Μακκαβαίων Γ'

1:1 ὁ δὲ Φιλοπάτωρ παρὰ τω̃ν ἀνακομισθέντων μαθὼν τὴν γενομένην τω̃ν ὑπ' αὐτου̃ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ 'Αντιόχου παραγγείλας ται̃ς πάσαις δυνάμεσιν πεζικαι̃ς τε καὶ ἱππικαι̃ς καὶ τὴν ἀδελφὴν 'Αρσινόην συμπαραλαβὼν ἐξώρμησεν μέχρι τω̃ν κατὰ 'Ραφίαν τόπων ὅπου παρεμβεβλήκεισαν οἱ περὶ 'Αντίοχον

1:2 Θεόδοτος δέ τις ἐκπληρω̃σαι τὴν ἐπιβουλὴν διανοηθεὶς παραλαβὼν τω̃ν προϋποτεταγμένων αὐτω̨̃ ὅπλων Πτολεμαϊκω̃ν τὰ κράτιστα διεκομίσθη νύκτωρ ἐπὶ τὴν του̃ Πτολεμαίου σκηνὴν ὡς μόνος κτει̃ναι αὐτὸν καὶ ἐν τούτω̨ διαλυ̃σαι τὸν πόλεμον

1:3 του̃τον δὲ διαγαγὼν Δοσίθεος ὁ Δριμύλου λεγόμενος τὸ γένος Ιουδαι̃ος ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα καὶ τω̃ν πατρίων δογμάτων ἀπηλλοτριωμένος ἄσημόν τινα κατέκλινεν ἐν τη̨̃ σκηνη̨̃ ὃν συνέβη κομίσασθαι τὴν ἐκείνου κόλασιν

1:4 γενομένης δὲ καρτερα̃ς μάχης καὶ τω̃ν πραγμάτων μα̃λλον ἐρρωμένων τω̨̃ 'Αντιόχω̨ ἱκανω̃ς ἡ 'Αρσινόη ἐπιπορευσαμένη τὰς δυνάμεις παρεκάλει μετὰ οἴκτου καὶ δακρύων τοὺς πλοκάμους λελυμένη βοηθει̃ν ἑαυτοι̃ς τε καὶ τοι̃ς τέκνοις καὶ γυναιξὶν θαρραλέως ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστω̨ δύο μνα̃ς χρυσίου

1:5 καὶ οὕτως συνέβη τοὺς ἀντιπάλους ἐν χειρονομίαις διαφθαρη̃ναι πολλοὺς δὲ καὶ δοριαλώτους συλλημφθη̃ναι

1:6 κατακρατήσας δὲ τη̃ς ἐπιβουλη̃ς ἔκρινεν τὰς πλησίον πόλεις ἐπελθὼν παρακαλέσαι

1:7 ποιήσας δὲ του̃το καὶ τοι̃ς τεμένεσι δωρεὰς ἀπονείμας εὐθαρσει̃ς τοὺς ὑποτεταγμένους κατέστησεν

1:8 τω̃ν δὲ Ιουδαίων διαπεμψαμένων πρὸς αὐτὸν ἀπὸ τη̃ς γερουσίας καὶ τω̃ν πρεσβυτέρων τοὺς ἀσπασομένους αὐτὸν καὶ ξένια κομιου̃ντας καὶ ἐπὶ τοι̃ς συμβεβηκόσιν χαρισομένους συνέβη μα̃λλον αὐτὸν προθυμηθη̃ναι ὡς τάχιστα πρὸς αὐτοὺς παραγενέσθαι

1:9 διακομισθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ θύσας τω̨̃ μεγίστω̨ θεω̨̃ καὶ χάριτας ἀποδοὺς καὶ τω̃ν ἑξη̃ς τι τω̨̃ τόπω̨ ποιήσας καὶ δὴ παραγενόμενος εἰς τὸν τόπον καὶ τη̨̃ σπουδαιότητι καὶ εὐπρεπεία̨ καταπλαγείς

1:10 θαυμάσας δὲ καὶ τὴν του̃ ἱερου̃ εὐταξίαν ἐνεθυμήθη βουλεύσασθαι εἰς τὸν ναὸν εἰσελθει̃ν

1:11 τω̃ν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι του̃το διὰ τὸ μηδὲ τοι̃ς ἐκ του̃ ἔθνους ἐξει̃ναι εἰσιέναι μηδὲ πα̃σιν τοι̃ς ἱερευ̃σιν ἀλλ' ἢ μόνω̨ τω̨̃ προηγουμένω̨ πάντων ἀρχιερει̃ καὶ τούτω̨ κατ' ἐνιαυτὸν ἅπαξ ὁ δὲ οὐδαμω̃ς ἐπείθετο

1:12 του̃ τε νόμου παραναγνωσθέντος οὐδ' ὡ̃ς ἀπέλιπεν προφερόμενος ἑαυτὸν δει̃ν εἰσελθει̃ν λέγων καὶ εἰ ἐκει̃νοι ἐστέρηνται ταύτης τη̃ς τιμη̃ς ἐμὲ δὲ οὐ δει̃

1:13 καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πα̃ν τέμενος οὐθεὶς ἐκώλυσεν τω̃ν παρόντων

1:14 καί τις ἀπρονοήτως ἔφη κακω̃ς αὐτὸ του̃το τερατεύεσθαι

1:15 γενομένου δέ φησιν τούτου διά τινα αἰτίαν οὐχὶ πάντως εἰσελεύσεσθαι καὶ θελόντων αὐτω̃ν καὶ μή

1:16 τω̃ν δὲ ἱερέων ἐν πάσαις ται̃ς ἐσθήσεσιν προσπεσόντων καὶ δεομένων του̃ μεγίστου θεου̃ βοηθει̃ν τοι̃ς ἐνεστω̃σιν καὶ τὴν ὁρμὴν του̃ κακω̃ς ἐπιβαλλομένου μεταθει̃ναι κραυγη̃ς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων

1:17 οἱ κατὰ τὴν πόλιν ἀπολειπόμενοι ταραχθέντες ἐξεπήδησαν ἄδηλον τιθέμενοι τὸ γινόμενον

1:18 αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ται̃ς τεκούσαις ἐξώρμησαν καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι γόου τε καὶ στεναγμω̃ν ἐνεπίμπλων τὰς πλατείας

1:19 αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι τοὺς πρὸς ἀπάντησιν διατεταγμένους παστοὺς καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι δρόμον ἄτακτον ἐν τη̨̃ πόλει συνίσταντο

1:20 τὰ δὲ νεογνὰ τω̃ν τέκνων αἱ πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλείπουσαι ἄλλως καὶ ἄλλως αἱ μὲν κατ' οἴκους αἱ δὲ κατὰ τὰς ἀγυιάς ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο

1:21 ποικίλη δὲ ἠ̃ν τω̃ν εἰς του̃το συλλεγέντων ἡ δέησις ἐπὶ τοι̃ς ἀνοσίως ὑπ' ἐκείνου κατεγχειρουμένοις

1:22 σύν τε τούτοις οἱ περὶ τω̃ν πολιτω̃ν θρασυνθέντες οὐκ ἠνείχοντο τέλεον αὐτου̃ ἐπικειμένου καὶ τὸ τη̃ς προθέσεως ἐκπληρου̃ν διανοουμένου

1:23 φωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι καὶ θαρραλέως ὑπὲρ του̃ πατρώ̨ου νόμου τελευτα̃ν ἱκανὴν ἐποίησαν ἐν τω̨̃ τόπω̨ τραχύτητα μόλις δὲ ὑπό τε τω̃ν γεραιω̃ν καὶ τω̃ν πρεσβυτέρων ἀποτραπέντες ἐπὶ τὴν αὐτὴν τη̃ς δεήσεως παρη̃σαν στάσιν

1:24 καὶ τὸ μὲν πλη̃θος ὡς ἔμπροσθεν ἐν τούτοις ἀνεστρέφετο δεόμενον

1:25 οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχω̃ς ἐπειρω̃ντο τὸν ἀγέρωχον αὐτου̃ νου̃ν ἐξιστάνειν τη̃ς ἐντεθυμημένης ἐπιβουλη̃ς

1:26 θρασυνθεὶς δὲ καὶ πάντα παραπέμψας ἤδη καὶ πρόσβασιν ἐποιει̃το τέλος ἐπιθήσειν δοκω̃ν τω̨̃ προειρημένω̨

1:27 ταυ̃τα οὐ̃ν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωρου̃ντες ἐτράπησαν εἰς τὸ σὺν τοι̃ς ἡμετέροις ἐπικαλει̃σθαι τὸν πα̃ν κράτος ἔχοντα τοι̃ς παρου̃σιν ἐπαμυ̃ναι μὴ παριδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρα̃ξιν

1:28 ἐκ δὲ τη̃ς πυκνοτάτης τε καὶ ἐμπόνου τω̃ν ὄχλων συναγομένης κραυγη̃ς ἀνείκαστός τις ἠ̃ν βοή

1:29 δοκει̃ν γὰρ ἠ̃ν μὴ μόνον τοὺς ἀνθρώπους ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πα̃ν ἔδαφος ἠχει̃ν ἅτε δὴ τω̃ν πάντων τότε θάνατον ἀλλασσομένων ἀντὶ τη̃ς του̃ τόπου βεβηλώσεως

