'Ωδαὶ

ὠ̨δὴ Μωυσέως ἐν τη̨̃ ἐξόδω̨

1:1 ἄ̨σωμεν τω̨̃ κυρίω̨ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν

1:2 βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν οὑ̃τός μου θεός καὶ δοξάσω αὐτόν θεὸς του̃ πατρός μου καὶ ὑψώσω αὐτόν

1:3 κύριος συντρίβων πολέμους κύριος ὄνομα αὐτω̨̃

1:4 ἅρματα Φαραω καὶ τὴν δύναμιν αὐτου̃ ἔρριψεν εἰς θάλασσαν ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρα̨̃ θαλάσση̨

1:5 πόντω̨ ἐκάλυψεν αὐτούς κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος

1:6 ἡ δεξιά σου κύριε δεδόξασται ἐν ἰσχύι ἡ δεξιά σου χείρ κύριε ἔθραυσεν ἐχθρούς

1:7 καὶ τω̨̃ πλήθει τη̃ς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην

1:8 καὶ διὰ πνεύματος του̃ θυμου̃ σου διέστη τὸ ὕδωρ ἐπάγη ὡσεὶ τει̃χος τὰ ὕδατα ἐπάγη τὰ κύματα ἐν μέσω̨ τη̃ς θαλάσσης

1:9 εἰ̃πεν ὁ ἐχθρός διώξας καταλήμψομαι μεριω̃ σκυ̃λα ἐμπλήσω ψυχήν μου ἀνελω̃ τη̨̃ μαχαίρη̨ μου κυριεύσει ἡ χείρ μου

1:10 ἀπέστειλας τὸ πνευ̃μά σου ἐκάλυψεν αὐτοὺς θάλασσα ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρω̨̃

1:11 τίς ὅμοιός σοι ἐν θεοι̃ς κύριε τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις θαυμαστὸς ἐν δόξαις ποιω̃ν τέρατα

1:12 ἐξέτεινας τὴν δεξιάν σου καὶ κατέπιεν αὐτοὺς ἡ γη̃

1:13 ὡδήγησας τη̨̃ δικαιοσύνη̨ σου τὸν λαόν σου του̃τον ὃν ἐλυτρώσω παρεκάλεσας τη̨̃ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου

1:14 ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν ὠδι̃νες ἔλαβον κατοικου̃ντας Φυλιστιιμ

1:15 τότε ἔσπευσαν ἡγεμόνες Εδωμ καὶ ἄρχοντες Μωαβιτω̃ν ἔλαβεν αὐτοὺς τρόμος ἐτάκησαν πάντες οἱ κατοικου̃ντες Χανααν

1:16 ἐπιπέσοι ἐπ' αὐτοὺς φόβος καὶ τρόμος μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν ἕως ἂν παρέλθη̨ ὁ λαός σου κύριε ἕως ἂν παρέλθη̨ ὁ λαός σου οὑ̃τος ὃν ἐκτήσω

1:17 εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω κύριε ἁγίασμα κύριε ὃ ἡτοίμασαν αἱ χει̃ρές σου

1:18 κύριος βασιλεύων τὸν αἰω̃να καὶ ἐπ' αἰω̃να καὶ ἔτι

1:19 ὅτι εἰση̃λθεν ἵππος Φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλασσαν καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς κύριος τὸ ὕδωρ τη̃ς θαλάσσης οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρα̃ς ἐν μέσω̨ τη̃ς θαλάσσης

ὠ̨δὴ Μωυσέως ἐν τω̨̃ Δευτερονομίω̨

2:1 πρόσεχε οὐρανέ καὶ λαλήσω καὶ ἀκουέτω γη̃ ῥήματα ἐκ στόματός μου

2:2 προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου ὡσεὶ ὄμβρος ἐπ' ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον

2:3 ὅτι ὄνομα κυρίου ἐκάλεσα δότε μεγαλωσύνην τω̨̃ θεω̨̃ ἡμω̃ν

2:4 θεός ἀληθινὰ τὰ ἔργα αὐτου̃ καὶ πα̃σαι αἱ ὁδοὶ αὐτου̃ κρίσις θεὸς πιστός καὶ οὐκ ἔστιν ἀδικία δίκαιος καὶ ὅσιος κύριος

2:5 ἡμάρτοσαν οὐκ αὐτω̨̃ τέκνα μωμητά γενεὰ σκολιὰ καὶ διεστραμμένη

2:6 ταυ̃τα κυρίω̨ ἀνταποδίδοτε οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός οὐκ αὐτὸς οὑ̃τός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέν σε καὶ ἔκτισέν σε

2:7 μνήσθητε ἡμέρας αἰω̃νος σύνετε ἔτη γενεα̃ς γενεω̃ν ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελει̃ σοι τοὺς πρεσβυτέρους σου καὶ ἐρου̃σίν σοι

2:8 ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη ὡς διέσπειρεν υἱοὺς Αδαμ ἔστησεν ὅρια ἐθνω̃ν κατὰ ἀριθμὸν ἀγγέλων θεου̃

2:9 καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτου̃ Ιακωβ σχοίνισμα κληρονομίας αὐτου̃ Ισραηλ

2:10 αὐτάρκησεν αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ ἐν δίψει καύματος ἐν ἀνύδρω̨ ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόρην ὀφθαλμου̃

2:11 ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτου̃ καὶ ἐπὶ τοι̃ς νεοσσοι̃ς αὐτου̃ ἐπεπόθησεν διεὶς τὰς πτέρυγας αὐτου̃ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τω̃ν μεταφρένων αὐτου̃

2:12 κύριος μόνος ἠ̃γεν αὐτούς καὶ οὐκ ἠ̃ν μετ' αὐτω̃ν θεὸς ἀλλότριος

2:13 ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τη̃ς γη̃ς ἐψώμισεν αὐτοὺς γενήματα ἀγρω̃ν ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεα̃ς πέτρας

