἀπήντησαν ἐξ ἐναντίας

11:69 τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τω̃ν τόπων αὐτω̃ν καὶ συνη̃ψαν πόλεμον

11:70 καὶ ἔφυγον οἱ παρὰ Ιωναθου πάντες οὐδὲ εἱ̃ς κατελείφθη ἀπ' αὐτω̃ν πλὴν Ματταθιας ὁ του̃ Αψαλωμου καὶ Ιουδας ὁ του̃ Χαλφι ἄρχοντες τη̃ς στρατια̃ς τω̃ν δυνάμεων

11:71 καὶ διέρρηξεν Ιωναθαν τὰ ἱμάτια αὐτου̃ καὶ ἐπέθετο γη̃ν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ προσηύξατο

11:72 καὶ ὑπέστρεψεν πρὸς αὐτοὺς πολέμω̨ καὶ ἐτροπώσατο αὐτούς καὶ ἔφυγον

11:73 καὶ εἰ̃δον οἱ φεύγοντες παρ' αὐτου̃ καὶ ἐπέστρεψαν ἐπ' αὐτὸν καὶ ἐδίωκον μετ' αὐτου̃ ἕως Κεδες ἕως τη̃ς παρεμβολη̃ς αὐτω̃ν καὶ παρενέβαλον ἐκει̃

11:74 καὶ ἔπεσον ἐκ τω̃ν ἀλλοφύλων ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς ἄνδρας τρισχιλίους καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ

12:1 καὶ εἰ̃δεν Ιωναθαν ὅτι ὁ καιρὸς αὐτω̨̃ συνεργει̃ καὶ ἐπελέξατο ἄνδρας καὶ ἀπέστειλεν εἰς 'Ρώμην στη̃σαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν

12:2 καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά

12:3 καὶ ἐπορεύθησαν εἰς 'Ρώμην καὶ εἰση̃λθον εἰς τὸ βουλευτήριον καὶ εἰ̃πον Ιωναθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τω̃ν Ιουδαίων ἀπέστειλεν ἡμα̃ς ἀνανεώσασθαι τὴν φιλίαν ἑαυτοι̃ς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον

12:4 καὶ ἔδωκαν ἐπιστολὰς αὐτοι̃ς πρὸς αὐτοὺς κατὰ τόπον ὅπως προπέμπωσιν αὐτοὺς εἰς γη̃ν Ιουδα μετ' εἰρήνης

12:5 καὶ του̃το τὸ ἀντίγραφον τω̃ν ἐπιστολω̃ν ὡ̃ν ἔγραψεν Ιωναθαν τοι̃ς Σπαρτιάταις

12:6 Ιωναθαν ἀρχιερεὺς καὶ ἡ γερουσία του̃ ἔθνους καὶ οἱ ἱερει̃ς καὶ ὁ λοιπὸς δη̃μος τω̃ν Ιουδαίων Σπαρτιάταις τοι̃ς ἀδελφοι̃ς χαίρειν

12:7 ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ονιαν τὸν ἀρχιερέα παρὰ 'Αρείου του̃ βασιλεύοντος ἐν ὑμι̃ν ὅτι ἐστὲ ἀδελφοὶ ἡμω̃ν ὡς τὸ ἀντίγραφον ὑπόκειται

12:8 καὶ ἐπεδέξατο ὁ Ονιας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβεν τὰς ἐπιστολάς ἐν αἱ̃ς διεσαφει̃το περὶ συμμαχίας καὶ φιλίας

12:9 ἡμει̃ς οὐ̃ν ἀπροσδεει̃ς τούτων ὄντες παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ται̃ς χερσὶν ἡμω̃ν

12:10 ἐπειράθημεν ἀποστει̃λαι τὴν πρὸς ὑμα̃ς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι πρὸς τὸ μὴ ἐξαλλοτριωθη̃ναι ὑμω̃ν πολλοὶ γὰρ καιροὶ διη̃λθον ἀφ' οὑ̃ ἀπεστείλατε πρὸς ἡμα̃ς

12:11 ἡμει̃ς οὐ̃ν ἐν παντὶ καιρω̨̃ ἀδιαλείπτως ἔν τε ται̃ς ἑορται̃ς καὶ ται̃ς λοιπαι̃ς καθηκούσαις ἡμέραις μιμνη̨σκόμεθα ὑμω̃ν ἐφ' ὡ̃ν προσφέρομεν θυσιω̃ν καὶ ἐν ται̃ς προσευχαι̃ς ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελφω̃ν

12:12 εὐφραινόμεθα δὲ ἐπὶ τη̨̃ δόξη̨ ὑμω̃ν

12:13 ἡμα̃ς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί καὶ ἐπολέμησαν ἡμα̃ς οἱ βασιλει̃ς οἱ κύκλω̨ ἡμω̃ν

12:14 οὐκ ἠβουλόμεθα οὐ̃ν παρενοχλη̃σαι ὑμι̃ν καὶ τοι̃ς λοιποι̃ς συμμάχοις καὶ φίλοις ἡμω̃ν ἐν τοι̃ς πολέμοις τούτοις

12:15 ἔχομεν γὰρ τὴν ἐξ οὐρανου̃ βοήθειαν βοηθου̃σαν ἡμι̃ν καὶ ἐρρύσθημεν ἀπὸ τω̃ν ἐχθρω̃ν καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμω̃ν

12:16 ἐπελέξαμεν οὐ̃ν Νουμήνιον 'Αντιόχου καὶ 'Αντίπατρον 'Ιάσονος καὶ ἀπεστάλκαμεν πρὸς 'Ρωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον

12:17 ἐνετειλάμεθα οὐ̃ν αὐτοι̃ς καὶ πρὸς ὑμα̃ς πορευθη̃ναι καὶ ἀσπάσασθαι ὑμα̃ς καὶ ἀποδου̃ναι ὑμι̃ν τὰς παρ' ἡμω̃ν ἐπιστολὰς περὶ τη̃ς ἀνανεώσεως καὶ τη̃ς ἀδελφότητος ἡμω̃ν

12:18 καὶ νυ̃ν καλω̃ς ποιήσετε ἀντιφωνήσαντες ἡμι̃ν πρὸς ταυ̃τα

12:19 καὶ του̃το τὸ ἀντίγραφον τω̃ν ἐπιστολω̃ν ὡ̃ν ἀπέστειλαν Ονια

12:20 'Άρειος βασιλεὺς Σπαρτιατω̃ν Ονια ἱερει̃ μεγάλω̨ χαίρειν

12:21 εὑρέθη ἐν γραφη̨̃ περί τε τω̃ν Σπαρτιατω̃ν καὶ Ιουδαίων ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους Αβρααμ

12:22 καὶ νυ̃ν ἀφ' οὑ̃ ἔγνωμεν ταυ̃τα καλω̃ς ποιήσετε γράφοντες ἡμι̃ν περὶ τη̃ς εἰρήνης ὑμω̃ν

12:23 καὶ ἡμει̃ς δὲ ἀντιγράφομεν ὑμι̃ν τὰ κτήνη ὑμω̃ν καὶ ἡ ὕπαρξις ὑμω̃ν ἡμι̃ν ἐστιν καὶ τὰ ἡμω̃ν ὑμι̃ν ἐστιν ἐντελλόμεθα οὐ̃ν ὅπως ἀπαγγείλωσιν ὑμι̃ν κατὰ ταυ̃τα

12:24 καὶ ἤκουσεν Ιωναθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλη̃ς ὑπὲρ τὸ πρότερον του̃ πολεμη̃σαι πρὸς αὐτόν

12:25 καὶ ἀπη̃ρεν ἐξ Ιερουσαλημ καὶ ἀπήντησεν αὐτοι̃ς εἰς τὴν Αμαθι̃τιν χώραν οὐ γὰρ ἔδωκεν αὐτοι̃ς ἀνοχὴν του̃ ἐμβατευ̃σαι εἰς τὴν χώραν αὐτου̃

12:26 καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτω̃ν καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτω̨̃ ὅτι οὕτως τάσσονται ἐπιπεσει̃ν ἐπ' αὐτοὺς τὴν νύκτα

12:27 ὡς δὲ ἔδυ ὁ ἥλιος ἐπέταξεν Ιωναθαν τοι̃ς παρ' αὐτου̃ γρηγορει̃ν καὶ εἰ̃ναι ἐπὶ τοι̃ς ὅπλοις ἑτοιμάζεσθαι εἰς πόλεμον δι' ὅλης τη̃ς νυκτὸς καὶ ἐξέβαλεν προφύλακας κύκλω̨ τη̃ς παρεμβολη̃ς

