'Αγγαι̃ος

1:1 ἐν τω̨̃ δευτέρω̨ ἔτει ἐπὶ Δαρείου του̃ βασιλέως ἐν τω̨̃ μηνὶ τω̨̃ ἕκτω̨ μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κύριου ἐν χειρὶ Αγγαιου του̃ προφήτου λέγων εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν του̃ Σαλαθιηλ ἐκ φυλη̃ς Ιουδα καὶ πρὸς 'Ιησου̃ν τὸν του̃ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν λέγων

1:2 τάδε λέγει κύριος παντοκράτωρ λέγων ὁ λαὸς οὑ̃τος λέγουσιν οὐχ ἥκει ὁ καιρὸς του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον κυρίου

1:3 καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Αγγαιου του̃ προφήτου λέγων

1:4 εἰ καιρὸς ὑμι̃ν μέν ἐστιν του̃ οἰκει̃ν ἐν οἴκοις ὑμω̃ν κοιλοστάθμοις ὁ δὲ οἰ̃κος οὑ̃τος ἐξηρήμωται

1:5 καὶ νυ̃ν τάδε λέγει κύριος παντοκράτωρ τάξατε δὴ τὰς καρδίας ὑμω̃ν εἰς τὰς ὁδοὺς ὑμω̃ν

1:6 ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν ἐπίετε καὶ οὐκ εἰς μέθην περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοι̃ς καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον

1:7 τάδε λέγει κύριος παντοκράτωρ θέσθε τὰς καρδίας ὑμω̃ν εἰς τὰς ὁδοὺς ὑμω̃ν

1:8 ἀνάβητε ἐπὶ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἰ̃κον καὶ εὐδοκήσω ἐν αὐτω̨̃ καὶ ἐνδοξασθήσομαι εἰ̃πεν κύριος

1:9 ἐπεβλέψατε εἰς πολλά καὶ ἐγένετο ὀλίγα καὶ εἰσηνέχθη εἰς τὸν οἰ̃κον καὶ ἐξεφύσησα αὐτά διὰ του̃το τάδε λέγει κύριος παντοκράτωρ ἀνθ' ὡ̃ν ὁ οἰ̃κός μού ἐστιν ἔρημος ὑμει̃ς δὲ διώκετε ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃

1:10 διὰ του̃το ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου καὶ ἡ γη̃ ὑποστελει̃ται τὰ ἐκφόρια αὐτη̃ς

1:11 καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γη̃ν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σι̃τον καὶ ἐπὶ τὸν οἰ̃νον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γη̃ καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τω̃ν χειρω̃ν αὐτω̃ν

1:12 καὶ ἤκουσεν Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ ἐκ φυλη̃ς Ιουδα καὶ 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι του̃ λαου̃ τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ αὐτω̃ν καὶ τω̃ν λόγων Αγγαιου του̃ προφήτου καθότι ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς αὐτω̃ν πρὸς αὐτούς καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου κυρίου

1:13 καὶ εἰ̃πεν Αγγαιος ὁ ἄγγελος κυρίου τω̨̃ λαω̨̃ ἐγώ εἰμι μεθ' ὑμω̃ν λέγει κύριος

1:14 καὶ ἐξήγειρεν κύριος τὸ πνευ̃μα Ζοροβαβελ του̃ Σαλαθιηλ ἐκ φυλη̃ς Ιουδα καὶ τὸ πνευ̃μα 'Ιησου̃ του̃ Ιωσεδεκ του̃ ἱερέως του̃ μεγάλου καὶ τὸ πνευ̃μα τω̃ν καταλοίπων παντὸς του̃ λαου̃ καὶ εἰση̃λθον καὶ ἐποίουν ἔργα ἐν τω̨̃ οἴκω̨ κυρίου παντοκράτορος θεου̃ αὐτω̃ν

1:15 τη̨̃ τετράδι καὶ εἰκάδι του̃ μηνὸς του̃ ἕκτου τω̨̃ δευτέρω̨ ἔτει ἐπὶ Δαρείου του̃ βασιλέως

2:1 τω̨̃ ἑβδόμω̨ μηνὶ μια̨̃ καὶ εἰκάδι του̃ μηνὸς ἐλάλησεν κύριος ἐν χειρὶ Αγγαιου του̃ προφήτου λέγων

2:2 εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν του̃ Σαλαθιηλ ἐκ φυλη̃ς Ιουδα καὶ πρὸς 'Ιησου̃ν τὸν του̃ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους του̃ λαου̃ λέγων

2:3 τίς ἐξ ὑμω̃ν ὃς εἰ̃δεν τὸν οἰ̃κον του̃τον ἐν τη̨̃ δόξη̨ αὐτου̃ τη̨̃ ἔμπροσθεν καὶ πω̃ς ὑμει̃ς βλέπετε αὐτὸν νυ̃ν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμω̃ν

2:4 καὶ νυ̃ν κατίσχυε Ζοροβαβελ λέγει κύριος καὶ κατίσχυε 'Ιησου̃ ὁ του̃ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας καὶ κατισχυέτω πα̃ς ὁ λαὸς τη̃ς γη̃ς λέγει κύριος καὶ ποιει̃τε διότι μεθ' ὑμω̃ν ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ

2:5 καὶ τὸ πνευ̃μά μου ἐφέστηκεν ἐν μέσω̨ ὑμω̃ν θαρσει̃τε

2:6 διότι τάδε λέγει κύριος παντοκράτωρ ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν

2:7 καὶ συσσείσω πάντα τὰ ἔθνη καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τω̃ν ἐθνω̃ν καὶ πλήσω τὸν οἰ̃κον του̃τον δόξης λέγει κύριος παντοκράτωρ

2:8 ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει κύριος παντοκράτωρ

2:9 διότι μεγάλη ἔσται ἡ δόξα του̃ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην λέγει κύριος παντοκράτωρ καὶ ἐν τω̨̃ τόπω̨ τούτω̨ δώσω εἰρήνην λέγει κύριος παντοκράτωρ καὶ εἰρήνην ψυχη̃ς εἰς περιποίησιν παντὶ τω̨̃ κτίζοντι του̃ ἀναστη̃σαι τὸν ναὸν του̃τον

2:10 τετράδι καὶ εἰκάδι του̃ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Αγγαιον τὸν προφήτην λέγων

2:11 τάδε λέγει κύριος παντοκράτωρ ἐπερώτησον τοὺς ἱερει̃ς νόμον λέγων

2:12 ἐὰν λάβη̨ ἄνθρωπος κρέας ἅγιον ἐν τω̨̃ ἄκρω̨ του̃ ἱματίου αὐτου̃ καὶ ἅψηται τὸ ἄκρον του̃ ἱματίου αὐτου̃ ἄρτου ἢ ἑψέματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος εἰ ἁγιασθήσεται καὶ ἀπεκρίθησαν οἱ ἱερει̃ς καὶ εἰ̃παν οὔ

2:13 καὶ εἰ̃πεν Αγγαιος ἐὰν ἅψηται μεμιαμμένος ἐπὶ ψυχη̨̃ ἀπὸ παντὸς τούτων εἰ μιανθήσεται καὶ ἀπεκρίθησαν οἱ ἱερει̃ς καὶ εἰ̃παν μιανθήσεται

2:14 καὶ ἀπεκρίθη Αγγαιος καὶ εἰ̃πεν οὕτως ὁ λαὸς οὑ̃τος καὶ οὕτως τὸ ἔθνος του̃το ἐνώπιον ἐμου̃ λέγει κύριος καὶ οὕτως πάντα τὰ ἔργα τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ὃς ἐὰν ἐγγίση̨ ἐκει̃ μιανθήσεται ἕνεκεν τω̃ν λημμάτων αὐτω̃ν τω̃ν ὀρθρινω̃ν ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτω̃ν καὶ ἐμισει̃τε ἐν πύλαις ἐλέγχοντας

2:15 καὶ νυ̃ν θέσθε δὴ εἰς τὰς καρδίας ὑμω̃ν ἀπὸ τη̃ς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ του̃ θει̃ναι λίθον ἐπὶ λίθον ἐν τω̨̃ ναω̨̃ κυρίου

2:16 τίνες ἠ̃τε ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθη̃ς εἴκοσι σάτα καὶ ἐγένετο κριθη̃ς δέκα σάτα καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλη̃σαι πεντήκοντα μετρητάς καὶ ἐγένοντο εἴκοσι

2:17 ἐπάταξα ὑμα̃ς ἐν ἀφορία̨ καὶ ἐν ἀνεμοφθορία̨ καὶ ἐν χαλάζη̨ πάντα τὰ ἔργα τω̃ν χειρω̃ν ὑμω̃ν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος

2:18 ὑποτάξατε δὴ τὰς καρδίας ὑμω̃ν ἀπὸ τη̃ς ἡμέρας ταύτης καὶ ἐπέκεινα ἀπὸ τη̃ς τετράδος καὶ εἰκάδος του̃ ἐνάτου μηνὸς καὶ ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐθεμελιώθη ὁ ναὸς κυρίου θέσθε ἐν ται̃ς καρδίαις ὑμω̃ν

2:19 εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τη̃ς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκη̃ καὶ ἡ ῥόα καὶ τὰ ξύλα τη̃ς ἐλαίας τὰ οὐ φέροντα καρπόν ἀπὸ τη̃ς ἡμέρας ταύτης εὐλογήσω

2:20 καὶ ἐγένετο λόγος κυρίου ἐκ δευτέρου πρὸς Αγγαιον τὸν προφήτην τετράδι καὶ εἰκάδι του̃ μηνὸς λέγων

2:21 εἰπὸν πρὸς Ζοροβαβελ τὸν του̃ Σαλαθιηλ ἐκ φυλη̃ς Ιουδα λέγων ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν

2:22 καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τω̃ν ἐθνω̃ν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτω̃ν ἕκαστος ἐν ῥομφαία̨ πρὸς τὸν ἀδελφὸν αὐτου̃

2:23 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγει κύριος παντοκράτωρ λήμψομαί σε Ζοροβαβελ τὸν του̃ Σαλαθιηλ τὸν δου̃λόν μου λέγει κύριος καὶ θήσομαί σε ὡς σφραγι̃δα διότι σὲ ἡ̨ρέτισα λέγει κύριος παντοκράτωρ

.

Книго

[X]