2:14 βούτυρον βοω̃ν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνω̃ν καὶ κριω̃ν υἱω̃ν ταύρων καὶ τράγων μετὰ στέατος νεφρω̃ν πυρου̃ καὶ αἱ̃μα σταφυλη̃ς ἔπιον οἰ̃νον

2:15 καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος ἐλιπάνθη ἐπαχύνθη ἐπλατύνθη καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεου̃ σωτη̃ρος αὐτου̃

2:16 παρώξυνάν με ἐπ' ἀλλοτρίοις ἐν βδελύγμασιν αὐτω̃ν ἐξεπίκρανάν με

2:17 ἔθυσαν δαιμονίοις καὶ οὐ θεω̨̃ θεοι̃ς οἱ̃ς οὐκ ἤ̨δεισαν καινοὶ καὶ πρόσφατοι ἥκασιν οὓς οὐκ ἤ̨δεισαν οἱ πατέρες αὐτω̃ν

2:18 θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεου̃ του̃ τρέφοντός σε

2:19 καὶ εἰ̃δεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δι' ὀργὴν υἱω̃ν αὐτου̃ καὶ θυγατέρων

2:20 καὶ εἰ̃πεν ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ δείξω τί ἔσται αὐτοι̃ς ἐπ' ἐσχάτων ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν υἱοί οἱ̃ς οὐκ ἔστιν πίστις ἐν αὐτοι̃ς

2:21 αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεω̨̃ παρώργισάν με ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει ἐπ' ἔθνει ἀσυνέτω̨ παροργιω̃ αὐτούς

2:22 ὅτι πυ̃ρ ἐκκέκαυται ἐκ του̃ θυμου̃ μου καυθήσεται ἕως ἅ̨δου κάτω καταφάγεται γη̃ν καὶ τὰ γενήματα αὐτη̃ς φλέξει θεμέλια ὀρέων

2:23 συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς

2:24 τηκόμενοι λιμω̨̃ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος ὀδόντας θηρίων ἐξαποστελω̃ εἰς αὐτοὺς μετὰ θυμου̃ συρόντων ἐπὶ γη̃ς

2:25 ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τω̃ν ταμιείων φόβος νεανίσκος σὺν παρθένω̨ θηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου

2:26 εἰ̃πα διασπερω̃ αὐτούς παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτω̃ν

2:27 εἰ μὴ δι' ὀργὴν ἐχθρω̃ν ἵνα μὴ μακροχρονίσωσιν καὶ ἵνα μὴ συνεπιθω̃νται οἱ ὑπεναντίοι μὴ εἴπωσιν ἡ χεὶρ ἡμω̃ν ὑψηλή καὶ οὐχὶ κύριος ἐποίησεν ταυ̃τα πάντα

2:28 ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν καὶ οὐκ ἔστιν ἐν αὐτοι̃ς ἐπιστήμη

2:29 οὐκ ἐφρόνησαν συνιέναι ταυ̃τα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον

2:30 πω̃ς διώξεται εἱ̃ς χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτοὺς καὶ ὁ κύριος παρέδωκεν αὐτούς

2:31 οὐ γάρ εἰσιν οἱ θεοὶ αὐτω̃ν ὡς ὁ θεὸς ἡμω̃ν οἱ δὲ ἐχθροὶ ἡμω̃ν ἀνόητοι

2:32 ἐκ γὰρ ἀμπέλου Σοδομων ἡ ἄμπελος αὐτω̃ν καὶ ἡ κληματὶς αὐτω̃ν ἐκ Γομορρας ἡ σταφυλὴ αὐτω̃ν σταφυλὴ χολη̃ς βότρυς πικρίας αὐτοι̃ς

2:33 θυμὸς δρακόντων ὁ οἰ̃νος αὐτω̃ν καὶ θυμὸς ἀσπίδων ἀνίατος

2:34 οὐκ ἰδοὺ ταυ̃τα πάντα συνη̃κται παρ' ἐμοὶ καὶ ἐσφράγισται ἐν τοι̃ς θησαυροι̃ς μου

2:35 ἐν ἡμέρα̨ ἐκδικήσεως ἀνταποδώσω ἐν καιρω̨̃ ὅταν σφαλη̨̃ ὁ ποὺς αὐτω̃ν ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτω̃ν καὶ πάρεστιν ἕτοιμα ὑμι̃ν

2:36 ὅτι κρινει̃ κύριος τὸν λαὸν αὐτου̃ καὶ ἐπὶ τοι̃ς δούλοις αὐτου̃ παρακληθήσεται εἰ̃δεν γὰρ αὐτοὺς παραλελυμένους καὶ ἐκλελοιπότας ἐν ἐπαγωγη̨̃ καὶ παρειμένους

2:37 καὶ εἰ̃πεν κύριος που̃ εἰσιν οἱ θεοὶ αὐτω̃ν ἐφ' οἱ̃ς ἐπεποίθεισαν ἐπ' αὐτοι̃ς

2:38 ὡ̃ν τὸ στέαρ τω̃ν θυσιω̃ν αὐτω̃ν ἠσθίετε καὶ ἐπίνετε τὸν οἰ̃νον τω̃ν σπονδω̃ν αὐτω̃ν ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμι̃ν καὶ γενηθήτωσαν ὑμι̃ν σκεπασταί

2:39 ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμου̃ ἐγὼ ἀποκτενω̃ καὶ ζη̃ν ποιήσω πατάξω κἀγὼ ἰάσομαι καὶ οὐκ ἔστιν ὃς ἐξελει̃ται ἐκ τω̃ν χειρω̃ν μου