12:28 καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ιωναθαν καὶ οἱ παρ' αὐτου̃ εἰς πόλεμον καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τη̨̃ καρδία̨ αὐτω̃ν καὶ ἀνέκαυσαν πυρὰς ἐν τη̨̃ παρεμβολη̨̃ αὐτω̃ν

12:29 Ιωναθαν δὲ καὶ οἱ παρ' αὐτου̃ οὐκ ἔγνωσαν ἕως πρωί ἔβλεπον γὰρ τὰ φω̃τα καιόμενα

12:30 καὶ κατεδίωξεν Ιωναθαν ὀπίσω αὐτω̃ν καὶ οὐ κατέλαβεν αὐτούς διέβησαν γὰρ τὸν 'Ελεύθερον ποταμόν

12:31 καὶ ἐξέκλινεν Ιωναθαν ἐπὶ τοὺς 'Άραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτω̃ν

12:32 καὶ ἀναζεύξας ἠ̃λθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάση̨ τη̨̃ χώρα̨

12:33 καὶ Σιμων ἐξη̃λθεν καὶ διώδευσεν ἕως 'Ασκαλω̃νος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν

12:34 ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδου̃ναι τοι̃ς παρὰ Δημητρίου καὶ ἔθετο ἐκει̃ φρουράν ὅπως φυλάσσωσιν αὐτήν

12:35 καὶ ἐπέστρεψεν Ιωναθαν καὶ ἐξεκκλησίασεν τοὺς πρεσβυτέρους του̃ λαου̃ καὶ ἐβουλεύετο μετ' αὐτω̃ν του̃ οἰκοδομη̃σαι ὀχυρώματα ἐν τη̨̃ Ιουδαία̨

12:36 καὶ προσυψω̃σαι τὰ τείχη Ιερουσαλημ καὶ ὑψω̃σαι ὕψος μέγα ἀνὰ μέσον τη̃ς ἄκρας καὶ τη̃ς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τη̃ς πόλεως ἵνα ἠ̨̃ αὕτη κατὰ μόνας ὅπως μήτε ἀγοράζωσιν μήτε πωλω̃σιν

12:37 καὶ συνήχθησαν του̃ οἰκοδομει̃ν τὴν πόλιν καὶ ἔπεσεν του̃ τείχους του̃ χειμάρρου του̃ ἐξ ἀπηλιώτου καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθα

12:38 καὶ Σιμων ὠ̨κοδόμησεν τὴν Αδιδα ἐν τη̨̃ Σεφηλα καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησεν θύρας καὶ μοχλούς

12:39 καὶ ἐζήτησεν Τρύφων βασιλευ̃σαι τη̃ς 'Ασίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτει̃ναι χει̃ρα ἐπ' 'Αντίοχον τὸν βασιλέα

12:40 καὶ εὐλαβήθη μήποτε οὐκ ἐάση̨ αὐτὸν Ιωναθαν καὶ μήποτε πολεμήση̨ πρὸς αὐτόν καὶ ἐζήτει συλλαβει̃ν αὐτὸν του̃ ἀπολέσαι καὶ ἀπάρας ἠ̃λθεν εἰς Βαιθσαν

12:41 καὶ ἐξη̃λθεν Ιωναθαν εἰς ἀπάντησιν αὐτω̨̃ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρω̃ν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἠ̃λθεν εἰς Βαιθσαν

12:42 καὶ εἰ̃δεν Τρύφων ὅτι ἠ̃λθεν μετὰ δυνάμεως πολλη̃ς καὶ ἐκτει̃ναι χει̃ρας ἐπ' αὐτὸν εὐλαβήθη

12:43 καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πα̃σιν τοι̃ς φίλοις αὐτου̃ καὶ ἔδωκεν αὐτω̨̃ δόματα καὶ ἐπέταξεν τοι̃ς φίλοις αὐτου̃ καὶ ται̃ς δυνάμεσιν αὐτου̃ ὑπακούειν αὐτου̃ ὡς αὑτου̃

12:44 καὶ εἰ̃πεν τω̨̃ Ιωναθαν ἵνα τί ἐκόπωσας πάντα τὸν λαὸν του̃τον πολέμου μὴ ἐνεστηκότος ἡμι̃ν

12:45 καὶ νυ̃ν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτω̃ν ἐπίλεξαι δὲ σεαυτω̨̃ ἄνδρας ὀλίγους οἵτινες ἔσονται μετὰ σου̃ καὶ δευ̃ρο μετ' ἐμου̃ εἰς Πτολεμαίδα καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τω̃ν χρειω̃ν καὶ ἐπιστρέψας ἀπελεύσομαι τούτου γὰρ χάριν πάρειμι

12:46 καὶ ἐμπιστεύσας αὐτω̨̃ ἐποίησεν καθὼς εἰ̃πεν καὶ ἐξαπέστειλεν τὰς δυνάμεις καὶ ἀπη̃λθον εἰς γη̃ν Ιουδα

12:47 κατέλιπεν δὲ μεθ' ἑαυτου̃ ἄνδρας τρισχιλίους ὡ̃ν δισχιλίους ἀφη̃κεν ἐν τη̨̃ Γαλιλαία̨ χίλιοι δὲ συνη̃λθον αὐτω̨̃

12:48 ὡς δὲ εἰση̃λθεν Ιωναθαν εἰς Πτολεμαίδα ἀπέκλεισαν οἱ Πτολεμαει̃ς τὰς πύλας καὶ συνέλαβον αὐτόν καὶ πάντας τοὺς συνεισελθόντας μετ' αὐτου̃ ἀπέκτειναν ἐν ῥομφαία̨

12:49 καὶ ἀπέστειλεν Τρύφων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα του̃ ἀπολέσαι πάντας τοὺς παρὰ Ιωναθου

12:50 καὶ ἐπέγνωσαν ὅτι συνελήμφθη καὶ ἀπόλωλεν καὶ οἱ μετ' αὐτου̃ καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον

12:51 καὶ εἰ̃δον οἱ διώκοντες ὅτι περὶ ψυχη̃ς αὐτοι̃ς ἐστιν καὶ ἐπέστρεψαν

12:52 καὶ ἠ̃λθον πάντες μετ' εἰρήνης εἰς γη̃ν Ιουδα καὶ ἐπένθησαν τὸν Ιωναθαν καὶ τοὺς μετ' αὐτου̃ καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐπένθησεν πα̃ς Ισραηλ πένθος μέγα

12:53 καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλω̨ αὐτω̃ν ἐκτρι̃ψαι αὐτούς εἰ̃πον γάρ οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθου̃ντα νυ̃ν οὐ̃ν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτω̃ν

13:1 καὶ ἤκουσεν Σιμων ὅτι συνήγαγεν Τρύφων δύναμιν πολλὴν του̃ ἐλθει̃ν εἰς γη̃ν Ιουδα καὶ ἐκτρι̃ψαι αὐτήν

13:2 καὶ εἰ̃δεν τὸν λαόν ὅτι ἔντρομός ἐστιν καὶ ἔκφοβος καὶ ἀνέβη εἰς Ιερουσαλημ καὶ ἤθροισεν τὸν λαὸν

13:3 καὶ παρεκάλεσεν αὐτοὺς καὶ εἰ̃πεν αὐτοι̃ς αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἰ̃κος του̃ πατρός μου ἐποιήσαμεν περὶ τω̃ν νόμων καὶ τω̃ν ἁγίων καὶ τοὺς πολέμους καὶ τὰς στενοχωρίας ἃς εἴδομεν

13:4 τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν του̃ Ισραηλ καὶ κατελείφθην ἐγὼ μόνος

13:5 καὶ νυ̃ν μή μοι γένοιτο φείσασθαί μου τη̃ς ψυχη̃ς ἐν παντὶ καιρω̨̃ θλίψεως οὐ γάρ εἰμι κρείσσων τω̃ν ἀδελφω̃ν μου

13:6 πλὴν ἐκδικήσω περὶ του̃ ἔθνους μου καὶ περὶ τω̃ν ἁγίων καὶ περὶ τω̃ν γυναικω̃ν καὶ τέκνων ὑμω̃ν ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρι̃ψαι ἡμα̃ς ἔχθρας χάριν