2:1 ὁ μὲν οὐ̃ν ἀρχιερεὺς Σιμων ἐξ ἐναντίας του̃ ναου̃ κάμψας τὰ γόνατα καὶ τὰς χει̃ρας προτείνας εὐτάκτως ἐποιήσατο τὴν δέησιν τοιαύτην

2:2 κύριε κύριε βασιλευ̃ τω̃ν οὐρανω̃ν καὶ δέσποτα πάσης κτίσεως ἅγιε ἐν ἁγίοις μόναρχε παντοκράτωρ πρόσχες ἡμι̃ν καταπονουμένοις ὑπὸ ἀνοσίου καὶ βεβήλου θράσει καὶ σθένει πεφρυαγμένου

2:3 σὺ γὰρ ὁ κτίσας τὰ πάντα καὶ τω̃ν ὅλων ἐπικρατω̃ν δυνάστης δίκαιος εἰ̃ καὶ τοὺς ὕβρει καὶ ἀγερωχία̨ τι πράσσοντας κρίνεις

2:4 σὺ τοὺς ἔμπροσθεν ἀδικίαν ποιήσαντας ἐν οἱ̃ς καὶ γίγαντες ἠ̃σαν ῥώμη̨ καὶ θράσει πεποιθότες διέφθειρας ἐπαγαγὼν αὐτοι̃ς ἀμέτρητον ὕδωρ

2:5 σὺ τοὺς ὑπερηφανίαν ἐργαζομένους Σοδομίτας διαδήλους ται̃ς κακίαις γενομένους πυρὶ καὶ θείω̨ κατέφλεξας παράδειγμα τοι̃ς ἐπιγινομένοις καταστήσας

2:6 σὺ τὸν θρασὺν Φαραω καταδουλωσάμενον τὸν λαόν σου τὸν ἅγιον Ισραηλ ποικίλαις καὶ πολλαι̃ς δοκιμάσας τιμωρίαις ἐγνώρισας τὴν σὴν δύναμιν ἐφ' οἱ̃ς ἐγνώρισας τὸ μέγα σου κράτος

2:7 καὶ ἐπιδιώξαντα αὐτὸν σὺν ἅρμασιν καὶ ὄχλων πλήθει ἐπέκλυσας βάθει θαλάσσης τοὺς δὲ ἐμπιστεύσαντας ἐπὶ σοὶ τω̨̃ τη̃ς ἁπάσης κτίσεως δυναστεύοντι σώους διεκόμισας

2:8 οἳ καὶ συνιδόντες ἔργα ση̃ς χειρὸς ἤ̨νεσάν σε τὸν παντοκράτορα

2:9 σύ βασιλευ̃ κτίσας τὴν ἀπέραντον καὶ ἀμέτρητον γη̃ν ἐξελέξω τὴν πόλιν ταύτην καὶ ἡγίασας τὸν τόπον του̃τον εἰς ὄνομά σοι τω̨̃ τω̃ν ἁπάντων ἀπροσδεει̃ καὶ παρεδόξασας ἐν ἐπιφανεία̨ μεγαλοπρεπει̃ σύστασιν ποιησάμενος αὐτου̃ πρὸς δόξαν του̃ μεγάλου καὶ ἐντίμου ὀνόματός σου

2:10 καὶ ἀγαπω̃ν τὸν οἰ̃κον του̃ Ισραηλ ἐπηγγείλω διότι ἐὰν γένηται ἡμω̃ν ἀποστροφὴ καὶ καταλάβη̨ ἡμα̃ς στενοχωρία καὶ ἐλθόντες εἰς τὸν τόπον του̃τον δεηθω̃μεν εἰσακούση̨ τη̃ς δεήσεως ἡμω̃ν

2:11 καὶ δὴ πιστὸς εἰ̃ καὶ ἀληθινός

2:12 ἐπεὶ δὲ πλεονάκις θλιβέντων τω̃ν πατέρων ἡμω̃ν ἐβοήθησας αὐτοι̃ς ἐν τη̨̃ ταπεινώσει καὶ ἐρρύσω αὐτοὺς ἐκ μεγάλων κακω̃ν

2:13 ἰδοὺ δὲ νυ̃ν ἅγιε βασιλευ̃ διὰ τὰς πολλὰς καὶ μεγάλας ἡμω̃ν ἁμαρτίας καταπονούμεθα καὶ ὑπετάγημεν τοι̃ς ἐχθροι̃ς ἡμω̃ν καὶ παρείμεθα ἐν ἀδυναμίαις

2:14 ἐν δὲ τη̨̃ ἡμετέρα̨ καταπτώσει ὁ θρασὺς καὶ βέβηλος οὑ̃τος ἐπιτηδεύει καθυβρίσαι τὸν ἐπὶ τη̃ς γη̃ς ἀναδεδειγμένον τω̨̃ ὀνόματι τη̃ς δόξης σου ἅγιον τόπον

2:15 τὸ μὲν γὰρ κατοικητήριόν σου οὐρανὸς του̃ οὐρανου̃ ἀνέφικτος ἀνθρώποις ἐστίν

2:16 ἀλλὰ ἐπεὶ εὐδοκήσας τὴν δόξαν σου ἐν τω̨̃ λαω̨̃ σου Ισραηλ ἡγίασας τὸν τόπον του̃τον

2:17 μὴ ἐκδικήση̨ς ἡμα̃ς ἐν τη̨̃ τούτων ἀκαθαρσία̨ μηδὲ εὐθύνη̨ς ἡμα̃ς ἐν βεβηλώσει ἵνα μὴ καυχήσωνται οἱ παράνομοι ἐν θυμω̨̃ αὐτω̃ν μηδὲ ἀγαλλιάσωνται ἐν ὑπερηφανία̨ γλώσσης αὐτω̃ν λέγοντες

2:18 ἡμει̃ς κατεπατήσαμεν τὸν οἰ̃κον του̃ ἁγιασμου̃ ὡς καταπατου̃νται οἱ οἰ̃κοι τω̃ν προσοχθισμάτων

2:19 ἀπάλειψον τὰς ἁμαρτίας ἡμω̃ν καὶ διασκέδασον τὰς ἀμβλακίας ἡμω̃ν καὶ ἐπίφανον τὸ ἔλεός σου κατὰ τὴν ὥραν ταύτην

2:20 ταχὺ προκαταλαβέτωσαν ἡμα̃ς οἱ οἰκτιρμοί σου καὶ δὸς αἰνέσεις ἐν τω̨̃ στόματι τω̃ν καταπεπτωκότων καὶ συντετριμμένων τὰς ψυχὰς ποιήσας ἡμι̃ν εἰρήνην

2:21 ἐνταυ̃θα ὁ πάντων ἐπόπτης θεὸς καὶ προπάτωρ ἅγιος ἐν ἁγίοις εἰσακούσας τη̃ς ἐνθέσμου λιτανείας τὸν ὕβρει καὶ θράσει μεγάλως ἐπηρμένον ἐμάστιξεν αὐτὸν

2:22 ἔνθεν καὶ ἔνθεν κραδάνας αὐτὸν ὡς κάλαμον ὑπὸ ἀνέμου ὥστε κατ' ἐδάφους ἄπρακτον ἔτι καὶ τοι̃ς μέλεσιν παραλελυμένον μηδὲ φωνη̃σαι δύνασθαι δικαία̨ περιπεπληγμένον κρίσει

2:23 ὅθεν οἵ τε φίλοι καὶ σωματοφύλακες ὀξει̃αν ἰδόντες τὴν καταλαβου̃σαν αὐτὸν εὔθυναν φοβούμενοι μὴ καὶ τὸ ζη̃ν ἐκλείπη̨ ταχέως αὐτὸν ἐξείλκυσαν ὑπερβάλλοντι καταπεπληγμένοι φόβω̨

2:24 ἐν χρόνω̨ δὲ ὕστερον ἀναλεξάμενος αὑτὸν οὐδαμω̃ς εἰς μετάμελον ἠ̃λθεν ἐπιτιμηθείς ἀπειλὰς δὲ πικρὰς θέμενος ἀνέλυσεν

2:25 διακομισθεὶς δὲ εἰς τὴν Αἴγυπτον καὶ τὰ τη̃ς κακίας ἐπαύξων διά τε τω̃ν προαποδεδειγμένων συμποτω̃ν καὶ ἑταίρων του̃ παντὸς δικαίου κεχωρισμένων

2:26 οὐ μόνον ται̃ς ἀναριθμήτοις ἀσελγείαις διηρκέσθη ἀλλὰ καὶ ἐπὶ τοσου̃τον θράσους προη̃λθεν ὥστε δυσφημίας ἐν τοι̃ς τόποις συνίστασθαι καὶ πολλοὺς τω̃ν φίλων ἀτενίζοντας εἰς τὴν του̃ βασιλέως πρόθεσιν καὶ αὐτοὺς ἕπεσθαι τη̨̃ ἐκείνου θελήσει

2:27 προέθετο δημοσία̨ κατὰ του̃ ἔθνους διαδου̃ναι ψόγον ἐπὶ του̃ κατὰ τὴν αὐλὴν πύργου στήλην ἀναστήσας ἐκόλαψεν γραφὴν