2:40 ὅτι ἀρω̃ εἰς τὸν οὐρανὸν τὴν χει̃ρά μου καὶ ὀμου̃μαι τη̨̃ δεξια̨̃ μου καὶ ἐρω̃ ζω̃ ἐγὼ εἰς τὸν αἰω̃να

2:41 ὅτι παροξυνω̃ ὡς ἀστραπὴν τὴν μάχαιράν μου καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου καὶ ἀνταποδώσω δίκην τοι̃ς ἐχθροι̃ς καὶ τοι̃ς μισου̃σίν με ἀνταποδώσω

2:42 μεθύσω τὰ βέλη μου ἀφ' αἵματος καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα ἀφ' αἵματος τραυματιω̃ν καὶ αἰχμαλωσίας ἀπὸ κεφαλη̃ς ἀρχόντων ἐθνω̃ν

2:43 εὐφράνθητε οὐρανοί ἅμα αὐτω̨̃ καὶ προσκυνησάτωσαν αὐτω̨̃ πάντες οἱ ἄγγελοι θεου̃ εὐφράνθητε ἔθνη μετὰ του̃ λαου̃ αὐτου̃ καὶ ἐνισχυσάτωσαν αὐτω̨̃ πάντες υἱοὶ θεου̃ ὅτι τὸ αἱ̃μα τω̃ν υἱω̃ν αὐτου̃ ἐκδικει̃ται καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοι̃ς ἐχθροι̃ς καὶ τοι̃ς μισου̃σιν ἀνταποδώσει καὶ ἐκκαθαριει̃ κύριος τὴν γη̃ν του̃ λαου̃ αὐτου̃

προσευχὴ Αννας μητρὸς Σαμουηλ

3:1 ἐστερεώθη ἡ καρδία μου ἐν κυρίω̨ ὑψώθη κέρας μου ἐν θεω̨̃ μου ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου ηὐφράνθην ἐν σωτηρία̨ σου

3:2 ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμω̃ν οὐκ ἔστιν ἅγιος πλὴν σου̃

3:3 μὴ καυχα̃σθε καὶ μὴ λαλει̃τε ὑψηλά μηδὲ ἐξελθάτω μεγαλορημοσύνη ἐκ του̃ στόματος ὑμω̃ν ὅτι θεὸς γνώσεων κύριος καὶ θεὸς ἑτοιμάζον ἐπιτηδεύματα αὐτου̃

3:4 τόξον δυνατω̃ν ἠσθένησεν καὶ ἀσθενου̃ντες περιεζώσαντο δύναμιν

3:5 πλήρεις ἄρτων ἠλαττώθησαν καὶ οἱ πεινω̃ντες παρη̃καν γη̃ν ὅτι στει̃ρα ἔτεκεν ἑπτά καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν

3:6 κύριος θανατοι̃ καὶ ζωογονει̃ κατάγει εἰς ἅ̨δου καὶ ἀνάγει

3:7 κύριος πτωχίζει καὶ πλουτίζει ταπεινοι̃ καὶ ἀνυψοι̃

3:8 ἀνιστα̨̃ ἀπὸ γη̃ς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν του̃ καθίσαι αὐτὸν μετὰ δυναστω̃ν λαου̃ καὶ θρόνον δόξης κατακληρονομω̃ν αὐτοι̃ς

3:9 διδοὺς εὐχὴν τω̨̃ εὐχομένω̨ καὶ εὐλόγησεν ἔτη δικαίου ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ

3:10 κύριος ἀσθενη̃ ποιήσει τὸν ἀντίδικον αὐτου̃ κύριος ἅγιος μὴ καυχάσθω ὁ σοφὸς ἐν τη̨̃ σοφία̨ αὐτου̃ καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τη̨̃ δυνάμει αὐτου̃ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τω̨̃ πλούτω̨ αὐτου̃ ἀλλ' ἢ ἐν τούτω̨ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν τὸν κύριον καὶ ποιει̃ν κρίμα καὶ δικαιοσύνην ἐν μέσω̨ τη̃ς γη̃ς κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν αὐτὸς κρινει̃ ἄκρα γη̃ς δίκαιος ὢν καὶ δίδωσιν ἰσχὺν τοι̃ς βασιλευ̃σιν ἡμω̃ν καὶ ὑψώσει κέρας χριστου̃ αὐτου̃

4:1 προσευχὴ Αμβακουμ

4:2 κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην ἐν μέσω̨ δύο ζώ̨ων γνωσθήση̨ ἐν τω̨̃ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήση̨ ἐν τω̨̃ παρει̃ναι τὸν καιρὸν ἀναδειχθήση̨ ἐν τω̨̃ ταραχθη̃ναι τὴν ψυχήν μου ἐν ὀργη̨̃ ἐλέους μνησθήση̨

4:3 ὁ θεὸς ἐκ Θαιμαν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους Φαραν κατασκίου δασέως διάψαλμα ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτου̃ καὶ αἰνέσεως αὐτου̃ πλήρης ἡ γη̃

4:4 καὶ φέγγος αὐτου̃ ὡς φω̃ς ἔσται κέρατα ἐν χερσὶν αὐτου̃ καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτου̃

4:5 πρὸ προσώπου αὐτου̃ πορεύσεται λόγος καὶ ἐξελεύσεται ἐν πεδίλοις οἱ πόδες αὐτου̃

4:6 ἔστη καὶ ἐσαλεύθη ἡ γη̃ ἐπέβλεψεν καὶ ἐτάκη ἔθνη διεθρύβη τὰ ὄρη βία̨ ἐτάκησαν βουνοὶ αἰώνιοι

4:7 πορείας αἰωνίους αὐτου̃ ἀντὶ κόπων εἰ̃δον σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ αἱ σκηναὶ γη̃ς Μαδιαμ

4:8 μὴ ἐν ποταμοι̃ς ὠργίσθης κύριε ἢ ἐν ποταμοι̃ς ὁ θυμός σου ἢ ἐν θαλάσση̨ τὸ ὅρμημά σου ὅτι ἐπιβήση̨ ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία

4:9 ἐντείνων ἐντενει̃ς τὸ τόξον σου ἐπὶ σκη̃πτρα λέγει κύριος διάψαλμα ποταμω̃ν ῥαγήσεται γη̃

4:10 ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί σκορπίζων ὕδατα πορείας ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτη̃ς ὕψος φαντασίας αὐτη̃ς ἐπήρθη

4:11 ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τη̨̃ τάξει αὐτη̃ς εἰς φω̃ς βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπη̃ς ὅπλων σου

4:12 ἐν ἀπειλη̨̃ σου ὀλιγώσεις γη̃ν καὶ ἐν θυμω̨̃ κατάξεις ἔθνη

4:13 ἐξη̃λθες εἰς σωτηρίαν λαου̃ σου του̃ σω̃σαι τοὺς χριστούς σου ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον ἐξήγειρας δεσμοὺς ἕως τραχήλου διάψαλμα

4:14 διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστω̃ν σεισθήσονται ἐν αὐτη̨̃ διανοίξουσιν χαλινοὺς αὐτω̃ν ὡς ἔσθων πτωχὸς λάθρα̨

4:15 καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά

4:16 ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνη̃ς προσευχη̃ς χειλέων μου καὶ εἰση̃λθεν τρόμος εἰς τὰ ὀστα̃ μου καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου ἀναπαύσομαι ἐν ἡμέρα̨ θλίψεώς μου του̃ ἀναβη̃ναί με εἰς λαὸν παροικίας μου

4:17 διότι συκη̃ οὐ καρποφορήσει καὶ οὐκ ἔσται γενήματα ἐν ται̃ς ἀμπέλοις ψεύσεται ἔργον ἐλαίας καὶ τὰ πεδία οὐ ποιήσει βρω̃σιν ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτναις ἐξιλάσεως αὐτω̃ν

4:18 ἐγὼ δὲ ἐν τω̨̃ κυρίω̨ ἀγαλλιάσομαι χαρήσομαι ἐπὶ τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρί μου

4:19 κύριος ὁ θεός μου δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβα̨̃ με του̃ νικη̃σαι ἐν τη̨̃ ὠ̨δη̨̃ αὐτου̃

προσευχὴ Ησαιου

5:9 ἐκ νυκτὸς ὀρθρίζει τὸ πνευ̃μά μου πρὸς σέ ὁ θεός διότι φω̃ς τὰ προστάγματά σου ἐπὶ τη̃ς γη̃ς δικαιοσύνην μάθετε οἱ ἐνοικου̃ντες ἐπὶ τη̃ς γη̃ς

5:10 πέπαυται γὰρ ὁ ἀσεβής οὐ μὴ μάθη̨ δικαιοσύνην ἐπὶ τη̃ς γη̃ς ἀλήθειαν οὐ μὴ ποιήσει ἀρθήτω ὁ ἀσεβής ἵνα μὴ ἴδη̨ τὴν δόξαν κυρίου

5:11 κύριε ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ἤ̨δεισαν γνόντες δὲ αἰσχυνθήτωσαν ζη̃λος λήμψεται λαὸν ἀπαίδευτον καὶ νυ̃ν πυ̃ρ τοὺς ὑπεναντίους ἔδεται

5:12 κύριε ὁ θεὸς ἡμω̃ν εἰρήνην δὸς ἡμι̃ν πάντα γὰρ ἀπέδωκας ἡμι̃ν

5:13 κύριε ὁ θεὸς ἡμω̃ν κτη̃σαι ἡμα̃ς κύριε ἐκτὸς σου̃ ἄλλον οὐκ οἴδαμεν τὸ ὄνομά σου ὀνομάζομεν

5:14 οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν διὰ του̃το ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἠ̃ρας πα̃ν ἄρσεν αὐτω̃ν

5:15 πρόσθες αὐτοι̃ς κακά κύριε πρόσθες κακὰ τοι̃ς ἐνδόξοις τη̃ς γη̃ς

5:16 κύριε ἐν θλίψει ἐμνήσθην σου ἐν θλίψει μικρα̨̃ ἡ παιδεία σου ἡμι̃ν

5:17 καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει του̃ τεκει̃ν καὶ ἐπὶ τη̨̃ ὠδι̃νι αὐτη̃ς ἐκέκραξεν οὕτως ἐγενήθημεν τω̨̃ ἀγαπητω̨̃ σου

5:18 διὰ τὸν φόβον σου κύριε ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνευ̃μα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τη̃ς γη̃ς οὐ πεσούμεθα ἀλλὰ πεσου̃νται οἱ ἐνοικου̃ντες ἐπὶ τη̃ς γη̃ς

5:19 ἀναστήσονται οἱ νεκροί καὶ ἐγερθήσονται οἱ ἐν τοι̃ς μνημείοις καὶ εὐφρανθήσονται οἱ ἐν τη̨̃ γη̨̃ ἡ γὰρ δρόσος ἡ παρὰ σου̃ ἴαμα αὐτοι̃ς ἐστιν ἡ δὲ γη̃ τω̃ν ἀσεβω̃ν πεσει̃ται

5:20 βάδιζε λαός μου εἴσελθε εἰς τὰ ταμίειά σου ἀπόκλεισον τὴν θύραν σου ἀποκρύβηθι μικρὸν ὅσον ὅσον ἕως ἂν παρέλθη̨ ἡ ὀργὴ κυρίου

προσευχὴ Ιωνα

6:3 ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ἅ̨δου κραυγη̃ς μου ἤκουσας φωνη̃ς μου

6:4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης καὶ ποταμοί με ἐκύκλωσαν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διη̃λθον