13:7 καὶ ἀνεζωπύρησεν τὸ πνευ̃μα του̃ λαου̃ ἅμα του̃ ἀκου̃σαι τω̃ν λόγων τούτων

13:8 καὶ ἀπεκρίθησαν φωνη̨̃ μεγάλη̨ λέγοντες σὺ εἰ̃ ἡμω̃ν ἡγούμενος ἀντὶ Ιουδου καὶ Ιωναθου του̃ ἀδελφου̃ σου

13:9 πολέμησον τὸν πόλεμον ἡμω̃ν καὶ πάντα ὅσα ἂν εἴπη̨ς ἡμι̃ν ποιήσομεν

13:10 καὶ συνήγαγεν πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἐτάχυνεν του̃ τελέσαι τὰ τείχη Ιερουσαλημ καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν

13:11 καὶ ἀπέστειλεν Ιωναθαν τὸν του̃ Αψαλωμου καὶ μετ' αὐτου̃ δύναμιν ἱκανὴν εἰς Ιοππην καὶ ἐξέβαλεν τοὺς ὄντας ἐν αὐτη̨̃ καὶ ἔμεινεν ἐκει̃ ἐν αὐτη̨̃

13:12 καὶ ἀπη̃ρεν Τρύφων ἀπὸ Πτολεμαίδος μετὰ δυνάμεως πολλη̃ς ἐλθει̃ν εἰς γη̃ν Ιουδα καὶ Ιωναθαν μετ' αὐτου̃ ἐν φυλακη̨̃

13:13 Σιμων δὲ παρενέβαλεν ἐν Αδιδοις κατὰ πρόσωπον του̃ πεδίου

13:14 καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σιμων ἀντὶ Ιωναθου του̃ ἀδελφου̃ αὐτου̃ καὶ ὅτι συνάπτειν αὐτω̨̃ μέλλει πόλεμον καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις λέγων

13:15 περὶ ἀργυρίου οὑ̃ ὤφειλεν Ιωναθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν δι' ἃς εἰ̃χεν χρείας συνέχομεν αὐτόν

13:16 καὶ νυ̃ν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν καὶ δύο τω̃ν υἱω̃ν αὐτου̃ ὅμηρα ὅπως μὴ ἀφεθεὶς ἀποστατήση̨ ἀφ' ἡμω̃ν καὶ ἀφήσομεν αὐτόν

13:17 καὶ ἔγνω Σιμων ὅτι δόλω̨ λαλου̃σιν πρὸς αὐτόν καὶ πέμπει του̃ λαβει̃ν τὸ ἀργύριον καὶ τὰ παιδάρια μήποτε ἔχθραν ἄρη̨ μεγάλην πρὸς τὸν λαὸν

13:18 λέγοντες ὅτι οὐκ ἀπέστειλα αὐτω̨̃ τὸ ἀργύριον καὶ τὰ παιδάρια ἀπώλετο

13:19 καὶ ἀπέστειλεν τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα καὶ διεψεύσατο καὶ οὐκ ἀφη̃κεν τὸν Ιωναθαν

13:20 καὶ μετὰ ταυ̃τα ἠ̃λθεν Τρύφων του̃ ἐμβατευ̃σαι εἰς τὴν χώραν καὶ ἐκτρι̃ψαι αὐτήν καὶ ἐκύκλωσαν ὁδὸν τὴν εἰς Αδωρα καὶ Σιμων καὶ ἡ παρεμβολὴ αὐτου̃ ἀντιπαρη̃γεν αὐτω̨̃ εἰς πάντα τόπον οὑ̃ ἂν ἐπορεύετο

13:21 οἱ δὲ ἐκ τη̃ς ἄκρας ἀπέστελλον πρὸς Τρύφωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν του̃ ἐλθει̃ν πρὸς αὐτοὺς διὰ τη̃ς ἐρήμου καὶ ἀποστει̃λαι αὐτοι̃ς τροφάς

13:22 καὶ ἡτοίμασεν Τρύφων πα̃σαν τὴν ἵππον αὐτου̃ ἐλθει̃ν καὶ ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ ἠ̃ν χιὼν πολλὴ σφόδρα καὶ οὐκ ἠ̃λθεν διὰ τὴν χιόνα καὶ ἀπη̃ρεν καὶ ἠ̃λθεν εἰς τὴν Γαλααδι̃τιν

13:23 ὡς δὲ ἤγγισεν τη̃ς Βασκαμα ἀπέκτεινεν τὸν Ιωναθαν καὶ ἐτάφη ἐκει̃

13:24 καὶ ἐπέστρεψεν Τρύφων καὶ ἀπη̃λθεν εἰς τὴν γη̃ν αὐτου̃

13:25 καὶ ἀπέστειλεν Σιμων καὶ ἔλαβεν τὰ ὀστα̃ Ιωναθου του̃ ἀδελφου̃ αὐτου̃ καὶ ἔθαψεν αὐτὸν ἐν Μωδεϊν πόλει τω̃ν πατέρων αὐτου̃

13:26 καὶ ἐκόψαντο αὐτὸν πα̃ς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς

13:27 καὶ ὠ̨κοδόμησεν Σιμων ἐπὶ τὸν τάφον του̃ πατρὸς αὐτου̃ καὶ τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ ὕψωσεν αὐτὸν τη̨̃ ὁράσει λίθω̨ ξεστω̨̃ ἐκ τω̃ν ὄπισθεν καὶ ἔμπροσθεν

13:28 καὶ ἔστησεν ἑπτὰ πυραμίδας μίαν κατέναντι τη̃ς μια̃ς τω̨̃ πατρὶ καὶ τη̨̃ μητρὶ καὶ τοι̃ς τέσσαρσιν ἀδελφοι̃ς

13:29 καὶ ταύταις ἐποίησεν μηχανήματα περιθεὶς στύλους μεγάλους καὶ ἐποίησεν ἐπὶ τοι̃ς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον καὶ παρὰ ται̃ς πανοπλίαις πλοι̃α ἐγγεγλυμμένα εἰς τὸ θεωρει̃σθαι ὑπὸ πάντων τω̃ν πλεόντων τὴν θάλασσαν

13:30 οὑ̃τος ὁ τάφος ὃν ἐποίησεν ἐν Μωδεϊν ἕως τη̃ς ἡμέρας ταύτης

13:31 ὁ δὲ Τρύφων ἐπορεύετο δόλω̨ μετὰ 'Αντιόχου του̃ βασιλέως του̃ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν

13:32 καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ καὶ περιέθετο τὸ διάδημα τη̃ς 'Ασίας καὶ ἐποίησεν πληγὴν μεγάλην ἐπὶ τη̃ς γη̃ς

13:33 καὶ ὠ̨κοδόμησεν Σιμων τὰ ὀχυρώματα τη̃ς Ιουδαίας καὶ περιετείχισεν πύργοις ὑψηλοι̃ς καὶ τείχεσιν μεγάλοις καὶ πύλαις καὶ μοχλοι̃ς καὶ ἔθετο βρώματα ἐν τοι̃ς ὀχυρώμασιν

13:34 καὶ ἐπέλεξεν Σιμων ἄνδρας καὶ ἀπέστειλεν πρὸς Δημήτριον τὸν βασιλέα του̃ ποιη̃σαι ἄφεσιν τη̨̃ χώρα̨ ὅτι πα̃σαι αἱ πράξεις Τρύφωνος ἠ̃σαν ἁρπαγαί

13:35 καὶ ἀπέστειλεν αὐτω̨̃ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίθη αὐτω̨̃ καὶ ἔγραψεν αὐτω̨̃ ἐπιστολὴν τοιαύτην

13:36 βασιλεὺς Δημήτριος Σιμωνι ἀρχιερει̃ καὶ φίλω̨ βασιλέων καὶ πρεσβυτέροις καὶ ἔθνει Ιουδαίων χαίρειν

13:37 τὸν στέφανον τὸν χρυσου̃ν καὶ τὴν βαΐνην ἣν ἀπεστείλατε κεκομίσμεθα καὶ ἕτοιμοί ἐσμεν του̃ ποιει̃ν ὑμι̃ν εἰρήνην μεγάλην καὶ γράφειν τοι̃ς ἐπὶ τω̃ν χρειω̃ν του̃ ἀφιέναι ὑμι̃ν τὰ ἀφέματα