2:28 μηδένα τω̃ν μὴ θυόντων εἰς τὰ ἱερὰ αὐτω̃ν εἰσιέναι πάντας δὲ τοὺς Ιουδαίους εἰς λαογραφίαν καὶ οἰκετικὴν διάθεσιν ἀχθη̃ναι τοὺς δὲ ἀντιλέγοντας βία̨ φερομένους του̃ ζη̃ν μεταστη̃σαι

2:29 τούς τε ἀπογραφομένους χαράσσεσθαι καὶ διὰ πυρὸς εἰς τὸ σω̃μα παρασήμω̨ Διονύσου κισσοφύλλω̨ οὓς καὶ καταχωρίσαι εἰς τὴν προσυνεσταλμένην αὐθεντίαν

2:30 ἵνα δὲ μὴ τοι̃ς πα̃σιν ἀπεχθόμενος φαίνηται ὑπέγραψεν ἐὰν δέ τινες ἐξ αὐτω̃ν προαιρω̃νται ἐν τοι̃ς κατὰ τὰς τελετὰς μεμυημένοις ἀναστρέφεσθαι τούτους ἰσοπολίτας 'Αλεξανδρευ̃σιν εἰ̃ναι

2:31 ἔνιοι μὲν οὐ̃ν ἐπιπολαίως τὰς τη̃ς πόλεως εὐσεβείας ἐπιβάθρας στυγου̃ντες εὐχερω̃ς ἑαυτοὺς ἐδίδοσαν ὡς μεγάλης τινὸς κοινωνήσοντες εὐκλείας ἀπὸ τη̃ς ἐσομένης τω̨̃ βασιλει̃ συναναστροφη̃ς

2:32 οἱ δὲ πλει̃στοι γενναία̨ ψυχη̨̃ ἐνίσχυσαν καὶ οὐ διέστησαν τη̃ς εὐσεβείας τά τε χρήματα περὶ του̃ ζη̃ν ἀντικαταλλασσόμενοι ἀδεω̃ς ἐπειρω̃ντο ἑαυτοὺς ῥύσασθαι ἐκ τω̃ν ἀπογραφω̃ν

2:33 εὐέλπιδές τε καθειστήκεισαν ἀντιλήμψεως τεύξασθαι καὶ τοὺς ἀποχωρου̃ντας ἐξ αὐτω̃ν ἐβδελύσσοντο καὶ ὡς πολεμίους του̃ ἔθνους ἔκρινον καὶ τη̃ς κοινη̃ς συναναστροφη̃ς καὶ εὐχρηστίας ἐστέρουν

3:1 ἃ καὶ μεταλαμβάνων ὁ δυσσεβὴς ἐπὶ τοσου̃τον ἐξεχόλησεν ὥστε οὐ μόνον τοι̃ς κατὰ 'Αλεξάνδρειαν διοργίζεσθαι ἀλλὰ καὶ τοι̃ς ἐν τη̨̃ χώρα̨ βαρυτέρως ἐναντιωθη̃ναι καὶ προστάξαι σπεύσαντας συναγαγει̃ν πάντας ἐπὶ τὸ αὐτὸ καὶ χειρίστω̨ μόρω̨ του̃ ζη̃ν μεταστη̃σαι

3:2 τούτων δὲ οἰκονομουμένων φήμη δυσμενὴς ἐξηχει̃το κατὰ του̃ γένους ἀνθρώποις συμφρονου̃σιν εἰς κακοποίησιν ἀφορμη̃ς διδομένης εἰς διάθεσιν ὡς ἂν ἀπὸ τω̃ν νομίμων αὐτοὺς κωλυόντων

3:3 οἱ δὲ Ιουδαι̃οι τὴν μὲν πρὸς τοὺς βασιλει̃ς εὔνοιαν καὶ πίστιν ἀδιάστροφον ἠ̃σαν φυλάσσοντες

3:4 σεβόμενοι δὲ τὸν θεὸν καὶ τω̨̃ τούτου νόμω̨ πολιτευόμενοι χωρισμὸν ἐποίουν ἐπὶ τω̨̃ κατὰ τὰς τροφάς δι' ἣν αἰτίαν ἐνίοις ἀπεχθει̃ς ἐφαίνοντο

3:5 τη̨̃ δὲ τω̃ν δικαίων εὐπραξία̨ κοσμου̃ντες τὴν συναναστροφὴν ἅπασιν ἀνθρώποις εὐδόκιμοι καθειστήκεισαν

3:6 τὴν μὲν οὐ̃ν περὶ του̃ γένους ἐν πα̃σιν θρυλουμένην εὐπραξίαν οἱ ἀλλόφυλοι οὐδαμω̃ς διηριθμήσαντο

3:7 τὴν δὲ περὶ τω̃ν προσκυνήσεων καὶ τροφω̃ν διάστασιν ἐθρύλουν φάσκοντες μήτε τω̨̃ βασιλει̃ μήτε ται̃ς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γίνεσθαι δυσμενει̃ς δὲ εἰ̃ναι καὶ μέγα τι τοι̃ς πράγμασιν ἐναντιουμένους καὶ οὐ τω̨̃ τυχόντι περιη̃ψαν ψόγω̨

3:8 οἱ δὲ κατὰ τὴν πόλιν 'Έλληνες οὐδὲν ἠδικημένοι ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἀνθρώπους θεωρου̃ντες καὶ συνδρομὰς ἀπροσκόπους γινομένας βοηθει̃ν μὲν οὐκ ἔσθενον τυραννικὴ γὰρ ἠ̃ν ἡ διάθεσις παρεκάλουν δὲ καὶ δυσφόρως εἰ̃χον καὶ μεταπεσει̃σθαι ταυ̃τα ὑπελάμβανον

3:9 μὴ γὰρ οὕτω παροραθήσεσθαι τηλικου̃το σύστεμα μηδὲν ἠγνοηκός

3:10 ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ συμπραγματευόμενοι μυστικω̃ς τινας ἐπισπώμενοι πίστεις ἐδίδουν συνασπιει̃ν καὶ πα̃ν ἐκτενὲς προσοίσεσθαι πρὸς ἀντίλημψιν

3:11 ἐκει̃νος μὲν οὐ̃ν τη̨̃ κατὰ τὸ παρὸν εὐημερία̨ γεγαυρωμένος καὶ οὐ καθορω̃ν τὸ του̃ μεγίστου θεου̃ κράτος ὑπολαμβάνων δὲ διηνεκω̃ς ἐν τη̨̃ αὐτη̨̃ διαμενει̃ν βουλη̨̃ ἔγραψεν κατ' αὐτω̃ν ἐπιστολὴν τήνδε

3:12 βασιλεὺς Πτολεμαι̃ος Φιλοπάτωρ τοι̃ς κατ' Αἴγυπτον καὶ κατὰ τόπον στρατηγοι̃ς καὶ στρατιώταις χαίρειν καὶ ἐρρω̃σθαι

3:13 ἔρρωμαι δὲ καὶ αὐτὸς ἐγὼ καὶ τὰ πράγματα ἡμω̃ν

3:14 τη̃ς εἰς τὴν 'Ασίαν γενομένης ἡμι̃ν ἐπιστρατείας ἡ̃ς ἴστε καὶ αὐτοί τη̨̃ τω̃ν θεω̃ν ἀπροπτώτω̨ συμμαχία̨ κατὰ λόγον ἐπὶ τέλος ἀχθείσης

3:15 ἡγησάμεθα μὴ βία̨ δόρατος ἐπιεικεία̨ δὲ καὶ πολλη̨̃ φιλανθρωπία̨ τιθηνήσασθαι τὰ κατοικου̃ντα Κοίλην Συρίαν καὶ Φοινίκην ἔθνη εὐ̃ ποιη̃σαί τε ἀσμένως

3:16 καὶ τοι̃ς κατὰ πόλιν ἱεροι̃ς ἀπονείμαντες προσόδους πλείστας προήχθημεν καὶ εἰς τὰ Ιεροσόλυμα ἀναβάντες τιμη̃σαι τὸ ἱερὸν τω̃ν ἀλιτηρίων καὶ μηδέποτε ληγόντων τη̃ς ἀνοίας

3:17 οἱ δὲ λόγω̨ μὲν τὴν ἡμετέραν ἀποδεξάμενοι παρουσίαν τω̨̃ δὲ πράγματι νόθως προθυμηθέντων ἡμω̃ν εἰσελθει̃ν εἰς τὸν ναὸν αὐτω̃ν καὶ τοι̃ς ἐκπρεπέσιν καὶ καλλίστοις ἀναθήμασιν τιμη̃σαι

3:18 τύφοις φερόμενοι παλαιοτέροις εἰ̃ρξαν ἡμα̃ς τη̃ς εἰσόδου λειπόμενοι τη̃ς ἡμετέρας ἀλκη̃ς δι' ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους φιλανθρωπίαν

3:19 τὴν δὲ αὐτω̃ν εἰς ἡμα̃ς δυσμένειαν ἔκδηλον καθιστάντες ὡς μονώτατοι τω̃ν ἐθνω̃ν βασιλευ̃σιν καὶ τοι̃ς ἑαυτω̃ν εὐεργέταις ὑψαυχενου̃ντες οὐδὲν γνήσιον βούλονται φέρειν

3:20 ἡμει̃ς δὲ τη̨̃ τούτων ἀνοία̨ συμπεριενεχθέντες καὶ μετὰ νίκης διακομισθέντες εἰς τὴν Αἴγυπτον τοι̃ς πα̃σιν ἔθνεσιν φιλανθρώπως ἀπαντήσαντες καθὼς ἔπρεπεν ἐποιήσαμεν

