Δανιὴλ

1:1 ἐπὶ βασιλέως Ιωακιμ τη̃ς Ιουδαίας ἔτους τρίτου παραγενόμενος Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς Ιερουσαλημ ἐπολιόρκει αὐτήν

1:2 καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χει̃ρας αὐτου̃ καὶ Ιωακιμ τὸν βασιλέα τη̃ς Ιουδαίας καὶ μέρος τι τω̃ν ἱερω̃ν σκευω̃ν του̃ κυρίου καὶ ἀπήνεγκεν αὐτὰ εἰς Βαβυλω̃να καὶ ἀπηρείσατο αὐτὰ ἐν τω̨̃ εἰδωλίω̨ αὐτου̃

1:3 καὶ εἰ̃πεν ὁ βασιλεὺς Αβιεσδρι τω̨̃ ἑαυτου̃ ἀρχιευνούχω̨ ἀγαγει̃ν αὐτω̨̃ ἐκ τω̃ν υἱω̃ν τω̃ν μεγιστάνων του̃ Ισραηλ καὶ ἐκ του̃ βασιλικου̃ γένους καὶ ἐκ τω̃ν ἐπιλέκτων

1:4 νεανίσκους ἀμώμους καὶ εὐειδει̃ς καὶ ἐπιστήμονας ἐν πάση̨ σοφία̨ καὶ γραμματικοὺς καὶ συνετοὺς καὶ σοφοὺς καὶ ἰσχύοντας ὥστε εἰ̃ναι ἐν τω̨̃ οἴκω̨ του̃ βασιλέως καὶ διδάξαι αὐτοὺς γράμματα καὶ διάλεκτον Χαλδαϊκὴν

1:5 καὶ δίδοσθαι αὐτοι̃ς ἔκθεσιν ἐκ του̃ οἴκου του̃ βασιλέως καθ' ἑκάστην ἡμέραν καὶ ἀπὸ τη̃ς βασιλικη̃ς τραπέζης καὶ ἀπὸ του̃ οἴνου οὑ̃ πίνει ὁ βασιλεύς καὶ ἐκπαιδευ̃σαι αὐτοὺς ἔτη τρία καὶ ἐκ τούτων στη̃σαι ἔμπροσθεν του̃ βασιλέως

1:6 καὶ ἠ̃σαν ἐκ του̃ γένους τω̃ν υἱω̃ν Ισραηλ τω̃ν ἀπὸ τη̃ς Ιουδαίας Δανιηλ Ανανιας Μισαηλ Αζαριας

1:7 καὶ ἐπέθηκεν αὐτοι̃ς ὁ ἀρχιευνου̃χος ὀνόματα τω̨̃ μὲν Δανιηλ Βαλτασαρ τω̨̃ δὲ Ανανια Σεδραχ καὶ τω̨̃ Μισαηλ Μισαχ καὶ τω̨̃ Αζαρια Αβδεναγω

1:8 καὶ ἐνεθυμήθη Δανιηλ ἐν τη̨̃ καρδία̨ ὅπως μὴ ἀλισγηθη̨̃ ἐν τω̨̃ δείπνω̨ του̃ βασιλέως καὶ ἐν ὡ̨̃ πίνει οἴνω̨ καὶ ἠξίωσε τὸν ἀρχιευνου̃χον ἵνα μὴ συμμολυνθη̨̃

1:9 καὶ ἔδωκε κύριος τω̨̃ Δανιηλ τιμὴν καὶ χάριν ἐναντίον του̃ ἀρχιευνούχου

1:10 καὶ εἰ̃πεν ὁ ἀρχιευνου̃χος τω̨̃ Δανιηλ ἀγωνιω̃ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρω̃σιν ὑμω̃ν καὶ τὴν πόσιν ὑμω̃ν ἵνα μὴ ἴδη̨ τὰ πρόσωπα ὑμω̃ν διατετραμμένα καὶ ἀσθενη̃ παρὰ τοὺς συντρεφομένους ὑμι̃ν νεανίας τω̃ν ἀλλογενω̃ν καὶ κινδυνεύσω τω̨̃ ἰδίω̨ τραχήλω̨

1:11 καὶ εἰ̃πεν Δανιηλ Αβιεσδρι τω̨̃ ἀναδειχθέντι ἀρχιευνούχω̨ ἐπὶ τὸν Δανιηλ Ανανιαν Μισαηλ Αζαριαν

1:12 πείρασον δὴ τοὺς παι̃δάς σου ἐφ' ἡμέρας δέκα καὶ δοθήτω ἡμι̃ν ἀπὸ τω̃ν ὀσπρίων τη̃ς γη̃ς ὥστε κάπτειν καὶ ὑδροποτει̃ν

1:13 καὶ ἐὰν φανη̨̃ ἡ ὄψις ἡμω̃ν διατετραμμένη παρὰ τοὺς ἄλλους νεανίσκους τοὺς ἐσθίοντας ἀπὸ του̃ βασιλικου̃ δείπνου καθὼς ἐὰν θέλη̨ς οὕτω χρη̃σαι τοι̃ς παισί σου

1:14 καὶ ἐχρήσατο αὐτοι̃ς τὸν τρόπον του̃τον καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα

1:15 μετὰ δὲ τὰς δέκα ἡμέρας ἐφάνη ἡ ὄψις αὐτω̃ν καλὴ καὶ ἡ ἕξις του̃ σώματος κρείσσων τω̃ν ἄλλων νεανίσκων τω̃ν ἐσθιόντων τὸ βασιλικὸν δει̃πνον

1:16 καὶ ἠ̃ν Αβιεσδρι ἀναιρούμενος τὸ δει̃πνον αὐτω̃ν καὶ τὸν οἰ̃νον αὐτω̃ν καὶ ἀντεδίδου αὐτοι̃ς ἀπὸ τω̃ν ὀσπρίων

1:17 καὶ τοι̃ς νεανίσκοις ἔδωκεν ὁ κύριος ἐπιστήμην καὶ σύνεσιν καὶ φρόνησιν ἐν πάση̨ γραμματικη̨̃ τέχνη̨ καὶ τω̨̃ Δανιηλ ἔδωκε σύνεσιν ἐν παντὶ ῥήματι καὶ ὁράματι καὶ ἐνυπνίοις καὶ ἐν πάση̨ σοφία̨

1:18 μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπέταξεν ὁ βασιλεὺς εἰσαγαγει̃ν αὐτούς καὶ εἰσήχθησαν ἀπὸ του̃ ἀρχιευνούχου πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ

1:19 καὶ ὡμίλησεν αὐτοι̃ς ὁ βασιλεύς καὶ οὐχ εὑρέθη ἐν τοι̃ς σοφοι̃ς ὅμοιος τω̨̃ Δανιηλ καὶ Ανανια καὶ Μισαηλ καὶ Αζαρια καὶ ἠ̃σαν παρὰ τω̨̃ βασιλει̃

1:20 καὶ ἐν παντὶ λόγω̨ καὶ συνέσει καὶ παιδεία̨ ὅσα ἐζήτησε παρ' αὐτω̃ν ὁ βασιλεύς κατέλαβεν αὐτοὺς σοφωτέρους δεκαπλασίως ὑπὲρ τοὺς σοφιστὰς καὶ τοὺς φιλοσόφους τοὺς ἐν πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃ καὶ ἐδόξασεν αὐτοὺς ὁ βασιλεὺς καὶ κατέστησεν αὐτοὺς ἄρχοντας καὶ ἀνέδειξεν αὐτοὺς σοφοὺς παρὰ πάντας τοὺς αὐτου̃ ἐν πράγμασιν ἐν πάση̨ τη̨̃ γη̨̃ αὐτου̃ καὶ ἐν τη̨̃ βασιλεία̨ αὐτου̃

1:21 καὶ ἠ̃ν Δανιηλ ἕως του̃ πρώτου ἔτους τη̃ς βασιλείας Κύρου βασιλέως Περσω̃ν

2:1 καὶ ἐν τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ τη̃ς βασιλείας Ναβουχοδονοσορ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσει̃ν τὸν βασιλέα καὶ ταραχθη̃ναι ἐν τω̨̃ ἐνυπνίω̨ αὐτου̃ καὶ ὁ ὕπνος αὐτου̃ ἐγένετο ἀπ' αὐτου̃

2:2 καὶ ἐπέταξεν ὁ βασιλεὺς εἰσενεχθη̃ναι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς τω̃ν Χαλδαίων ἀναγγει̃λαι τω̨̃ βασιλει̃ τὰ ἐνύπνια αὐτου̃ καὶ παραγενόμενοι ἔστησαν παρὰ τω̨̃ βασιλει̃

2:3 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ βασιλεύς ἐνύπνιον ἑώρακα καὶ ἐκινήθη μου τὸ πνευ̃μα ἐπιγνω̃ναι οὐ̃ν θέλω τὸ ἐνύπνιον

2:4 καὶ ἐλάλησαν οἱ Χαλδαι̃οι πρὸς τὸν βασιλέα Συριστί κύριε βασιλευ̃ τὸν αἰω̃να ζη̃θι ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοι̃ς παισί σου καὶ ἡμει̃ς σοι φράσομεν τὴν σύγκρισιν αὐτου̃

2:5 ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἰ̃πε τοι̃ς Χαλδαίοις ὅτι ἐὰν μὴ ἀπαγγείλητέ μοι ἐπ' ἀληθείας τὸ ἐνύπνιον καὶ τὴν τούτου σύγκρισιν δηλώσητέ μοι παραδειγματισθήσεσθε καὶ ἀναληφθήσεται ὑμω̃ν τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν

2:6 ἐὰν δὲ τὸ ἐνύπνιον διασαφήσητέ μοι καὶ τὴν τούτου σύγκρισιν ἀναγγείλητε λήψεσθε δόματα παντοι̃α καὶ δοξασθήσεσθε ὑπ' ἐμου̃ δηλώσατέ μοι τὸ ἐνύπνιον καὶ κρίνατε

2:7 ἀπεκρίθησαν δὲ ἐκ δευτέρου λέγοντες βασιλευ̃ τὸ ὅραμα εἰπόν καὶ οἱ παι̃δές σου κρινου̃σι πρὸς ταυ̃τα

2:8 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ βασιλεύς ἐπ' ἀληθείας οἰ̃δα ὅτι καιρὸν ὑμει̃ς ἐξαγοράζετε καθάπερ ἑωράκατε ὅτι ἀπέστη ἀπ' ἐμου̃ τὸ πρα̃γμα καθάπερ οὐ̃ν προστέταχα οὕτως ἔσται

2:9 ἐὰν μὴ τὸ ἐνύπνιον ἀπαγγείλητέ μοι ἐπ' ἀληθείας καὶ τὴν τούτου σύγκρισιν δηλώσητε θανάτω̨ περιπεσει̃σθε συνείπασθε γὰρ λόγους ψευδει̃ς ποιήσασθαι ἐπ' ἐμου̃ ἕως ἂν ὁ καιρὸς ἀλλοιωθη̨̃ νυ̃ν οὐ̃ν ἐὰν τὸ ῥη̃μα εἴπητέ μοι ὃ τὴν νύκτα ἑώρακα γνώσομαι ὅτι καὶ τὴν τούτου κρίσιν δηλώσετε

2:10 καὶ ἀπεκρίθησαν οἱ Χαλδαι̃οι ἐπὶ του̃ βασιλέως ὅτι οὐδεὶς τω̃ν ἐπὶ τη̃ς γη̃ς δυνήσεται εἰπει̃ν τω̨̃ βασιλει̃ ὃ ἑώρακε καθάπερ σὺ ἐρωτα̨̃ς καὶ πα̃ς βασιλεὺς καὶ πα̃ς δυνάστης τοιου̃το πρα̃γμα οὐκ ἐπερωτα̨̃ πάντα σοφὸν καὶ μάγον καὶ Χαλδαι̃ον

2:11 καὶ ὁ λόγος ὃν ζητει̃ς βασιλευ̃ βαρύς ἐστι καὶ ἐπίδοξος καὶ οὐδείς ἐστιν ὃς δηλώσει ταυ̃τα τω̨̃ βασιλει̃ εἰ μήτι ἄγγελος οὑ̃ οὐκ ἔστι κατοικητήριον μετὰ πάσης σαρκός ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει

2:12 τότε ὁ βασιλεὺς στυγνὸς γενόμενος καὶ περίλυπος προσέταξεν ἐξαγαγει̃ν πάντας τοὺς σοφοὺς τη̃ς Βαβυλωνίας

2:13 καὶ ἐδογματίσθη πάντας ἀποκτει̃ναι ἐζητήθη δὲ ὁ Δανιηλ καὶ πάντες οἱ μετ' αὐτου̃ χάριν του̃ συναπολέσθαι

2:14 τότε Δανιηλ εἰ̃πε βουλὴν καὶ γνώμην ἣν εἰ̃χεν Αριώχη̨ τω̨̃ ἀρχιμαγείρω̨ του̃ βασιλέως ὡ̨̃ προσέταξεν ἐξαγαγει̃ν τοὺς σοφιστὰς τη̃ς Βαβυλωνίας

2:15 καὶ ἐπυνθάνετο αὐτου̃ λέγων περὶ τίνος δογματίζεται πικρω̃ς παρὰ του̃ βασιλέως τότε τὸ πρόσταγμα ἐσήμανεν ὁ Αριώχης τω̨̃ Δανιηλ

2:16 ὁ δὲ Δανιηλ εἰση̃λθε ταχέως πρὸς τὸν βασιλέα καὶ ἠξίωσεν ἵνα δοθη̨̃ αὐτω̨̃ χρόνος παρὰ του̃ βασιλέως καὶ δηλώση̨ πάντα ἐπὶ του̃ βασιλέως

2:17 τότε ἀπελθὼν Δανιηλ εἰς τὸν οἰ̃κον αὐτου̃ τω̨̃ Ανανια καὶ Μισαηλ καὶ Αζαρια τοι̃ς συνεταίροις ὑπέδειξε πάντα

2:18 καὶ παρήγγειλε νηστείαν καὶ δέησιν καὶ τιμωρίαν ζητη̃σαι παρὰ του̃ κυρίου του̃ ὑψίστου περὶ του̃ μυστηρίου τούτου ὅπως μὴ ἐκδοθω̃σι Δανιηλ καὶ οἱ μετ' αὐτου̃ εἰς ἀπώλειαν ἅμα τοι̃ς σοφισται̃ς Βαβυλω̃νος

2:19 τότε τω̨̃ Δανιηλ ἐν ὁράματι ἐν αὐτη̨̃ τη̨̃ νυκτὶ τὸ μυστήριον του̃ βασιλέως ἐξεφάνθη εὐσήμως τότε Δανιηλ εὐλόγησε τὸν κύριον τὸν ὕψιστον

2:20 καὶ ἐκφωνήσας εἰ̃πεν ἔσται τὸ ὄνομα του̃ κυρίου του̃ μεγάλου εὐλογημένον εἰς τὸν αἰω̃να ὅτι ἡ σοφία καὶ ἡ μεγαλωσύνη αὐτου̃ ἐστι

2:21 καὶ αὐτὸς ἀλλοιοι̃ καιροὺς καὶ χρόνους μεθιστω̃ν βασιλει̃ς καὶ καθιστω̃ν διδοὺς σοφοι̃ς σοφίαν καὶ σύνεσιν τοι̃ς ἐν ἐπιστήμη̨ οὐ̃σιν

2:22 ἀνακαλύπτων τὰ βαθέα καὶ σκοτεινὰ καὶ γινώσκων τὰ ἐν τω̨̃ σκότει καὶ τὰ ἐν τω̨̃ φωτί καὶ παρ' αὐτω̨̃ κατάλυσις

2:23 σοί κύριε τω̃ν πατέρων μου ἐξομολογου̃μαι καὶ αἰνω̃ ὅτι σοφίαν καὶ φρόνησιν ἔδωκάς μοι καὶ νυ̃ν ἐσήμανάς μοι ὅσα ἠξίωσα του̃ δηλω̃σαι τω̨̃ βασιλει̃ πρὸς ταυ̃τα

2:24 εἰσελθὼν δὲ Δανιηλ πρὸς τὸν Αριωχ τὸν κατασταθέντα ὑπὸ του̃ βασιλέως ἀποκτει̃ναι πάντας τοὺς σοφιστὰς τη̃ς Βαβυλωνίας εἰ̃πεν αὐτω̨̃ τοὺς μὲν σοφιστὰς τη̃ς Βαβυλωνίας μὴ ἀπολέση̨ς εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα καὶ ἕκαστα τω̨̃ βασιλει̃ δηλώσω

2:25 τότε Αριωχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιηλ πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν αὐτω̨̃ ὅτι εὕρηκα ἄνθρωπον σοφὸν ἐκ τη̃ς αἰχμαλωσίας τω̃ν υἱω̃ν τη̃ς Ιουδαίας ὃς τω̨̃ βασιλει̃ δηλώσει ἕκαστα

2:26 ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἰ̃πε τω̨̃ Δανιηλ ἐπικαλουμένω̨ δὲ Χαλδαϊστὶ Βαλτασαρ δυνήση̨ δηλω̃σαί μοι τὸ ὅραμα ὃ εἰ̃δον καὶ τὴν τούτου σύγκρισιν

2:27 ἐκφωνήσας δὲ ὁ Δανιηλ ἐπὶ του̃ βασιλέως εἰ̃πεν τὸ μυστήριον ὃ ἑώρακεν ὁ βασιλεύς οὐκ ἔστι σοφω̃ν καὶ φαρμακω̃ν καὶ ἐπαοιδω̃ν καὶ γαζαρηνω̃ν ἡ δήλωσις

2:28 ἀλλ' ἔστι θεὸς ἐν οὐρανω̨̃ ἀνακαλύπτων μυστήρια ὃς ἐδήλωσε τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ ἃ δει̃ γενέσθαι ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν βασιλευ̃ εἰς τὸν αἰω̃να ζη̃θι τὸ ἐνύπνιον καὶ τὸ ὅραμα τη̃ς κεφαλη̃ς σου ἐπὶ τη̃ς κοίτης σου του̃τό ἐστι

2:29 σύ βασιλευ̃ κατακλιθεὶς ἐπὶ τη̃ς κοίτης σου ἑώρακας πάντα ὅσα δει̃ γενέσθαι ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν καὶ ὁ ἀνακαλύπτων μυστήρια ἐδήλωσέ σοι ἃ δει̃ γενέσθαι