6:5 κἀγὼ εἰ̃πα ἀπω̃σμαι ἐξ ὀφθαλμω̃ν σου ἀ̃ρα προσθήσω του̃ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου

6:6 περιεχύθη μοι ὕδωρ ἕως ψυχη̃ς μου ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων

6:7 κατέβην εἰς γη̃ν ἡ̃ς οἱ μοχλοὶ αὐτη̃ς κάτοχοι αἰώνιοι καὶ ἀναβήτω ἐκ φθορα̃ς ἡ ζωή μου κύριε ὁ θεός μου

6:8 ἐν τω̨̃ ἐκλείπειν τὴν ψυχήν μου ἀπ' ἐμου̃ του̃ κυρίου ἐμνήσθην καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου

6:9 φυλασσόμενοι μάταια καὶ ψευδη̃ ἔλεος αὐτω̃ν ἐγκατέλιπον

6:10 ἐγὼ δὲ μετὰ φωνη̃ς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τω̨̃ κυρίω̨

προσευχὴ Αζαριου

7:26 εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰω̃νας

7:27 ὅτι δίκαιος εἰ̃ ἐπὶ πα̃σιν οἱ̃ς ἐποίησας ἡμι̃ν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ εὐθει̃αι αἱ ὁδοί σου καὶ πα̃σαι αἱ κρίσεις σου ἀληθει̃ς

7:28 καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμι̃ν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τω̃ν πατέρων ἡμω̃ν Ιερουσαλημ ὅτι ἐν ἀληθεία̨ καὶ κρίσει ἐπήγαγες ταυ̃τα πάντα διὰ τὰς ἁμαρτίας ἡμω̃ν

7:29 ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστη̃ναι ἀπὸ σου̃ καὶ ἐξημάρτομεν ἐν πα̃σιν καὶ τω̃ν ἐντολω̃ν σου οὐκ ἠκούσαμεν

7:30 οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμι̃ν ἵνα εὐ̃ ἡμι̃ν γένηται

7:31 καὶ πάντα ὅσα ἐπήγαγες ἡμι̃ν καὶ πάντα ὅσα ἐποίησας ἡμι̃ν ἐν ἀληθινη̨̃ κρίσει ἐποίησας

7:32 καὶ παρέδωκας ἡμα̃ς εἰς χει̃ρας ἐχθρω̃ν ἀνόμων ἐχθίστων ἀποστατω̃ν καὶ βασιλει̃ ἀδίκω̨ καὶ πονηροτάτω̨ παρὰ πα̃σαν τὴν γη̃ν

7:33 καὶ νυ̃ν οὐκ ἔστιν ἡμι̃ν ἀνοι̃ξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοι̃ς δούλοις σου καὶ τοι̃ς σεβομένοις σε

7:34 μὴ δὴ παραδω̨̃ς ἡμα̃ς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάση̨ς τὴν διαθήκην σου

7:35 καὶ μὴ ἀποστήση̨ς τὸ ἔλεός σου ἀφ' ἡμω̃ν δι' Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σου̃ καὶ διὰ Ισαακ τὸν δου̃λόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου

7:36 οἱ̃ς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθυ̃ναι τὸ σπέρμα αὐτω̃ν ὡς τὰ ἄστρα του̃ οὐρανου̃ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χει̃λος τη̃ς θαλάσσης

7:37 ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάση̨ τη̨̃ γη̨̃ σήμερον διὰ τὰς ἁμαρτίας ἡμω̃ν

7:38 καὶ οὐκ ἔστιν ἐν τω̨̃ καιρω̨̃ τούτω̨ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐ τόπος του̃ καρπω̃σαι ἐνώπιόν σου καὶ εὑρει̃ν ἔλεος

7:39 ἀλλ' ἐν ψυχη̨̃ συντετριμμένη̨ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασιν κριω̃ν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνω̃ν πιόνων

7:40 οὕτως γενέσθω ἡ θυσία ἡμω̃ν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου ὅτι οὐκ ἔστιν αἰσχύνη τοι̃ς πεποιθόσιν ἐπὶ σοί

7:41 καὶ νυ̃ν ἐξακολουθου̃μεν ἐν ὅλη̨ καρδία̨ καὶ φοβούμεθά σε καὶ ζητου̃μεν τὸ πρόσωπόν σου μὴ καταισχύνη̨ς ἡμα̃ς

7:42 ἀλλὰ ποίησον μεθ' ἡμω̃ν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλη̃θος του̃ ἐλέου σου

7:43 καὶ ἐξελου̃ ἡμα̃ς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τω̨̃ ὀνόματί σου κύριε

7:44 καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοι̃ς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας καὶ ἡ ἰσχὺς αὐτω̃ν συντριβείη

7:45 καὶ γνώτωσαν ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ' ὅλην τὴν οἰκουμένην

ὕμνος τω̃ν τριω̃ν παίδων

8:52 εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰω̃νας καὶ εὐλογημένον τὸ ὄνομα τη̃ς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰω̃νας

8:53 εὐλογημένος εἰ̃ ἐν τω̨̃ ναω̨̃ τη̃ς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰω̃νας

8:54 εὐλογημένος εἰ̃ ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιν καὶ ὑπεραινετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰω̃νας

8:55 εὐλογημένος εἰ̃ ἐπὶ θρόνου τη̃ς βασιλείας σου καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰω̃νας