3:21 ἐν δὲ τούτοις πρὸς τοὺς ὁμοφύλους αὐτω̃ν ἀμνησικακίαν ἅπασιν γνωρίζοντες διά τε τὴν συμμαχίαν καὶ τὰ πεπιστευμένα μετὰ ἁπλότητος αὐτοι̃ς ἀρχη̃θεν μύρια πράγματα τολμήσαντες ἐξαλλοιω̃σαι ἐβουλήθημεν καὶ πολιτείας αὐτοὺς 'Αλεξανδρέων καταξιω̃σαι καὶ μετόχους τω̃ν ἀεὶ ἱερω̃ν καταστη̃σαι

3:22 οἱ δὲ τοὐναντίον ἐκδεχόμενοι καὶ τη̨̃ συμφύτω̨ κακοηθεία̨ τὸ καλὸν ἀπωσάμενοι διηνεκω̃ς δὲ εἰς τὸ φαυ̃λον ἐκνεύοντες

3:23 οὐ μόνον ἀπεστρέψαντο τὴν ἀτίμητον πολιτείαν ἀλλὰ καὶ βδελύσσονται λόγω̨ τε καὶ σιγη̨̃ τοὺς ἐν αὐτοι̃ς ὀλίγους πρὸς ἡμα̃ς γνησίως διακειμένους παρ' ἕκαστα ὑφορώμενοι μετὰ τη̃ς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμα̃ς καταστρέψαι τὰ πράγματα

3:24 διὸ καὶ τεκμηρίοις καλω̃ς πεπεισμένοι τούτους κατὰ πάντα δυσνοει̃ν ἡμι̃ν τρόπον καὶ προνοούμενοι μήποτε αἰφνιδίου μετέπειτα ταραχη̃ς ἐνστάσης ἡμι̃ν τοὺς δυσσεβει̃ς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους

3:25 προστετάχαμεν ἅμα τω̨̃ προσπεσει̃ν τὴν ἐπιστολὴν τήνδε αὐθωρὶ τοὺς ἐννεμομένους σὺν γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεων καὶ σκυλμω̃ν ἀποστει̃λαι πρὸς ἡμα̃ς ἐν δεσμοι̃ς σιδηροι̃ς πάντοθεν κατακεκλεισμένους εἰς ἀνήκεστον καὶ δυσκλεη̃ πρέποντα δυσμενέσι φόνον

3:26 τούτων γὰρ ὁμου̃ κολασθέντων διειλήφαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμι̃ν τὰ πράγματα ἐν εὐσταθεία̨ καὶ τη̨̃ βελτίστη̨ διαθέσει κατασταθήσεσθαι

3:27 ὃς δ' ἂν σκεπάση̨ τινὰ τω̃ν Ιουδαίων ἀπὸ γεραιου̃ μέχρι νηπίου καὶ μέχρι τω̃ν ὑπομαστιδίων αἰσχίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικία̨

3:28 μηνύειν δὲ τὸν βουλόμενον ἐφ' ὡ̨̃ τὴν οὐσίαν του̃ ἐμπίπτοντος ὑπὸ τὴν εὔθυναν λήμψεται καὶ ἐκ του̃ βασιλικου̃ ἀργυρίου δραχμὰς δισχιλίας καὶ τη̨̃ ἐλευθερία̨ στεφανωθήσεται

3:29 πα̃ς δὲ τόπος οὑ̃ ἐὰν φωραθη̨̃ τὸ σύνολον σκεπαζόμενος Ιουδαι̃ος ἄβατος καὶ πυριφλεγὴς γινέσθω καὶ πάση̨ θνητη̨̃ φύσει καθ' ἅπαν ἄχρηστος φανήσεται εἰς τὸν ἀεὶ χρόνον

3:30 καὶ ὁ μὲν τη̃ς ἐπιστολη̃ς τύπος οὕτως ἐγέγραπτο

4:1 πάντη̨ δέ ὅπου προσέπιπτεν του̃το τὸ πρόσταγμα δημοτελὴς συνίστατο τοι̃ς ἔθνεσιν εὐωχία μετὰ ἀλαλαγμω̃ν καὶ χαρα̃ς ὡς ἂν τη̃ς προκατεσκιρωμένης αὐτοι̃ς πάλαι κατὰ διάνοιαν μετὰ παρρησίας νυ̃ν ἐκφαινομένης ἀπεχθείας

4:2 τοι̃ς δὲ Ιουδαίοις ἄληκτον πένθος ἠ̃ν καὶ πανόδυρτος μετὰ δακρύων βοὴ στεναγμοι̃ς πεπυρωμένης πάντοθεν αὐτω̃ν τη̃ς καρδίας ὀλοφυρομένων τὴν ἀπροσδόκητον ἐξαίφνης αὐτοι̃ς ἐπικριθει̃σαν ὀλεθρίαν

4:3 τίς νομὸς ἢ πόλις ἢ τίς τὸ σύνολον οἰκητὸς τόπος ἢ τίνες ἀγυιαὶ κοπετου̃ καὶ γόων ἐπ' αὐτοι̃ς οὐκ ἐνεπιπλω̃ντο

4:4 οὕτως γὰρ μετὰ πικρίας ἀνοίκτου ψυχη̃ς ὑπὸ τω̃ν κατὰ πόλιν στρατηγω̃ν ὁμοθυμαδὸν ἐξαπεστέλλοντο ὥστε ἐπὶ ται̃ς ἐξάλλοις τιμωρίαις καί τινας τω̃ν ἐχθρω̃ν λαμβάνοντας πρὸ τω̃ν ὀφθαλμω̃ν τὸν κοινὸν ἔλεον καὶ λογιζομένους τὴν ἄδηλον του̃ βίου καταστροφὴν δακρύειν αὐτω̃ν τὴν δυσάθλιον ἐξαποστολήν

4:5 ἤγετο γὰρ γεραιω̃ν πλη̃θος πολια̨̃ πεπυκασμένων τὴν ἐκ του̃ γήρως νωθρότητα ποδω̃ν ἐπίκυφον ἀνατροπη̃ς ὁρμη̨̃ βιαίας ἁπάσης αἰδου̃ς ἄνευ πρὸς ὀξει̃αν καταχρωμένων πορείαν

4:6 αἱ δὲ ἄρτι πρὸς βίου κοινωνίαν γαμικὸν ὑπεληλυθυι̃αι παστὸν νεάνιδες ἀντὶ τέρψεως μεταλαβου̃σαι γόους καὶ κόνει τὴν μυροβρεχη̃ πεφυρμέναι κόμην ἀκαλύπτως δὲ ἀγόμεναι θρη̃νον ἀνθ' ὑμεναίων ὁμοθυμαδὸν ἐξη̃ρχον ὡς ἐσπαραγμέναι σκυλμοι̃ς ἀλλοεθνέσιν

4:7 δέσμιαι δὲ δημοσία̨ μέχρι τη̃ς εἰς τὸ πλοι̃ον ἐμβολη̃ς εἵλκοντο μετὰ βίας

4:8 οἵ τε τούτων συνζυγει̃ς βρόχοις ἀντὶ στεφέων τοὺς αὐχένας περιπεπλεγμένοι μετὰ ἀκμαίας νεανικη̃ς ἡλικίας ἀντὶ εὐωχίας καὶ νεωτερικη̃ς ῥα̨θυμίας τὰς ἐπιλοίπους τω̃ν γάμων ἡμέρας ἐν θρήνοις διη̃γον παρὰ πόδας ἤδη τὸν ἅ̨δην ὁρω̃ντες κείμενον

4:9 κατήχθησαν δὲ θηρίων τρόπον ἀγόμενοι σιδηροδέσμοις ἀνάγκαις οἱ μὲν τοι̃ς ζυγοι̃ς τω̃ν πλοίων προσηλωμένοι τοὺς τραχήλους οἱ δὲ τοὺς πόδας ἀρρήκτοις κατησφαλισμένοι πέδαις

4:10 ἔτι καὶ τω̨̃ καθύπερθε πυκνω̨̃ σανιδώματι διακειμένω̨ ὅπως πάντοθεν ἐσκοτισμένοι τοὺς ὀφθαλμοὺς ἀγωγὴν ἐπιβούλων ἐν παντὶ τω̨̃ κατάπλω̨ λαμβάνωσιν

4:11 τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχθέντων καὶ του̃ παράπλου περανθέντος καθὼς ἠ̃ν δεδογματισμένον τω̨̃ βασιλει̃ προσέταξεν αὐτοὺς ἐν τω̨̃ πρὸ τη̃ς πόλεως ἱπποδρόμω̨ παρεμβαλει̃ν ἀπλάτω̨ καθεστω̃τι περιμέτρω̨ καὶ πρὸς παραδειγματισμὸν ἄγαν εὐκαιροτάτω̨ καθεστω̃τι πα̃σι τοι̃ς καταπορευομένοις εἰς τὴν πόλιν καὶ τοι̃ς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν πρὸς τὸ μηδὲ ται̃ς δυνάμεσιν αὐτου̃ κοινωνει̃ν μηδὲ τὸ σύνολον καταξιω̃σαι περιβόλων