2:30 κἀμοὶ δὲ οὐ παρὰ τὴν σοφίαν τὴν οὐ̃σαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὸ μυστήριον του̃το ἐξεφάνθη ἀλλ' ἕνεκεν του̃ δηλωθη̃ναι τω̨̃ βασιλει̃ ἐσημάνθη μοι ἃ ὑπέλαβες τη̨̃ καρδία̨ σου ἐν γνώσει

2:31 καὶ σύ βασιλευ̃ ἑώρακας καὶ ἰδοὺ εἰκὼν μία καὶ ἠ̃ν ἡ εἰκὼν ἐκείνη μεγάλη σφόδρα καὶ ἡ πρόσοψις αὐτη̃ς ὑπερφερὴς ἑστήκει ἐναντίον σου καὶ ἡ πρόσοψις τη̃ς εἰκόνος φοβερά

2:32 καὶ ἠ̃ν ἡ κεφαλὴ αὐτη̃ς ἀπὸ χρυσίου χρηστου̃ τὸ στη̃θος καὶ οἱ βραχίονες ἀργυροι̃ ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοι̃

2:33 τὰ δὲ σκέλη σιδηρα̃ οἱ πόδες μέρος μέν τι σιδήρου μέρος δέ τι ὀστράκινον

2:34 ἑώρακας ἕως ὅτου ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρω̃ν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηρου̃ς καὶ ὀστρακίνους καὶ κατήλεσεν αὐτά

2:35 τότε λεπτὰ ἐγένετο ἅμα ὁ σίδηρος καὶ τὸ ὄστρακον καὶ ὁ χαλκὸς καὶ ὁ ἄργυρος καὶ τὸ χρυσίον καὶ ἐγένετο ὡσεὶ λεπτότερον ἀχύρου ἐν ἅλωνι καὶ ἐρρίπισεν αὐτὰ ὁ ἄνεμος ὥστε μηδὲν καταλειφθη̃ναι ἐξ αὐτω̃ν καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα καὶ ἐπάταξε πα̃σαν τὴν γη̃ν

2:36 του̃το τὸ ὅραμα καὶ τὴν κρίσιν δὲ ἐρου̃μεν ἐπὶ του̃ βασιλέως

2:37 σύ βασιλευ̃ βασιλεὺς βασιλέων καὶ σοὶ ὁ κύριος του̃ οὐρανου̃ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν

2:38 ἐν πάση̨ τη̨̃ οἰκουμένη̨ ἀπὸ ἀνθρώπων καὶ θηρίων ἀγρίων καὶ πετεινω̃ν οὐρανου̃ καὶ τω̃ν ἰχθύων τη̃ς θαλάσσης παρέδωκεν ὑπὸ τὰς χει̃ράς σου κυριεύειν πάντων σὺ εἰ̃ ἡ κεφαλὴ ἡ χρυση̃

2:39 καὶ μετὰ σὲ ἀναστήσεται βασιλεία ἐλάττων σου καὶ τρίτη βασιλεία ἄλλη χαλκη̃ ἣ κυριεύσει πάσης τη̃ς γη̃ς

2:40 καὶ βασιλεία τετάρτη ἰσχυρὰ ὥσπερ ὁ σίδηρος ὁ δαμάζων πάντα καὶ πα̃ν δένδρον ἐκκόπτων καὶ σεισθήσεται πα̃σα ἡ γη̃

2:41 καὶ ὡς ἑώρακας τοὺς πόδας αὐτη̃ς μέρος μέν τι ὀστράκου κεραμικου̃ μέρος δέ τι σιδήρου βασιλεία ἄλλη διμερὴς ἔσται ἐν αὐτη̨̃ καθάπερ εἰ̃δες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τω̨̃ πηλίνω̨ ὀστράκω̨

2:42 καὶ οἱ δάκτυλοι τω̃ν ποδω̃ν μέρος μέν τι σιδηρου̃ν μέρος δέ τι ὀστράκινον μέρος τι τη̃ς βασιλείας ἔσται ἰσχυρὸν καὶ μέρος τι ἔσται συντετριμμένον

2:43 καὶ ὡς εἰ̃δες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τω̨̃ πηλίνω̨ ὀστράκω̨ συμμειγει̃ς ἔσονται εἰς γένεσιν ἀνθρώπων οὐκ ἔσονται δὲ ὁμονοου̃ντες οὔτε εὐνοου̃ντες ἀλλήλοις ὥσπερ οὐδὲ ὁ σίδηρος δύναται συγκραθη̃ναι τω̨̃ ὀστράκω̨

2:44 καὶ ἐν τοι̃ς χρόνοις τω̃ν βασιλέων τούτων στήσει ὁ θεὸς του̃ οὐρανου̃ βασιλείαν ἄλλην ἥτις ἔσται εἰς τοὺς αἰω̃νας καὶ οὐ φθαρήσεται καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάση̨ πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας ταύτας καὶ αὐτὴ στήσεται εἰς τὸν αἰω̃να

2:45 καθάπερ ἑώρακας ἐξ ὄρους τμηθη̃ναι λίθον ἄνευ χειρω̃ν καὶ συνηλόησε τὸ ὄστρακον τὸν σίδηρον καὶ τὸν χαλκὸν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν ὁ θεὸς ὁ μέγας ἐσήμανε τω̨̃ βασιλει̃ τὰ ἐσόμενα ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν καὶ ἀκριβὲς τὸ ὅραμα καὶ πιστὴ ἡ τούτου κρίσις

2:46 τότε Ναβουχοδονοσορ ὁ βασιλεὺς πεσὼν ἐπὶ πρόσωπον χαμαὶ προσεκύνησε τω̨̃ Δανιηλ καὶ ἐπέταξε θυσίας καὶ σπονδὰς ποιη̃σαι αὐτω̨̃

2:47 καὶ ἐκφωνήσας ὁ βασιλεὺς πρὸς τὸν Δανιηλ εἰ̃πεν ἐπ' ἀληθείας ἐστὶν ὁ θεὸς ὑμω̃ν θεὸς τω̃ν θεω̃ν καὶ κύριος τω̃ν βασιλέων ὁ ἐκφαίνων μυστήρια κρυπτὰ μόνος ὅτι ἐδυνάσθης δηλω̃σαι τὸ μυστήριον του̃το

2:48 τότε ὁ βασιλεὺς Ναβουχοδονοσορ Δανιηλ μεγαλύνας καὶ δοὺς δωρεὰς μεγάλας καὶ πολλὰς κατέστησεν ἐπὶ τω̃ν πραγμάτων τη̃ς Βαβυλωνίας καὶ ἀπέδειξεν αὐτὸν ἄρχοντα καὶ ἡγούμενον πάντων τω̃ν σοφιστω̃ν Βαβυλωνίας

2:49 καὶ Δανιηλ ἠξίωσε τὸν βασιλέα ἵνα κατασταθω̃σιν ἐπὶ τω̃ν πραγμάτων τη̃ς Βαβυλωνίας Σεδραχ Μισαχ Αβδεναγω καὶ Δανιηλ ἠ̃ν ἐν τη̨̃ βασιλικη̨̃ αὐλη̨̃

3:1 ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ βασιλεὺς διοικω̃ν πόλεις καὶ χώρας καὶ πάντας τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς γη̃ς ἀπὸ Ινδικη̃ς ἕως Αἰθιοπίας ἐποίησεν εἰκόνα χρυση̃ν τὸ ὕψος αὐτη̃ς πηχω̃ν ἑξήκοντα καὶ τὸ πλάτος αὐτη̃ς πηχω̃ν ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίω̨ του̃ περιβόλου χώρας Βαβυλωνίας

3:2 καὶ Ναβουχοδονοσορ βασιλεὺς βασιλέων καὶ κυριεύων τη̃ς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγει̃ν πάντα τὰ ἔθνη καὶ φυλὰς καὶ γλώσσας σατράπας στρατηγούς τοπάρχας καὶ ὑπάτους διοικητὰς καὶ τοὺς ἐπ' ἐξουσιω̃ν κατὰ χώραν καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἐλθει̃ν εἰς τὸν ἐγκαινισμὸν τη̃ς εἰκόνος τη̃ς χρυση̃ς ἣν ἔστησε Ναβουχοδονοσορ ὁ βασιλεύς

3:3 καὶ ἔστησαν οἱ προγεγραμμένοι κατέναντι τη̃ς εἰκόνος

3:4 καὶ ὁ κη̃ρυξ ἐκήρυξε τοι̃ς ὄχλοις ὑμι̃ν παραγγέλλεται ἔθνη καὶ χω̃ραι λαοὶ καὶ γλω̃σσαι

3:5 ὅταν ἀκούσητε τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγος καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πεσόντες προσκυνήσατε τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἣν ἔστησε Ναβουχοδονοσορ βασιλεύς

3:6 καὶ πα̃ς ὃς ἂν μὴ πεσὼν προσκυνήση̨ ἐμβαλου̃σιν αὐτὸν εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην

3:7 καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὅτε ἤκουσαν πάντα τὰ ἔθνη τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος καὶ παντὸς ἤχου μουσικω̃ν πίπτοντα πάντα τὰ ἔθνη φυλαὶ καὶ γλω̃σσαι προσεκύνησαν τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἣν ἔστησε Ναβουχοδονοσορ κατέναντι τούτου

3:8 ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ προσελθόντες ἄνδρες Χαλδαι̃οι διέβαλον τοὺς Ιουδαίους

3:9 καὶ ὑπολαβόντες εἰ̃πον κύριε βασιλευ̃ εἰς τὸν αἰω̃να ζη̃θι

3:10 σύ βασιλευ̃ προσέταξας καὶ ἔκρινας ἵνα πα̃ς ἄνθρωπος ὃς ἂν ἀκούση̨ τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος καὶ παντὸς ἤχου μουσικω̃ν πεσὼν προσκυνήση̨ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃

3:11 καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήση̨ ἐμβληθήσεται εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην

3:12 εἰσὶ δέ τινες ἄνδρες Ιουδαι̃οι οὓς κατέστησας ἐπὶ τη̃ς χώρας τη̃ς Βαβυλωνίας Σεδραχ Μισαχ Αβδεναγω οἱ ἄνθρωποι ἐκει̃νοι οὐκ ἐφοβήθησάν σου τὴν ἐντολὴν καὶ τω̨̃ εἰδώλω̨ σου οὐκ ἐλάτρευσαν καὶ τη̨̃ εἰκόνι σου τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησας οὐ προσεκύνησαν

3:13 τότε Ναβουχοδονοσορ θυμωθεὶς ὀργη̨̃ προσέταξεν ἀγαγει̃ν τὸν Σεδραχ Μισαχ Αβδεναγω τότε οἱ ἄνθρωποι ἤχθησαν πρὸς τὸν βασιλέα

3:14 οὓς καὶ συνιδὼν Ναβουχοδονοσορ ὁ βασιλεὺς εἰ̃πεν αὐτοι̃ς διὰ τί Σεδραχ Μισαχ Αβδεναγω τοι̃ς θεοι̃ς μου οὐ λατρεύετε καὶ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἣν ἔστησα οὐ προσκυνει̃τε

3:15 καὶ νυ̃ν εἰ μὲν ἔχετε ἑτοίμως ἅμα τω̨̃ ἀκου̃σαι τη̃ς σάλπιγγος καὶ παντὸς ἤχου μουσικω̃ν πεσόντες προσκυνη̃σαι τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησα εἰ δὲ μή γε γινώσκετε ὅτι μὴ προσκυνησάντων ὑμω̃ν αὐθωρὶ ἐμβληθήσεσθε εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην καὶ ποι̃ος θεὸς ἐξελει̃ται ὑμα̃ς ἐκ τω̃ν χειρω̃ν μου

3:16 ἀποκριθέντες δὲ Σεδραχ Μισαχ Αβδεναγω εἰ̃παν τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ βασιλευ̃ οὐ χρείαν ἔχομεν ἡμει̃ς ἐπὶ τη̨̃ ἐπιταγη̨̃ ταύτη̨ ἀποκριθη̃ναί σοι

3:17 ἔστι γὰρ θεὸς ἐν οὐρανοι̃ς εἱ̃ς κύριος ἡμω̃ν ὃν φοβούμεθα ὅς ἐστι δυνατὸς ἐξελέσθαι ἡμα̃ς ἐκ τη̃ς καμίνου του̃ πυρός καὶ ἐκ τω̃ν χειρω̃ν σου βασιλευ̃ ἐξελει̃ται ἡμα̃ς

3:18 καὶ τότε φανερόν σοι ἔσται ὅτι οὔτε τω̨̃ εἰδώλω̨ σου λατρεύομεν οὔτε τη̨̃ εἰκόνι σου τη̨̃ χρυση̨̃ ἣν ἔστησας προσκυνου̃μεν

3:19 τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμου̃ καὶ ἡ μορφὴ του̃ προσώπου αὐτου̃ ἠλλοιώθη καὶ ἐπέταξε καη̃ναι τὴν κάμινον ἑπταπλασίως παρ' ὃ ἔδει αὐτὴν καη̃ναι

3:20 καὶ ἄνδρας ἰσχυροτάτους τω̃ν ἐν τη̨̃ δυνάμει ἐπέταξε συμποδίσαντας τὸν Σεδραχ Μισαχ Αβδεναγω ἐμβαλει̃ν εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην

3:21 τότε οἱ ἄνδρες ἐκει̃νοι συνεποδίσθησαν ἔχοντες τὰ ὑποδήματα αὐτω̃ν καὶ τὰς τιάρας αὐτω̃ν ἐπὶ τω̃ν κεφαλω̃ν αὐτω̃ν σὺν τω̨̃ ἱματισμω̨̃ αὐτω̃ν καὶ ἐβλήθησαν εἰς τὴν κάμινον

3:22 ἐπειδὴ τὸ πρόσταγμα του̃ βασιλέως ἤπειγεν καὶ ἡ κάμινος ἐξεκαύθη ὑπὲρ τὸ πρότερον ἑπταπλασίως καὶ οἱ ἄνδρες οἱ προχειρισθέντες συμποδίσαντες αὐτοὺς καὶ προσαγαγόντες τη̨̃ καμίνω̨ ἐνεβάλοσαν εἰς αὐτήν

3:23 τοὺς μὲν οὐ̃ν ἄνδρας τοὺς συμποδίσαντας τοὺς περὶ τὸν Αζαριαν ἐξελθου̃σα ἡ φλὸξ ἐκ τη̃ς καμίνου ἐνεπύρισε καὶ ἀπέκτεινεν αὐτοὶ δὲ συνετηρήθησαν

3:24 οὕτως οὐ̃ν προσηύξατο Ανανιας καὶ Αζαριας καὶ Μισαηλ καὶ ὕμνησαν τω̨̃ κυρίω̨ ὅτε αὐτοὺς ὁ βασιλεὺς προσέταξεν ἐμβληθη̃ναι εἰς τὴν κάμινον

3:25 στὰς δὲ Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτου̃ ἐξωμολογει̃το τω̨̃ κυρίω̨ ἅμα τοι̃ς συνεταίροις αὐτου̃ ἐν μέσω̨ τω̨̃ πυρὶ ὑποκαιομένης τη̃ς καμίνου ὑπὸ τω̃ν Χαλδαίων σφόδρα καὶ εἰ̃παν

3:26 εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰω̃νας

3:27 ὅτι δίκαιος εἰ̃ ἐπὶ πα̃σιν οἱ̃ς ἐποίησας ἡμι̃ν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ αἱ ὁδοί σου εὐθει̃αι καὶ πα̃σαι αἱ κρίσεις σου ἀληθιναί

3:28 καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμι̃ν καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν τὴν τω̃ν πατέρων ἡμω̃ν Ιερουσαλημ διότι ἐν ἀληθεία̨ καὶ κρίσει ἐποίησας πάντα ταυ̃τα διὰ τὰς ἁμαρτίας ἡμω̃ν

3:29 ὅτι ἡμάρτομεν ἐν πα̃σι καὶ ἠνομήσαμεν ἀποστη̃ναι ἀπὸ σου̃ καὶ ἐξημάρτομεν ἐν πα̃σι καὶ τω̃ν ἐντολω̃ν του̃ νόμου σου οὐχ ὑπηκούσαμεν

3:30 οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμι̃ν ἵνα εὐ̃ ἡμι̃ν γένηται

3:31 καὶ νυ̃ν πάντα ὅσα ἡμι̃ν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμι̃ν ἐν ἀληθινη̨̃ κρίσει ἐποίησας

3:32 καὶ παρέδωκας ἡμα̃ς εἰς χει̃ρας ἐχθρω̃ν ἡμω̃ν ἀνόμων καὶ ἐχθίστων ἀποστατω̃ν καὶ βασιλει̃ ἀδίκω̨ καὶ πονηροτάτω̨ παρὰ πα̃σαν τὴν γη̃ν

3:33 καὶ νυ̃ν οὐκ ἔστιν ἡμι̃ν ἀνοι̃ξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοι̃ς δούλοις σου καὶ τοι̃ς σεβομένοις σε

3:34 μὴ παραδω̨̃ς ἡμα̃ς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάση̨ς σου τὴν διαθήκην

3:35 καὶ μὴ ἀποστήση̨ς τὸ ἔλεός σου ἀφ' ἡμω̃ν διὰ Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σου̃ καὶ διὰ Ισαακ τὸν δου̃λόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου

3:36 ὡς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθυ̃ναι τὸ σπέρμα αὐτω̃ν ὡς τὰ ἄστρα του̃ οὐρανου̃ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χει̃λος τη̃ς θαλάσσης

3:37 ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάση̨ τη̨̃ γη̨̃ σήμερον διὰ τὰς ἁμαρτίας ἡμω̃ν

3:38 καὶ οὐκ ἔστιν ἐν τω̨̃ καιρω̨̃ τούτω̨ ἄρχων καὶ προφήτης οὐδὲ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐδὲ τόπος του̃ καρπω̃σαι ἐνώπιόν σου καὶ εὑρει̃ν ἔλεος

3:39 ἀλλ' ἐν ψυχη̨̃ συντετριμμένη̨ καὶ πνεύματι τεταπεινωμένω̨ προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασι κριω̃ν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνω̃ν πιόνων

3:40 οὕτω γενέσθω ἡμω̃ν ἡ θυσία ἐνώπιόν σου σήμερον καὶ ἐξιλάσαι ὄπισθέν σου ὅτι οὐκ ἔστιν αἰσχύνη τοι̃ς πεποιθόσιν ἐπὶ σοί καὶ τελειώσαι ὄπισθέν σου

3:41 καὶ νυ̃ν ἐξακολουθου̃μεν ἐν ὅλη̨ καρδία̨ καὶ φοβούμεθά σε καὶ ζητου̃μεν τὸ πρόσωπόν σου μὴ καταισχύνη̨ς ἡμα̃ς