13:38 καὶ ὅσα ἐστήσαμεν πρὸς ὑμα̃ς ἕστηκεν καὶ τὰ ὀχυρώματα ἃ ὠ̨κοδομήσατε ὑπαρχέτω ὑμι̃ν

13:39 ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τη̃ς σήμερον ἡμέρας καὶ τὸν στέφανον ὃν ὠφείλετε καὶ εἴ τι ἄλλο ἐτελωνει̃το ἐν Ιερουσαλημ μηκέτι τελωνείσθω

13:40 καὶ εἴ τινες ἐπιτήδειοι ὑμω̃ν γραφη̃ναι εἰς τοὺς περὶ ἡμα̃ς ἐγγραφέσθωσαν καὶ γινέσθω ἀνὰ μέσον ἡμω̃ν εἰρήνη

13:41 ἔτους ἑβδομηκοστου̃ καὶ ἑκατοστου̃ ἤρθη ὁ ζυγὸς τω̃ν ἐθνω̃ν ἀπὸ του̃ Ισραηλ

13:42 καὶ ἤρξατο ὁ λαὸς γράφειν ἐν ται̃ς συγγραφαι̃ς καὶ συναλλάγμασιν ἔτους πρώτου ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγου̃ καὶ ἡγουμένου Ιουδαίων

13:43 ἐν ται̃ς ἡμέραις ἐκείναις παρενέβαλεν ἐπὶ Γαζαρα καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαι̃ς καὶ ἐποίησεν ἑλεόπολιν καὶ προσήγαγεν τη̨̃ πόλει καὶ ἐπάταξεν πύργον ἕνα καὶ κατελάβετο

13:44 καὶ ἐξήλλοντο οἱ ἐν τη̨̃ ἑλεοπόλει εἰς τὴν πόλιν καὶ ἐγένετο κίνημα μέγα ἐν τη̨̃ πόλει

13:45 καὶ ἀνέβησαν οἱ ἐν τη̨̃ πόλει σὺν γυναιξὶν καὶ τοι̃ς τέκνοις ἐπὶ τὸ τει̃χος διερρηχότες τὰ ἱμάτια αὐτω̃ν καὶ ἐβόησαν φωνη̨̃ μεγάλη̨ ἀξιου̃ντες Σιμωνα δεξιὰς αὐτοι̃ς δου̃ναι

13:46 καὶ εἰ̃παν μὴ ἡμι̃ν χρήση̨ κατὰ τὰς πονηρίας ἡμω̃ν ἀλλὰ κατὰ τὸ ἔλεός σου

13:47 καὶ συνελύθη αὐτοι̃ς Σιμων καὶ οὐκ ἐπολέμησεν αὐτούς καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τη̃ς πόλεως καὶ ἐκαθάρισεν τὰς οἰκίας ἐν αἱ̃ς ἠ̃ν τὰ εἴδωλα καὶ οὕτως εἰση̃λθεν εἰς αὐτὴν ὑμνω̃ν καὶ εὐλογω̃ν

13:48 καὶ ἐξέβαλεν ἐξ αὐτη̃ς πα̃σαν ἀκαθαρσίαν καὶ κατώ̨κισεν ἐν αὐτη̨̃ ἄνδρας οἵτινες τὸν νόμον ποιήσωσιν καὶ προσωχύρωσεν αὐτὴν καὶ ὠ̨κοδόμησεν ἑαυτω̨̃ ἐν αὐτη̨̃ οἴκησιν

13:49 οἱ δὲ ἐκ τη̃ς ἄκρας ἐν Ιερουσαλημ ἐκωλύοντο ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὴν χώραν ἀγοράζειν καὶ πωλει̃ν καὶ ἐπείνασαν σφόδρα καὶ ἀπώλοντο ἐξ αὐτω̃ν ἱκανοὶ τω̨̃ λιμω̨̃

13:50 καὶ ἐβόησαν πρὸς Σιμωνα δεξιὰς λαβει̃ν καὶ ἔδωκεν αὐτοι̃ς καὶ ἐξέβαλεν αὐτοὺς ἐκει̃θεν καὶ ἐκαθάρισεν τὴν ἄκραν ἀπὸ τω̃ν μιασμάτων

13:51 καὶ εἰση̃λθον εἰς αὐτὴν τη̨̃ τρίτη̨ καὶ εἰκάδι του̃ δευτέρου μηνὸς ἔτους πρώτου καὶ ἑβδομηκοστου̃ καὶ ἑκατοστου̃ μετὰ αἰνέσεως καὶ βαΐων καὶ ἐν κινύραις καὶ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν ὕμνοις καὶ ἐν ὠ̨δαι̃ς ὅτι συνετρίβη ἐχθρὸς μέγας ἐξ Ισραηλ

13:52 καὶ ἔστησεν κατ' ἐνιαυτὸν του̃ ἄγειν τὴν ἡμέραν ταύτην μετὰ εὐφροσύνης καὶ προσωχύρωσεν τὸ ὄρος του̃ ἱερου̃ τὸ παρὰ τὴν ἄκραν καὶ ὤ̨κει ἐκει̃ αὐτὸς καὶ οἱ παρ' αὐτου̃

13:53 καὶ εἰ̃δεν Σιμων τὸν Ιωαννην υἱὸν αὐτου̃ ὅτι ἀνήρ ἐστιν καὶ ἔθετο αὐτὸν ἡγούμενον τω̃ν δυνάμεων πασω̃ν καὶ ὤ̨κει ἐν Γαζαροις

14:1 καὶ ἐν ἔτει δευτέρω̨ καὶ ἑβδομηκοστω̨̃ καὶ ἑκατοστω̨̃ συνήγαγεν Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτου̃ καὶ ἐπορεύθη εἰς Μηδίαν του̃ ἐπισπάσασθαι βοήθειαν ἑαυτω̨̃ ὅπως πολεμήση̨ τὸν Τρύφωνα

14:2 καὶ ἤκουσεν 'Αρσάκης ὁ βασιλεὺς τη̃ς Περσίδος καὶ Μηδίας ὅτι εἰση̃λθεν Δημήτριος εἰς τὰ ὅρια αὐτου̃ καὶ ἀπέστειλεν ἕνα τω̃ν ἀρχόντων αὐτου̃ συλλαβει̃ν αὐτὸν ζω̃ντα

14:3 καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτὸν καὶ ἤγαγεν αὐτὸν πρὸς 'Αρσάκην καὶ ἔθετο αὐτὸν ἐν φυλακη̨̃

14:4 καὶ ἡσύχασεν ἡ γη̃ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος καὶ ἐζήτησεν ἀγαθὰ τω̨̃ ἔθνει αὐτου̃ καὶ ἤρεσεν αὐτοι̃ς ἡ ἐξουσία αὐτου̃ καὶ ἡ δόξα αὐτου̃ πάσας τὰς ἡμέρας

14:5 καὶ μετὰ πάσης τη̃ς δόξης αὐτου̃ ἔλαβεν τὴν Ιοππην εἰς λιμένα καὶ ἐποίησεν εἴσοδον ται̃ς νήσοις τη̃ς θαλάσσης

14:6 καὶ ἐπλάτυνεν τὰ ὅρια τω̨̃ ἔθνει αὐτου̃ καὶ ἐκράτησεν τη̃ς χώρας

14:7 καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν καὶ ἐκυρίευσεν Γαζαρων καὶ Βαιθσουρων καὶ τη̃ς ἄκρας καὶ ἐξη̃ρεν τὰς ἀκαθαρσίας ἐξ αὐτη̃ς καὶ οὐκ ἠ̃ν ὁ ἀντικείμενος αὐτω̨̃

14:8 καὶ ἠ̃σαν γεωργου̃ντες τὴν γη̃ν αὐτω̃ν μετ' εἰρήνης καὶ ἡ γη̃ ἐδίδου τὰ γενήματα αὐτη̃ς καὶ τὰ ξύλα τω̃ν πεδίων τὸν καρπὸν αὐτω̃ν

14:9 πρεσβύτεροι ἐν ται̃ς πλατείαις ἐκάθηντο πάντες περὶ ἀγαθω̃ν ἐκοινολογου̃ντο καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου

14:10 ται̃ς πόλεσιν ἐχορήγησεν βρώματα καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τη̃ς δόξης αὐτου̃ ἕως ἄκρου γη̃ς