4:12 ὡς δὲ του̃το ἐγενήθη ἀκούσας τοὺς ἐκ τη̃ς πόλεως ὁμοεθνει̃ς κρυβη̨̃ ἐκπορευομένους πυκνότερον ἀποδύρεσθαι τὴν ἀκλεη̃ τω̃ν ἀδελφω̃ν ταλαιπωρίαν

4:13 διοργισθεὶς προσέταξεν καὶ τούτοις ὁμου̃ τὸν αὐτὸν τρόπον ἐπιμελω̃ς ὡς ἐκείνοις ποιη̃σαι μὴ λειπομένοις κατὰ μηδένα τρόπον τη̃ς ἐκείνων τιμωρίας

4:14 ἀπογραφη̃ναι δὲ πα̃ν τὸ φυ̃λον ἐξ ὀνόματος οὐκ εἰς τὴν ἔμπροσθεν βραχει̃ προδεδηλωμένην τω̃ν ἔργων κατάπονον λατρείαν στρεβλωθέντας δὲ ται̃ς παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀφανίσαι μια̃ς ὑπὸ καιρὸν ἡμέρας

4:15 ἐγίνετο μὲν οὐ̃ν ἡ τούτων ἀπογραφὴ μετὰ πικρα̃ς σπουδη̃ς καὶ φιλοτίμου προσεδρείας ἀπὸ ἀνατολω̃ν ἡλίου μέχρι δυσμω̃ν ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσαράκοντα

4:16 μεγάλως δὲ καὶ διηνεκω̃ς ὁ βασιλεὺς χαρα̨̃ πεπληρωμένος συμπόσια ἐπὶ πάντων τω̃ν εἰδώλων συνιστάμενος πεπλανημένη̨ πόρρω τη̃ς ἀληθείας φρενὶ καὶ βεβήλω̨ στόματι τὰ μὲν κωφὰ καὶ μὴ δυνάμενα αὐτοι̃ς λαλει̃ν ἢ ἀρήγειν ἐπαινω̃ν εἰς δὲ τὸν μέγιστον θεὸν τὰ μὴ καθήκοντα λαλω̃ν

4:17 μετὰ δὲ τὸ προειρημένον του̃ χρόνου διάστημα προσηνέγκαντο οἱ γραμματει̃ς τω̨̃ βασιλει̃ μηκέτι ἰσχύειν τὴν τω̃ν Ιουδαίων ἀπογραφὴν ποιει̃σθαι διὰ τὴν ἀμέτρητον αὐτω̃ν πληθὺν

4:18 καίπερ ὄντων ἔτι κατὰ τὴν χώραν τω̃ν πλειόνων τω̃ν μὲν κατὰ τὰς οἰκίας ἔτι συνεστηκότων τω̃ν δὲ καὶ κατὰ τόπον ὡς ἀδυνάτου καθεστω̃τος πα̃σιν τοι̃ς ἐπ' Αἴγυπτον στρατηγοι̃ς

4:19 ἀπειλήσαντος δὲ αὐτοι̃ς σκληρότερον ὡς δεδωροκοπημένοις εἰς μηχανὴν τη̃ς ἐκφυγη̃ς συνέβη σαφω̃ς αὐτὸν περὶ τούτου πιστωθη̃ναι

4:20 λεγόντων μετὰ ἀποδείξεως καὶ τὴν χαρτηρίαν ἤδη καὶ τοὺς γραφικοὺς καλάμους ἐν οἱ̃ς ἐχρω̃ντο ἐκλελοιπέναι

4:21 του̃το δὲ ἠ̃ν ἐνέργεια τη̃ς του̃ βοηθου̃ντος τοι̃ς Ιουδαίοις ἐξ οὐρανου̃ προνοίας ἀνικήτου

5:1 τότε προσκαλεσάμενος 'Έρμωνα τὸν πρὸς τη̨̃ τω̃ν ἐλεφάντων ἐπιμελεία̨ βαρεία̨ μεμεστωμένος ὀργη̨̃ καὶ χόλω̨ κατὰ πα̃ν ἀμετάθετος

5:2 ἐκέλευσεν ὑπὸ τὴν ἐπερχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτου̃ καὶ οἴνω̨ πλείονι ἀκράτω̨ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι ὄντας τὸν ἀριθμὸν πεντακοσίους καὶ ἀγριωθέντας τη̨̃ του̃ πόματος ἀφθόνω̨ χορηγία̨ εἰσαγαγει̃ν πρὸς συνάντησιν του̃ μόρου τω̃ν Ιουδαίων

5:3 ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν συναγαγὼν τοὺς μάλιστα τω̃ν φίλων καὶ τη̃ς στρατια̃ς ἀπεχθω̃ς ἔχοντας πρὸς τοὺς Ιουδαίους

5:4 ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως 'Έρμων συνετέλει

5:5 οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τω̃ν ταλαιπωρούντων ἐδέσμευον χει̃ρας τήν τε λοιπὴν ἐμηχανω̃ντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον δόξαντες ὁμου̃ λήμψεσθαι τὸ φυ̃λον πέρας τη̃ς ὀλεθρίας

5:6 οἱ δὲ πάσης σκέπης ἔρημοι δοκου̃ντες εἰ̃ναι τοι̃ς ἔθνεσιν Ιουδαι̃οι διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμω̃ν ἀνάγκην

5:7 τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα ἐλεήμονα θεὸν αὐτω̃ν καὶ πατέρα δυσκαταπαύστω̨ βοη̨̃ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο δεόμενοι

5:8 τὴν κατ' αὐτω̃ν μεταστρέψαι βουλὴν ἀνοσίαν καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομερου̃ς ἐπιφανείας ἐκ του̃ παρὰ πόδας ἐν ἑτοίμω̨ μόρου

5:9 τούτων μὲν οὐ̃ν ἐκτενω̃ς ἡ λιτανεία ἀνέβαινεν εἰς τὸν οὐρανόν

5:10 ὁ δὲ 'Έρμων τοὺς ἀνηλεει̃ς ἐλέφαντας ποτίσας πεπληρωμένους τη̃ς του̃ οἴνου πολλη̃ς χορηγίας καὶ του̃ λιβάνου μεμεστωμένους ὄρθριος ἐπὶ τὴν αὐλὴν παρη̃ν περὶ τούτων προσαγγει̃λαι τω̨̃ βασιλει̃

5:11 τὸ δὲ ἀπ' αἰω̃νος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρα̨ ἐπιβαλλόμενον ὑπὸ του̃ χαριζομένου πα̃σιν οἱ̃ς ἂν αὐτὸς θελήση̨ ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα

5:12 καὶ ἡδίστω̨ καὶ βαθει̃ κατεσχέθη τη̨̃ ἐνεργεία̨ του̃ δεσπότου τη̃ς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος του̃ δὲ ἀμεταθέτου λογισμου̃ μεγάλως διεψευσμένος

5:13 οἵ τε Ιουδαι̃οι τὴν προσημανθει̃σαν ὥραν διαφυγόντες τὸν ἅγιον ἤ̨νουν θεὸν αὐτω̃ν καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δει̃ξαι μεγαλοσθενου̃ς ἑαυτου̃ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις

5:14 μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδὸν ὁ πρὸς ται̃ς κλήσεσιν τεταγμένος ἀθρόους τοὺς κλητοὺς ἰδὼν ἔνυξεν προσελθὼν τὸν βασιλέα

5:15 καὶ μόλις διεγείρας ὑπέδειξε τὸν τη̃ς συμποσίας καιρὸν ἤδη παρατρέχοντα τὸν περὶ τούτων λόγον ποιούμενος

5:16 ὃν ὁ βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλι̃ναι αὐτου̃

5:17 οὑ̃ καὶ γενομένου παρή̨νει εἰς εὐωχίαν δόντας ἑαυτοὺς τὸ παρὸν τη̃ς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος

5:18 ἐπὶ πλει̃ον δὲ προβαινούσης τη̃ς ὁμιλίας τὸν 'Έρμωνα προσκαλεσάμενος ὁ βασιλεὺς μετὰ πικρα̃ς ἀπειλη̃ς ἐπυνθάνετο τίνος ἕνεκεν αἰτίας εἰάθησαν οἱ Ιουδαι̃οι τὴν περιου̃σαν ἡμέραν περιβεβιωκότες

5:19 του̃ δὲ ὑποδείξαντος ἔτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἀγειοχέναι καὶ τω̃ν φίλων αὐτω̨̃ προσμαρτυρησάντων

5:20 τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τω̨̃ τη̃ς σήμερον ὕπνω̨ χάριν ἔχειν αὐτούς ἀνυπερθέτως δὲ εἰς τὴν ἐπιτελου̃σαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τω̃ν ἀθεμίτων Ιουδαίων ἀφανισμόν

5:21 εἰπόντος δὲ του̃ βασιλέως ἀσμένως πάντες μετὰ χαρα̃ς οἱ παρόντες ὁμου̃ συναινέσαντες εἰς τὸν ἴδιον οἰ̃κον ἕκαστος ἀνέλυσεν

5:22 καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τη̃ς νυκτός ὡς εἰς τὸ παντοίους μηχανα̃σθαι τοι̃ς ταλαιπώροις δοκου̃σιν ἐμπαιγμούς

5:23 ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος καὶ τὰ θηρία καθωπλικὼς ὁ 'Έρμων ἐν τω̨̃ μεγάλω̨ περιστύλω̨ διεκίνει