3:42 ἀλλὰ ποίησον μεθ' ἡμω̃ν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλη̃θος του̃ ἐλέους σου

3:43 καὶ ἐξελου̃ ἡμα̃ς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τω̨̃ ὀνόματί σου κύριε

3:44 καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοι̃ς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας καὶ ἡ ἰσχὺς αὐτω̃ν συντριβείη

3:45 γνώτωσαν ὅτι σὺ εἰ̃ μόνος κύριος ὁ θεὸς καὶ ἔνδοξος ἐφ' ὅλην τὴν οἰκουμένην

3:46 καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται του̃ βασιλέως καίοντες τὴν κάμινον καὶ ἡνίκα ἐνεβάλοσαν τοὺς τρει̃ς εἰς ἅπαξ εἰς τὴν κάμινον καὶ ἡ κάμινος ἠ̃ν διάπυρος κατὰ τὴν θερμασίαν αὐτη̃ς ἑπταπλασίως καὶ ὅτε αὐτοὺς ἐνεβάλοσαν οἱ μὲν ἐμβάλλοντες αὐτοὺς ἠ̃σαν ὑπεράνω αὐτω̃ν οἱ δὲ ὑπέκαιον ὑποκάτωθεν αὐτω̃ν νάφθαν καὶ στιππύον καὶ πίσσαν καὶ κληματίδα

3:47 καὶ διεχει̃το ἡ φλὸξ ἐπάνω τη̃ς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα

3:48 καὶ διεξώδευσε καὶ ἐνεπύρισεν οὓς εὑ̃ρε περὶ τὴν κάμινον τω̃ν Χαλδαίων

3:49 ἄγγελος δὲ κυρίου συγκατέβη ἅμα τοι̃ς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα του̃ πυρὸς ἐκ τη̃ς καμίνου

3:50 καὶ ἐποίησε τὸ μέσον τη̃ς καμίνου ὡσεὶ πνευ̃μα δρόσου διασυρίζον καὶ οὐχ ἥψατο αὐτω̃ν καθόλου τὸ πυ̃ρ καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτούς

3:51 ἀναλαβόντες δὲ οἱ τρει̃ς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν καὶ ἐξύψουν τὸν θεὸν ἐν τη̨̃ καμίνω̨ λέγοντες

3:52 εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰω̃νας καὶ εὐλογημένον τὸ ὄνομα τη̃ς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψωμένον εἰς πάντας τοὺς αἰω̃νας

3:53 εὐλογημένος εἰ̃ ἐν τω̨̃ ναω̨̃ τη̃ς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰω̃νας

3:54 εὐλογητὸς εἰ̃ ἐπὶ θρόνου τη̃ς βασιλείας σου καὶ ὑμνητὸς καὶ ὑπερυψωμένος εἰς τοὺς αἰω̃νας

3:55 εὐλογητὸς εἰ̃ ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιμ καὶ αἰνετὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰω̃νας

3:56 εὐλογητὸς εἰ̃ ἐν τω̨̃ στερεώματι καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰω̃νας

3:57 εὐλογει̃τε πάντα τὰ ἔργα του̃ κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:58 εὐλογει̃τε ἄγγελοι κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:59 εὐλογει̃τε οὐρανοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:60 εὐλογει̃τε ὕδατα πάντα τὰ ἐπάνω του̃ οὐρανου̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:61 εὐλογει̃τε πα̃σαι αἱ δυνάμεις κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:62 εὐλογει̃τε ἥλιος καὶ σελήνη τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:63 εὐλογει̃τε ἄστρα του̃ οὐρανου̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:64 εὐλογει̃τε πα̃ς ὄμβρος καὶ δρόσος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:65 εὐλογει̃τε πάντα τὰ πνεύματα τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:66 εὐλογει̃τε πυ̃ρ καὶ καυ̃μα τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:67 εὐλογει̃τε ῥι̃γος καὶ ψυ̃χος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:68 εὐλογει̃τε δρόσοι καὶ νιφετοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:69 εὐλογει̃τε πάγοι καὶ ψυ̃χος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:70 εὐλογει̃τε πάχναι καὶ χιόνες τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:71 εὐλογει̃τε νύκτες καὶ ἡμέραι τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:72 εὐλογει̃τε φω̃ς καὶ σκότος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:73 εὐλογει̃τε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:74 εὐλογείτω ἡ γη̃ τὸν κύριον ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰω̃νας

3:75 εὐλογει̃τε ὄρη καὶ βουνοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:76 εὐλογει̃τε πάντα τὰ φυόμενα ἐπὶ τη̃ς γη̃ς τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:77 εὐλογει̃τε αἱ πηγαί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:78 εὐλογει̃τε θάλασσαι καὶ ποταμοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:79 εὐλογει̃τε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοι̃ς ὕδασι τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:80 εὐλογει̃τε πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:81 εὐλογει̃τε τετράποδα καὶ θηρία τη̃ς γη̃ς τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:82 εὐλογει̃τε οἱ υἱοὶ τω̃ν ἀνθρώπων τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:83 εὐλογει̃τε Ισραηλ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:84 εὐλογει̃τε ἱερει̃ς τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:85 εὐλογει̃τε δου̃λοι τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:86 εὐλογει̃τε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:87 εὐλογει̃τε ὅσιοι καὶ ταπεινοὶ καρδία̨ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:88 εὐλογει̃τε Ανανια Αζαρια Μισαηλ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας ὅτι ἐξείλετο ἡμα̃ς ἐξ ἅ̨δου καὶ ἔσωσεν ἡμα̃ς ἐκ χειρὸς θανάτου καὶ ἐρρύσατο ἡμα̃ς ἐκ μέσου καιομένης φλογὸς καὶ ἐκ του̃ πυρὸς ἐλυτρώσατο ἡμα̃ς

3:89 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι χρηστός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

3:90 εὐλογει̃τε πάντες οἱ σεβόμενοι τὸν θεὸν τω̃ν θεω̃ν ὑμνει̃τε καὶ ἐξομολογει̃σθε ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ καὶ εἰς τὸν αἰω̃να τω̃ν αἰώνων

3:91 καὶ ἐγένετο ἐν τω̨̃ ἀκου̃σαι τὸν βασιλέα ὑμνούντων αὐτω̃ν καὶ ἑστὼς ἐθεώρει αὐτοὺς ζω̃ντας τότε Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐθαύμασε καὶ ἀνέστη σπεύσας καὶ εἰ̃πεν τοι̃ς φίλοις αὐτου̃

3:92 ἰδοὺ ἐγὼ ὁρω̃ ἄνδρας τέσσαρας λελυμένους περιπατου̃ντας ἐν τω̨̃ πυρί καὶ φθορὰ οὐδεμία ἐγενήθη ἐν αὐτοι̃ς καὶ ἡ ὅρασις του̃ τετάρτου ὁμοίωμα ἀγγέλου θεου̃

3:93 καὶ προσελθὼν ὁ βασιλεὺς πρὸς τὴν θύραν τη̃ς καμίνου τη̃ς καιομένης τω̨̃ πυρὶ ἐκάλεσεν αὐτοὺς ἐξ ὀνόματος Σεδραχ Μισαχ Αβδεναγω οἱ παι̃δες του̃ θεου̃ τω̃ν θεω̃ν του̃ ὑψίστου ἐξέλθετε ἐκ του̃ πυρός οὕτως οὐ̃ν ἐξη̃λθον οἱ ἄνδρες ἐκ μέσου του̃ πυρός

3:94 καὶ συνήχθησαν οἱ ὕπατοι τοπάρχαι καὶ ἀρχιπατριω̃ται καὶ οἱ φίλοι του̃ βασιλέως καὶ ἐθεώρουν τοὺς ἀνθρώπους ἐκείνους ὅτι οὐχ ἥψατο τὸ πυ̃ρ του̃ σώματος αὐτω̃ν καὶ αἱ τρίχες αὐτω̃ν οὐ κατεκάησαν καὶ τὰ σαράβαρα αὐτω̃ν οὐκ ἠλλοιώθησαν οὐδὲ ὀσμὴ του̃ πυρὸς ἠ̃ν ἐν αὐτοι̃ς

3:95 ὑπολαβὼν δὲ Ναβουχοδονοσορ ὁ βασιλεὺς εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεὸς του̃ Σεδραχ Μισαχ Αβδεναγω ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτου̃ καὶ ἔσωσε τοὺς παι̃δας αὐτου̃ τοὺς ἐλπίσαντας ἐπ' αὐτόν τὴν γὰρ προσταγὴν του̃ βασιλέως ἠθέτησαν καὶ παρέδωκαν τὰ σώματα αὐτω̃ν εἰς ἐμπυρισμόν ἵνα μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι θεω̨̃ ἑτέρω̨ ἀλλ' ἢ τω̨̃ θεω̨̃ αὐτω̃ν

3:96 καὶ νυ̃ν ἐγὼ κρίνω ἵνα πα̃ν ἔθνος καὶ πα̃σαι φυλαὶ καὶ πα̃σαι γλω̃σσαι ὃς ἂν βλασφημήση̨ εἰς τὸν κύριον τὸν θεὸν Σεδραχ Μισαχ Αβδεναγω διαμελισθήσεται καὶ ἡ οἰκία αὐτου̃ δημευθήσεται διότι οὐκ ἔστιν θεὸς ἕτερος ὃς δυνήσεται ἐξελέσθαι οὕτως

3:97 οὕτως οὐ̃ν ὁ βασιλεὺς τω̨̃ Σεδραχ Μισαχ Αβδεναγω ἐξουσίαν δοὺς ἐφ' ὅλης τη̃ς χώρας κατέστησεν αὐτοὺς ἄρχοντας

4:4 ἔτους ὀκτωκαιδεκάτου τη̃ς βασιλείας Ναβουχοδονοσορ εἰ̃πεν εἰρηνεύων ἤμην ἐν τω̨̃ οἴκω̨ μου καὶ εὐθηνω̃ν ἐπὶ του̃ θρόνου μου

4:5 ἐνύπνιον εἰ̃δον καὶ εὐλαβήθην καὶ φόβος μοι ἐπέπεσεν

4:10 ἐκάθευδον καὶ ἰδοὺ δένδρον ὑψηλὸν φυόμενον ἐπὶ τη̃ς γη̃ς ἡ ὅρασις αὐτου̃ μεγάλη καὶ οὐκ ἠ̃ν ἄλλο ὅμοιον αὐτω̨̃

4:12 οἱ κλάδοι αὐτου̃ τω̨̃ μήκει ὡς σταδίων τριάκοντα καὶ ὑποκάτω αὐτου̃ ἐσκίαζον πάντα τὰ θηρία τη̃ς γη̃ς καὶ ἐν αὐτω̨̃ τὰ πετεινὰ του̃ οὐρανου̃ ἐνόσσευον ὁ καρπὸς αὐτου̃ πολὺς καὶ ἀγαθὸς καὶ ἐχορήγει πα̃σι τοι̃ς ζώ̨οις

4:11 καὶ ἡ ὅρασις αὐτου̃ μεγάλη ἡ κορυφὴ αὐτου̃ ἤγγιζεν ἕως του̃ οὐρανου̃ καὶ τὸ κύτος αὐτου̃ ἕως τω̃ν νεφελω̃ν πληρου̃ν τὰ ὑποκάτω του̃ οὐρανου̃ ὁ ἥλιος καὶ ἡ σελήνη ἐν αὐτω̨̃ ὤ̨κουν καὶ ἐφώτιζον πα̃σαν τὴν γη̃ν

4:13 ἐθεώρουν ἐν τω̨̃ ὕπνω̨ μου καὶ ἰδοὺ ἄγγελος ἀπεστάλη ἐν ἰσχύι ἐκ του̃ οὐρανου̃

4:14 καὶ ἐφώνησε καὶ εἰ̃πεν αὐτω̨̃ ἐκκόψατε αὐτὸ καὶ καταφθείρατε αὐτό προστέτακται γὰρ ἀπὸ του̃ ὑψίστου ἐκριζω̃σαι καὶ ἀχρειω̃σαι αὐτό

4:15 καὶ οὕτως εἰ̃πε ῥίζαν μίαν ἄφετε αὐτου̃ ἐν τη̨̃ γη̨̃ ὅπως μετὰ τω̃ν θηρίων τη̃ς γη̃ς ἐν τοι̃ς ὄρεσι χόρτον ὡς βου̃ς νέμηται

4:16 καὶ ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ τὸ σω̃μα αὐτου̃ ἀλλοιωθη̨̃ καὶ ἑπτὰ ἔτη βοσκηθη̨̃ σὺν αὐτοι̃ς

4:17 ἕως ἂν γνω̨̃ τὸν κύριον του̃ οὐρανου̃ ἐξουσίαν ἔχειν πάντων τω̃ν ἐν τω̨̃ οὐρανω̨̃ καὶ τω̃ν ἐπὶ τη̃ς γη̃ς καὶ ὅσα ἂν θέλη̨ ποιει̃ ἐν αὐτοι̃ς

4:17a ἐνώπιόν μου ἐξεκόπη ἐν ἡμέρα̨ μια̨̃ καὶ ἡ καταφθορὰ αὐτου̃ ἐν ὥρα̨ μια̨̃ τη̃ς ἡμέρας καὶ οἱ κλάδοι αὐτου̃ ἐδόθησαν εἰς πάντα ἄνεμον καὶ εἱλκύσθη καὶ ἐρρίφη καὶ τὸν χόρτον τη̃ς γη̃ς μετὰ τω̃ν θηρίων τη̃ς γη̃ς ἤσθιε καὶ εἰς φυλακὴν παρεδόθη καὶ ἐν πέδαις καὶ ἐν χειροπέδαις χαλκαι̃ς ἐδέθη ὑπ' αὐτω̃ν σφόδρα ἐθαύμασα ἐπὶ πα̃σι τούτοις καὶ ὁ ὕπνος μου ἀπέστη ἀπὸ τω̃ν ὀφθαλμω̃ν μου

4:18 καὶ ἀναστὰς τὸ πρωὶ ἐκ τη̃ς κοίτης μου ἐκάλεσα τὸν Δανιηλ τὸν ἄρχοντα τω̃ν σοφιστω̃ν καὶ τὸν ἡγούμενον τω̃ν κρινόντων τὰ ἐνύπνια καὶ διηγησάμην αὐτω̨̃ τὸ ἐνύπνιον καὶ ὑπέδειξέ μοι πα̃σαν τὴν σύγκρισιν αὐτου̃

4:19 μεγάλως δὲ ἐθαύμασεν ὁ Δανιηλ καὶ ὑπόνοια κατέσπευδεν αὐτόν καὶ φοβηθεὶς τρόμου λαβόντος αὐτὸν καὶ ἀλλοιωθείσης τη̃ς ὁράσεως αὐτου̃ κινήσας τὴν κεφαλὴν ὥραν μίαν ἀποθαυμάσας ἀπεκρίθη μοι φωνη̨̃ πραεία̨ βασιλευ̃ τὸ ἐνύπνιον του̃το τοι̃ς μισου̃σί σε καὶ ἡ σύγκρισις αὐτου̃ τοι̃ς ἐχθροι̃ς σου ἐπέλθοι

4:20 τὸ δένδρον τὸ ἐν τη̨̃ γη̨̃ πεφυτευμένον οὑ̃ ἡ ὅρασις μεγάλη σὺ εἰ̃ βασιλευ̃

4:21 καὶ πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ τὰ νοσσεύοντα ἐν αὐτω̨̃ ἡ ἰσχὺς τη̃ς γη̃ς καὶ τω̃ν ἐθνω̃ν καὶ τω̃ν γλωσσω̃ν πασω̃ν ἕως τω̃ν περάτων τη̃ς γη̃ς καὶ πα̃σαι αἱ χω̃ραι σοὶ δουλεύουσι

4:22 τὸ δὲ ἀνυψωθη̃ναι τὸ δένδρον ἐκει̃νο καὶ ἐγγίσαι τω̨̃ οὐρανω̨̃ καὶ τὸ κύτος αὐτου̃ ἅψασθαι τω̃ν νεφελω̃ν σύ βασιλευ̃ ὑψώθης ὑπὲρ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς ὑψώθη σου ἡ καρδία ὑπερηφανία̨ καὶ ἰσχύι τὰ πρὸς τὸν ἅγιον καὶ τοὺς ἀγγέλους αὐτου̃ τὰ ἔργα σου ὤφθη καθότι ἐξερήμωσας τὸν οἰ̃κον του̃ θεου̃ του̃ ζω̃ντος ἐπὶ ται̃ς ἁμαρτίαις του̃ λαου̃ του̃ ἡγιασμένου

4:23 καὶ ἡ ὅρασις ἣν εἰ̃δες ὅτι ἄγγελος ἐν ἰσχύι ἀπεστάλη παρὰ του̃ κυρίου καὶ ὅτι εἰ̃πεν ἐξα̃ραι τὸ δένδρον καὶ ἐκκόψαι ἡ κρίσις του̃ θεου̃ του̃ μεγάλου ἥξει ἐπὶ σέ

4:24 καὶ ὁ ὕψιστος καὶ οἱ ἄγγελοι αὐτου̃ ἐπὶ σὲ κατατρέχουσιν

4:25 εἰς φυλακὴν ἀπάξουσί σε καὶ εἰς τόπον ἔρημον ἀποστελου̃σί σε

4:26 καὶ ἡ ῥίζα του̃ δένδρου ἡ ἀφεθει̃σα ἐπεὶ οὐκ ἐξερριζώθη ὁ τόπος του̃ θρόνου σού σοι συντηρηθήσεται εἰς καιρὸν καὶ ὥραν ἰδοὺ ἐπὶ σὲ ἑτοιμάζονται καὶ μαστιγώσουσί σε καὶ ἐπάξουσι τὰ κεκριμένα ἐπὶ σέ

4:27 κύριος ζη̨̃ ἐν οὐρανω̨̃ καὶ ἡ ἐξουσία αὐτου̃ ἐπὶ πάση̨ τη̨̃ γη̨̃ αὐτου̃ δεήθητι περὶ τω̃ν ἁμαρτιω̃ν σου καὶ πάσας τὰς ἀδικίας σου ἐν ἐλεημοσύναις λύτρωσαι ἵνα ἐπιείκεια δοθη̨̃ σοι καὶ πολυήμερος γένη̨ ἐπὶ του̃ θρόνου τη̃ς βασιλείας σου καὶ μὴ καταφθείρη̨ σε τούτους τοὺς λόγους ἀγάπησον ἀκριβὴς γάρ μου ὁ λόγος καὶ πλήρης ὁ χρόνος σου