14:11 ἐποίησεν εἰρήνην ἐπὶ τη̃ς γη̃ς καὶ εὐφράνθη Ισραηλ εὐφροσύνην μεγάλην

14:12 καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτου̃ καὶ τὴν συκη̃ν αὐτου̃ καὶ οὐκ ἠ̃ν ὁ ἐκφοβω̃ν αὐτούς

14:13 καὶ ἐξέλιπεν πολεμω̃ν αὐτοὺς ἐπὶ τη̃ς γη̃ς καὶ οἱ βασιλει̃ς συνετρίβησαν ἐν ται̃ς ἡμέραις ἐκείναις

14:14 καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς του̃ λαου̃ αὐτου̃ τὸν νόμον ἐξεζήτησεν καὶ ἐξη̃ρεν πάντα ἄνομον καὶ πονηρόν

14:15 τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήθυνεν τὰ σκεύη τω̃ν ἁγίων

14:16 καὶ ἠκούσθη ἐν 'Ρώμη̨ ὅτι ἀπέθανεν Ιωναθαν καὶ ἕως Σπάρτης καὶ ἐλυπήθησαν σφόδρα

14:17 ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτου̃ γέγονεν ἀρχιερεὺς ἀντ' αὐτου̃ καὶ αὐτὸς ἐπικρατει̃ τη̃ς χώρας καὶ τω̃ν πόλεων τω̃ν ἐν αὐτη̨̃

14:18 ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαι̃ς του̃ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναθαν τοὺς ἀδελφοὺς αὐτου̃

14:19 καὶ ἀνεγνώσθησαν ἐνώπιον τη̃ς ἐκκλησίας ἐν Ιερουσαλημ

14:20 καὶ του̃το τὸ ἀντίγραφον τω̃ν ἐπιστολω̃ν ὡ̃ν ἀπέστειλαν οἱ Σπαρτια̃ται Σπαρτιατω̃ν ἄρχοντες καὶ ἡ πόλις Σιμωνι ἱερει̃ μεγάλω̨ καὶ τοι̃ς πρεσβυτέροις καὶ τοι̃ς ἱερευ̃σιν καὶ τω̨̃ λοιπω̨̃ δήμω̨ τω̃ν Ιουδαίων ἀδελφοι̃ς χαίρειν

14:21 οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δη̃μον ἡμω̃ν ἀπήγγειλαν ἡμι̃ν περὶ τη̃ς δόξης ὑμω̃ν καὶ τιμη̃ς καὶ ηὐφράνθημεν ἐπὶ τη̨̃ ἐφόδω̨ αὐτω̃ν

14:22 καὶ ἀνεγράψαμεν τὰ ὑπ' αὐτω̃ν εἰρημένα ἐν ται̃ς βουλαι̃ς του̃ δήμου οὕτως Νουμήνιος 'Αντιόχου καὶ 'Αντίπατρος 'Ιάσονος πρεσβευταὶ Ιουδαίων ἠ̃λθον πρὸς ἡμα̃ς ἀνανεούμενοι τὴν πρὸς ἡμα̃ς φιλίαν

14:23 καὶ ἤρεσεν τω̨̃ δήμω̨ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως καὶ του̃ θέσθαι τὸ ἀντίγραφον τω̃ν λόγων αὐτω̃ν ἐν τοι̃ς ἀποδεδειγμένοις τω̨̃ δήμω̨ βιβλίοις του̃ μνημόσυνον ἔχειν τὸν δη̃μον τω̃ν Σπαρτιατω̃ν τὸ δὲ ἀντίγραφον τούτων ἔγραψαν Σιμωνι τω̨̃ ἀρχιερει̃

14:24 μετὰ ταυ̃τα ἀπέστειλεν Σιμων τὸν Νουμήνιον εἰς 'Ρώμην ἔχοντα ἀσπίδα χρυση̃ν μεγάλην ὁλκὴν μνω̃ν χιλίων εἰς τὸ στη̃σαι πρὸς αὐτοὺς τὴν συμμαχίαν

14:25 ὡς δὲ ἤκουσεν ὁ δη̃μος τω̃ν λόγων τούτων εἰ̃παν τίνα χάριν ἀποδώσομεν Σιμωνι καὶ τοι̃ς υἱοι̃ς αὐτου̃

14:26 ἐστήρισεν γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ ὁ οἰ̃κος του̃ πατρὸς αὐτου̃ καὶ ἐπολέμησεν τοὺς ἐχθροὺς Ισραηλ ἀπ' αὐτω̃ν καὶ ἔστησαν αὐτω̨̃ ἐλευθερίαν καὶ κατέγραψαν ἐν δέλτοις χαλκαι̃ς καὶ ἔθεντο ἐν στήλαις ἐν ὄρει Σιων

14:27 καὶ του̃το τὸ ἀντίγραφον τη̃ς γραφη̃ς ὀκτωκαιδεκάτη̨ Ελουλ ἔτους δευτέρου καὶ ἑβδομηκοστου̃ καὶ ἑκατοστου̃ καὶ του̃το τρίτον ἔτος ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου ἐν ασαραμελ

14:28 ἐπὶ συναγωγη̃ς μεγάλης ἱερέων καὶ λαου̃ καὶ ἀρχόντων ἔθνους καὶ τω̃ν πρεσβυτέρων τη̃ς χώρας ἐγνώρισεν ἡμι̃ν

14:29 ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τη̨̃ χώρα̨ Σιμων δὲ υἱὸς Ματταθιου ἱερεὺς τω̃ν υἱω̃ν Ιωαριβ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἔδωκαν αὑτοὺς τω̨̃ κινδύνω̨ καὶ ἀντέστησαν τοι̃ς ὑπεναντίοις του̃ ἔθνους αὐτω̃ν ὅπως σταθη̨̃ τὰ ἅγια αὐτω̃ν καὶ ὁ νόμος καὶ δόξη̨ μεγάλη̨ ἐδόξασαν τὸ ἔθνος αὐτω̃ν

14:30 καὶ ἤθροισεν Ιωναθαν τὸ ἔθνος αὐτω̃ν καὶ ἐγενήθη αὐτοι̃ς ἀρχιερεὺς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτου̃

14:31 καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτω̃ν ἐμβατευ̃σαι εἰς τὴν χώραν αὐτω̃ν καὶ ἐκτει̃ναι χει̃ρας ἐπὶ τὰ ἅγια αὐτω̃ν

14:32 τότε ἀντέστη Σιμων καὶ ἐπολέμησε περὶ του̃ ἔθνους αὐτου̃ καὶ ἐδαπάνησεν χρήματα πολλὰ τω̃ν ἑαυτου̃ καὶ ὁπλοδότησεν τοὺς ἄνδρας τη̃ς δυνάμεως του̃ ἔθνους αὐτου̃ καὶ ἔδωκεν αὐτοι̃ς ὀψώνια

14:33 καὶ ὠχύρωσεν τὰς πόλεις τη̃ς Ιουδαίας καὶ τὴν Βαιθσουραν τὴν ἐπὶ τω̃ν ὁρίων τη̃ς Ιουδαίας οὑ̃ ἠ̃ν τὰ ὅπλα τω̃ν πολεμίων τὸ πρότερον καὶ ἔθετο ἐκει̃ φρουρὰν ἄνδρας Ιουδαίους

14:34 καὶ Ιοππην ὠχύρωσεν τὴν ἐπὶ τη̃ς θαλάσσης καὶ τὴν Γαζαραν τὴν ἐπὶ τω̃ν ὁρίων 'Αζώτου ἐν ἡ̨̃ ὤ̨κουν οἱ πολέμιοι τὸ πρότερον καὶ κατώ̨κισεν ἐκει̃ Ιουδαίους καὶ ὅσα ἐπιτήδεια ἠ̃ν πρὸς τη̨̃ τούτων ἐπανορθώσει ἔθετο ἐν αὐτοι̃ς

14:35 καὶ εἰ̃δεν ὁ λαὸς τὴν πίστιν του̃ Σιμωνος καὶ τὴν δόξαν ἣν ἐβουλεύσατο ποιη̃σαι τω̨̃ ἔθνει αὐτου̃ καὶ ἔθεντο αὐτὸν ἡγούμενον αὐτω̃ν καὶ ἀρχιερέα διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταυ̃τα καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν ἣν συνετήρησεν τω̨̃ ἔθνει αὐτου̃ καὶ ἐξεζήτησεν παντὶ τρόπω̨ ὑψω̃σαι τὸν λαὸν αὐτου̃

