Πρòς Κολασσαει̃ς ἐπιστολὴ ἀποστόλου Παυ̃λου

Κεφάλαιον Α' (1)

1 Παυ̃λος ἀπόστολος Χριστου̃ ’Ιησου̃ διὰ θελήματος θεου̃ καὶ Τιμόθεος ὁ ἀδελφòς

2 τοι̃ς ἐν Κολοσσαι̃ς ἁγίοις καὶ πιστοι̃ς ἀδελφοι̃ς ἐν Χριστω̨̃ χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν

3 εὐχαριστου̃μεν τω̨̃ θεω̨̃ πατρὶ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ πάντοτε περὶ ὑμω̃ν προσευχόμενοι

4 ἀκούσαντες τὴν πίστιν ὑμω̃ν ἐν Χριστω̨̃ ’Ιησου̃ καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους

5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμι̃ν ἐν τοι̃ς οὐρανοι̃ς ἣν προηκούσατε ἐν τω̨̃ λόγω̨ τη̃ς ἀληθείας του̃ εὐαγγελίου

6 του̃ παρόντος εἰς ὑμα̃ς καθὼς καὶ ἐν παντὶ τω̨̃ κόσμω̨ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμι̃ν ἀφ' ἡ̃ς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν του̃ θεου̃ ἐν ἀληθεία̨

7 καθὼς ἐμάθετε ἀπò ’Επαφρα̃ του̃ ἀγαπητου̃ συνδούλου ἡμω̃ν ὅς ἐστιν πιστòς ὑπὲρ ὑμω̃ν διάκονος του̃ Χριστου̃

8 ὁ καὶ δηλώσας ἡμι̃ν τὴν ὑμω̃ν ἀγάπην ἐν πνεύματι

9 διὰ του̃το καὶ ἡμει̃ς ἀφ' ἡ̃ς ἡμέρας ἠκούσαμεν οὐ παυόμεθα ὑπὲρ ὑμω̃ν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθη̃τε τὴν ἐπίγνωσιν του̃ θελήματος αὐτου̃ ἐν πάση̨ σοφία̨ καὶ συνέσει πνευματικη̨̃

10 περιπατη̃σαι ἀξίως του̃ κυρίου εἰς πα̃σαν ἀρεσκείαν ἐν παντὶ ἔργω̨ ἀγαθω̨̃ καρποφορου̃ντες καὶ αὐξανόμενοι τη̨̃ ἐπιγνώσει του̃ θεου̃

11 ἐν πάση̨ δυνάμει δυναμούμενοι κατὰ τò κράτος τη̃ς δόξης αὐτου̃ εἰς πα̃σαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρα̃ς

12 εὐχαριστου̃ντες τω̨̃ πατρὶ τω̨̃ ἱκανώσαντι ὑμα̃ς εἰς τὴν μερίδα του̃ κλήρου τω̃ν ἁγίων ἐν τω̨̃ φωτί

13 ὃς ἐρρύσατο ἡμα̃ς ἐκ τη̃ς ἐξουσίας του̃ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν του̃ υἱου̃ τη̃ς ἀγάπης αὐτου̃

14 ἐν ὡ̨̃ ἔχομεν τὴν ἀπολύτρωσιν τὴν ἄφεσιν τω̃ν ἁμαρτιω̃ν

15 ὅς ἐστιν εἰκὼν του̃ θεου̃ του̃ ἀοράτου πρωτότοκος πάσης κτίσεως

16 ὅτι ἐν αὐτω̨̃ ἐκτίσθη τὰ πάντα ἐν τοι̃ς οὐρανοι̃ς καὶ ἐπὶ τη̃ς γη̃ς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι τὰ πάντα δι' αὐτου̃ καὶ εἰς αὐτòν ἔκτισται

17 καὶ αὐτός ἐστιν πρò πάντων καὶ τὰ πάντα ἐν αὐτω̨̃ συνέστηκεν

18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ του̃ σώματος τη̃ς ἐκκλησίας ὅς ἐστιν ἀρχή πρωτότοκος ἐκ τω̃ν νεκρω̃ν ἵνα γένηται ἐν πα̃σιν αὐτòς πρωτεύων