4:28 καὶ ἐπὶ συντελεία̨ τω̃ν λόγων Ναβουχοδονοσορ ὡς ἤκουσε τὴν κρίσιν του̃ ὁράματος τοὺς λόγους ἐν τη̨̃ καρδία̨ συνετήρησε

4:29 καὶ μετὰ μη̃νας δώδεκα ὁ βασιλεὺς ἐπὶ τω̃ν τειχω̃ν τη̃ς πόλεως μετὰ πάσης τη̃ς δόξης αὐτου̃ περιεπάτει καὶ ἐπὶ τω̃ν πύργων αὐτη̃ς διεπορεύετο

4:30 καὶ ἀποκριθεὶς εἰ̃πεν αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη ἣν ἐγὼ ὠ̨κοδόμησα καὶ οἰ̃κος βασιλείας μου ἐν ἰσχύι κράτους μου κληθήσεται εἰς τιμὴν τη̃ς δόξης μου

4:31 καὶ ἐπὶ συντελείας του̃ λόγου αὐτου̃ φωνὴν ἐκ του̃ οὐρανου̃ ἤκουσε σοὶ λέγεται Ναβουχοδονοσορ βασιλευ̃ ἡ βασιλεία Βαβυλω̃νος ἀφή̨ρηταί σου καὶ ἑτέρω̨ δίδοται ἐξουθενημένω̨ ἀνθρώπω̨ ἐν τω̨̃ οἴκω̨ σου ἰδοὺ ἐγὼ καθίστημι αὐτὸν ἐπὶ τη̃ς βασιλείας σου καὶ τὴν ἐξουσίαν σου καὶ τὴν δόξαν σου καὶ τὴν τρυφήν σου παραλήψεται ὅπως ἐπιγνω̨̃ς ὅτι ἐξουσίαν ἔχει ὁ θεὸς του̃ οὐρανου̃ ἐν τη̨̃ βασιλεία̨ τω̃ν ἀνθρώπων καὶ ὡ̨̃ ἐὰν βούληται δώσει αὐτήν ἕως δὲ ἡλίου ἀνατολη̃ς βασιλεὺς ἕτερος εὐφρανθήσεται ἐν τω̨̃ οἴκω̨ σου καὶ κρατήσει τη̃ς δόξης σου καὶ τη̃ς ἰσχύος σου καὶ τη̃ς ἐξουσίας σου

4:32 καὶ οἱ ἄγγελοι διώξονταί σε ἐπὶ ἔτη ἑπτά καὶ οὐ μὴ ὀφθη̨̃ς οὐδ' οὐ μὴ λαλήση̨ς μετὰ παντὸς ἀνθρώπου χόρτον ὡς βου̃ν σε ψωμίσουσι καὶ ἀπὸ τη̃ς χλόης τη̃ς γη̃ς ἔσται ἡ νομή σου ἰδοὺ ἀντὶ τη̃ς δόξης σου δήσουσί σε καὶ τὸν οἰ̃κον τη̃ς τρυφη̃ς σου καὶ τὴν βασιλείαν σου ἕτερος ἕξει

4:33 ἕως δὲ πρωὶ πάντα τελεσθήσεται ἐπὶ σέ Ναβουχοδονοσορ βασιλευ̃ Βαβυλω̃νος καὶ οὐχ ὑστερήσει ἀπὸ πάντων τούτων οὐθέν

4:33a ἐγὼ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος ἑπτὰ ἔτη ἐπεδήθην χόρτον ὡς βου̃ν ἐψώμισάν με καὶ ἀπὸ τη̃ς χλόης τη̃ς γη̃ς ἤσθιον καὶ μετὰ ἔτη ἑπτὰ ἔδωκα τὴν ψυχήν μου εἰς δέησιν καὶ ἠξίωσα περὶ τω̃ν ἁμαρτιω̃ν μου κατὰ πρόσωπον κυρίου του̃ θεου̃ του̃ οὐρανου̃ καὶ περὶ τω̃ν ἀγνοιω̃ν μου του̃ θεου̃ τω̃ν θεω̃ν του̃ μεγάλου ἐδεήθην

4:33b καὶ αἱ τρίχες μου ἐγένοντο ὡς πτέρυγες ἀετου̃ οἱ ὄνυχές μου ὡσεὶ λέοντος ἠλλοιώθη ἡ σάρξ μου καὶ ἡ καρδία μου γυμνὸς περιεπάτουν μετὰ τω̃ν θηρίων τη̃ς γη̃ς ἐνύπνιον εἰ̃δον καὶ ὑπόνοιαί με εἰλήφασι καὶ διὰ χρόνου ὕπνος με ἔλαβε πολὺς καὶ νυσταγμὸς ἐπέπεσέ μοι

4:34 καὶ ἐπὶ συντελεία̨ τω̃ν ἑπτὰ ἐτω̃ν ὁ χρόνος μου τη̃ς ἀπολυτρώσεως ἠ̃λθε καὶ αἱ ἁμαρτίαι μου καὶ αἱ ἄγνοιαί μου ἐπληρώθησαν ἐναντίον του̃ θεου̃ του̃ οὐρανου̃ καὶ ἐδεήθην περὶ τω̃ν ἀγνοιω̃ν μου του̃ θεου̃ τω̃ν θεω̃ν του̃ μεγάλου καὶ ἰδοὺ ἄγγελος εἱ̃ς ἐκάλεσέ με ἐκ του̃ οὐρανου̃ λέγων Ναβουχοδονοσορ δούλευσον τω̨̃ θεω̨̃ του̃ οὐρανου̃ τω̨̃ ἁγίω̨ καὶ δὸς δόξαν τω̨̃ ὑψίστω̨ τὸ βασίλειον του̃ ἔθνους σού σοι ἀποδίδοται

4:36 ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ ἀποκατεστάθη ἡ βασιλεία μου ἐμοί καὶ ἡ δόξα μου ἀπεδόθη μοι

4:37 τω̨̃ ὑψίστω̨ ἀνθομολογου̃μαι καὶ αἰνω̃ τω̨̃ κτίσαντι τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τὰς θαλάσσας καὶ τοὺς ποταμοὺς καὶ πάντα τὰ ἐν αὐτοι̃ς ἐξομολογου̃μαι καὶ αἰνω̃ ὅτι αὐτός ἐστι θεὸς τω̃ν θεω̃ν καὶ κύριος τω̃ν κυρίων καὶ βασιλεὺς τω̃ν βασιλέων ὅτι αὐτὸς ποιει̃ σημει̃α καὶ τέρατα καὶ ἀλλοιοι̃ καιροὺς καὶ χρόνους ἀφαιρω̃ν βασιλείαν βασιλέων καὶ καθιστω̃ν ἑτέρους ἀντ' αὐτω̃ν

4:37a ἀπὸ του̃ νυ̃ν αὐτω̨̃ λατρεύσω καὶ ἀπὸ του̃ φόβου αὐτου̃ τρόμος εἴληφέ με καὶ πάντας τοὺς ἁγίους αὐτου̃ αἰνω̃ οἱ γὰρ θεοὶ τω̃ν ἐθνω̃ν οὐκ ἔχουσιν ἐν ἑαυτοι̃ς ἰσχὺν ἀποστρέψαι βασιλείαν βασιλέως εἰς ἕτερον βασιλέα καὶ ἀποκτει̃ναι καὶ ζη̃ν ποιη̃σαι καὶ ποιη̃σαι σημει̃α καὶ θαυμάσια μεγάλα καὶ φοβερὰ καὶ ἀλλοιω̃σαι ὑπερμεγέθη πράγματα καθὼς ἐποίησεν ἐν ἐμοὶ ὁ θεὸς του̃ οὐρανου̃ καὶ ἠλλοίωσεν ἐπ' ἐμοὶ μεγάλα πράγματα ἐγὼ πάσας τὰς ἡμέρας τη̃ς βασιλείας μου περὶ τη̃ς ψυχη̃ς μου τω̨̃ ὑψίστω̨ θυσίας προσοίσω εἰς ὀσμὴν εὐωδίας τω̨̃ κυρίω̨ καὶ τὸ ἀρεστὸν ἐνώπιον αὐτου̃ ποιήσω ἐγὼ καὶ ὁ λαός μου τὸ ἔθνος μου καὶ αἱ χω̃ραί μου αἱ ἐν τη̨̃ ἐξουσία̨ μου καὶ ὅσοι ἐλάλησαν εἰς τὸν θεὸν του̃ οὐρανου̃ καὶ ὅσοι ἂν καταληφθω̃σι λαλου̃ντές τι τούτους κατακρινω̃ θανάτω̨

4:37b ἔγραψε δὲ ὁ βασιλεὺς Ναβουχοδονοσορ ἐπιστολὴν ἐγκύκλιον πα̃σι τοι̃ς κατὰ τόπον ἔθνεσι καὶ χώραις καὶ γλώσσαις πάσαις ται̃ς οἰκούσαις ἐν πάσαις ται̃ς χώραις ἐν γενεαι̃ς καὶ γενεαι̃ς κυρίω̨ τω̨̃ θεω̨̃ του̃ οὐρανου̃ αἰνει̃τε καὶ θυσίαν καὶ προσφορὰν προσφέρετε αὐτω̨̃ ἐνδόξως ἐγὼ βασιλεὺς βασιλέων ἀνθομολογου̃μαι αὐτω̨̃ ἐνδόξως ὅτι οὕτως ἐποίησε μετ' ἐμου̃ ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἐκάθισέ με ἐπὶ του̃ θρόνου μου καὶ τη̃ς ἐξουσίας μου καὶ τη̃ς βασιλείας μου ἐν τω̨̃ λαω̨̃ μου ἐκράτησα καὶ ἡ μεγαλωσύνη μου ἀποκατεστάθη μοι

4:37c Ναβουχοδονοσορ βασιλεὺς πα̃σι τοι̃ς ἔθνεσι καὶ πάσαις ται̃ς χώραις καὶ πα̃σι τοι̃ς οἰκου̃σιν ἐν αὐται̃ς εἰρήνη ὑμι̃ν πληθυνθείη ἐν παντὶ καιρω̨̃ καὶ νυ̃ν ὑποδείξω ὑμι̃ν τὰς πράξεις ἃς ἐποίησε μετ' ἐμου̃ ὁ θεὸς ὁ μέγας ἔδοξε δέ μοι ἀποδει̃ξαι ὑμι̃ν καὶ τοι̃ς σοφισται̃ς ὑμω̃ν ὅτι ἔστι θεός καὶ τὰ θαυμάσια αὐτου̃ μεγάλα τὸ βασίλειον αὐτου̃ βασίλειον εἰς τὸν αἰω̃να ἡ ἐξουσία αὐτου̃ ἀπὸ γενεω̃ν εἰς γενεάς καὶ ἀπέστειλεν ἐπιστολὰς περὶ πάντων τω̃ν γενηθέντων αὐτω̨̃ ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ πα̃σι τοι̃ς ἔθνεσι τοι̃ς οὐ̃σιν ὑπὸ τὴν βασιλείαν αὐτου̃

Βαλτασαρ ὁ βασιλεὺς ἐποίησε δοχὴν μεγάλην ἐν ἡμέρα̨ ἐγκαινισμου̃ τω̃ν βασιλείων αὐτου̃ καὶ ἀπὸ τω̃ν μεγιστάνων αὐτου̃ ἐκάλεσεν ἄνδρας δισχιλίους ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ Βαλτασαρ ἀνυψούμενος ἀπὸ του̃ οἴνου καὶ καυχώμενος ἐπή̨νεσε πάντας τοὺς θεοὺς τω̃ν ἐθνω̃ν τοὺς χωνευτοὺς καὶ γλυπτοὺς ἐν τω̨̃ τόπω̨ αὐτου̃ καὶ τω̨̃ θεω̨̃ τω̨̃ ὑψίστω̨ οὐκ ἔδωκεν αἴνεσιν ἐν αὐτη̨̃ τη̨̃ νυκτὶ ἐξη̃λθον δάκτυλοι ὡσεὶ ἀνθρώπου καὶ ἐπέγραψαν ἐπὶ του̃ τοίχου οἴκου αὐτου̃ ἐπὶ του̃ κονιάματος κατέναντι του̃ λύχνους μανη φαρες θεκελ ἔστι δὲ ἡ ἑρμηνεία αὐτω̃ν μανη ἠρίθμηται φαρες ἐξη̃ρται θεκελ ἕσταται

5:1 Βαλτασαρ ὁ βασιλεὺς ἐποίησεν ἑστιατορίαν μεγάλην τοι̃ς ἑταίροις αὐτου̃ καὶ ἔπινεν οἰ̃νον

5:2 καὶ ἀνυψώθη ἡ καρδία αὐτου̃ καὶ εἰ̃πεν ἐνέγκαι τὰ σκεύη τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ του̃ οἴκου του̃ θεου̃ ἃ ἤνεγκε Ναβουχοδονοσορ ὁ πατὴρ αὐτου̃ ἀπὸ Ιερουσαλημ καὶ οἰνοχοη̃σαι ἐν αὐτοι̃ς τοι̃ς ἑταίροις αὐτου̃

5:3 καὶ ἠνέχθη καὶ ἔπινον ἐν αὐτοι̃ς

5:4 καὶ ηὐλόγουν τὰ εἴδωλα τὰ χειροποίητα αὐτω̃ν καὶ τὸν θεὸν του̃ αἰω̃νος οὐκ εὐλόγησαν τὸν ἔχοντα τὴν ἐξουσίαν του̃ πνεύματος αὐτω̃ν

5:5 ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐκείνη̨ ἐξη̃λθον δάκτυλοι ὡσεὶ χειρὸς ἀνθρώπου καὶ ἔγραψαν ἐπὶ του̃ τοίχου του̃ οἴκου αὐτου̃ ἐπὶ του̃ κονιάματος κατέναντι του̃ φωτὸς ἔναντι του̃ βασιλέως Βαλτασαρ καὶ εἰ̃δε χει̃ρα γράφουσαν

5:6 καὶ ἡ ὅρασις αὐτου̃ ἠλλοιώθη καὶ φόβοι καὶ ὑπόνοιαι αὐτὸν κατέσπευδον ἔσπευσεν οὐ̃ν ὁ βασιλεὺς καὶ ἐξανέστη καὶ ἑώρα τὴν γραφὴν ἐκείνην καὶ οἱ συνεται̃ροι κύκλω̨ αὐτου̃ ἐκαυχω̃ντο

5:7 καὶ ὁ βασιλεὺς ἐφώνησε φωνη̨̃ μεγάλη̨ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ φαρμακοὺς καὶ Χαλδαίους καὶ γαζαρηνοὺς ἀπαγγει̃λαι τὸ σύγκριμα τη̃ς γραφη̃ς καὶ εἰσεπορεύοντο ἐπὶ θεωρίαν ἰδει̃ν τὴν γραφήν καὶ τὸ σύγκριμα τη̃ς γραφη̃ς οὐκ ἐδύναντο συγκρι̃ναι τω̨̃ βασιλει̃ τότε ὁ βασιλεὺς ἐξέθηκε πρόσταγμα λέγων πα̃ς ἀνήρ ὃς ἂν ὑποδείξη̨ τὸ σύγκριμα τη̃ς γραφη̃ς στολιει̃ αὐτὸν πορφύραν καὶ μανιάκην χρυσου̃ν περιθήσει αὐτω̨̃ καὶ δοθήσεται αὐτω̨̃ ἐξουσία του̃ τρίτου μέρους τη̃ς βασιλείας

5:8 καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοὶ καὶ φαρμακοὶ καὶ γαζαρηνοί καὶ οὐκ ἠδύνατο οὐδεὶς τὸ σύγκριμα τη̃ς γραφη̃ς ἀπαγγει̃λαι

5:9 τότε ὁ βασιλεὺς ἐκάλεσε τὴν βασίλισσαν περὶ του̃ σημείου καὶ ὑπέδειξεν αὐτη̨̃ ὡς μέγα ἐστί καὶ ὅτι πα̃ς ἄνθρωπος οὐ δύναται ἀπαγγει̃λαι τω̨̃ βασιλει̃ τὸ σύγκριμα τη̃ς γραφη̃ς

5:10 τότε ἡ βασίλισσα ἐμνήσθη πρὸς αὐτὸν περὶ του̃ Δανιηλ ὃς ἠ̃ν ἐκ τη̃ς αἰχμαλωσίας τη̃ς Ιουδαίας

5:11 καὶ εἰ̃πε τω̨̃ βασιλει̃ ὁ ἄνθρωπος ἐπιστήμων ἠ̃ν καὶ σοφὸς καὶ ὑπερέχων πάντας τοὺς σοφοὺς Βαβυλω̃νος

5:12 καὶ πνευ̃μα ἅγιον ἐν αὐτω̨̃ ἐστι καὶ ἐν ται̃ς ἡμέραις του̃ πατρός σου του̃ βασιλέως συγκρίματα ὑπέρογκα ὑπέδειξε Ναβουχοδονοσορ τω̨̃ πατρί σου

5:13 τότε Δανιηλ εἰσήχθη πρὸς τὸν βασιλέα καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἰ̃πεν αὐτω̨̃

5:16 ὠ̃ Δανιηλ δύνη̨ μοι ὑποδει̃ξαι τὸ σύγκριμα τη̃ς γραφη̃ς καὶ στολιω̃ σε πορφύραν καὶ μανιάκην χρυσου̃ν περιθήσω σοι καὶ ἕξεις ἐξουσίαν του̃ τρίτου μέρους τη̃ς βασιλείας μου

5:17 τότε Δανιηλ ἔστη κατέναντι τη̃ς γραφη̃ς καὶ ἀνέγνω καὶ οὕτως ἀπεκρίθη τω̨̃ βασιλει̃ αὕτη ἡ γραφή ἠρίθμηται κατελογίσθη ἐξη̃ρται καὶ ἔστη ἡ γράψασα χείρ καὶ αὕτη ἡ σύγκρισις αὐτω̃ν

5:23 βασιλευ̃ σὺ ἐποιήσω ἑστιατορίαν τοι̃ς φίλοις σου καὶ ἔπινες οἰ̃νον καὶ τὰ σκεύη του̃ οἴκου του̃ θεου̃ του̃ ζω̃ντος ἠνέχθη σοι καὶ ἐπίνετε ἐν αὐτοι̃ς σὺ καὶ οἱ μεγιστα̃νές σου καὶ ἠ̨νέσατε πάντα τὰ εἴδωλα τὰ χειροποίητα τω̃ν ἀνθρώπων καὶ τω̨̃ θεω̨̃ τω̨̃ ζω̃ντι οὐκ εὐλογήσατε καὶ τὸ πνευ̃μά σου ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ τὸ βασίλειόν σου αὐτὸς ἔδωκέ σοι καὶ οὐκ εὐλόγησας αὐτὸν οὐδὲ ἤ̨νεσας αὐτω̨̃