8:56 εὐλογημένος εἰ̃ ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰω̃νας

8:57 εὐλογει̃τε πάντα τὰ ἔργα κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:58 εὐλογει̃τε ἄγγελοι κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:59 εὐλογει̃τε οὐρανοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:60 εὐλογει̃τε ὕδατα πάντα τὰ ὑπεράνω τω̃ν οὐρανω̃ν τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:61 εὐλογει̃τε πα̃σαι αἱ δυνάμεις κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:62 εὐλογει̃τε ἥλιος καὶ σελήνη τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:63 εὐλογει̃τε ἄστρα του̃ οὐρανου̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:64 εὐλογει̃τε πα̃ς ὄμβρος καὶ δρόσος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:65 εὐλογει̃τε πάντα τὰ πνεύματα τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:66 εὐλογει̃τε πυ̃ρ καὶ καυ̃μα τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:67 εὐλογει̃τε ψυ̃χος καὶ καύσων τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:68 εὐλογει̃τε δρόσοι καὶ νιφετοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:69 εὐλογει̃τε πάγος καὶ ψυ̃χος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:70 εὐλογει̃τε πάχναι καὶ χιόνες τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:71 εὐλογει̃τε νύκτες καὶ ἡμέραι τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:72 εὐλογει̃τε φω̃ς καὶ σκότος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:73 εὐλογει̃τε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:74 εὐλογείτω ἡ γη̃ τὸν κύριον ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰω̃νας

8:75 εὐλογει̃τε ὄρη καὶ βουνοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:76 εὐλογει̃τε πάντα τὰ φυόμενα ἐν τη̨̃ γη̨̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:77 εὐλογει̃τε αἱ πηγαί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:78 εὐλογει̃τε θάλασσαι καὶ ποταμοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:79 εὐλογει̃τε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοι̃ς ὕδασιν τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:80 εὐλογει̃τε πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:81 εὐλογει̃τε τὰ θηρία καὶ πάντα τὰ κτήνη τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:82 εὐλογει̃τε υἱοὶ τω̃ν ἀνθρώπων τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:83 εὐλογείτω Ισραηλ τὸν κύριον ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰω̃νας

8:84 εὐλογει̃τε ἱερει̃ς κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:85 εὐλογει̃τε δου̃λοι κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:86 εὐλογει̃τε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:87 εὐλογει̃τε ὅσιοι καὶ ταπεινοὶ τη̨̃ καρδία̨ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

8:88 εὐλογει̃τε Ανανια Αζαρια Μισαηλ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

προσευχὴ Μαριας τη̃ς θεοτόκου

9:46 μεγαλύνει ἡ ψυχή μου τὸν κύριον

9:47 καὶ ἠγαλλίασεν τὸ πνευ̃μά μου ἐπὶ τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρί μου

9:48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τη̃ς δούλης αὐτου̃ ἰδοὺ γὰρ ἀπὸ του̃ νυ̃ν μακαριου̃σίν με πα̃σαι αἱ γενεαί

9:49 ὅτι ἐποίησέν μοι μεγαλει̃α ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτου̃

9:50 καὶ τὸ ἔλεος αὐτου̃ εἰς γενεὰν καὶ γενεὰν τοι̃ς φοβουμένοις αὐτόν

9:51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτου̃ διεσκόρπισεν ὑπερηφάνους διανοία̨ καρδίας αὐτω̃ν

9:52 καθει̃λεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς

9:53 πεινω̃ντας ἐνέπλησεν ἀγαθω̃ν καὶ πλουτου̃ντας ἐξαπέστειλεν κενούς

9:54 ἀντελάβετο Ισραηλ παιδὸς αὐτου̃ μνησθη̃ναι ἐλέους

9:55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμω̃ν τω̨̃ Αβρααμ καὶ τω̨̃ σπέρματι αὐτου̃ ἕως αἰω̃νος

9:68t προσευχὴ Ζαχαριου

9:68 εὐλογητὸς κύριος ὁ θεὸς του̃ Ισραηλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τω̨̃ λαω̨̃ αὐτου̃

9:69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμι̃ν ἐν τω̨̃ οἴκω̨ Δαυιδ του̃ παιδὸς αὐτου̃

9:70 καθὼς ἐλάλησεν διὰ στόματος τω̃ν ἁγίων τω̃ν ἀπ' αἰω̃νος προφητω̃ν αὐτου̃

9:71 σωτηρίαν ἐξ ἐχθρω̃ν ἡμω̃ν καὶ ἐκ χειρὸς πάντων τω̃ν μισούντων ἡμα̃ς

9:72 ποιη̃σαι ἔλεος μετὰ τω̃ν πατέρων ἡμω̃ν καὶ μνησθη̃ναι διαθήκης ἁγίας αὐτου̃

9:73 ὅρκον ὃν ὤμοσεν πρὸς Αβρααμ τὸν πατέρα ἡμω̃ν

9:74 του̃ δου̃ναι ἡμι̃ν ἀφόβως ἐκ χειρὸς τω̃ν ἐχθρω̃ν ἡμω̃ν ῥυσθέντας

9:75 λατρεύειν αὐτω̨̃ ἐν ὁσιότητι καὶ δικαιοσύνη̨ ἐνώπιον αὐτου̃ πάσας τὰς ἡμέρας ἡμω̃ν

9:76 καὶ σὺ δέ παιδίον προφήτης ὑψίστου κληθήση̨ προπορεύση̨ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτου̃

9:77 του̃ δου̃ναι γνω̃σιν σωτηρίας τω̨̃ λαω̨̃ αὐτου̃ ἐν ἀφέσει ἁμαρτιω̃ν ἡμω̃ν

9:78 διὰ σπλάγχνα ἐλέους θεου̃ ἡμω̃ν ἐν οἱ̃ς ἐπεσκέψατο ἡμα̃ς ἀνατολὴ ἐξ ὕψους

9:79 ἐπιφα̃ναι τοι̃ς ἐν σκότει καὶ σκια̨̃ θανάτου καθημένοις του̃ κατευθυ̃ναι τοὺς πόδας ἡμω̃ν εἰς ὁδὸν εἰρήνης

ὠ̨δὴ Ησαιου

10:1 ἄ̨σω δὴ τω̨̃ ἠγαπημένω̨ ἀ̨̃σμα του̃ ἀγαπητου̃ τω̨̃ ἀμπελω̃νί μου ἀμπελὼν ἐγένετο τω̨̃ ἠγαπημένω̨ ἐν κέρατι ἐν τόπω̨ πίονι