19 ὅτι ἐν αὐτω̨̃ εὐδόκησεν πα̃ν τò πλήρωμα κατοικη̃σαι

20 καὶ δι' αὐτου̃ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν εἰρηνοποιήσας διὰ του̃ αἵματος του̃ σταυρου̃ αὐτου̃ δι' αὐτου̃ εἴτε τὰ ἐπὶ τη̃ς γη̃ς εἴτε τὰ ἐν τοι̃ς οὐρανοι̃ς

21 καὶ ὑμα̃ς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τη̨̃ διανοία̨ ἐν τοι̃ς ἔργοις τοι̃ς πονηροι̃ς

22 νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τω̨̃ σώματι τη̃ς σαρκòς αὐτου̃ διὰ του̃ θανάτου παραστη̃σαι ὑμα̃ς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτου̃

23 εἴ γε ἐπιμένετε τη̨̃ πίστει τεθεμελιωμένοι καὶ ἑδραι̃οι καὶ μὴ μετακινούμενοι ἀπò τη̃ς ἐλπίδος του̃ εὐαγγελίου οὑ̃ ἠκούσατε του̃ κηρυχθέντος ἐν πάση̨ κτίσει τη̨̃ ὑπò τòν οὐρανόν οὑ̃ ἐγενόμην ἐγὼ Παυ̃λος διάκονος

24 νυ̃ν χαίρω ἐν τοι̃ς παθήμασιν ὑπὲρ ὑμω̃ν καὶ ἀνταναπληρω̃ τὰ ὑστερήματα τω̃ν θλίψεων του̃ Χριστου̃ ἐν τη̨̃ σαρκί μου ὑπὲρ του̃ σώματος αὐτου̃ ὅ ἐστιν ἡ ἐκκλησία

25 ἡ̃ς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν του̃ θεου̃ τὴν δοθει̃σάν μοι εἰς ὑμα̃ς πληρω̃σαι τòν λόγον του̃ θεου̃

26 τò μυστήριον τò ἀποκεκρυμμένον ἀπò τω̃ν αἰώνων καὶ ἀπò τω̃ν γενεω̃ν νυ̃ν δὲ ἐφανερώθη τοι̃ς ἁγίοις αὐτου̃

27 οἱ̃ς ἠθέλησεν ὁ θεòς γνωρίσαι τί τò πλου̃τος τη̃ς δόξης του̃ μυστηρίου τούτου ἐν τοι̃ς ἔθνεσιν ὅ ἐστιν Χριστòς ἐν ὑμι̃ν ἡ ἐλπὶς τη̃ς δόξης

28 ὃν ἡμει̃ς καταγγέλλομεν νουθετου̃ντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάση̨ σοφία̨ ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστω̨̃

29 εἰς ὃ καὶ κοπιω̃ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτου̃ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει

 

Κεφάλαιον Β' (2)

1 θέλω γὰρ ὑμα̃ς εἰδέναι ἡλίκον ἀγω̃να ἔχω ὑπὲρ ὑμω̃ν καὶ τω̃ν ἐν Λαοδικεία̨ καὶ ὅσοι οὐχ ἑόρακαν τò πρόσωπόν μου ἐν σαρκί

2 ἵνα παρακληθω̃σιν αἱ καρδίαι αὐτω̃ν συμβιβασθέντες ἐν ἀγάπη̨ καὶ εἰς πα̃ν πλου̃τος τη̃ς πληροφορίας τη̃ς συνέσεως εἰς ἐπίγνωσιν του̃ μυστηρίου του̃ θεου̃ Χριστου̃

3 ἐν ὡ̨̃ εἰσιν πάντες οἱ θησαυροὶ τη̃ς σοφίας καὶ γνώσεως ἀπόκρυφοι

4 του̃το λέγω ἵνα μηδεὶς ὑμα̃ς παραλογίζηται ἐν πιθανολογία̨

5 εἰ γὰρ καὶ τη̨̃ σαρκὶ ἄπειμι ἀλλὰ τω̨̃ πνεύματι σὺν ὑμι̃ν εἰμι χαίρων καὶ βλέπων ὑμω̃ν τὴν τάξιν καὶ τò στερέωμα τη̃ς εἰς Χριστòν πίστεως ὑμω̃ν

6 ὡς οὐ̃ν παρελάβετε τòν Χριστòν ’Ιησου̃ν τòν κύριον ἐν αὐτω̨̃ περιπατει̃τε

7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτω̨̃ καὶ βεβαιούμενοι τη̨̃ πίστει καθὼς ἐδιδάχθητε περισσεύοντες ἐν εὐχαριστία̨