5:26-28 του̃το τὸ σύγκριμα τη̃ς γραφη̃ς ἠρίθμηται ὁ χρόνος σου τη̃ς βασιλείας ἀπολήγει ἡ βασιλεία σου συντέτμηται καὶ συντετέλεσται ἡ βασιλεία σου τοι̃ς Μήδοις καὶ τοι̃ς Πέρσαις δίδοται

5:29 τότε Βαλτασαρ ὁ βασιλεὺς ἐνέδυσε τὸν Δανιηλ πορφύραν καὶ μανιάκην χρυσου̃ν περιέθηκεν αὐτω̨̃ καὶ ἔδωκεν ἐξουσίαν αὐτω̨̃ του̃ τρίτου μέρους τη̃ς βασιλείας αὐτου̃

5:30 καὶ τὸ σύγκριμα ἐπη̃λθε Βαλτασαρ τω̨̃ βασιλει̃ καὶ τὸ βασίλειον ἐξη̃ρται ἀπὸ τω̃ν Χαλδαίων καὶ ἐδόθη τοι̃ς Μήδοις καὶ τοι̃ς Πέρσαις

6:1 καὶ 'Αρταξέρξης ὁ τω̃ν Μήδων παρέλαβε τὴν βασιλείαν καὶ Δαρει̃ος πλήρης τω̃ν ἡμερω̃ν καὶ ἔνδοξος ἐν γήρει

6:2 καὶ κατέστησε σατράπας ἑκατὸν εἴκοσι ἑπτὰ ἐπὶ πάσης τη̃ς βασιλείας αὐτου̃

6:3 καὶ ἐπ' αὐτω̃ν ἄνδρας τρει̃ς ἡγουμένους αὐτω̃ν καὶ Δανιηλ εἱ̃ς ἠ̃ν τω̃ν τριω̃ν ἀνδρω̃ν

6:4 ὑπὲρ πάντας ἔχων ἐξουσίαν ἐν τη̨̃ βασιλεία̨ καὶ Δανιηλ ἠ̃ν ἐνδεδυμένος πορφύραν καὶ μέγας καὶ ἔνδοξος ἔναντι Δαρείου του̃ βασιλέως καθότι ἠ̃ν ἔνδοξος καὶ ἐπιστήμων καὶ συνετός καὶ πνευ̃μα ἅγιον ἐν αὐτω̨̃ καὶ εὐοδούμενος ἐν ται̃ς πραγματείαις του̃ βασιλέως αἱ̃ς ἔπρασσε τότε ὁ βασιλεὺς ἐβουλεύσατο καταστη̃σαι τὸν Δανιηλ ἐπὶ πάσης τη̃ς βασιλείας αὐτου̃ καὶ τοὺς δύο ἄνδρας οὓς κατέστησε μετ' αὐτου̃ καὶ σατράπας ἑκατὸν εἴκοσι ἑπτά

6:5 ὅτε δὲ ἐβουλεύσατο ὁ βασιλεὺς καταστη̃σαι τὸν Δανιηλ ἐπὶ πάσης τη̃ς βασιλείας αὐτου̃ τότε βουλὴν καὶ γνώμην ἐβουλεύσαντο ἐν ἑαυτοι̃ς οἱ δύο νεανίσκοι πρὸς ἀλλήλους λέγοντες ἐπεὶ οὐδεμίαν ἁμαρτίαν οὐδὲ ἄγνοιαν ηὕρισκον κατὰ του̃ Δανιηλ περὶ ἡ̃ς κατηγορήσουσιν αὐτου̃ πρὸς τὸν βασιλέα

6:6 καὶ εἰ̃παν δευ̃τε στήσωμεν ὁρισμὸν καθ' ἑαυτω̃ν ὅτι πα̃ς ἄνθρωπος οὐκ ἀξιώσει ἀξίωμα καὶ οὐ μὴ εὔξηται εὐχὴν ἀπὸ παντὸς θεου̃ ἕως ἡμερω̃ν τριάκοντα ἀλλ' ἢ παρὰ Δαρείου του̃ βασιλέως εἰ δὲ μή ἀποθανει̃ται ἵνα ἡττήσωσι τὸν Δανιηλ ἐναντίον του̃ βασιλέως καὶ ῥιφη̨̃ εἰς τὸν λάκκον τω̃ν λεόντων ἤ̨δεισαν γὰρ ὅτι Δανιηλ προσεύχεται καὶ δει̃ται κυρίου του̃ θεου̃ αὐτου̃ τρὶς τη̃ς ἡμέρας

6:7 τότε προσήλθοσαν οἱ ἄνθρωποι ἐκει̃νοι καὶ εἰ̃παν ἐναντίον του̃ βασιλέως

6:8 ὁρισμὸν καὶ στάσιν ἐστήσαμεν ὅτι πα̃ς ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν ἢ ἀξιώση̨ ἀξίωμά τι παρὰ παντὸς θεου̃ ἕως ἡμερω̃ν τριάκοντα ἀλλ' ἢ παρὰ Δαρείου του̃ βασιλέως ῥιφήσεται εἰς τὸν λάκκον τω̃ν λεόντων

6:9 καὶ ἠξίωσαν τὸν βασιλέα ἵνα στήση̨ τὸν ὁρισμὸν καὶ μὴ ἀλλοιώση̨ αὐτόν διότι ἤ̨δεισαν ὅτι Δανιηλ προσεύχεται καὶ δει̃ται τρὶς τη̃ς ἡμέρας ἵνα ἡττηθη̨̃ διὰ του̃ βασιλέως καὶ ῥιφη̨̃ εἰς τὸν λάκκον τω̃ν λεόντων

6:10 καὶ οὕτως ὁ βασιλεὺς Δαρει̃ος ἔστησε καὶ ἐκύρωσεν

6:11 ἐπιγνοὺς δὲ Δανιηλ τὸν ὁρισμόν ὃν ἔστησε κατ' αὐτου̃ θυρίδας ἤνοιξεν ἐν τω̨̃ ὑπερώ̨ω̨ αὐτου̃ κατέναντι Ιερουσαλημ καὶ ἔπιπτεν ἐπὶ πρόσωπον αὐτου̃ τρὶς τη̃ς ἡμέρας καθὼς ἐποίει ἔμπροσθεν καὶ ἐδει̃το

6:12 καὶ αὐτοὶ ἐτήρησαν τὸν Δανιηλ καὶ κατελάβοσαν αὐτὸν εὐχόμενον τρὶς τη̃ς ἡμέρας καθ' ἑκάστην ἡμέραν

6:13 τότε οὑ̃τοι οἱ ἄνθρωποι ἐνέτυχον τω̨̃ βασιλει̃ καὶ εἰ̃παν Δαρει̃ε βασιλευ̃ οὐχ ὁρισμὸν ὡρίσω ἵνα πα̃ς ἄνθρωπος μὴ εὔξηται εὐχὴν μηδὲ ἀξιώση̨ ἀξίωμα παρὰ παντὸς θεου̃ ἕως ἡμερω̃ν τριάκοντα ἀλλὰ παρὰ σου̃ βασιλευ̃ εἰ δὲ μή ῥιφήσεται εἰς τὸν λάκκον τω̃ν λεόντων ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἰ̃πεν αὐτοι̃ς ἀκριβὴς ὁ λόγος καὶ μενει̃ ὁ ὁρισμός

6:13a καὶ εἰ̃πον αὐτω̨̃ ὁρκίζομέν σε τοι̃ς Μήδων καὶ Περσω̃ν δόγμασιν ἵνα μὴ ἀλλοιώση̨ς τὸ πρόσταγμα μηδὲ θαυμάση̨ς πρόσωπον καὶ ἵνα μὴ ἐλαττώση̨ς τι τω̃ν εἰρημένων καὶ κολάση̨ς τὸν ἄνθρωπον ὃς οὐκ ἐνέμεινε τω̨̃ ὁρισμω̨̃ τούτω̨ καὶ εἰ̃πεν οὕτως ποιήσω καθὼς λέγετε καὶ ἕστηκέ μοι του̃το

6:14 καὶ εἰ̃παν ἰδοὺ εὕρομεν Δανιηλ τὸν φίλον σου εὐχόμενον καὶ δεόμενον του̃ προσώπου του̃ θεου̃ αὐτου̃ τρὶς τη̃ς ἡμέρας

6:15 καὶ λυπούμενος ὁ βασιλεὺς εἰ̃πεν ῥιφη̃ναι τὸν Δανιηλ εἰς τὸν λάκκον τω̃ν λεόντων κατὰ τὸν ὁρισμόν ὃν ἔστησε κατ' αὐτου̃ τότε ὁ βασιλεὺς σφόδρα ἐλυπήθη ἐπὶ τω̨̃ Δανιηλ καὶ ἐβοήθει του̃ ἐξελέσθαι αὐτὸν ἕως δυσμω̃ν ἡλίου ἀπὸ τω̃ν χειρω̃ν τω̃ν σατραπω̃ν

6:16 καὶ οὐκ ἠδύνατο ἐξελέσθαι αὐτὸν ἀπ' αὐτω̃ν

6:17 ἀναβοήσας δὲ Δαρει̃ος ὁ βασιλεὺς εἰ̃πε τω̨̃ Δανιηλ ὁ θεός σου ὡ̨̃ σὺ λατρεύεις ἐνδελεχω̃ς τρὶς τη̃ς ἡμέρας αὐτὸς ἐξελει̃ταί σε ἐκ χειρὸς τω̃ν λεόντων ἕως πρωὶ θάρρει

6:18 τότε Δανιηλ ἐρρίφη εἰς τὸν λάκκον τω̃ν λεόντων καὶ ἠνέχθη λίθος καὶ ἐτέθη εἰς τὸ στόμα του̃ λάκκου καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τω̨̃ δακτυλίω̨ ἑαυτου̃ καὶ ἐν τοι̃ς δακτυλίοις τω̃ν μεγιστάνων αὐτου̃ ὅπως μὴ ἀπ' αὐτω̃ν ἀρθη̨̃ ὁ Δανιηλ ἢ ὁ βασιλεὺς αὐτὸν ἀνασπάση̨ ἐκ του̃ λάκκου

6:19 τότε ὑπέστρεψεν ὁ βασιλεὺς εἰς τὰ βασίλεια αὐτου̃ καὶ ηὐλίσθη νη̃στις καὶ ἠ̃ν λυπούμενος περὶ του̃ Δανιηλ τότε ὁ θεὸς του̃ Δανιηλ πρόνοιαν ποιούμενος αὐτου̃ ἀπέκλεισε τὰ στόματα τω̃ν λεόντων καὶ οὐ παρηνώχλησαν τω̨̃ Δανιηλ

6:20 καὶ ὁ βασιλεὺς Δαρει̃ος ὤρθρισε πρωὶ καὶ παρέλαβε μεθ' ἑαυτου̃ τοὺς σατράπας καὶ πορευθεὶς ἔστη ἐπὶ του̃ στόματος του̃ λάκκου τω̃ν λεόντων

6:21 τότε ὁ βασιλεὺς ἐκάλεσε τὸν Δανιηλ φωνη̨̃ μεγάλη̨ μετὰ κλαυθμου̃ λέγων ὠ̃ Δανιηλ εἰ ἄρα ζη̨̃ς καὶ ὁ θεός σου ὡ̨̃ λατρεύεις ἐνδελεχω̃ς σέσωκέ σε ἀπὸ τω̃ν λεόντων καὶ οὐκ ἠχρείωκάν σε

6:22 τότε Δανιηλ ἐπήκουσε φωνη̨̃ μεγάλη̨ καὶ εἰ̃πεν βασιλευ̃ ἔτι εἰμὶ ζω̃ν

6:23 καὶ σέσωκέ με ὁ θεὸς ἀπὸ τω̃ν λεόντων καθότι δικαιοσύνη ἐν ἐμοὶ εὑρέθη ἐναντίον αὐτου̃ καὶ ἐναντίον δὲ σου̃ βασιλευ̃ οὔτε ἄγνοια οὔτε ἁμαρτία εὑρέθη ἐν ἐμοί σὺ δὲ ἤκουσας ἀνθρώπων πλανώντων βασιλει̃ς καὶ ἔρριψάς με εἰς τὸν λάκκον τω̃ν λεόντων εἰς ἀπώλειαν

6:24 τότε συνήχθησαν πα̃σαι αἱ δυνάμεις καὶ εἰ̃δον τὸν Δανιηλ ὡς οὐ παρηνώχλησαν αὐτω̨̃ οἱ λέοντες

6:25 τότε οἱ δύο ἄνθρωποι ἐκει̃νοι οἱ καταμαρτυρήσαντες του̃ Δανιηλ αὐτοὶ καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν ἐρρίφησαν τοι̃ς λέουσι καὶ οἱ λέοντες ἀπέκτειναν αὐτοὺς καὶ ἔθλασαν τὰ ὀστα̃ αὐτω̃ν

6:26 τότε Δαρει̃ος ἔγραψε πα̃σι τοι̃ς ἔθνεσι καὶ χώραις καὶ γλώσσαις τοι̃ς οἰκου̃σιν ἐν πάση̨ τη̨̃ γη̨̃ αὐτου̃ λέγων

6:27 πάντες οἱ ἄνθρωποι οἱ ὄντες ἐν τη̨̃ βασιλεία̨ μου ἔστωσαν προσκυνου̃ντες καὶ λατρεύοντες τω̨̃ θεω̨̃ του̃ Δανιηλ αὐτὸς γάρ ἐστι θεὸς μένων καὶ ζω̃ν εἰς γενεὰς γενεω̃ν ἕως του̃ αἰω̃νος

6:28 ἐγὼ Δαρει̃ος ἔσομαι αὐτω̨̃ προσκυνω̃ν καὶ δουλεύων πάσας τὰς ἡμέρας μου τὰ γὰρ εἴδωλα τὰ χειροποίητα οὐ δύνανται σω̃σαι ὡς ἐλυτρώσατο ὁ θεὸς του̃ Δανιηλ τὸν Δανιηλ

6:29 καὶ ὁ βασιλεὺς Δαρει̃ος προσετέθη πρὸς τὸ γένος αὐτου̃ καὶ Δανιηλ κατεστάθη ἐπὶ τη̃ς βασιλείας Δαρείου καὶ Κυ̃ρος ὁ Πέρσης παρέλαβε τὴν βασιλείαν αὐτου̃

7:1 ἔτους πρώτου βασιλεύοντος Βαλτασαρ χώρας Βαβυλωνίας Δανιηλ ὅραμα εἰ̃δε παρὰ κεφαλὴν ἐπὶ τη̃ς κοίτης αὐτου̃ τότε Δανιηλ τὸ ὅραμα ὃ εἰ̃δεν ἔγραψεν εἰς κεφάλαια λόγων

7:2 ἐπὶ τη̃ς κοίτης μου ἐθεώρουν καθ' ὕπνους νυκτὸς καὶ ἰδοὺ τέσσαρες ἄνεμοι του̃ οὐρανου̃ ἐνέπεσον εἰς τὴν θάλασσαν τὴν μεγάλην

7:3 καὶ τέσσαρα θηρία ἀνέβαινον ἐκ τη̃ς θαλάσσης διαφέροντα ἓν παρὰ τὸ ἕν

7:4 τὸ πρω̃τον ὡσεὶ λέαινα ἔχουσα πτερὰ ὡσεὶ ἀετου̃ ἐθεώρουν ἕως ὅτου ἐτίλη τὰ πτερὰ αὐτη̃ς καὶ ἤρθη ἀπὸ τη̃ς γη̃ς καὶ ἐπὶ ποδω̃ν ἀνθρωπίνων ἐστάθη καὶ ἀνθρωπίνη καρδία ἐδόθη αὐτη̨̃

7:5 καὶ ἰδοὺ μετ' αὐτὴν ἄλλο θηρίον ὁμοίωσιν ἔχον ἄρκου καὶ ἐπὶ του̃ ἑνὸς πλευρου̃ ἐστάθη καὶ τρία πλευρὰ ἠ̃ν ἐν τω̨̃ στόματι αὐτη̃ς καὶ οὕτως εἰ̃πεν ἀνάστα κατάφαγε σάρκας πολλάς

7:6 καὶ μετὰ ταυ̃τα ἐθεώρουν θηρίον ἄλλο ὡσεὶ πάρδαλιν καὶ πτερὰ τέσσαρα ἐπέτεινον ἐπάνω αὐτου̃ καὶ τέσσαρες κεφαλαὶ τω̨̃ θηρίω̨ καὶ γλω̃σσα ἐδόθη αὐτω̨̃

7:7 μετὰ δὲ ταυ̃τα ἐθεώρουν ἐν ὁράματι τη̃ς νυκτὸς θηρίον τέταρτον φοβερόν καὶ ὁ φόβος αὐτου̃ ὑπερφέρων ἰσχύι ἔχον ὀδόντας σιδηρου̃ς μεγάλους ἐσθίον καὶ κοπανίζον κύκλω̨ τοι̃ς ποσὶ καταπατου̃ν διαφόρως χρώμενον παρὰ πάντα τὰ πρὸ αὐτού θηρία εἰ̃χε δὲ κέρατα δέκα

7:8 καὶ βουλαὶ πολλαὶ ἐν τοι̃ς κέρασιν αὐτου̃ καὶ ἰδοὺ ἄλλο ἓν κέρας ἀνεφύη ἀνὰ μέσον αὐτω̃ν μικρὸν ἐν τοι̃ς κέρασιν αὐτου̃ καὶ τρία τω̃ν κεράτων τω̃ν πρώτων ἐξηράνθησαν δι' αὐτου̃ καὶ ἰδοὺ ὀφθαλμοὶ ὥσπερ ὀφθαλμοὶ ἀνθρώπινοι ἐν τω̨̃ κέρατι τούτω̨ καὶ στόμα λαλου̃ν μεγάλα καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους

7:9 ἐθεώρουν ἕως ὅτε θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερω̃ν ἐκάθητο ἔχων περιβολὴν ὡσεὶ χιόνα καὶ τὸ τρίχωμα τη̃ς κεφαλη̃ς αὐτου̃ ὡσεὶ ἔριον λευκὸν καθαρόν ὁ θρόνος ὡσεὶ φλὸξ πυρός