14:36 καὶ ἐν ται̃ς ἡμέραις αὐτου̃ εὐοδώθη ἐν ται̃ς χερσὶν αὐτου̃ του̃ ἐξαρθη̃ναι τὰ ἔθνη ἐκ τη̃ς χώρας αὐτω̃ν καὶ τοὺς ἐν τη̨̃ πόλει Δαυιδ τοὺς ἐν Ιερουσαλημ οἳ ἐποίησαν αὑτοι̃ς ἄκραν ἐξ ἡ̃ς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλω̨ τω̃ν ἁγίων καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τη̨̃ ἁγνεία̨

14:37 καὶ κατώ̨κισεν ἐν αὐτη̨̃ ἄνδρας Ιουδαίους καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τη̃ς χώρας καὶ τη̃ς πόλεως καὶ ὕψωσεν τὰ τείχη τη̃ς Ιερουσαλημ

14:38 καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτω̨̃ τὴν ἀρχιερωσύνην κατὰ ταυ̃τα

14:39 καὶ ἐποίησεν αὐτὸν τω̃ν φίλων αὐτου̃ καὶ ἐδόξασεν αὐτὸν δόξη̨ μεγάλη̨

14:40 ἤκουσεν γὰρ ὅτι προσηγόρευνται οἱ Ιουδαι̃οι ὑπὸ 'Ρωμαίων φίλοι καὶ σύμμαχοι καὶ ἀδελφοί καὶ ὅτι ἀπήντησαν τοι̃ς πρεσβευται̃ς Σιμωνος ἐνδόξως

14:41 καὶ ὅτι οἱ Ιουδαι̃οι καὶ οἱ ἱερει̃ς εὐδόκησαν του̃ εἰ̃ναι αὐτω̃ν Σιμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰω̃να ἕως του̃ ἀναστη̃ναι προφήτην πιστὸν

14:42 καὶ του̃ εἰ̃ναι ἐπ' αὐτω̃ν στρατηγόν καὶ ὅπως μέλη̨ αὐτω̨̃ περὶ τω̃ν ἁγίων καθιστάναι δι' αὐτου̃ ἐπὶ τω̃ν ἔργων αὐτω̃ν καὶ ἐπὶ τη̃ς χώρας καὶ ἐπὶ τω̃ν ὅπλων καὶ ἐπὶ τω̃ν ὀχυρωμάτων

14:43 καὶ ὅπως μέλη̨ αὐτω̨̃ περὶ τω̃ν ἁγίων καὶ ὅπως ἀκούηται ὑπὸ πάντων καὶ ὅπως γράφωνται ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ πα̃σαι συγγραφαὶ ἐν τη̨̃ χώρα̨ καὶ ὅπως περιβάλληται πορφύραν καὶ χρυσοφορη̨̃

14:44 καὶ οὐκ ἐξέσται οὐθενὶ του̃ λαου̃ καὶ τω̃ν ἱερέων ἀθετη̃σαί τι τούτων καὶ ἀντειπει̃ν τοι̃ς ὑπ' αὐτου̃ ῥηθησομένοις καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τη̨̃ χώρα̨ ἄνευ αὐτου̃ καὶ περιβάλλεσθαι πορφύραν καὶ ἐμπορπου̃σθαι πόρπην χρυση̃ν

14:45 ὃς δ' ἂν παρὰ ταυ̃τα ποιήση̨ ἢ ἀθετήση̨ τι τούτων ἔνοχος ἔσται

14:46 καὶ εὐδόκησεν πα̃ς ὁ λαὸς θέσθαι Σιμωνι ποιη̃σαι κατὰ τοὺς λόγους τούτους

14:47 καὶ ἐπεδέξατο Σιμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἰ̃ναι στρατηγὸς καὶ ἐθνάρχης τω̃ν Ιουδαίων καὶ ἱερέων καὶ του̃ προστατη̃σαι πάντων

14:48 καὶ τὴν γραφὴν ταύτην εἰ̃πον θέσθαι ἐν δέλτοις χαλκαι̃ς καὶ στη̃σαι αὐτὰς ἐν περιβόλω̨ τω̃ν ἁγίων ἐν τόπω̨ ἐπισήμω̨

14:49 τὰ δὲ ἀντίγραφα αὐτω̃ν θέσθαι ἐν τω̨̃ γαζοφυλακίω̨ ὅπως ἔχη̨ Σιμων καὶ οἱ υἱοὶ αὐτου̃

15:1 καὶ ἀπέστειλεν 'Αντίοχος υἱὸς Δημητρίου του̃ βασιλέως ἐπιστολὰς ἀπὸ τω̃ν νήσων τη̃ς θαλάσσης Σιμωνι ἱερει̃ καὶ ἐθνάρχη̨ τω̃ν Ιουδαίων καὶ παντὶ τω̨̃ ἔθνει

15:2 καὶ ἠ̃σαν περιέχουσαι τὸν τρόπον του̃τον βασιλεὺς 'Αντίοχος Σίμωνι ἱερει̃ μεγάλω̨ καὶ ἐθνάρχη̨ καὶ ἔθνει Ιουδαίων χαίρειν

15:3 ἐπεί τινες λοιμοὶ κατεκράτησαν τη̃ς βασιλείας τω̃ν πατέρων ἡμω̃ν βούλομαι δὲ ἀντιποιήσασθαι τη̃ς βασιλείας ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἠ̃ν τὸ πρότερον ἐξενολόγησα δὲ πλη̃θος δυνάμεων καὶ κατεσκεύασα πλοι̃α πολεμικά

15:4 βούλομαι δὲ ἐκβη̃ναι κατὰ τὴν χώραν ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμω̃ν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τη̨̃ βασιλεία̨ μου

15:5 νυ̃ν οὐ̃ν ἵστημί σοι πάντα τὰ ἀφέματα ἃ ἀφη̃κάν σοι οἱ πρὸ ἐμου̃ βασιλει̃ς καὶ ὅσα ἄλλα δόματα ἀφη̃κάν σοι

15:6 καὶ ἐπέτρεψά σοι ποιη̃σαι κόμμα ἴδιον νόμισμα τη̨̃ χώρα̨ σου

15:7 Ιερουσαλημ δὲ καὶ τὰ ἅγια εἰ̃ναι ἐλεύθερα καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας καὶ τὰ ὀχυρώματα ἃ ὠ̨κοδόμησας ὡ̃ν κρατει̃ς μενέτω σοι

15:8 καὶ πα̃ν ὀφείλημα βασιλικὸν καὶ τὰ ἐσόμενα βασιλικὰ ἀπὸ του̃ νυ̃ν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀφιέσθω σοι

15:9 ὡς δ' ἂν κρατήσωμεν τη̃ς βασιλείας ἡμω̃ν δοξάσομέν σε καὶ τὸ ἔθνος σου καὶ τὸ ἱερὸν δόξη̨ μεγάλη̨ ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμω̃ν ἐν πάση̨ τη̨̃ γη̨̃

15:10 ἔτους τετάρτου καὶ ἑβδομηκοστου̃ καὶ ἑκατοστου̃ ἐξη̃λθεν 'Αντίοχος εἰς τὴν γη̃ν τω̃ν πατέρων αὐτου̃ καὶ συνη̃λθον πρὸς αὐτὸν πα̃σαι αἱ δυνάμεις ὥστε ὀλίγους εἰ̃ναι σὺν Τρύφωνι

15:11 καὶ ἐδίωξεν αὐτὸν 'Αντίοχος καὶ ἠ̃λθεν εἰς Δωρα φεύγων τὴν ἐπὶ θαλάσσης

15:12 ἤ̨δει γὰρ ὅτι ἐπισυνη̃κται ἐπ' αὐτὸν τὰ κακά καὶ ἀφη̃καν αὐτὸν αἱ δυνάμεις

15:13 καὶ παρενέβαλεν 'Αντίοχος ἐπὶ Δωρα καὶ σὺν αὐτω̨̃ δώδεκα μυριάδες ἀνδρω̃ν πολεμιστω̃ν καὶ ὀκτακισχιλία ἵππος

15:14 καὶ ἐκύκλωσεν τὴν πόλιν καὶ τὰ πλοι̃α ἀπὸ θαλάσσης συνη̃ψαν καὶ ἔθλιβε τὴν πόλιν ἀπὸ τη̃ς γη̃ς καὶ τη̃ς θαλάσσης καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι οὐδὲ εἰσπορεύεσθαι