8 βλέπετε μή τις ὑμα̃ς ἔσται ὁ συλαγωγω̃ν διὰ τη̃ς φιλοσοφίας καὶ κενη̃ς ἀπάτης κατὰ τὴν παράδοσιν τω̃ν ἀνθρώπων κατὰ τὰ στοιχει̃α του̃ κόσμου καὶ οὐ κατὰ Χριστόν

9 ὅτι ἐν αὐτω̨̃ κατοικει̃ πα̃ν τò πλήρωμα τη̃ς θεότητος σωματικω̃ς

10 καὶ ἐστὲ ἐν αὐτω̨̃ πεπληρωμένοι ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχη̃ς καὶ ἐξουσίας

11 ἐν ὡ̨̃ καὶ περιετμήθητε περιτομη̨̃ ἀχειροποιήτω̨ ἐν τη̨̃ ἀπεκδύσει του̃ σώματος τη̃ς σαρκός ἐν τη̨̃ περιτομη̨̃ του̃ Χριστου̃

12 συνταφέντες αὐτω̨̃ ἐν τω̨̃ βαπτισμω̨̃ ἐν ὡ̨̃ καὶ συνηγέρθητε διὰ τη̃ς πίστεως τη̃ς ἐνεργείας του̃ θεου̃ του̃ ἐγείραντος αὐτòν ἐκ νεκρω̃ν

13 καὶ ὑμα̃ς νεκροὺς ὄντας ἐν τοι̃ς παραπτώμασιν καὶ τη̨̃ ἀκροβυστία̨ τη̃ς σαρκòς ὑμω̃ν συνεζωοποίησεν ὑμα̃ς σὺν αὐτω̨̃ χαρισάμενος ἡμι̃ν πάντα τὰ παραπτώματα

14 ἐξαλείψας τò καθ' ἡμω̃ν χειρόγραφον τοι̃ς δόγμασιν ὃ ἠ̃ν ὑπεναντίον ἡμι̃ν καὶ αὐτò ἠ̃ρκεν ἐκ του̃ μέσου προσηλώσας αὐτò τω̨̃ σταυρω̨̃

15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησία̨ θριαμβεύσας αὐτοὺς ἐν αὐτω̨̃

16 μὴ οὐ̃ν τις ὑμα̃ς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτη̃ς ἢ νεομηνίας ἢ σαββάτων

17 ἅ ἐστιν σκιὰ τω̃ν μελλόντων τò δὲ σω̃μα του̃ Χριστου̃

18 μηδεὶς ὑμα̃ς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνη̨ καὶ θρησκεία̨ τω̃ν ἀγγέλων ἃ ἑόρακεν ἐμβατεύων εἰκη̨̃ φυσιούμενος ὑπò του̃ νοòς τη̃ς σαρκòς αὐτου̃

19 καὶ οὐ κρατω̃ν τὴν κεφαλήν ἐξ οὑ̃ πα̃ν τò σω̃μα διὰ τω̃ν ἁφω̃ν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν του̃ θεου̃

20 εἰ ἀπεθάνετε σὺν Χριστω̨̃ ἀπò τω̃ν στοιχείων του̃ κόσμου τί ὡς ζω̃ντες ἐν κόσμω̨ δογματίζεσθε

21 μὴ ἅψη̨ μηδὲ γεύση̨ μηδὲ θίγη̨ς

22 ἅ ἐστιν πάντα εἰς φθορὰν τη̨̃ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τω̃ν ἀνθρώπων

23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκία̨ καὶ ταπεινοφροσύνη̨ καὶ ἀφειδία̨ σώματος οὐκ ἐν τιμη̨̃ τινι πρòς πλησμονὴν τη̃ς σαρκός

 

Κεφάλαιον Γ' (3)

1 εἰ οὐ̃ν συνηγέρθητε τω̨̃ Χριστω̨̃ τὰ ἄνω ζητει̃τε οὑ̃ ὁ Χριστός ἐστιν ἐν δεξια̨̃ του̃ θεου̃ καθήμενος

2 τὰ ἄνω φρονει̃τε μὴ τὰ ἐπὶ τη̃ς γη̃ς

3 ἀπεθάνετε γάρ καὶ ἡ ζωὴ ὑμω̃ν κέκρυπται σὺν τω̨̃ Χριστω̨̃ ἐν τω̨̃ θεω̨̃

4 ὅταν ὁ Χριστòς φανερωθη̨̃ ἡ ζωὴ ὑμω̃ν τότε καὶ ὑμει̃ς σὺν αὐτω̨̃ φανερωθήσεσθε ἐν δόξη̨