7:10 καὶ ἐξεπορεύετο κατὰ πρόσωπον αὐτου̃ ποταμὸς πυρός χίλιαι χιλιάδες ἐθεράπευον αὐτὸν καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτω̨̃ καὶ κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεώ̨χθησαν

7:11 ἐθεώρουν τότε τὴν φωνὴν τω̃ν λόγων τω̃ν μεγάλων ὡ̃ν τὸ κέρας ἐλάλει καὶ ἀπετυμπανίσθη τὸ θηρίον καὶ ἀπώλετο τὸ σω̃μα αὐτου̃ καὶ ἐδόθη εἰς καυ̃σιν πυρός

7:12 καὶ τοὺς κύκλω̨ αὐτου̃ ἀπέστησε τη̃ς ἐξουσίας αὐτω̃ν καὶ χρόνος ζωη̃ς ἐδόθη αὐτοι̃ς ἕως χρόνου καὶ καιρου̃

7:13 ἐθεώρουν ἐν ὁράματι τη̃ς νυκτὸς καὶ ἰδοὺ ἐπὶ τω̃ν νεφελω̃ν του̃ οὐρανου̃ ὡς υἱὸς ἀνθρώπου ἤρχετο καὶ ὡς παλαιὸς ἡμερω̃ν παρη̃ν καὶ οἱ παρεστηκότες παρη̃σαν αὐτω̨̃

7:14 καὶ ἐδόθη αὐτω̨̃ ἐξουσία καὶ πάντα τὰ ἔθνη τη̃ς γη̃ς κατὰ γένη καὶ πα̃σα δόξα αὐτω̨̃ λατρεύουσα καὶ ἡ ἐξουσία αὐτου̃ ἐξουσία αἰώνιος ἥτις οὐ μὴ ἀρθη̨̃ καὶ ἡ βασιλεία αὐτου̃ ἥτις οὐ μὴ φθαρη̨̃

7:15 καὶ ἀκηδιάσας ἐγὼ Δανιηλ ἐν τούτοις ἐν τω̨̃ ὁράματι τη̃ς νυκτὸς

7:16 προση̃λθον πρὸς ἕνα τω̃ν ἑστώτων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτου̃ ὑπὲρ πάντων τούτων ἀποκριθεὶς δὲ λέγει μοι καὶ τὴν κρίσιν τω̃ν λόγων ἐδήλωσέ μοι

7:17 ταυ̃τα τὰ θηρία τὰ μεγάλα εἰσὶ τέσσαρες βασιλει̃αι αἳ ἀπολου̃νται ἀπὸ τη̃ς γη̃ς

7:18 καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καθέξουσι τὴν βασιλείαν ἕως του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος τω̃ν αἰώνων

7:19 τότε ἤθελον ἐξακριβάσασθαι περὶ του̃ θηρίου του̃ τετάρτου του̃ διαφθείροντος πάντα καὶ ὑπερφόβου καὶ ἰδοὺ οἱ ὀδόντες αὐτου̃ σιδηροι̃ καὶ οἱ ὄνυχες αὐτου̃ χαλκοι̃ κατεσθίοντες πάντας κυκλόθεν καὶ καταπατου̃ντες τοι̃ς ποσί

7:20 καὶ περὶ τω̃ν δέκα κεράτων αὐτου̃ τω̃ν ἐπὶ τη̃ς κεφαλη̃ς καὶ του̃ ἑνὸς του̃ ἄλλου του̃ προσφυέντος καὶ ἐξέπεσαν δι' αὐτου̃ τρία καὶ τὸ κέρας ἐκει̃νο εἰ̃χεν ὀφθαλμοὺς καὶ στόμα λαλου̃ν μεγάλα καὶ ἡ πρόσοψις αὐτου̃ ὑπερέφερε τὰ ἄλλα

7:21 καὶ κατενόουν τὸ κέρας ἐκει̃νο πόλεμον συνιστάμενον πρὸς τοὺς ἁγίους καὶ τροπούμενον αὐτοὺς

7:22 ἕως του̃ ἐλθει̃ν τὸν παλαιὸν ἡμερω̃ν καὶ τὴν κρίσιν ἔδωκε τοι̃ς ἁγίοις του̃ ὑψίστου καὶ ὁ καιρὸς ἐδόθη καὶ τὸ βασίλειον κατέσχον οἱ ἅγιοι

7:23 καὶ ἐρρέθη μοι περὶ του̃ θηρίου του̃ τετάρτου ὅτι βασιλεία τετάρτη ἔσται ἐπὶ τη̃ς γη̃ς ἥτις διοίσει παρὰ πα̃σαν τὴν γη̃ν καὶ ἀναστατώσει αὐτὴν καὶ καταλεανει̃ αὐτήν

7:24 καὶ τὰ δέκα κέρατα τη̃ς βασιλείας δέκα βασιλει̃ς στήσονται καὶ ὁ ἄλλος βασιλεὺς μετὰ τούτους στήσεται καὶ αὐτὸς διοίσει κακοι̃ς ὑπὲρ τοὺς πρώτους καὶ τρει̃ς βασιλει̃ς ταπεινώσει

7:25 καὶ ῥήματα εἰς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους του̃ ὑψίστου κατατρίψει καὶ προσδέξεται ἀλλοιω̃σαι καιροὺς καὶ νόμον καὶ παραδοθήσεται πάντα εἰς τὰς χει̃ρας αὐτου̃ ἕως καιρου̃ καὶ καιρω̃ν καὶ ἕως ἡμίσους καιρου̃

7:26 καὶ ἡ κρίσις καθίσεται καὶ τὴν ἐξουσίαν ἀπολου̃σι καὶ βουλεύσονται μια̃ναι καὶ ἀπολέσαι ἕως τέλους

7:27 καὶ τὴν βασιλείαν καὶ τὴν ἐξουσίαν καὶ τὴν μεγαλειότητα αὐτω̃ν καὶ τὴν ἀρχὴν πασω̃ν τω̃ν ὑπὸ τὸν οὐρανὸν βασιλειω̃ν ἔδωκε λαω̨̃ ἁγίω̨ ὑψίστου βασιλευ̃σαι βασιλείαν αἰώνιον καὶ πα̃σαι αἱ ἐξουσίαι αὐτω̨̃ ὑποταγήσονται καὶ πειθαρχήσουσιν αὐτω̨̃

7:28 ἕως καταστροφη̃ς του̃ λόγου ἐγὼ Δανιηλ σφόδρα ἐκστάσει περιειχόμην καὶ ἡ ἕξις μου διήνεγκεν ἐμοί καὶ τὸ ῥη̃μα ἐν καρδία̨ μου ἐστήριξα

8:1 ἔτους τρίτου βασιλεύοντος Βαλτασαρ ὅρασις ἣν εἰ̃δον ἐγὼ Δανιηλ μετὰ τὸ ἰδει̃ν με τὴν πρώτην

8:2 καὶ εἰ̃δον ἐν τω̨̃ ὁράματι του̃ ἐνυπνίου μου ἐμου̃ ὄντος ἐν Σούσοις τη̨̃ πόλει ἥτις ἐστὶν ἐν 'Ελυμαΐδι χώρα̨ ἔτι ὄντος μου πρὸς τη̨̃ πύλη̨ Αιλαμ

8:3 ἀναβλέψας εἰ̃δον κριὸν ἕνα μέγαν ἑστω̃τα ἀπέναντι τη̃ς πύλης καὶ εἰ̃χε κέρατα καὶ τὸ ἓν ὑψηλότερον του̃ ἑτέρου καὶ τὸ ὑψηλότερον ἀνέβαινε

8:4 μετὰ δὲ ταυ̃τα εἰ̃δον τὸν κριὸν κερατίζοντα πρὸς ἀνατολὰς καὶ πρὸς βορρα̃ν καὶ πρὸς δυσμὰς καὶ μεσημβρίαν καὶ πάντα τὰ θηρία οὐκ ἔστησαν ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠ̃ν ὁ ῥυόμενος ἐκ τω̃ν χειρω̃ν αὐτου̃ καὶ ἐποίει ὡς ἤθελε καὶ ὑψώθη

8:5 καὶ ἐγὼ διενοούμην καὶ ἰδοὺ τράγος αἰγω̃ν ἤρχετο ἀπὸ δυσμω̃ν ἐπὶ προσώπου τη̃ς γη̃ς καὶ οὐχ ἥπτετο τη̃ς γη̃ς καὶ ἠ̃ν του̃ τράγου κέρας ἓν ἀνὰ μέσον τω̃ν ὀφθαλμω̃ν αὐτου̃

8:6 καὶ ἠ̃λθεν ἐπὶ τὸν κριὸν τὸν τὰ κέρατα ἔχοντα ὃν εἰ̃δον ἑστω̃τα πρὸς τη̨̃ πύλη̨ καὶ ἔδραμε πρὸς αὐτὸν ἐν θυμω̨̃ ὀργη̃ς

8:7 καὶ εἰ̃δον αὐτὸν προσάγοντα πρὸς τὸν κριόν καὶ ἐθυμώθη ἐπ' αὐτὸν καὶ ἐπάταξε καὶ συνέτριψε τὰ δύο κέρατα αὐτου̃ καὶ οὐκέτι ἠ̃ν ἰσχὺς ἐν τω̨̃ κριω̨̃ στη̃ναι κατέναντι του̃ τράγου καὶ ἐσπάραξεν αὐτὸν ἐπὶ τὴν γη̃ν καὶ συνέτριψεν αὐτόν καὶ οὐκ ἠ̃ν ὁ ῥυόμενος τὸν κριὸν ἀπὸ του̃ τράγου

8:8 καὶ ὁ τράγος τω̃ν αἰγω̃ν κατίσχυσε σφόδρα καὶ ὅτε κατίσχυσε συνετρίβη αὐτου̃ τὸ κέρας τὸ μέγα καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα κατόπισθεν αὐτου̃ εἰς τοὺς τέσσαρας ἀνέμους του̃ οὐρανου̃

8:9 καὶ ἐξ ἑνὸς αὐτω̃ν ἀνεφύη κέρας ἰσχυρὸν ἓν καὶ κατίσχυσε καὶ ἐπάταξεν ἐπὶ μεσημβρίαν καὶ ἐπ' ἀνατολὰς καὶ ἐπὶ βορρα̃ν

8:10 καὶ ὑψώθη ἕως τω̃ν ἀστέρων του̃ οὐρανου̃ καὶ ἐρράχθη ἐπὶ τὴν γη̃ν ἀπὸ τω̃ν ἀστέρων καὶ ἀπὸ αὐτω̃ν κατεπατήθη

8:11 ἕως ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν καὶ δι' αὐτὸν τὰ ὄρη τὰ ἀπ' αἰω̃νος ἐρράχθη καὶ ἐξήρθη ὁ τόπος αὐτω̃ν καὶ θυσία καὶ ἔθηκεν αὐτὴν ἕως χαμαὶ ἐπὶ τὴν γη̃ν καὶ εὐωδώθη καὶ ἐγενήθη καὶ τὸ ἅγιον ἐρημωθήσεται

8:12 καὶ ἐγενήθησαν ἐπὶ τη̨̃ θυσία̨ αἱ ἁμαρτίαι καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη καὶ ἐποίησε καὶ εὐωδώθη

8:13 καὶ ἤκουον ἑτέρου ἁγίου λαλου̃ντος καὶ εἰ̃πεν ὁ ἕτερος τω̨̃ φελμουνι τω̨̃ λαλου̃ντι ἕως τίνος τὸ ὅραμα στήσεται καὶ ἡ θυσία ἡ ἀρθει̃σα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθει̃σα καὶ τὰ ἅγια ἐρημωθήσεται εἰς καταπάτημα

8:14 καὶ εἰ̃πεν αὐτω̨̃ ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι τριακόσιαι καὶ καθαρισθήσεται τὸ ἅγιον

8:15 καὶ ἐγένετο ἐν τω̨̃ θεωρει̃ν με ἐγὼ Δανιηλ τὸ ὅραμα ἐζήτουν διανοηθη̃ναι καὶ ἰδοὺ ἔστη κατεναντίον μου ὡς ὅρασις ἀνθρώπου

8:16 καὶ ἤκουσα φωνὴν ἀνθρώπου ἀνὰ μέσον του̃ Ουλαι καὶ ἐκάλεσε καὶ εἰ̃πεν Γαβριηλ συνέτισον ἐκει̃νον τὴν ὅρασιν καὶ ἀναβοήσας εἰ̃πεν ὁ ἄνθρωπος ἐπὶ τὸ πρόσταγμα ἐκει̃νο ἡ ὅρασις

8:17 καὶ ἠ̃λθε καὶ ἔστη ἐχόμενός μου τη̃ς στάσεως καὶ ἐν τω̨̃ ἔρχεσθαι αὐτὸν ἐθορυβήθην καὶ ἔπεσα ἐπὶ πρόσωπόν μου καὶ εἰ̃πέν μοι διανοήθητι υἱὲ ἀνθρώπου ἔτι γὰρ εἰς ὥραν καιρου̃ του̃το τὸ ὅραμα

8:18 καὶ λαλου̃ντος αὐτου̃ μετ' ἐμου̃ ἐκοιμήθην ἐπὶ πρόσωπον χαμαί καὶ ἁψάμενός μου ἤγειρέ με ἐπὶ του̃ τόπου

8:19 καὶ εἰ̃πέ μοι ἰδοὺ ἐγὼ ἀπαγγέλλω σοι ἃ ἔσται ἐπ' ἐσχάτου τη̃ς ὀργη̃ς τοι̃ς υἱοι̃ς του̃ λαου̃ σου ἔτι γὰρ εἰς ὥρας καιρου̃ συντελείας μενει̃

8:20 τὸν κριὸν ὃν εἰ̃δες τὸν ἔχοντα τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσω̃ν ἐστι

8:21 καὶ ὁ τράγος τω̃ν αἰγω̃ν βασιλεὺς τω̃ν 'Ελλήνων ἐστί καὶ τὸ κέρας τὸ μέγα τὸ ἀνὰ μέσον τω̃ν ὀφθαλμω̃ν αὐτου̃ αὐτὸς ὁ βασιλεὺς ὁ πρω̃τος

8:22 καὶ τὰ συντριβέντα καὶ ἀναβάντα ὀπίσω αὐτου̃ τέσσαρα κέρατα τέσσαρες βασιλει̃ς του̃ ἔθνους αὐτου̃ ἀναστήσονται οὐ κατὰ τὴν ἰσχὺν αὐτου̃

8:23 καὶ ἐπ' ἐσχάτου τη̃ς βασιλείας αὐτω̃ν πληρουμένων τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπω̨ διανοούμενος αἰνίγματα

8:24 καὶ στερεωθήσεται ἡ ἰσχὺς αὐτου̃ καὶ οὐκ ἐν τη̨̃ ἰσχύι αὐτου̃ καὶ θαυμαστω̃ς φθερει̃ καὶ εὐοδωθήσεται καὶ ποιήσει καὶ φθερει̃ δυνάστας καὶ δη̃μον ἁγίων

8:25 καὶ ἐπὶ τοὺς ἁγίους τὸ διανόημα αὐτου̃ καὶ εὐοδωθήσεται τὸ ψευ̃δος ἐν ται̃ς χερσὶν αὐτου̃ καὶ ἡ καρδία αὐτου̃ ὑψωθήσεται καὶ δόλω̨ ἀφανιει̃ πολλοὺς καὶ ἐπὶ ἀπωλείας ἀνδρω̃ν στήσεται καὶ ποιήσει συναγωγὴν χειρὸς καὶ ἀποδώσεται

8:26 τὸ ὅραμα τὸ ἑσπέρας καὶ πρωὶ ηὑρέθη ἐπ' ἀληθείας καὶ νυ̃ν πεφραγμένον τὸ ὅραμα ἔτι γὰρ εἰς ἡμέρας πολλάς

8:27 ἐγὼ Δανιηλ ἀσθενήσας ἡμέρας πολλὰς καὶ ἀναστὰς ἐπραγματευόμην πάλιν βασιλικά καὶ ἐξελυόμην ἐπὶ τω̨̃ ὁράματι καὶ οὐδεὶς ἠ̃ν ὁ διανοούμενος

9:1 ἔτους πρώτου ἐπὶ Δαρείου του̃ Ξέρξου ἀπὸ τη̃ς γενεα̃ς τη̃ς Μηδικη̃ς οἳ ἐβασίλευσαν ἐπὶ τὴν βασιλείαν τω̃ν Χαλδαίων

9:2 τω̨̃ πρώτω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃ ἐγὼ Δανιηλ διενοήθην ἐν ται̃ς βίβλοις τὸν ἀριθμὸν τω̃ν ἐτω̃ν ὅτε ἐγένετο πρόσταγμα τη̨̃ γη̨̃ ἐπὶ Ιερεμιαν τὸν προφήτην ἐγει̃ραι εἰς ἀναπλήρωσιν ὀνειδισμου̃ Ιερουσαλημ ἑβδομήκοντα ἔτη

9:3 καὶ ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ κύριον τὸν θεὸν εὑρει̃ν προσευχὴν καὶ ἔλεος ἐν νηστείαις καὶ σάκκω̨ καὶ σποδω̨̃

9:4 καὶ προσηυξάμην πρὸς κύριον τὸν θεὸν καὶ ἐξωμολογησάμην καὶ εἰ̃πα ἰδού κύριε σὺ εἰ̃ ὁ θεὸς ὁ μέγας καὶ ὁ ἰσχυρὸς καὶ ὁ φοβερὸς τηρω̃ν τὴν διαθήκην καὶ τὸ ἔλεος τοι̃ς ἀγαπω̃σί σε καὶ τοι̃ς φυλάσσουσι τὰ προστάγματά σου

9:5 ἡμάρτομεν ἠδικήσαμεν ἠσεβήσαμεν καὶ ἀπέστημεν καὶ παρέβημεν τὰς ἐντολάς σου καὶ τὰ κρίματά σου

9:6 καὶ οὐκ ἠκούσαμεν τω̃ν παίδων σου τω̃ν προφητω̃ν ἃ ἐλάλησαν ἐπὶ τω̨̃ ὀνόματί σου ἐπὶ τοὺς βασιλει̃ς ἡμω̃ν καὶ δυνάστας ἡμω̃ν καὶ πατέρας ἡμω̃ν καὶ παντὶ ἔθνει ἐπὶ τη̃ς γη̃ς