5:24 τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν προσδοκω̃ντα τὴν πρωίαν μετὰ σπουδη̃ς

5:25 οἱ δὲ Ιουδαι̃οι κατὰ τὸν ἀμερη̃ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροι̃ς τείνοντες τὰς χει̃ρας εἰς τὸν οὐρανὸν ἐδέοντο του̃ μεγίστου θεου̃ πάλιν αὐτοι̃ς βοηθη̃σαι συντόμως

5:26 οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο καὶ του̃ βασιλέως τοὺς φίλους ἐκδεχομένου ὁ 'Έρμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον ὑποδεικνύων τὸ πρόθυμον του̃ βασιλέως ἐν ἑτοίμω̨ κει̃σθαι

5:27 του̃ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τη̨̃ παρανόμω̨ ἐξόδω̨ κατὰ πα̃ν ἀγνωσία̨ κεκρατημένος ἐπυνθάνετο τί τὸ πρα̃γμα ἐφ' οὑ̃ του̃το αὐτω̨̃ μετὰ σπουδη̃ς τετέλεσται

5:28 του̃το δὲ ἠ̃ν ἡ ἐνέργεια του̃ πάντα δεσποτεύοντος θεου̃ τω̃ν πρὶν αὐτω̨̃ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος

5:29 ὑπεδείκνυεν ὁ 'Έρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις ἡτοιμάσθαι βασιλευ̃ κατὰ τὴν σὴν ἐκτενη̃ πρόθεσιν

5:30 ὁ δὲ ἐπὶ τοι̃ς ῥηθει̃σιν πληρωθεὶς βαρει̃ χόλω̨ διὰ τὸ περὶ τούτων προνοία̨ θεου̃ διεσκεδάσθαι πα̃ν αὐτου̃ τὸ νόημα ἐνατενίσας μετὰ ἀπειλη̃ς εἰ̃πεν

5:31 ὅσοι γονει̃ς παρη̃σαν ἢ παίδων γόνοι τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλη̃ θοι̃ναν ἀντὶ τω̃ν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοι̃ς ἀποδεδειγμένων ὁλοσχερη̃ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων

5:32 καίπερ εἰ μὴ διὰ τὴν τη̃ς συντροφίας στοργὴν καὶ τη̃ς χρείας τὸ ζη̃ν ἀντὶ τούτων ἐστερήθης

5:33 οὕτως ὁ 'Έρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν καὶ τη̨̃ ὁράσει καὶ τω̨̃ προσώπω̨ συνεστάλη

5:34 ὁ καθει̃ς δὲ τω̃ν φίλων σκυθρωπω̃ς ὑπεκρέων τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν

5:35 οἵ τε Ιουδαι̃οι τὰ παρὰ του̃ βασιλέως ἀκούσαντες τὸν ἐπιφανη̃ θεὸν κύριον βασιλέα τω̃ν βασιλέων ἤ̨νουν καὶ τη̃σδε τη̃ς βοηθείας αὐτου̃ τετευχότες

5:36 κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πα̃ν τὸ συμπόσιον εἰς εὐφροσύνην τραπη̃ναι παρεκάλει

5:37 τὸν δὲ 'Έρμωνα προσκαλεσάμενος μετὰ ἀπειλη̃ς εἰ̃πεν ποσάκις δὲ δει̃ σοι περὶ τούτων αὐτω̃ν προστάττειν ἀθλιώτατε

5:38 τοὺς ἐλέφαντας ἔτι καὶ νυ̃ν καθόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τω̃ν Ιουδαίων ἀφανισμόν

5:39 οἱ δὲ συνανακείμενοι συγγενει̃ς τὴν ἀσταθη̃ διάνοιαν αὐτου̃ θαυμάζοντες προεφέροντο τάδε

5:40 βασιλευ̃ μέχρι τίνος ὡς ἀλόγους ἡμα̃ς διαπειράζεις προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι καὶ πάλιν ἐπὶ τω̃ν πραγμάτων ἐκ μεταβολη̃ς ἀναλύων τὰ σοὶ δεδογμένα

5:41 ὡ̃ν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλει̃ καὶ πληθύουσα συστροφαι̃ς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθη̃ναι

5:42 ὅθεν ὁ κατὰ πάντα Φάλαρις βασιλεὺς ἐμπληθυνθεὶς ἀλογιστίας καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τω̃ν Ιουδαίων ἐν αὐτω̨̃ μεταβολὰς τη̃ς ψυχη̃ς παρ' οὐδὲν ἡγούμενος ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ἅ̨δην ἐν γόνασιν καὶ ποσὶν θηρίων ἠ̨κισμένους

5:43 ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ιουδαίαν ἰσόπεδον πυρὶ καὶ δόρατι θήσεσθαι διὰ τάχους καὶ τὸν ἄβατον ἡμι̃ν αὐτω̃ν ναὸν πυρὶ πρηνέα ἐν τάχει τω̃ν συντελούντων ἐκει̃ θυσίας ἔρημον εἰς τὸν ἅπαντα χρόνον καταστήσειν

5:44 τότε περιχαρει̃ς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενει̃ς μετὰ πίστεως διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τη̃ς πόλεως πρὸς τὴν τήρησιν

5:45 ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδὸν ὡς εἰπει̃ν εἰς κατάστεμα μανιω̃δες ἀγειοχὼς εὐωδεστάτοις πόμασιν οἴνου λελιβανωμένου φοβερω̃ς κεκοσμημένα κατασκευαι̃ς

5:46 περὶ τὴν ἕω τη̃ς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ του̃ ἱπποδρόμου καταμεμεστωμένης εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα

5:47 ὁ δὲ ὀργη̨̃ βαρεία̨ γεμίσας δυσσεβη̃ φρένα παντὶ τω̨̃ βάρει σὺν τοι̃ς θηρίοις ἐξώρμησε βουλόμενος ἀτρώτω̨ καρδία̨ καὶ κόραις ὀφθαλμω̃ν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τω̃ν προσεσημαμμένων καταστροφήν

5:48 ὡς δὲ τω̃ν ἐλεφάντων ἐξιόντων περὶ πύλην καὶ τη̃ς συνεπομένης ἐνόπλου δυνάμεως τη̃ς τε του̃ πλήθους πορείας κονιορτὸν ἰδόντες καὶ βαρυηχη̃ θόρυβον ἀκούσαντες οἱ Ιουδαι̃οι

5:49 ὑστάτην βίου ῥοπὴν αὐτοι̃ς ἐκείνην δόξαντες εἰ̃ναι τὸ τέλος τη̃ς ἀθλιωτάτης προσδοκίας εἰς οἰ̃κτον καὶ γόους τραπέντες κατεφίλουν ἀλλήλους περιπλεκόμενοι τοι̃ς συγγενέσιν ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες γονει̃ς παισὶν καὶ μητέρες νεάνισιν ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευται̃ον ἕλκοντα γάλα

5:50 οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτω̃ν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανου̃ συνιδόντες πρηνει̃ς ὁμοθυμαδὸν ῥίψαντες ἑαυτοὺς καὶ τὰ νήπια χωρίσαντες τω̃ν μαστω̃ν

5:51 ἀνεβόησαν φωνη̨̃ μεγάλη̨ σφόδρα τὸν τη̃ς ἁπάσης δυνάμεως δυνάστην ἱκετεύοντες οἰκτι̃ραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ἅ̨δου καθεστω̃τας

6:1 Ελεαζαρος δέ τις ἀνὴρ ἐπίσημος τω̃ν ἀπὸ τη̃ς χώρας ἱερέων ἐν πρεσβείω̨ τὴν ἡλικίαν ἤδη λελογχὼς καὶ πάση̨ τη̨̃ κατὰ τὸν βίον ἀρετη̨̃ κεκοσμημένος τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλει̃σθαι τὸν ἅγιον θεὸν προσηύξατο τάδε

6:2 βασιλευ̃ μεγαλοκράτωρ ὕψιστε παντοκράτωρ θεὲ τὴν πα̃σαν διακυβερνω̃ν ἐν οἰκτιρμοι̃ς κτίσιν

6:3 ἔπιδε ἐπὶ Αβρααμ σπέρμα ἐπὶ ἡγιασμένου τέκνα Ιακωβ μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένη̨ γη̨̃ ξένον ἀδίκως ἀπολλύμενον πάτερ

6:4 σὺ Φαραω πληθύνοντα ἅρμασιν τὸν πρὶν Αἰγύπτου ταύτης δυνάστην ἐπαρθέντα ἀνόμω̨ θράσει καὶ γλώσση̨ μεγαλορρήμονι σὺν τη̨̃ ὑπερηφάνω̨ στρατια̨̃ ποντοβρόχους ἀπώλεσας φέγγος ἐπιφάνας ἐλέους Ισραηλ γένει

6:5 σὺ τὸν ἀναριθμήτοις δυνάμεσιν γαυρωθέντα Σενναχηριμ βαρὺν 'Ασσυρίων βασιλέα δόρατι τὴν πα̃σαν ὑποχείριον ἤδη λαβόντα γη̃ν καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν βαρέα λαλου̃ντα κόμπω̨ καὶ θράσει σύ δέσποτα ἔθραυσας ἔκδηλον δεικνὺς ἔθνεσιν πολλοι̃ς τὸ σὸν κράτος