15:15 καὶ ἠ̃λθεν Νουμήνιος καὶ οἱ παρ' αὐτου̃ ἐκ 'Ρώμης ἔχοντες ἐπιστολὰς τοι̃ς βασιλευ̃σιν καὶ ται̃ς χώραις ἐν αἱ̃ς ἐγέγραπτο τάδε

15:16 Λεύκιος ὕπατος 'Ρωμαίων Πτολεμαίω̨ βασιλει̃ χαίρειν

15:17 οἱ πρεσβευταὶ τω̃ν Ιουδαίων ἠ̃λθον πρὸς ἡμα̃ς φίλοι ἡμω̃ν καὶ σύμμαχοι ἀνανεούμενοι τὴν ἐξ ἀρχη̃ς φιλίαν καὶ συμμαχίαν ἀπεσταλμένοι ἀπὸ Σιμωνος του̃ ἀρχιερέως καὶ του̃ δήμου τω̃ν Ιουδαίων

15:18 ἤνεγκαν δὲ ἀσπίδα χρυση̃ν ἀπὸ μνω̃ν χιλίων

15:19 ἤρεσεν οὐ̃ν ἡμι̃ν γράψαι τοι̃ς βασιλευ̃σιν καὶ ται̃ς χώραις ὅπως μὴ ἐκζητήσωσιν αὐτοι̃ς κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς καὶ τὰς πόλεις αὐτω̃ν καὶ τὴν χώραν αὐτω̃ν καὶ ἵνα μὴ συμμαχω̃σιν τοι̃ς πολεμου̃σιν πρὸς αὐτούς

15:20 ἔδοξεν δὲ ἡμι̃ν δέξασθαι τὴν ἀσπίδα παρ' αὐτω̃ν

15:21 εἴ τινες οὐ̃ν λοιμοὶ διαπεφεύγασιν ἐκ τη̃ς χώρας αὐτω̃ν πρὸς ὑμα̃ς παράδοτε αὐτοὺς Σιμωνι τω̨̃ ἀρχιερει̃ ὅπως ἐκδικήση̨ αὐτοὺς κατὰ τὸν νόμον αὐτω̃ν

15:22 καὶ ταὐτὰ ἔγραψεν Δημητρίω̨ τω̨̃ βασιλει̃ καὶ 'Αττάλω̨ καὶ 'Αριαράθη̨ καὶ 'Αρσάκη̨

15:23 καὶ εἰς πάσας τὰς χώρας καὶ Σαμψάμη̨ καὶ Σπαρτιάταις καὶ εἰς Δη̃λον καὶ εἰς Μύνδον καὶ εἰς Σικυω̃να καὶ εἰς τὴν Καρίαν καὶ εἰς Σάμον καὶ εἰς τὴν Παμφυλίαν καὶ εἰς Λυκίαν καὶ εἰς 'Αλικαρνασσὸν καὶ εἰς 'Ρόδον καὶ εἰς Φασηλίδα καὶ εἰς Κω̃ καὶ εἰς Σίδην καὶ εἰς 'Άραδον καὶ Γόρτυναν καὶ Κνίδον καὶ Κύπρον καὶ Κυρήνην

15:24 τὸ δὲ ἀντίγραφον τούτων ἔγραψαν Σιμωνι τω̨̃ ἀρχιερει̃

15:25 ἀντίοχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρα ἐν τη̨̃ δευτέρα̨ προσάγων διὰ παντὸς αὐτη̨̃ τὰς χει̃ρας καὶ μηχανὰς ποιούμενος καὶ συνέκλεισεν τὸν Τρύφωνα του̃ ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι

15:26 καὶ ἀπέστειλεν αὐτω̨̃ Σιμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχη̃σαι αὐτω̨̃ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά

15:27 καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι ἀλλὰ ἠθέτησεν πάντα ὅσα συνέθετο αὐτω̨̃ τὸ πρότερον καὶ ἠλλοτριου̃το αὐτω̨̃

15:28 καὶ ἀπέστειλεν πρὸς αὐτὸν 'Αθηνόβιον ἕνα τω̃ν φίλων αὐτου̃ κοινολογησόμενον αὐτω̨̃ λέγων ὑμει̃ς κατακρατει̃τε τη̃ς Ιοππης καὶ Γαζαρων καὶ τη̃ς ἄκρας τη̃ς ἐν Ιερουσαλημ πόλεις τη̃ς βασιλείας μου

15:29 τὰ ὅρια αὐτω̃ν ἠρημώσατε καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τη̃ς γη̃ς καὶ ἐκυριεύσατε τόπων πολλω̃ν ἐν τη̨̃ βασιλεία̨ μου

15:30 νυ̃ν οὐ̃ν παράδοτε τὰς πόλεις ἃς κατελάβεσθε καὶ τοὺς φόρους τω̃ν τόπων ὡ̃ν κατεκυριεύσατε ἐκτὸς τω̃ν ὁρίων τη̃ς Ιουδαίας

15:31 εἰ δὲ μή δότε ἀντ' αὐτω̃ν πεντακόσια τάλαντα ἀργυρίου καὶ τη̃ς καταφθορα̃ς ἡ̃ς κατεφθάρκατε καὶ τω̃ν φόρων τω̃ν πόλεων ἄλλα τάλαντα πεντακόσια εἰ δὲ μή παραγενόμενοι ἐκπολεμήσομεν ὑμα̃ς

15:32 καὶ ἠ̃λθεν 'Αθηνόβιος ὁ φίλος του̃ βασιλέως εἰς Ιερουσαλημ καὶ εἰ̃δεν τὴν δόξαν Σιμωνος καὶ κυλικει̃ον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν καὶ ἐξίστατο καὶ ἀπήγγειλεν αὐτω̨̃ τοὺς λόγους του̃ βασιλέως

15:33 καὶ ἀποκριθεὶς Σιμων εἰ̃πεν αὐτω̨̃ οὔτε γη̃ν ἀλλοτρίαν εἰλήφαμεν οὔτε ἀλλοτρίων κεκρατήκαμεν ἀλλὰ τη̃ς κληρονομίας τω̃ν πατέρων ἡμω̃ν ὑπὸ δὲ ἐχθρω̃ν ἡμω̃ν ἀκρίτως ἔν τινι καιρω̨̃ κατεκρατήθη

15:34 ἡμει̃ς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τη̃ς κληρονομίας τω̃ν πατέρων ἡμω̃ν

15:35 περὶ δὲ Ιοππης καὶ Γαζαρων ὡ̃ν αἰτει̃ς αὑ̃ται ἐποίουν ἐν τω̨̃ λαω̨̃ πληγὴν μεγάλην καὶ τὴν χώραν ἡμω̃ν τούτων δώσομεν τάλαντα ἑκατόν

15:36 καὶ οὐκ ἀπεκρίθη αὐτω̨̃ λόγον ἀπέστρεψεν δὲ μετὰ θυμου̃ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτω̨̃ τοὺς λόγους τούτους καὶ τὴν δόξαν Σιμωνος καὶ πάντα ὅσα εἰ̃δεν καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργὴν μεγάλην

15:37 τρύφων δὲ ἐμβὰς εἰς πλοι̃ον ἔφυγεν εἰς 'Ορθωσίαν

15:38 καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαι̃ον ἐπιστράτηγον τη̃ς παραλίας καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτω̨̃

15:39 καὶ ἐνετείλατο αὐτω̨̃ παρεμβάλλειν κατὰ πρόσωπον τη̃ς Ιουδαίας καὶ ἐνετείλατο αὐτω̨̃ οἰκοδομη̃σαι τὴν Κεδρων καὶ ὀχυρω̃σαι τὰς πύλας καὶ ὅπως πολεμη̨̃ τὸν λαόν ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα

15:40 καὶ παρεγενήθη Κενδεβαι̃ος εἰς Ιάμνειαν καὶ ἤρξατο του̃ ἐρεθίζειν τὸν λαὸν καὶ ἐμβατεύειν εἰς τὴν Ιουδαίαν καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν

15:41 καὶ ὠ̨κοδόμησεν τὴν Κεδρων καὶ ἀπέταξεν ἐκει̃ ἱππει̃ς καὶ δυνάμεις ὅπως ἐκπορευόμενοι ἐξοδεύωσιν τὰς ὁδοὺς τη̃ς Ιουδαίας καθὰ συνέταξεν αὐτω̨̃ ὁ βασιλεύς