9:7 σοί κύριε ἡ δικαιοσύνη καὶ ἡμι̃ν ἡ αἰσχύνη του̃ προσώπου κατὰ τὴν ἡμέραν ταύτην ἀνθρώποις Ιουδα καὶ καθημένοις ἐν Ιερουσαλημ καὶ παντὶ τω̨̃ λαω̨̃ Ισραηλ τω̨̃ ἔγγιστα καὶ τω̨̃ ἀπωτέρω ἐν πάσαις ται̃ς χώραις εἰς ἃς διεσκόρπισας αὐτοὺς ἐκει̃ ἐν τη̨̃ πλημμελεία̨ ἡ̨̃ ἐπλημμέλησαν ἐναντίον σου

9:8 δέσποτα ἡμι̃ν ἡ αἰσχύνη του̃ προσώπου καὶ τοι̃ς βασιλευ̃σιν ἡμω̃ν καὶ δυνάσταις καὶ τοι̃ς πατράσιν ἡμω̃ν ὅτι ἡμάρτομέν σοι

9:9 τω̨̃ κυρίω̨ ἡ δικαιοσύνη καὶ τὸ ἔλεος ὅτι ἀπέστημεν ἀπὸ σου̃

9:10 καὶ οὐκ ἠκούσαμεν τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ἡμω̃ν κατακολουθη̃σαι τω̨̃ νόμω̨ σου ὡ̨̃ ἔδωκας ἐνώπιον Μωση̃ καὶ ἡμω̃ν διὰ τω̃ν παίδων σου τω̃ν προφητω̃ν

9:11 καὶ πα̃ς Ισραηλ ἐγκατέλιπε τὸν νόμον σου καὶ ἀπέστησαν του̃ μὴ ἀκου̃σαι τη̃ς φωνη̃ς σου καὶ ἐπη̃λθεν ἐφ' ἡμα̃ς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν τω̨̃ νόμω̨ Μωση̃ παιδὸς του̃ θεου̃ ὅτι ἡμάρτομεν αὐτω̨̃

9:12 καὶ ἔστησεν ἡμι̃ν τὰ προστάγματα αὐτου̃ ὅσα ἐλάλησεν ἐφ' ἡμα̃ς καὶ ἐπὶ τοὺς κριτὰς ἡμω̃ν ὅσα ἔκρινας ἡμι̃ν ἐπαγαγει̃ν ἐφ' ἡμα̃ς κακὰ μεγάλα οἱ̃α οὐκ ἐγενήθη ὑπὸ τὸν οὐρανὸν καθότι ἐγενήθη ἐν Ιερουσαλημ

9:13 κατὰ τὰ γεγραμμένα ἐν διαθήκη̨ Μωση̃ πάντα τὰ κακὰ ἐπη̃λθεν ἡμι̃ν καὶ οὐκ ἐξεζητήσαμεν τὸ πρόσωπον κυρίου θεου̃ ἡμω̃ν ἀποστη̃ναι ἀπὸ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν καὶ διανοηθη̃ναι τὴν δικαιοσύνην σου κύριε

9:14 καὶ ἠγρύπνησε κύριος ὁ θεὸς ἐπὶ τὰ κακὰ καὶ ἐπήγαγεν ἐφ' ἡμα̃ς ὅτι δίκαιος κύριος ὁ θεὸς ἡμω̃ν ἐπὶ πάντα ὅσα ἂν ποιήση̨ καὶ οὐκ ἠκούσαμεν τη̃ς φωνη̃ς αὐτου̃

9:15 καὶ νυ̃ν δέσποτα κύριε ὁ θεὸς ἡμω̃ν ὁ ἐξαγαγὼν τὸν λαόν σου ἐξ Αἰγύπτου τω̨̃ βραχίονί σου τω̨̃ ὑψηλω̨̃ καὶ ἐποίησας σεαυτω̨̃ ὄνομα κατὰ τὴν ἡμέραν ταύτην ἡμάρτομεν ἠγνοήκαμεν

9:16 δέσποτα κατὰ τὴν δικαιοσύνην σου ἀποστραφήτω ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τη̃ς πόλεώς σου Ιερουσαλημ ὄρους του̃ ἁγίου σου ὅτι ἐν ται̃ς ἁμαρτίαις ἡμω̃ν καὶ ἐν ται̃ς ἀγνοίαις τω̃ν πατέρων ἡμω̃ν Ιερουσαλημ καὶ ὁ δη̃μός σου κύριε εἰς ὀνειδισμὸν ἐν πα̃σι τοι̃ς περικύκλω̨ ἡμω̃ν

9:17 καὶ νυ̃ν ἐπάκουσον δέσποτα τη̃ς προσευχη̃ς του̃ παιδός σου καὶ ἐπὶ τὰς δεήσεις μου καὶ ἐπιβλεψάτω τὸ πρόσωπόν σου ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἔρημον ἕνεκεν τω̃ν δούλων σου δέσποτα

9:18 πρόσχες κύριε τὸ οὐ̃ς σου καὶ ἐπάκουσόν μου ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ τὴν ἐρήμωσιν ἡμω̃ν καὶ τη̃ς πόλεώς σου ἐφ' ἡ̃ς ἐπεκλήθη τὸ ὄνομά σου ἐπ' αὐτη̃ς οὐ γὰρ ἐπὶ ται̃ς δικαιοσύναις ἡμω̃ν ἡμει̃ς δεόμεθα ἐν ται̃ς προσευχαι̃ς ἡμω̃ν ἐνώπιόν σου ἀλλὰ διὰ τὸ σὸν ἔλεος

9:19 κύριε σὺ ἱλάτευσον κύριε ἐπάκουσον καὶ ποίησον καὶ μὴ χρονίση̨ς ἕνεκα σεαυτου̃ δέσποτα ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου Σιων καὶ ἐπὶ τὸν λαόν σου Ισραηλ

9:20 καὶ ἕως ἐγὼ ἐλάλουν προσευχόμενος καὶ ἐξομολογούμενος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας του̃ λαου̃ μου Ισραηλ καὶ δεόμενος ἐν ται̃ς προσευχαι̃ς ἐναντίον κυρίου θεου̃ μου καὶ ὑπὲρ του̃ ὄρους του̃ ἁγίου του̃ θεου̃ ἡμω̃ν

9:21 καὶ ἔτι λαλου̃ντός μου ἐν τη̨̃ προσευχη̨̃ μου καὶ ἰδοὺ ὁ ἀνήρ ὃν εἰ̃δον ἐν τω̨̃ ὕπνω̨ μου τὴν ἀρχήν Γαβριηλ τάχει φερόμενος προσήγγισέ μοι ἐν ὥρα̨ θυσίας ἑσπερινη̃ς

9:22 καὶ προση̃λθε καὶ ἐλάλησε μετ' ἐμου̃ καὶ εἰ̃πεν Δανιηλ ἄρτι ἐξη̃λθον ὑποδει̃ξαί σοι διάνοιαν

9:23 ἐν ἀρχη̨̃ τη̃ς δεήσεώς σου ἐξη̃λθε πρόσταγμα παρὰ κυρίου καὶ ἐγὼ ἠ̃λθον ὑποδει̃ξαί σοι ὅτι ἐλεεινὸς εἰ̃ καὶ διανοήθητι τὸ πρόσταγμα

9:24 ἑβδομήκοντα ἑβδομάδες ἐκρίθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν Σιων συντελεσθη̃ναι τὴν ἁμαρτίαν καὶ τὰς ἀδικίας σπανίσαι καὶ ἀπαλει̃ψαι τὰς ἀδικίας καὶ διανοηθη̃ναι τὸ ὅραμα καὶ δοθη̃ναι δικαιοσύνην αἰώνιον καὶ συντελεσθη̃ναι τὸ ὅραμα καὶ εὐφρα̃ναι ἅγιον ἁγίων

9:25 καὶ γνώση̨ καὶ διανοηθήση̨ καὶ εὐφρανθήση̨ καὶ εὑρήσεις προστάγματα ἀποκριθη̃ναι καὶ οἰκοδομήσεις Ιερουσαλημ πόλιν κυρίω̨

9:26 καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑξήκοντα δύο ἀποσταθήσεται χρι̃σμα καὶ οὐκ ἔσται καὶ βασιλεία ἐθνω̃ν φθερει̃ τὴν πόλιν καὶ τὸ ἅγιον μετὰ του̃ χριστου̃ καὶ ἥξει ἡ συντέλεια αὐτου̃ μετ' ὀργη̃ς καὶ ἕως καιρου̃ συντελείας ἀπὸ πολέμου πολεμηθήσεται

9:27 καὶ δυναστεύσει ἡ διαθήκη εἰς πολλούς καὶ πάλιν ἐπιστρέψει καὶ ἀνοικοδομηθήσεται εἰς πλάτος καὶ μη̃κος καὶ κατὰ συντέλειαν καιρω̃ν καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καιροὺς καὶ ἑξήκοντα δύο ἔτη ἕως καιρου̃ συντελείας πολέμου καὶ ἀφαιρεθήσεται ἡ ἐρήμωσις ἐν τω̨̃ κατισχυ̃σαι τὴν διαθήκην ἐπὶ πολλὰς ἑβδομάδας καὶ ἐν τω̨̃ τέλει τη̃ς ἑβδομάδος ἀρθήσεται ἡ θυσία καὶ ἡ σπονδή καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τω̃ν ἐρημώσεων ἔσται ἕως συντελείας καὶ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν

10:1 ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ πρώτω̨ Κύρου του̃ βασιλέως Περσω̃ν πρόσταγμα ἐδείχθη τω̨̃ Δανιηλ ὃς ἐπεκλήθη τὸ ὄνομα Βαλτασαρ καὶ ἀληθὲς τὸ ὅραμα καὶ τὸ πρόσταγμα καὶ τὸ πλη̃θος τὸ ἰσχυρὸν διανοηθήσεται τὸ πρόσταγμα καὶ διενοήθην αὐτὸ ἐν ὁράματι

10:2 ἐν ται̃ς ἡμέραις ἐκείναις ἐγὼ Δανιηλ ἤμην πενθω̃ν τρει̃ς ἑβδομάδας

10:3 ἄρτον ἐπιθυμιω̃ν οὐκ ἔφαγον καὶ κρέας καὶ οἰ̃νος οὐκ εἰση̃λθεν εἰς τὸ στόμα μου ἔλαιον οὐκ ἠλειψάμην ἕως του̃ συντελέσαι με τὰς τρει̃ς ἑβδομάδας τω̃ν ἡμερω̃ν

10:4 καὶ ἐγένετο τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ καὶ εἰκάδι του̃ μηνὸς του̃ πρώτου καὶ ἐγὼ ἤμην ἐπὶ του̃ χείλους του̃ ποταμου̃ του̃ μεγάλου ὅς ἐστι Τίγρης

10:5 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ ἄνθρωπος εἱ̃ς ἐνδεδυμένος βύσσινα καὶ τὴν ὀσφὺν περιεζωσμένος βυσσίνω̨ καὶ ἐκ μέσου αὐτου̃ φω̃ς

10:6 καὶ τὸ σω̃μα αὐτου̃ ὡσεὶ θαρσις καὶ τὸ πρόσωπον αὐτου̃ ὡσεὶ ὅρασις ἀστραπη̃ς καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ὡσεὶ λαμπάδες πυρός καὶ οἱ βραχίονες αὐτου̃ καὶ οἱ πόδες ὡσεὶ χαλκὸς ἐξαστράπτων καὶ φωνὴ λαλια̃ς αὐτου̃ ὡσεὶ φωνὴ θορύβου

10:7 καὶ εἰ̃δον ἐγὼ Δανιηλ τὴν ὅρασιν τὴν μεγάλην ταύτην καὶ οἱ ἄνθρωποι οἱ ὄντες μετ' ἐμου̃ οὐκ εἴδοσαν τὴν ὅρασιν ταύτην καὶ φόβος ἰσχυρὸς ἐπέπεσεν ἐπ' αὐτούς καὶ ἀπέδρασαν ἐν σπουδη̨̃

10:8 καὶ ἐγὼ κατελείφθην μόνος καὶ εἰ̃δον τὴν ὅρασιν τὴν μεγάλην ταύτην καὶ οὐκ ἐγκατελείφθη ἐν ἐμοὶ ἰσχύς καὶ ἰδοὺ πνευ̃μα ἐπεστράφη ἐπ' ἐμὲ εἰς φθοράν καὶ οὐ κατίσχυσα

10:9 καὶ οὐκ ἤκουσα τὴν φωνὴν λαλια̃ς αὐτου̃ ἐγὼ ἤμην πεπτωκὼς ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γη̃ν

10:10 καὶ ἰδοὺ χει̃ρα προσήγαγέ μοι καὶ ἤγειρέ με ἐπὶ τω̃ν γονάτων ἐπὶ τὰ ἴχνη τω̃ν ποδω̃ν μου

10:11 καὶ εἰ̃πέν μοι Δανιηλ ἄνθρωπος ἐλεεινὸς εἰ̃ διανοήθητι τοι̃ς προστάγμασιν οἱ̃ς ἐγὼ λαλω̃ ἐπὶ σέ καὶ στη̃θι ἐπὶ του̃ τόπου σου ἄρτι γὰρ ἀπεστάλην ἐπὶ σέ καὶ ἐν τω̨̃ λαλη̃σαι αὐτὸν μετ' ἐμου̃ τὸ πρόσταγμα του̃το ἔστην τρέμων

10:12 καὶ εἰ̃πεν πρός με μὴ φοβου̃ Δανιηλ ὅτι ἀπὸ τη̃ς ἡμέρας τη̃ς πρώτης ἡ̃ς ἔδωκας τὸ πρόσωπόν σου διανοηθη̃ναι καὶ ταπεινωθη̃ναι ἐναντίον κυρίου του̃ θεου̃ σου εἰσηκούσθη τὸ ῥη̃μά σου καὶ ἐγὼ εἰση̃λθον ἐν τω̨̃ ῥήματί σου

10:13 καὶ ὁ στρατηγὸς βασιλέως Περσω̃ν ἀνθειστήκει ἐναντίον μου εἴκοσι καὶ μίαν ἡμέραν καὶ ἰδοὺ Μιχαηλ εἱ̃ς τω̃ν ἀρχόντων τω̃ν πρώτων ἐπη̃λθε βοηθη̃σαί μοι καὶ αὐτὸν ἐκει̃ κατέλιπον μετὰ του̃ στρατηγου̃ του̃ βασιλέως Περσω̃ν

10:14 καὶ εἰ̃πέν μοι ἠ̃λθον ὑποδει̃ξαί σοι τί ὑπαντήσεται τω̨̃ λαω̨̃ σου ἐπ' ἐσχάτου τω̃ν ἡμερω̃ν ἔτι γὰρ ὅρασις εἰς ἡμέρας

10:15 καὶ ἐν τω̨̃ αὐτὸν λαλη̃σαι μετ' ἐμου̃ τὰ προστάγματα ταυ̃τα ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γη̃ν καὶ ἐσιώπησα

10:16 καὶ ἰδοὺ ὡς ὁμοίωσις χειρὸς ἀνθρώπου ἥψατό μου τω̃ν χειλέων καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἰ̃πα τω̨̃ ἑστηκότι ἀπέναντί μου κύριε καὶ ὡς ὅρασις ἀπεστράφη ἐπὶ τὸ πλευρόν μου ἐπ' ἐμέ καὶ οὐκ ἠ̃ν ἐν ἐμοὶ ἰσχύς

10:17 καὶ πω̃ς δυνήσεται ὁ παι̃ς λαλη̃σαι μετὰ του̃ κυρίου αὐτου̃ καὶ ἐγὼ ἠσθένησα καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἰσχύς καὶ πνευ̃μα οὐ κατελείφθη ἐν ἐμοί

10:18 καὶ προσέθηκε καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ κατίσχυσέ με

10:19 καὶ εἰ̃πέ μοι ἄνθρωπος ἐλεεινὸς εἰ̃ μὴ φοβου̃ ὑγίαινε ἀνδρίζου καὶ ἴσχυε καὶ ἐν τω̨̃ λαλη̃σαι αὐτὸν μετ' ἐμου̃ ἴσχυσα καὶ εἰ̃πα λαλησάτω ὁ κύριός μου ὅτι ἐνίσχυσέ με

10:20 καὶ εἰ̃πεν πρός με γινώσκεις τί ἠ̃λθον πρὸς σέ καὶ νυ̃ν ἐπιστρέψω διαμάχεσθαι μετὰ του̃ στρατηγου̃ βασιλέως τω̃ν Περσω̃ν καὶ ἐγὼ ἐξεπορευόμην καὶ ἰδοὺ στρατηγὸς 'Ελλήνων εἰσεπορεύετο

10:21 καὶ μάλα ὑποδείξω σοι τὰ πρω̃τα ἐν ἀπογραφη̨̃ ἀληθείας καὶ οὐθεὶς ἠ̃ν ὁ βοηθω̃ν μετ' ἐμου̃ ὑπὲρ τούτων ἀλλ' ἢ Μιχαηλ ὁ ἄγγελος

11:1 καὶ ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ πρώτω̨ Κύρου του̃ βασιλέως εἰ̃πέν μοι ἐνισχυ̃σαι καὶ ἀνδρίζεσθαι

11:2 καὶ νυ̃ν ἠ̃λθον τὴν ἀλήθειαν ὑποδει̃ξαί σοι ἰδοὺ τρει̃ς βασιλει̃ς ἀνθεστήκασιν ἐν τη̨̃ Περσίδι καὶ ὁ τέταρτος πλουτήσει πλου̃τον μέγαν παρὰ πάντας καὶ ἐν τω̨̃ κατισχυ̃σαι αὐτὸν ἐν τω̨̃ πλούτω̨ αὐτου̃ ἐπαναστήσεται παντὶ βασιλει̃ 'Ελλήνων

11:3 καὶ στήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλη̃ς καὶ ποιήσει καθὼς ἂν βούληται

11:4 καὶ ἐν τω̨̃ ἀναστη̃ναι αὐτὸν συντριβήσεται ἡ βασιλεία αὐτου̃ καὶ μερισθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους του̃ οὐρανου̃ οὐ κατὰ τὴν ἀλκὴν αὐτου̃ οὐδὲ κατὰ τὴν κυριείαν αὐτου̃ ἣν ἐδυνάστευσε ὅτι ἀποσταθήσεται ἡ βασιλεία αὐτου̃ καὶ ἑτέρους διδάξει ταυ̃τα

11:5 καὶ ἐνισχύσει βασιλείαν Αἰγύπτου καὶ εἱ̃ς ἐκ τω̃ν δυναστω̃ν κατισχύσει αὐτὸν καὶ δυναστεύσει δυναστεία μεγάλη ἡ δυναστεία αὐτου̃