6:6 σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρει̃ς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρευ̃σαι τοι̃ς κενοι̃ς διάπυρον δροσίσας κάμινον ἐρρύσω μέχρι τριχὸς ἀπημάντους φλόγα πα̃σιν ἐπιπέμψας τοι̃ς ὑπεναντίοις

6:7 σὺ τὸν διαβολαι̃ς φθόνου λέουσι κατὰ γη̃ς ῥιφέντα θηρσὶν βορὰν Δανιηλ εἰς φω̃ς ἀνήγαγες ἀσινη̃

6:8 τόν τε βυθοτρεφου̃ς ἐν γαστρὶ κήτους Ιωναν τηκόμενον ἀφιδὼν ἀπήμαντον πα̃σιν οἰκείοις ἀνέδειξας πάτερ

6:9 καὶ νυ̃ν μίσυβρι πολυέλεε τω̃ν ὅλων σκεπαστά τὸ τάχος ἐπιφάνηθι τοι̃ς ἀπὸ Ισραηλ γένους ὑπὸ ἐβδελυγμένων ἀνόμων ἐθνω̃ν ὑβριζομένοις

6:10 εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμω̃ν ἐνέσχηται ῥυσάμενος ἡμα̃ς ἀπὸ ἐχθρω̃ν χειρός ὡ̨̃ προαιρη̨̃ δέσποτα ἀπόλεσον ἡμα̃ς μόρω̨

6:11 μὴ τοι̃ς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τη̨̃ τω̃ν ἠγαπημένων σου ἀπωλεία̨ λέγοντες οὐδὲ ὁ θεὸς αὐτω̃ν ἐρρύσατο αὐτούς

6:12 σὺ δέ ὁ πα̃σαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν αἰώνιε νυ̃ν ἔπιδε ἐλέησον ἡμα̃ς τοὺς καθ' ὕβριν ἀνόμων ἀλόγιστον ἐκ του̃ ζη̃ν μεθισταμένους ἐν ἐπιβούλων τρόπω̨

6:13 πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον ἔντιμε δύναμιν ἔχων ἐπὶ σωτηρία̨ Ιακωβ γένους

6:14 ἱκετεύει σε τὸ πα̃ν πλη̃θος τω̃ν νηπίων καὶ οἱ τούτων γονει̃ς μετὰ δακρύων

6:15 δειχθήτω πα̃σιν ἔθνεσιν ὅτι μεθ' ἡμω̃ν εἰ̃ κύριε καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμω̃ν ἀλλὰ καθὼς εἰ̃πας ὅτι οὐδὲ ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν ὄντων ὑπερει̃δον αὐτούς οὕτως ἐπιτέλεσον κύριε

6:16 του̃ δὲ Ελεαζαρου λήγοντος ἄρτι τη̃ς προσευχη̃ς ὁ βασιλεὺς σὺν τοι̃ς θηρίοις καὶ παντὶ τω̨̃ τη̃ς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρη̃γεν

6:17 καὶ θεωρήσαντες οἱ Ιουδαι̃οι μέγα εἰς οὐρανὸν ἀνέκραξαν ὥστε καὶ τοὺς παρακειμένους αὐλω̃νας συνηχήσαντας ἀκατάσχετον πτόην ποιη̃σαι παντὶ τω̨̃ στρατοπέδω̨

6:18 τότε ὁ μεγαλόδοξος παντοκράτωρ καὶ ἀληθινὸς θεὸς ἐπιφάνας τὸ ἅγιον αὐτου̃ πρόσωπον ἠνέω̨ξεν τὰς οὐρανίους πύλας ἐξ ὡ̃ν δεδοξασμένοι δύο φοβεροειδει̃ς ἄγγελοι κατέβησαν φανεροὶ πα̃σιν πλὴν τοι̃ς Ιουδαίοις

6:19 καὶ ἀντέστησαν καὶ τὴν δύναμιν τω̃ν ὑπεναντίων ἐπλήρωσαν ταραχη̃ς καὶ δειλίας καὶ ἀκινήτοις ἔδησαν πέδαις

6:20 καὶ ὑπόφρικον καὶ τὸ του̃ βασιλέως σω̃μα ἐγενήθη καὶ λήθη τὸ θράσος αὐτου̃ τὸ βαρύθυμον ἔλαβεν

6:21 καὶ ἀπέστρεψαν τὰ θηρία ἐπὶ τὰς συνεπομένας ἐνόπλους δυνάμεις καὶ κατεπάτουν αὐτὰς καὶ ὠλέθρευον

6:22 καὶ μετεστράφη του̃ βασιλέως ἡ ὀργὴ εἰς οἰ̃κτον καὶ δάκρυα ὑπὲρ τω̃ν ἔμπροσθεν αὐτω̨̃ μεμηχανευμένων

6:23 ἀκούσας γὰρ τη̃ς κραυγη̃ς καὶ συνιδὼν πρηνει̃ς ἅπαντας εἰς τὴν ἀπώλειαν δακρύσας μετ' ὀργη̃ς τοι̃ς φίλοις διηπειλει̃το λέγων

6:24 παραβασιλεύετε καὶ τυράννους ὑπερβεβήκατε ὠμότητι καὶ ἐμὲ αὐτὸν τὸν ὑμω̃ν εὐεργέτην ἐπιχειρει̃τε τη̃ς ἀρχη̃ς ἤδη καὶ του̃ πνεύματος μεθιστα̃ν λάθρα̨ μηχανώμενοι τὰ μὴ συμφέροντα τη̨̃ βασιλεία̨

6:25 τίς τοὺς κρατήσαντας ἡμω̃ν ἐν πίστει τὰ τη̃ς χώρας ὀχυρώματα τη̃ς οἰκίας ἀποστήσας ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε

6:26 τίς τοὺς ἐξ ἀρχη̃ς εὐνοία̨ πρὸς ἡμα̃ς κατὰ πάντα διαφέροντας πάντων ἐθνω̃ν καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδεγμένους κινδύνους οὕτως ἀθέσμως περιέβαλεν αἰκίαις

6:27 λύσατε ἐκλύσατε ἄδικα δεσμά εἰς τὰ ἴδια μετ' εἰρήνης ἐξαποστείλατε τὰ προπεπραγμένα παραιτησάμενοι

6:28 ἀπολύσατε τοὺς υἱοὺς του̃ παντοκράτορος ἐπουρανίου θεου̃ ζω̃ντος ὃς ἀφ' ἡμετέρων μέχρι του̃ νυ̃ν προγόνων ἀπαραπόδιστον μετὰ δόξης εὐστάθειαν παρέχει τοι̃ς ἡμετέροις πράγμασιν

6:29 ὁ μὲν οὐ̃ν ταυ̃τα ἔλεξεν οἱ δὲ ἐν ἀμερει̃ χρόνω̨ λυθέντες τὸν ἅγιον σωτη̃ρα θεὸν αὐτω̃ν εὐλόγουν ἄρτι τὸν θάνατον ἐκπεφευγότες

6:30 εἰ̃τα ὁ βασιλεὺς εἰς τὴν πόλιν ἀπαλλαγεὶς τὸν ἐπὶ τω̃ν προσόδων προσκαλεσάμενος ἐκέλευσεν οἴνους τε καὶ τὰ λοιπὰ πρὸς εὐωχίαν ἐπιτήδεια τοι̃ς Ιουδαίοις χορηγει̃ν ἐπὶ ἡμέρας ἑπτὰ κρίνας αὐτοὺς ἐν ὡ̨̃ τόπω̨ ἔδοξαν τὸν ὄλεθρον ἀναλαμβάνειν ἐν τούτω̨ ἐν εὐφροσύνη̨ πάση̨ σωτήρια ἀγαγει̃ν

6:31 τότε οἱ τὸ πρὶν ἐπονείδιστοι καὶ πλησίον του̃ ἅ̨δου μα̃λλον δὲ ἐπ' αὐτω̨̃ βεβηκότες ἀντὶ πικρου̃ καὶ δυσαιάκτου μόρου κώθωνα σωτήριον συστησάμενοι τὸν εἰς πτω̃σιν αὐτοι̃ς καὶ τάφον ἡτοιμασμένον τόπον κλισίαις κατεμερίσαντο πλήρεις χαρμονη̃ς

6:32 καταλήξαντες δὲ θρήνων πανόδυρτον μέλος ἀνέλαβον ὠ̨δὴν πάτριον τὸν σωτη̃ρα καὶ τερατοποιὸν αἰνου̃ντες θεόν οἰμωγήν τε πα̃σαν καὶ κωκυτὸν ἀπωσάμενοι χοροὺς συνίσταντο εὐφροσύνης εἰρηνικη̃ς σημει̃ον

6:33 ὡσαύτως δὲ καὶ ὁ βασιλεὺς περὶ τούτων συμπόσιον βαρὺ συναγαγὼν ἀδιαλείπτως εἰς οὐρανὸν ἀνθωμολογει̃το μεγαλομερω̃ς ἐπὶ τη̨̃ παραδόξω̨ γενηθείση̨ αὐτω̨̃ σωτηρία̨