10:2 καὶ φραγμὸν περιέθηκα καὶ ἐφύτευσα ἄμπελον ἐν σωρηκ καὶ ὠ̨κοδόμησα πύργον ἐν μέσω̨ αὐτη̃ς καὶ προλήνιον ὤρυξα ἐν αὐτω̨̃ καὶ ἔμεινα του̃ ποιη̃σαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας

10:3 καὶ νυ̃ν ἄνθρωπος του̃ Ιουδα καὶ οἱ ἐνοικου̃ντες ἐν Ιερουσαλημ κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον του̃ ἀμπελω̃νός μου

10:4 τί ποιήσω τω̨̃ ἀμπελω̃νί μου ἔτι καὶ οὐκ ἐποίησα αὐτω̨̃ διότι ἔμεινα ἵνα ποιήση̨ σταφυλήν ἐποίησεν δὲ ἀκάνθας

10:5 νυ̃ν δὲ ἀναγγελω̃ ὑμι̃ν τί ποιήσω τω̨̃ ἀμπελω̃νί μου ἀφελω̃ τὸν φραγμὸν αὐτου̃ καὶ ἔσται εἰς διαρπαγήν καὶ καθελω̃ τὸν τοι̃χον αὐτου̃ καὶ ἔσται εἰς καταπάτημα

10:6 καὶ ἀνήσω τὸν ἀμπελω̃νά μου καὶ οὐ μὴ τμηθη̨̃ οὐδὲ μὴ σκαφη̨̃ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ εἰς χέρσον ἄκανθαι καὶ ται̃ς νεφέλαις ἐντελου̃μαι του̃ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν

10:7 ὁ γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἰ̃κος Ισραηλ ἐστὶν καὶ ἄνθρωπος του̃ Ιουδα νεόφυτον ἠγαπημένον καὶ ἔμεινα του̃ ποιη̃σαι κρίσιν ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν

10:8 οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες ἵνα του̃ πλησίον ἀφέλωνται μὴ οἰκήσετε μόνοι ἐπὶ τη̃ς γη̃ς

10:9 ἠκούσθη γὰρ ταυ̃τα πάντα εἰς τὰ ὠ̃τα κυρίου σαβαωθ

προσευχὴ Εζεκιου

11:10 ἐγὼ εἰ̃πα ἐν τω̨̃ ὕψει τω̃ν ἡμερω̃ν μου πορεύσομαι ἐν πύλαις ἅ̨δου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα

11:11 εἰ̃πα οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον του̃ θεου̃ ἐπὶ τη̃ς γη̃ς οὐ μὴ ἴδω ἄνθρωπον μετὰ κατοικούντων

11:12 ἐξέλιπον ἐκ τη̃ς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τη̃ς ζωη̃ς μου ἐξη̃λθεν καὶ ἀπη̃λθεν ἀπ' ἐμου̃ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας τὸ πνευ̃μά μου παρ' ἐμοὶ ἐγένετο ὡς ἱστός ἐρίθου ἐγγιζούσης ἐκτεμει̃ν

11:13 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ παρεδόθην ἕως πρωὶ ὡς λέοντι οὕτως συνέτριψεν πάντα τὰ ὀστα̃ μου ἀπὸ γὰρ τη̃ς ἡμέρας ἕως τη̃ς νυκτὸς παρεδόθην

11:14 ὡς χελιδών οὕτω φωνήσω καὶ ὡς περιστερά οὕτω μελετήσω ἐξέλιπον γὰρ οἱ ὀφθαλμοί μου του̃ βλέπειν εἰς τὸ ὕψος του̃ οὐρανου̃ πρὸς τὸν κύριον

11:15 ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τη̃ς ψυχη̃ς

11:16 κύριε περὶ αὐτη̃ς γὰρ ἀνηγγέλη σοι καὶ ἐξήγειράς μου τὴν πνοήν καὶ παρακληθεὶς ἔζησα

11:17 εἵλου γάρ μου τὴν ψυχήν ἵνα μὴ ἀπόληται καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου

11:18 οὐ γὰρ οἱ ἐν ἅ̨δου αἰνέσουσίν σε οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε οὐδὲ ἐλπιου̃σιν οἱ ἐν ἅ̨δου τὴν ἐλεημοσύνην σου

11:19 οἱ ζω̃ντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τη̃ς σήμερον παιδία ποιήσω ἃ ἀναγγελου̃σιν τὴν δικαιοσύνην σου κύριε τη̃ς σωτηρίας μου

11:20 καὶ οὐ παύσομαι εὐλογω̃ν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου κατέναντι του̃ οἴκου του̃ θεου̃

προσευχὴ Μανασση

12:1 κύριε παντοκράτωρ ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν του̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ του̃ σπέρματος αὐτω̃ν του̃ δικαίου

12:2 ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γη̃ν σὺν παντὶ τω̨̃ κόσμω̨ αὐτω̃ν

12:3 ὁ πεδήσας τὴν θάλασσαν τω̨̃ λόγω̨ του̃ προστάγματός σου ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τω̨̃ φοβερω̨̃ καὶ ἐνδόξω̨ ὀνόματί σου

12:4 ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου

12:5 ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τη̃ς δόξης σου καὶ ἀνυπόστατος ἡ ὀργὴ τη̃ς ἐπὶ ἁμαρτωλοὺς ἀπειλη̃ς σου

12:6 ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τη̃ς ἐπαγγελίας σου

12:7 ὅτι σὺ εἰ̃ κύριος ὕψιστος εὔσπλαγχνος μακρόθυμος καὶ πολυέλεος καὶ μετανοω̃ν ἐπὶ κακίαις ἀνθρώπων