11:6 καὶ εἰς συντέλειαν ἐνιαυτω̃ν ἄξει αὐτούς καὶ εἰσελεύσεται βασιλεὺς Αἰγύπτου εἰς τὴν βασιλείαν τὴν βορρα̃ ποιήσασθαι συνθήκας καὶ οὐ μὴ κατισχύση̨ ὅτι ὁ βραχίων αὐτου̃ οὐ στήσει ἰσχύν καὶ ὁ βραχίων αὐτου̃ ναρκήσει καὶ τω̃ν συμπορευομένων μετ' αὐτου̃ καὶ μενει̃ εἰς ὥρας

11:7 καὶ ἀναστήσεται φυτὸν ἐκ τη̃ς ῥίζης αὐτου̃ καθ' ἑαυτόν καὶ ἥξει ἐπὶ τὴν δύναμιν αὐτου̃ ἐν ἰσχύι αὐτου̃ βασιλεὺς βορρα̃ καὶ ποιήσει ταραχὴν καὶ κατισχύσει

11:8 καὶ τοὺς θεοὺς αὐτω̃ν καταστρέψει μετὰ τω̃ν χωνευτω̃ν αὐτω̃ν καὶ τοὺς ὄχλους αὐτω̃ν μετὰ τω̃ν σκευω̃ν τω̃ν ἐπιθυμημάτων αὐτω̃ν τὸ ἀργύριον καὶ τὸ χρυσίον ἐν αἰχμαλωσία̨ ἀποίσουσιν εἰς Αἴγυπτον καὶ ἔσται ἔτος βασιλει̃ βορρα̃

11:9 καὶ εἰσελεύσεται εἰς βασιλείαν Αἰγύπτου ἡμέρας καὶ ἐπιστρέψει ἐπὶ τὴν γη̃ν αὐτου̃

11:10 καὶ ὁ υἱὸς αὐτου̃ καὶ ἐρεθισθήσεται καὶ συνάξει συναγωγὴν ὄχλου πολλου̃ καὶ εἰσελεύσεται κατ' αὐτὴν κατασύρων παρελεύσεται καὶ ἐπιστρέψει καὶ παροξυνθήσεται ἐπὶ πολύ

11:11 καὶ ὀργισθήσεται βασιλεὺς Αἰγύπτου καὶ πολεμήσει μετὰ βασιλέως βορρα̃ καὶ παραδοθήσεται ἡ συναγωγὴ εἰς τὰς χει̃ρας αὐτου̃

11:12 καὶ λήψεται τὴν συναγωγήν καὶ ὑψωθήσεται ἡ καρδία αὐτου̃ καὶ ταράξει πολλοὺς καὶ οὐ μὴ φοβηθη̨̃

11:13 καὶ ἐπιστρέψει βασιλεὺς βορρα̃ καὶ συνάξει πόλεως συναγωγὴν μείζονα παρὰ τὴν πρώτην κατὰ συντέλειαν καιρου̃ ἐνιαυτου̃ καὶ εἰσελεύσεται εἰς αὐτὴν ἐπ' αὐτὸν ἐν ὄχλω̨ πολλω̨̃ καὶ ἐν χρήμασι πολλοι̃ς

11:14 καὶ ἐν τοι̃ς καιροι̃ς ἐκείνοις διάνοιαι ἀναστήσονται ἐπὶ τὸν βασιλέα Αἰγύπτου καὶ ἀνοικοδομήσει τὰ πεπτωκότα του̃ ἔθνους σου καὶ ἀναστήσεται εἰς τὸ ἀναστη̃σαι τὴν προφητείαν καὶ προσκόψουσι

11:15 καὶ ἐπελεύσεται βασιλεὺς βορρα̃ καὶ ἐπιστρέψει τὰ δόρατα αὐτου̃ καὶ λήψεται τὴν πόλιν τὴν ὀχυράν καὶ οἱ βραχίονες βασιλέως Αἰγύπτου στήσονται μετὰ τω̃ν δυναστω̃ν αὐτου̃ καὶ οὐκ ἔσται αὐτω̨̃ ἰσχὺς εἰς τὸ ἀντιστη̃ναι αὐτω̨̃

11:16 καὶ ποιήσει ὁ εἰσπορευόμενος ἐπ' αὐτὸν κατὰ τὸ θέλημα αὐτου̃ καὶ οὐκ ἔσται ὁ ἀνθεστηκὼς ἐναντίον αὐτου̃ καὶ στήσεται ἐν τη̨̃ χώρα̨ καὶ ἐπιτελεσθήσεται πάντα ἐν ται̃ς χερσὶν αὐτου̃

11:17 καὶ δώσει τὸ πρόσωπον αὐτου̃ ἐπελθει̃ν βία̨ πα̃ν τὸ ἔργον αὐτου̃ καὶ συνθήκας μετ' αὐτου̃ ποιήσεται καὶ θυγατέρα ἀνθρώπου δώσει αὐτω̨̃ εἰς τὸ φθει̃ραι αὐτήν καὶ οὐ πείσεται καὶ οὐκ ἔσται

11:18 καὶ δώσει τὸ πρόσωπον αὐτου̃ ἐπὶ τὴν θάλασσαν καὶ λήψεται πολλοὺς καὶ ἐπιστρέψει ὀργὴν ὀνειδισμου̃ αὐτω̃ν ἐν ὅρκω̨ κατὰ τὸν ὀνειδισμὸν αὐτου̃

11:19 ἐπιστρέψει τὸ πρόσωπον αὐτου̃ εἰς τὸ κατισχυ̃σαι τὴν χώραν αὐτου̃ καὶ προσκόψει καὶ πεσει̃ται καὶ οὐχ εὑρεθήσεται

11:20 καὶ ἀναστήσεται ἐκ τη̃ς ῥίζης αὐτου̃ φυτὸν βασιλείας εἰς ἀνάστασιν ἀνὴρ τύπτων δόξαν βασιλέως καὶ ἐν ἡμέραις ἐσχάταις συντριβήσεται καὶ οὐκ ἐν ὀργη̨̃ οὐδὲ ἐν πολέμω̨

11:21 καὶ ἀναστήσεται ἐπὶ τὸν τόπον αὐτου̃ εὐκαταφρόνητος καὶ οὐ δοθήσεται ἐπ' αὐτὸν δόξα βασιλέως καὶ ἥξει ἐξάπινα κατισχύσει βασιλεὺς ἐν κληροδοσία̨ αὐτου̃

11:22 καὶ τοὺς βραχίονας τοὺς συντριβέντας συντρίψει ἀπὸ προσώπου αὐτου̃

11:23 καὶ μετὰ τη̃ς διαθήκης καὶ δήμου συνταγέντος μετ' αὐτου̃ ποιήσει ψευ̃δος καὶ ἐπὶ ἔθνος ἰσχυρὸν ἐν ὀλιγοστω̨̃ ἔθνει

11:24 ἐξάπινα ἐρημώσει πόλιν καὶ ποιήσει ὅσα οὐκ ἐποίησαν οἱ πατέρες αὐτου̃ οὐδὲ οἱ πατέρες τω̃ν πατέρων αὐτου̃ προνομὴν καὶ σκυ̃λα καὶ χρήματα αὐτοι̃ς δώσει καὶ ἐπὶ τὴν πόλιν τὴν ἰσχυρὰν διανοηθήσεται καὶ οἱ λογισμοὶ αὐτου̃ εἰς μάτην

11:25 καὶ ἐγερθήσεται ἡ ἰσχὺς αὐτου̃ καὶ ἡ καρδία αὐτου̃ ἐπὶ τὸν βασιλέα Αἰγύπτου ἐν ὄχλω̨ πολλω̨̃ καὶ ὁ βασιλεὺς Αἰγύπτου ἐρεθισθήσεται εἰς πόλεμον ἐν ὄχλω̨ ἰσχυρω̨̃ σφόδρα λίαν καὶ οὐ στήσεται ὅτι διανοηθήσεται ἐπ' αὐτὸν διανοία̨

11:26 καὶ καταναλώσουσιν αὐτὸν μέριμναι αὐτου̃ καὶ ἀποστρέψουσιν αὐτόν καὶ παρελεύσεται καὶ κατασυριει̃ καὶ πεσου̃νται τραυματίαι πολλοί

11:27 καὶ δύο βασιλει̃ς μόνοι δειπνήσουσιν ἐπὶ τὸ αὐτὸ καὶ ἐπὶ μια̃ς τραπέζης φάγονται καὶ ψευδολογήσουσι καὶ οὐκ εὐοδωθήσονται ἔτι γὰρ συντέλεια εἰς καιρόν

11:28 καὶ ἐπιστρέψει εἰς τὴν χώραν αὐτου̃ ἐν χρήμασι πολλοι̃ς καὶ ἡ καρδία αὐτου̃ ἐπὶ τὴν διαθήκην του̃ ἁγίου ποιήσει καὶ ἐπιστρέψει ἐπὶ τὴν χώραν αὐτου̃

11:29 εἰς καιρόν καὶ εἰσελεύσεται εἰς Αἴγυπτον καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη

11:30 καὶ ἥξουσι 'Ρωμαι̃οι καὶ ἐξώσουσιν αὐτὸν καὶ ἐμβριμήσονται αὐτω̨̃ καὶ ἐπιστρέψει καὶ ὀργισθήσεται ἐπὶ τὴν διαθήκην του̃ ἁγίου καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ διανοηθήσεται ἐπ' αὐτούς ἀνθ' ὡ̃ν ἐγκατέλιπον τὴν διαθήκην του̃ ἁγίου

11:31 καὶ βραχίονες παρ' αὐτου̃ στήσονται καὶ μιανου̃σι τὸ ἅγιον του̃ φόβου καὶ ἀποστήσουσι τὴν θυσίαν καὶ δώσουσι βδέλυγμα ἐρημώσεως

11:32 καὶ ἐν ἁμαρτίαις διαθήκης μιανου̃σιν ἐν σκληρω̨̃ λαω̨̃ καὶ ὁ δη̃μος ὁ γινώσκων ταυ̃τα κατισχύσουσι καὶ ποιήσουσι

11:33 καὶ ἐννοούμενοι του̃ ἔθνους συνήσουσιν εἰς πολλούς καὶ προσκόψουσι ῥομφαία̨ καὶ παλαιωθήσονται ἐν αὐτη̨̃ καὶ ἐν αἰχμαλωσία̨ καὶ ἐν προνομη̨̃ ἡμερω̃ν κηλιδωθήσονται

11:34 καὶ ὅταν συντρίβωνται συνάξουσιν ἰσχὺν βραχει̃αν καὶ ἐπισυναχθήσονται ἐπ' αὐτοὺς πολλοὶ ἐπὶ πόλεως καὶ πολλοὶ ὡς ἐν κληροδοσία̨

11:35 καὶ ἐκ τω̃ν συνιέντων διανοηθήσονται εἰς τὸ καθαρίσαι ἑαυτοὺς καὶ εἰς τὸ ἐκλεγη̃ναι καὶ εἰς τὸ καθαρισθη̃ναι ἕως καιρου̃ συντελείας ἔτι γὰρ καιρὸς εἰς ὥρας

11:36 καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτου̃ ὁ βασιλεὺς καὶ παροργισθήσεται καὶ ὑψωθήσεται ἐπὶ πάντα θεὸν καὶ ἐπὶ τὸν θεὸν τω̃ν θεω̃ν ἔξαλλα λαλήσει καὶ εὐοδωθήσεται ἕως ἂν συντελεσθη̨̃ ἡ ὀργή εἰς αὐτὸν γὰρ συντέλεια γίνεται

11:37 καὶ ἐπὶ τοὺς θεοὺς τω̃ν πατέρων αὐτου̃ οὐ μὴ προνοηθη̨̃ καὶ ἐν ἐπιθυμία̨ γυναικὸς οὐ μὴ προνοηθη̨̃ ὅτι ἐν παντὶ ὑψωθήσεται καὶ ὑποταγήσεται αὐτω̨̃ ἔθνη ἰσχυρά

11:38 ἐπὶ τὸν τόπον αὐτου̃ κινήσει καὶ θεόν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτου̃ τιμήσει ἐν χρυσίω̨ καὶ ἀργυρίω̨ καὶ λίθω̨ πολυτελει̃ καὶ ἐν ἐπιθυμήμασι

11:39 ποιήσει πόλεων καὶ εἰς ὀχύρωμα ἰσχυρὸν ἥξει μετὰ θεου̃ ἀλλοτρίου οὑ̃ ἐὰν ἐπιγνω̨̃ πληθυνει̃ δόξαν καὶ κατακυριεύσει αὐτου̃ ἐπὶ πολὺ καὶ χώραν ἀπομεριει̃ εἰς δωρεάν

11:40 καὶ καθ' ὥραν συντελείας συγκερατισθήσεται αὐτω̨̃ ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐποργισθήσεται αὐτω̨̃ βασιλεὺς βορρα̃ ἐν ἅρμασι καὶ ἐν ἵπποις πολλοι̃ς καὶ ἐν πλοίοις πολλοι̃ς καὶ εἰσελεύσεται εἰς χώραν Αἰγύπτου

11:41 καὶ ἐπελεύσεται εἰς τὴν χώραν μου

11:42 καὶ ἐν χώρα̨ Αἰγύπτου οὐκ ἔσται ἐν αὐτη̨̃ διασω̨ζόμενος

11:43 καὶ κρατήσει του̃ τόπου του̃ χρυσίου καὶ του̃ τόπου του̃ ἀργυρίου καὶ πάσης τη̃ς ἐπιθυμίας Αἰγύπτου καὶ Λίβυες καὶ Αἰθίοπες ἔσονται ἐν τω̨̃ ὄχλω̨ αὐτου̃

11:44 καὶ ἀκοὴ ταράξει αὐτὸν ἀπὸ ἀνατολω̃ν καὶ βορρα̃ καὶ ἐξελεύσεται ἐν θυμω̨̃ ἰσχυρω̨̃ καὶ ῥομφαία̨ ἀφανίσαι καὶ ἀποκτει̃ναι πολλούς

11:45 καὶ στήσει αὐτου̃ τὴν σκηνὴν τότε ἀνὰ μέσον τω̃ν θαλασσω̃ν καὶ του̃ ὄρους τη̃ς θελήσεως του̃ ἁγίου καὶ ἥξει ὥρα τη̃ς συντελείας αὐτου̃ καὶ οὐκ ἔσται ὁ βοηθω̃ν αὐτω̨̃

12:1 καὶ κατὰ τὴν ὥραν ἐκείνην παρελεύσεται Μιχαηλ ὁ ἄγγελος ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς του̃ λαου̃ σου ἐκείνη ἡ ἡμέρα θλίψεως οἵα οὐκ ἐγενήθη ἀφ' οὑ̃ ἐγενήθησαν ἕως τη̃ς ἡμέρας ἐκείνης καὶ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὑψωθήσεται πα̃ς ὁ λαός ὃς ἂν εὑρεθη̨̃ ἐγγεγραμμένος ἐν τω̨̃ βιβλίω̨

12:2 καὶ πολλοὶ τω̃ν καθευδόντων ἐν τω̨̃ πλάτει τη̃ς γη̃ς ἀναστήσονται οἱ μὲν εἰς ζωὴν αἰώνιον οἱ δὲ εἰς ὀνειδισμόν οἱ δὲ εἰς διασπορὰν καὶ αἰσχύνην αἰώνιον

12:3 καὶ οἱ συνιέντες φανου̃σιν ὡς φωστη̃ρες του̃ οὐρανου̃ καὶ οἱ κατισχύοντες τοὺς λόγους μου ὡσεὶ τὰ ἄστρα του̃ οὐρανου̃ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

12:4 καὶ σύ Δανιηλ κάλυψον τὰ προστάγματα καὶ σφράγισαι τὸ βιβλίον ἕως καιρου̃ συντελείας ἕως ἂν ἀπομανω̃σιν οἱ πολλοὶ καὶ πλησθη̨̃ ἡ γη̃ ἀδικίας

12:5 καὶ εἰ̃δον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν εἱ̃ς ἔνθεν του̃ ποταμου̃ καὶ εἱ̃ς ἔνθεν

12:6 καὶ εἰ̃πα τω̨̃ ἑνὶ τω̨̃ περιβεβλημένω̨ τὰ βύσσινα τω̨̃ ἐπάνω πότε οὐ̃ν συντέλεια ὡ̃ν εἴρηκάς μοι τω̃ν θαυμαστω̃ν καὶ ὁ καθαρισμὸς τούτων

12:7 καὶ ἤκουσα του̃ περιβεβλημένου τὰ βύσσινα ὃς ἠ̃ν ἐπάνω του̃ ὕδατος του̃ ποταμου̃ ἕως καιρου̃ συντελείας καὶ ὕψωσε τὴν δεξιὰν καὶ τὴν ἀριστερὰν εἰς τὸν οὐρανὸν καὶ ὤμοσε τὸν ζω̃ντα εἰς τὸν αἰω̃να θεὸν ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιρου̃ ἡ συντέλεια χειρω̃ν ἀφέσεως λαου̃ ἁγίου καὶ συντελεσθήσεται πάντα ταυ̃τα

12:8 καὶ ἐγὼ ἤκουσα καὶ οὐ διενοήθην παρ' αὐτὸν τὸν καιρὸν καὶ εἰ̃πα κύριε τίς ἡ λύσις του̃ λόγου τούτου καὶ τίνος αἱ παραβολαὶ αὑ̃ται

12:9 καὶ εἰ̃πέν μοι ἀπότρεχε Δανιηλ ὅτι κατακεκαλυμμένα καὶ ἐσφραγισμένα τὰ προστάγματα ἕως ἂν

12:10 πειρασθω̃σι καὶ ἁγιασθω̃σι πολλοί καὶ ἁμάρτωσιν οἱ ἁμαρτωλοί καὶ οὐ μὴ διανοηθω̃σι πάντες οἱ ἁμαρτωλοί καὶ οἱ διανοούμενοι προσέξουσιν

12:11 ἀφ' οὑ̃ ἂν ἀποσταθη̨̃ ἡ θυσία διὰ παντὸς καὶ ἑτοιμασθη̨̃ δοθη̃ναι τὸ βδέλυγμα τη̃ς ἐρημώσεως ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα

12:12 μακάριος ὁ ἐμμένων καὶ συνάξει εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε

12:13 καὶ σὺ βάδισον ἀναπαύου ἔτι γάρ εἰσιν ἡμέραι καὶ ὡ̃ραι εἰς ἀναπλήρωσιν συντελείας καὶ ἀναπαύση̨ καὶ ἀναστήση̨ ἐπὶ τὴν δόξαν σου εἰς συντέλειαν ἡμερω̃ν

.

Книго

[X]