6:34 οἵ τε πρὶν εἰς ὄλεθρον καὶ οἰωνοβρώτους αὐτοὺς ἔσεσθαι τιθέμενοι καὶ μετὰ χαρα̃ς ἀπογραψάμενοι κατεστέναξαν αἰσχύνην ἐφ' ἑαυτοι̃ς περιβαλόμενοι καὶ τὴν πυρόπνουν τόλμαν ἀκλεω̃ς ἐσβεσμένοι

6:35 οἵ τε Ιουδαι̃οι καθὼς προειρήκαμεν συστησάμενοι τὸν προειρημένον χορὸν μετ' εὐωχίας ἐν ἐξομολογήσεσιν ἱλαραι̃ς καὶ ψαλμοι̃ς διη̃γον

6:36 καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν ἐπὶ πα̃σαν τὴν παροικίαν αὐτω̃ν εἰς γενεὰς τὰς προειρημένας ἡμέρας ἄγειν ἔστησαν εὐφροσύνους οὐ πότου χάριν καὶ λιχνείας σωτηρίας δὲ τη̃ς διὰ θεὸν γενομένης αὐτοι̃ς

6:37 ἐνέτυχον δὲ τω̨̃ βασιλει̃ τὴν ἀπόλυσιν αὐτω̃ν εἰς τὰ ἴδια αἰτούμενοι

6:38 ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος του̃ Παχων ἕως τη̃ς τετάρτης του̃ Επιφι ἐπὶ ἡμέρας τεσσαράκοντα συνίστανται δὲ αὐτω̃ν τὴν ἀπώλειαν ἀπὸ πέμπτης του̃ Επιφι ἕως ἑβδόμης ἡμέραις τρισίν

6:39 ἐν αἱ̃ς καὶ μεγαλοδόξως ἐπιφάνας τὸ ἔλεος αὐτου̃ ὁ τω̃ν πάντων δυνάστης ἀπταίστους αὐτοὺς ἐρρύσατο ὁμοθυμαδόν

6:40 εὐωχου̃ντο δὲ πάνθ' ὑπὸ του̃ βασιλέως χορηγούμενοι μέχρι τη̃ς τεσσαρεσκαιδεκάτης ἐν ἡ̨̃ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τη̃ς ἀπολύσεως αὐτω̃ν

6:41 συναινέσας δὲ αὐτοι̃ς ὁ βασιλεὺς ἔγραψεν αὐτοι̃ς τὴν ὑπογεγραμμένην ἐπιστολὴν πρὸς τοὺς κατὰ πόλιν στρατηγοὺς μεγαλοψύχως τὴν ἐκτενίαν ἔχουσαν

7:1 βασιλεὺς Πτολεμαι̃ος Φιλοπάτωρ τοι̃ς κατ' Αἴγυπτον στρατηγοι̃ς καὶ πα̃σιν τοι̃ς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρω̃σθαι

7:2 ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμω̃ν κατευθύναντος ἡμι̃ν του̃ μεγάλου θεου̃ τὰ πράγματα καθὼς προαιρούμεθα

7:3 τω̃ν φίλων τινὲς κατὰ κακοήθειαν πυκνότερον ἡμι̃ν παρακείμενοι συνέπεισαν ἡμα̃ς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ιουδαίους συναθροίσαντας σύστημα κολάσασθαι ξενιζούσαις ἀποστατω̃ν τιμωρίαις

7:4 προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμω̃ν δι' ἣν ἔχουσιν οὑ̃τοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν μέχρι ἂν συντελεσθη̨̃ του̃το

7:5 οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμω̃ν ὡς ἀνδράποδα μα̃λλον δὲ ὡς ἐπιβούλους ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελει̃ν νόμου Σκυθω̃ν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα

7:6 ἡμει̃ς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι καθ' ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν μόγις τὸ ζη̃ν αὐτοι̃ς χαρισάμενοι καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλω̃ς ὑπερησπικότα τω̃ν Ιουδαίων ὡς πατέρα ὑπὲρ υἱω̃ν διὰ παντὸς συμμαχου̃ντα

7:7 τήν τε του̃ φίλου ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμα̃ς καὶ τοὺς προγόνους ἡμω̃ν εὔνοιαν ἀναλογισάμενοι δικαίως ἀπολελύκαμεν πάσης καθ' ὁντινου̃ν αἰτίας τρόπον

7:8 καὶ προστετάχαμεν ἑκάστω̨ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν ἐν παντὶ τόπω̨ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος μήτε ὀνειδίζειν περὶ τω̃ν γεγενημένων παρὰ λόγον

7:9 γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρὸν ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον οὐκ ἄνθρωπον ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως θεὸν ὕψιστον ἀντικείμενον ἡμι̃ν ἐπ' ἐκδικήσει τω̃ν πραγμάτων κατὰ πα̃ν ἀφεύκτως διὰ παντὸς ἕξομεν ἔρρωσθε

7:10 λαβόντες δὲ τὴν ἐπιστολὴν ταύτην οὐκ ἐσπούδασαν εὐθέως γενέσθαι περὶ τὴν ἄφοδον ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ του̃ γένους τω̃ν Ιουδαίων τὸν ἅγιον θεὸν αὐθαιρέτως παραβεβηκότας καὶ του̃ θεου̃ τὸν νόμον τυχει̃ν δι' αὐτω̃ν τη̃ς ὀφειλομένης κολάσεως

7:11 προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θει̃α παραβεβηκότας προστάγματα μηδέποτε εὐνοήσειν μηδὲ τοι̃ς του̃ βασιλέως πράγμασιν

7:12 ὁ δὲ τἀληθὲς αὐτοὺς λέγειν παραδεξάμενος καὶ παραινέσας ἔδωκεν αὐτοι̃ς ἄδειαν πάντων ὅπως τοὺς παραβεβηκότας του̃ θεου̃ τὸν νόμον ἐξολεθρεύσωσιν κατὰ πάντα τὸν ὑπὸ τὴν βασιλείαν αὐτου̃ τόπον μετὰ παρρησίας ἄνευ πάσης βασιλικη̃ς ἐξουσίας καὶ ἐπισκέψεως

7:13 τότε κατευφημήσαντες αὐτόν ὡς πρέπον ἠ̃ν οἱ τούτων ἱερει̃ς καὶ πα̃ν τὸ πλη̃θος ἐπιφωνήσαντες τὸ αλληλουια μετὰ χαρα̃ς ἀνέλυσαν

7:14 οὕτως τε τὸν ἐμπεσόντα τω̃ν μεμιαμμένων ὁμοεθνη̃ κατὰ τὴν ὁδὸν ἐκολάζοντο καὶ μετὰ παραδειγματισμω̃ν ἀνή̨ρουν

7:15 ἐκείνη̨ δὲ τη̨̃ ἡμέρα̨ ἀνει̃λον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρα̃ς βεβήλους χειρωσάμενοι

7:16 αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες παντελη̃ σωτηρίας ἀπόλαυσιν εἰληφότες ἀνέζευξαν ἐκ τη̃ς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσιν κατεστεμμένοι μετ' εὐφροσύνης καὶ βοη̃ς ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστου̃ντες τω̨̃ θεω̨̃ τω̃ν πατέρων αὐτω̃ν αἰωνίω̨ σωτη̃ρι του̃ Ισραηλ

7:17 παραγενηθέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν του̃ τόπου ἰδιότητα ῥοδοφόρον ἐν ἡ̨̃ προσέμεινεν αὐτοὺς ὁ στόλος κατὰ κοινὴν αὐτω̃ν βουλὴν ἡμέρας ἑπτά

7:18 ἐκει̃ ἐποίησαν πότον σωτήριον του̃ βασιλέως χορηγήσαντος αὐτοι̃ς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστω̨ ἕως εἰς τὴν ἰδίαν οἰκίαν

7:19 καταχθέντες δὲ μετ' εἰρήνης ἐν ται̃ς πρεπούσαις ἐξομολογήσεσιν ὡσαύτως κἀκει̃ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τη̃ς παροικίας αὐτω̃ν χρόνον εὐφροσύνους

7:20 ἃς καὶ ἀνιερώσαντες ἐν στήλη̨ κατὰ τὸν τη̃ς συμποσίας τόπον προσευχη̃ς καθιδρύσαντες ἀνέλυσαν ἀσινει̃ς ἐλεύθεροι ὑπερχαρει̃ς διά τε γη̃ς καὶ θαλάσσης καὶ ποταμου̃ ἀνασω̨ζόμενοι τη̨̃ του̃ βασιλέως ἐπιταγη̨̃ ἕκαστος εἰς τὴν ἰδίαν

7:21 καὶ πλείστην ἢ ἔμπροσθεν ἐν τοι̃ς ἐχθροι̃ς ἐξουσίαν ἐσχηκότες μετὰ δόξης καὶ φόβου τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τω̃ν ὑπαρχόντων

7:22 καὶ πάντα τὰ ἑαυτω̃ν πάντες ἐκομίσαντο ἐξ ἀπογραφη̃ς ὥστε τοὺς ἔχοντάς τι μετὰ φόβου μεγίστου ἀποδου̃ναι αὐτοι̃ς τὰ μεγαλει̃α του̃ μεγίστου θεου̃ ποιήσαντος τελείως ἐπὶ σωτηρία̨ αὐτω̃ν

7:23 εὐλογητὸς ὁ ῥύστης Ισραηλ εἰς τοὺς ἀεὶ χρόνους αμην

.

Книго

[X]