12:8 σὺ οὐ̃ν κύριε ὁ θεὸς τω̃ν δικαίων οὐκ ἔθου μετάνοιαν δικαίοις τω̨̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τοι̃ς οὐχ ἡμαρτηκόσιν σοι ἀλλ' ἔθου μετάνοιαν ἐμοὶ τω̨̃ ἁμαρτωλω̨̃

12:9 διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης ἐπλήθυναν αἱ ἀνομίαι μου κύριε ἐπλήθυναν καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδει̃ν τὸ ὕψος του̃ οὐρανου̃ ἀπὸ πλήθους τω̃ν ἀδικιω̃ν μου

12:10 κατακαμπτόμενος πολλω̨̃ δεσμω̨̃ σιδήρου εἰς τὸ ἀνανευ̃σαί με ὑπὲρ ἁμαρτιω̃ν μου καὶ οὐκ ἔστιν μοι ἄνεσις διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα

12:11 καὶ νυ̃ν κλίνω γόνυ καρδίας δεόμενος τη̃ς παρὰ σου̃ χρηστότητος

12:12 ἡμάρτηκα κύριε ἡμάρτηκα καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω

12:13 αἰτου̃μαι δεόμενός σου ἄνες μοι κύριε ἄνες μοι μὴ συναπολέση̨ς με ται̃ς ἀνομίαις μου μηδὲ εἰς τὸν αἰω̃να μηνίσας τηρήση̨ς τὰ κακά μοι μηδὲ καταδικάση̨ς με ἐν τοι̃ς κατωτάτοις τη̃ς γη̃ς ὅτι σὺ εἰ̃ κύριε ὁ θεὸς τω̃ν μετανοούντων

12:14 καὶ ἐν ἐμοὶ δείξη̨ς τὴν ἀγαθωσύνην σου ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου

12:15 καὶ αἰνέσω σε διὰ παντὸς ἐν ται̃ς ἡμέραις τη̃ς ζωη̃ς μου ὅτι σὲ ὑμνει̃ πα̃σα ἡ δύναμις τω̃ν οὐρανω̃ν καὶ σου̃ ἐστιν ἡ δόξα εἰς τοὺς αἰω̃νας αμην

προσευχὴ Συμεων

13:29 νυ̃ν ἀπολύεις τὸν δου̃λόν σου δέσποτα κατὰ τὸ ῥη̃μά σου ἐν εἰρήνη̨

13:30 ὅτι εἰ̃δον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου

13:31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τω̃ν λαω̃ν

13:32 φω̃ς εἰς ἀποκάλυψιν ἐθνω̃ν καὶ δόξαν λαου̃ σου Ισραηλ

ὕμνος ἑωθινός

14:1 δόξα ἐν ὑψίστοις θεω̨̃

14:2 καὶ ἐπὶ γη̃ς εἰρήνη

14:3 ἐν ἀνθρώποις εὐδοκία

14:4 αἰνου̃μέν σε

14:5 εὐλογου̃μέν σε

14:6 προσκυνου̃μέν σε

14:7 δοξολογου̃μέν σε

14:8 εὐχαριστου̃μέν σοι

14:9 διὰ τὴν μεγάλην σου δόξαν

14:10 κύριε βασιλευ̃

14:11 ἐπουράνιε

14:12 θεὲ πατὴρ παντοκράτωρ

14:13 κύριε υἱὲ μονογενὴ

14:14 'Ιησου̃ Χριστὲ

14:15 καὶ ἅγιον πνευ̃μα

14:16 κύριε ὁ θεός

14:17 ὁ ἀμνὸς του̃ θεου̃

14:18 ὁ υἱὸς του̃ πατρός

14:19 ὁ αἴρων τὰς ἁμαρτίας του̃ κόσμου

14:20 ἐλέησον ἡμα̃ς

14:21 ὁ αἴρων τὰς ἁμαρτίας του̃ κόσμου

14:22 πρόσδεξαι τὴν δέησιν ἡμω̃ν

14:23 ὁ καθήμενος ἐν δεξια̨̃ του̃ πατρός

14:24 ἐλέησον ἡμα̃ς

14:25 ὅτι σὺ εἰ̃ μόνος ἅγιος

14:26 σὺ εἰ̃ μόνος κύριος

14:27 'Ιησου̃ς Χριστός

14:28 εἰς δόξαν θεου̃ πατρός αμην

14:29 καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε

14:30 καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰω̃να

14:31 καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

14:32 καταξίωσον κύριε καὶ τὴν ἡμέραν ταύτην

14:33 ἀναμαρτήτους φυλαχθη̃ναι ἡμα̃ς

14:34 εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν

14:35 καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰω̃νας αμην

14:36 εὐλογητὸς εἰ̃ κύριε δίδαξόν με τὰ δικαιώματά σου

14:37 εὐλογητὸς εἰ̃ κύριε δίδαξόν με τὰ δικαιώματά σου

14:38 εὐλογητὸς εἰ̃ κύριε δίδαξόν με τὰ δικαιώματά σου

14:39 κύριε καταφυγὴ ἐγενήθης ἡμι̃ν ἐν γενεα̨̃ καὶ γενεα̨̃

14:40 ἐγὼ εἰ̃πα κύριε ἐλέησόν με

14:41 ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι

14:42 κύριε πρὸς σὲ κατέφυγα

14:43 δίδαξόν με του̃ ποιει̃ν τὸ θέλημά σου ὅτι σὺ εἰ̃ ὁ θεός μου

14:44 ὅτι παρὰ σοὶ πηγὴ ζωη̃ς

14:45 ἐν τω̨̃ φωτί σου ὀψόμεθα φω̃ς

14:46 παράτεινον τὸ ἔλεός σου τοι̃ς γινώσκουσίν σε

.

Книго

[X]