5 νεκρώσατε οὐ̃ν τὰ μέλη τὰ ἐπὶ τη̃ς γη̃ς πορνείαν ἀκαθαρσίαν πάθος ἐπιθυμίαν κακήν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία

6 δι' ἃ ἔρχεται ἡ ὀργὴ του̃ θεου̃ ἐπὶ τοὺς υἱοὺς τη̃ς ἀπειθείας

7 ἐν οἱ̃ς καὶ ὑμει̃ς περιεπατήσατέ ποτε ὅτε ἐζη̃τε ἐν τούτοις

8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμει̃ς τὰ πάντα ὀργήν θυμόν κακίαν βλασφημίαν αἰσχρολογίαν ἐκ του̃ στόματος ὑμω̃ν

9 μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τòν παλαιòν ἄνθρωπον σὺν ται̃ς πράξεσιν αὐτου̃

10 καὶ ἐνδυσάμενοι τòν νέον τòν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα του̃ κτίσαντος αὐτόν

11 ὅπου οὐκ ἔνι ‘Έλλην καὶ ’Ιουδαι̃ος περιτομὴ καὶ ἀκροβυστία βάρβαρος σκύθης δου̃λος ἐλεύθερος ἀλλὰ τὰ πάντα καὶ ἐν πα̃σιν Χριστός

12 ἐνδύσασθε οὐ̃ν ὡς ἐκλεκτοὶ του̃ θεου̃ ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμου̃ χρηστότητα ταπεινοφροσύνην πραΰτητα μακροθυμίαν

13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοι̃ς ἐάν τις πρός τινα ἔχη̨ μομφήν καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμι̃ν οὕτως καὶ ὑμει̃ς

14 ἐπὶ πα̃σιν δὲ τούτοις τὴν ἀγάπην ὅ ἐστιν σύνδεσμος τη̃ς τελειότητος

15 καὶ ἡ εἰρήνη του̃ Χριστου̃ βραβευέτω ἐν ται̃ς καρδίαις ὑμω̃ν εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι καὶ εὐχάριστοι γίνεσθε

16 ὁ λόγος του̃ Χριστου̃ ἐνοικείτω ἐν ὑμι̃ν πλουσίως ἐν πάση̨ σοφία̨ διδάσκοντες καὶ νουθετου̃ντες ἑαυτοὺς ψαλμοι̃ς ὕμνοις ὠ̨δαι̃ς πνευματικαι̃ς ἐν τη̨̃ χάριτι ἄ̨δοντες ἐν ται̃ς καρδίαις ὑμω̃ν τω̨̃ θεω̨̃

17 καὶ πα̃ν ὅ τι ἐὰν ποιη̃τε ἐν λόγω̨ ἢ ἐν ἔργω̨ πάντα ἐν ὀνόματι κυρίου ’Ιησου̃ εὐχαριστου̃ντες τω̨̃ θεω̨̃ πατρὶ δι' αὐτου̃

18 αἱ γυναι̃κες ὑποτάσσεσθε τοι̃ς ἀνδράσιν ὡς ἀνη̃κεν ἐν κυρίω̨

19 οἱ ἄνδρες ἀγαπα̃τε τὰς γυναι̃κας καὶ μὴ πικραίνεσθε πρòς αὐτάς

20 τὰ τέκνα ὑπακούετε τοι̃ς γονευ̃σιν κατὰ πάντα του̃το γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίω̨

21 οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμω̃ν ἵνα μὴ ἀθυμω̃σιν

22 οἱ δου̃λοι ὑπακούετε κατὰ πάντα τοι̃ς κατὰ σάρκα κυρίοις μὴ ἐν ὀφθαλμοδουλία̨ ὡς ἀνθρωπάρεσκοι ἀλλ' ἐν ἁπλότητι καρδίας φοβούμενοι τòν κύριον

23 ὃ ἐὰν ποιη̃τε ἐκ ψυχη̃ς ἐργάζεσθε ὡς τω̨̃ κυρίω̨ καὶ οὐκ ἀνθρώποις

24 εἰδότες ὅτι ἀπò κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τη̃ς κληρονομίας τω̨̃ κυρίω̨ Χριστω̨̃ δουλεύετε