16:1 καὶ ἀνέβη Ιωαννης ἐκ Γαζαρων καὶ ἀπήγγειλεν Σιμωνι τω̨̃ πατρὶ αὐτου̃ ἃ συνετέλεσεν Κενδεβαι̃ος

16:2 καὶ ἐκάλεσεν Σιμων τοὺς δύο υἱοὺς αὐτου̃ τοὺς πρεσβυτέρους Ιουδαν καὶ Ιωαννην καὶ εἰ̃πεν αὐτοι̃ς ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἰ̃κος του̃ πατρός μου ἐπολεμήσαμεν τοὺς πολέμους Ισραηλ ἀπὸ νεότητος ἕως τη̃ς σήμερον ἡμέρας καὶ εὐοδώθη ἐν ται̃ς χερσὶν ἡμω̃ν ῥύσασθαι τὸν Ισραηλ πλεονάκις

16:3 νυνὶ δὲ γεγήρακα καὶ ὑμει̃ς δὲ ἐν τω̨̃ ἐλέει ἱκανοί ἐστε ἐν τοι̃ς ἔτεσιν γίνεσθε ἀντ' ἐμου̃ καὶ του̃ ἀδελφου̃ μου καὶ ἐξελθόντες ὑπερμαχει̃τε ὑπὲρ του̃ ἔθνους ἡμω̃ν ἡ δὲ ἐκ του̃ οὐρανου̃ βοήθεια ἔστω μεθ' ὑμω̃ν

16:4 καὶ ἐπέλεξεν ἐκ τη̃ς χώρας εἴκοσι χιλιάδας ἀνδρω̃ν πολεμιστω̃ν καὶ ἱππει̃ς καὶ ἐπορεύθησαν ἐπὶ τὸν Κενδεβαι̃ον καὶ ἐκοιμήθησαν ἐν Μωδεϊν

16:5 καὶ ἀναστάντες τὸ πρωὶ ἐπορεύθησαν εἰς τὸ πεδίον καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοι̃ς πεζικὴ καὶ ἱππει̃ς καὶ χειμάρρους ἠ̃ν ἀνὰ μέσον αὐτω̃ν

16:6 καὶ παρενέβαλε κατὰ πρόσωπον αὐτω̃ν αὐτὸς καὶ ὁ λαὸς αὐτου̃ καὶ εἰ̃δεν τὸν λαὸν δειλούμενον διαπερα̃σαι τὸν χειμάρρουν καὶ διεπέρασεν πρω̃τος καὶ εἰ̃δον αὐτὸν οἱ ἄνδρες καὶ διεπέρασαν κατόπισθεν αὐτου̃

16:7 καὶ διει̃λεν τὸν λαὸν καὶ τοὺς ἱππει̃ς ἐν μέσω̨ τω̃ν πεζω̃ν ἠ̃ν δὲ ἵππος τω̃ν ὑπεναντίων πολλὴ σφόδρα

16:8 καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν καὶ ἐτροπώθη Κενδεβαι̃ος καὶ ἡ παρεμβολὴ αὐτου̃ καὶ ἔπεσον ἐξ αὐτω̃ν τραυματίαι πολλοί οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα

16:9 τότε ἐτραυματίσθη Ιουδας ὁ ἀδελφὸς Ιωαννου Ιωαννης δὲ κατεδίωξεν αὐτούς ἕως ἠ̃λθεν εἰς Κεδρων ἣν ὠ̨κοδόμησεν

16:10 καὶ ἔφυγον εἰς τοὺς πύργους τοὺς ἐν τοι̃ς ἀγροι̃ς 'Αζώτου καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί καὶ ἔπεσον ἐξ αὐτω̃ν εἰς ἄνδρας δισχιλίους καὶ ἀπέστρεψεν εἰς τὴν Ιουδαίαν μετὰ εἰρήνης

16:11 καὶ Πτολεμαι̃ος ὁ του̃ 'Αβούβου ἠ̃ν καθεσταμένος στρατηγὸς εἰς τὸ πεδίον Ιεριχω καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ

16:12 ἠ̃ν γὰρ γαμβρὸς του̃ ἀρχιερέως

16:13 καὶ ὑψώθη ἡ καρδία αὐτου̃ καὶ ἐβουλήθη κατακρατη̃σαι τη̃ς χώρας καὶ ἐβουλεύετο δόλω̨ κατὰ Σιμωνος καὶ τω̃ν υἱω̃ν αὐτου̃ ἀ̃ραι αὐτούς

16:14 Σιμων δὲ ἠ̃ν ἐφοδεύων τὰς πόλεις τὰς ἐν τη̨̃ χώρα̨ καὶ φροντίζων τη̃ς ἐπιμελείας αὐτω̃ν καὶ κατέβη εἰς Ιεριχω αὐτὸς καὶ Ματταθιας καὶ Ιουδας οἱ υἱοὶ αὐτου̃ ἔτους ἑβδόμου καὶ ἑβδομηκοστου̃ καὶ ἑκατοστου̃ ἐν μηνὶ ἑνδεκάτω̨ οὑ̃τος ὁ μὴν Σαβατ

16:15 καὶ ὑπεδέξατο αὐτοὺς ὁ του̃ 'Αβούβου εἰς τὸ ὀχυρωμάτιον τὸ καλούμενον Δωκ μετὰ δόλου ὃ ὠ̨κοδόμησεν καὶ ἐποίησεν αὐτοι̃ς πότον μέγαν καὶ ἐνέκρυψεν ἐκει̃ ἄνδρας

16:16 καὶ ὅτε ἐμεθύσθη Σιμων καὶ οἱ υἱοὶ αὐτου̃ ἐξανέστη Πτολεμαι̃ος καὶ οἱ παρ' αὐτου̃ καὶ ἔλαβον τὰ ὅπλα αὐτω̃ν καὶ ἐπειση̃λθον τω̨̃ Σιμωνι εἰς τὸ συμπόσιον καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς δύο υἱοὺς αὐτου̃ καί τινας τω̃ν παιδαρίων αὐτου̃

16:17 καὶ ἐποίησεν ἀθεσίαν μεγάλην καὶ ἀπέδωκεν κακὰ ἀντὶ ἀγαθω̃ν

16:18 καὶ ἔγραψεν ταυ̃τα Πτολεμαι̃ος καὶ ἀπέστειλεν τω̨̃ βασιλει̃ ὅπως ἀποστείλη̨ αὐτω̨̃ δυνάμεις εἰς βοήθειαν καὶ παραδω̨̃ τὴν χώραν αὐτω̃ν καὶ τὰς πόλεις

16:19 καὶ ἀπέστειλεν ἑτέρους εἰς Γαζαρα ἀ̃ραι τὸν Ιωαννην καὶ τοι̃ς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσθαι πρὸς αὐτόν ὅπως δω̨̃ αὐτοι̃ς ἀργύριον καὶ χρυσίον καὶ δόματα

16:20 καὶ ἑτέρους ἀπέστειλεν καταλαβέσθαι τὴν Ιερουσαλημ καὶ τὸ ὄρος του̃ ἱερου̃

16:21 καὶ προδραμών τις ἀπήγγειλεν Ιωαννη εἰς Γαζαρα ὅτι ἀπώλετο ὁ πατὴρ αὐτου̃ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ ὅτι ἀπέσταλκεν καὶ σὲ ἀποκτει̃ναι

16:22 καὶ ἀκούσας ἐξέστη σφόδρα καὶ συνέλαβεν τοὺς ἄνδρας τοὺς ἐλθόντας ἀπολέσαι αὐτὸν καὶ ἀπέκτεινεν αὐτούς ἐπέγνω γὰρ ὅτι ἐζήτουν αὐτὸν ἀπολέσαι

16:23 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωαννου καὶ τω̃ν πολέμων αὐτου̃ καὶ τω̃ν ἀνδραγαθιω̃ν αὐτου̃ ὡ̃ν ἠνδραγάθησεν καὶ τη̃ς οἰκοδομη̃ς τω̃ν τειχω̃ν ὡ̃ν ὠ̨κοδόμησεν καὶ τω̃ν πράξεων αὐτου̃

16:24 ἰδοὺ ταυ̃τα γέγραπται ἐπὶ βιβλίω̨ ἡμερω̃ν ἀρχιερωσύνης αὐτου̃ ἀφ' οὑ̃ ἐγενήθη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτου̃

.

Книго

[X]