25 ὁ γὰρ ἀδικω̃ν κομίσεται ὃ ἠδίκησεν καὶ οὐκ ἔστιν προσωπολημψία

 

Κεφάλαιον Δ' (4)

1 οἱ κύριοι τò δίκαιον καὶ τὴν ἰσότητα τοι̃ς δούλοις παρέχεσθε εἰδότες ὅτι καὶ ὑμει̃ς ἔχετε κύριον ἐν οὐρανω̨̃

2 τη̨̃ προσευχη̨̃ προσκαρτερει̃τε γρηγορου̃ντες ἐν αὐτη̨̃ ἐν εὐχαριστία̨

3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμω̃ν ἵνα ὁ θεòς ἀνοίξη̨ ἡμι̃ν θύραν του̃ λόγου λαλη̃σαι τò μυστήριον του̃ Χριστου̃ δι' ὃ καὶ δέδεμαι

4 ἵνα φανερώσω αὐτò ὡς δει̃ με λαλη̃σαι

5 ἐν σοφία̨ περιπατει̃τε πρòς τοὺς ἔξω τòν καιρòν ἐξαγοραζόμενοι

6 ὁ λόγος ὑμω̃ν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος εἰδέναι πω̃ς δει̃ ὑμα̃ς ἑνὶ ἑκάστω̨ ἀποκρίνεσθαι

7 τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμι̃ν Τυχικòς ὁ ἀγαπητòς ἀδελφòς καὶ πιστòς διάκονος καὶ σύνδουλος ἐν κυρίω̨

8 ὃν ἔπεμψα πρòς ὑμα̃ς εἰς αὐτò του̃το ἵνα γνω̃τε τὰ περὶ ἡμω̃ν καὶ παρακαλέση̨ τὰς καρδίας ὑμω̃ν

9 σὺν ’Ονησίμω̨ τω̨̃ πιστω̨̃ καὶ ἀγαπητω̨̃ ἀδελφω̨̃ ὅς ἐστιν ἐξ ὑμω̃ν πάντα ὑμι̃ν γνωρίσουσιν τὰ ὡ̃δε

10 ἀσπάζεται ὑμα̃ς ’Αρίσταρχος ὁ συναιχμάλωτός μου καὶ Μα̃ρκος ὁ ἀνεψιòς Βαρναβα̃ περὶ οὑ̃ ἐλάβετε ἐντολάς ἐὰν ἔλθη̨ πρòς ὑμα̃ς δέξασθε αὐτόν

11 καὶ ’Ιησου̃ς ὁ λεγόμενος ’Ιου̃στος οἱ ὄντες ἐκ περιτομη̃ς οὑ̃τοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν του̃ θεου̃ οἵτινες ἐγενήθησάν μοι παρηγορία

12 ἀσπάζεται ὑμα̃ς ’Επαφρα̃ς ὁ ἐξ ὑμω̃ν δου̃λος Χριστου̃ ’Ιησου̃ πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμω̃ν ἐν ται̃ς προσευχαι̃ς ἵνα σταθη̃τε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι του̃ θεου̃

13 μαρτυρω̃ γὰρ αὐτω̨̃ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμω̃ν καὶ τω̃ν ἐν Λαοδικεία̨ καὶ τω̃ν ἐν ‘Ιεραπόλει

14 ἀσπάζεται ὑμα̃ς Λουκα̃ς ὁ ἰατρòς ὁ ἀγαπητòς καὶ Δημα̃ς

15 ἀσπάσασθε τοὺς ἐν Λαοδικεία̨ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ' οἰ̃κον αὐτη̃ς ἐκκλησίαν

16 καὶ ὅταν ἀναγνωσθη̨̃ παρ' ὑμι̃ν ἡ ἐπιστολή ποιήσατε ἵνα καὶ ἐν τη̨̃ Λαοδικέων ἐκκλησία̨ ἀναγνωσθη̨̃ καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμει̃ς ἀναγνω̃τε

17 καὶ εἴπατε ’Αρχίππω̨ βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίω̨ ἵνα αὐτὴν πληροι̃ς

18 ὁ ἀσπασμòς τη̨̃ ἐμη̨̃ χειρὶ Παύλου μνημονεύετέ μου τω̃ν δεσμω̃ν ἡ χάρις μεθ' ὑμω̃ν

 

Κνθγξ

[X]