’Επιστολὴ ’Ιακώβου

Κεφάλαιον Α' (1)

1 ’Ιάκωβος θεου̃ καὶ κυρίου ’Ιησου̃ Χριστου̃ δου̃λος ται̃ς δώδεκα φυλαι̃ς ται̃ς ἐν τη̨̃ διασπορα̨̃ χαίρειν

2 πα̃σαν χαρὰν ἡγήσασθε ἀδελφοί μου ὅταν πειρασμοι̃ς περιπέσητε ποικίλοις

3 γινώσκοντες ὅτι τò δοκίμιον ὑμω̃ν τη̃ς πίστεως κατεργάζεται ὑπομονήν

4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω ἵνα ἠ̃τε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι

5 εἰ δέ τις ὑμω̃ν λείπεται σοφίας αἰτείτω παρὰ του̃ διδόντος θεου̃ πα̃σιν ἁπλω̃ς καὶ μὴ ὀνειδίζοντος καὶ δοθήσεται αὐτω̨̃

6 αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένω̨ καὶ ῥιπιζομένω̨

7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκει̃νος ὅτι λήμψεταί τι παρὰ του̃ κυρίου

8 ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃

9 καυχάσθω δὲ ὁ ἀδελφòς ὁ ταπεινòς ἐν τω̨̃ ὕψει αὐτου̃

10 ὁ δὲ πλούσιος ἐν τη̨̃ ταπεινώσει αὐτου̃ ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται

11 ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τω̨̃ καύσωνι καὶ ἐξήρανεν τòν χόρτον καὶ τò ἄνθος αὐτου̃ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια του̃ προσώπου αὐτου̃ ἀπώλετο οὕτως καὶ ὁ πλούσιος ἐν ται̃ς πορείαις αὐτου̃ μαρανθήσεται

12 μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν ὅτι δόκιμος γενόμενος λήμψεται τòν στέφανον τη̃ς ζωη̃ς ὃν ἐπηγγείλατο τοι̃ς ἀγαπω̃σιν αὐτόν

13 μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπò θεου̃ πειράζομαι ὁ γὰρ θεòς ἀπείραστός ἐστιν κακω̃ν πειράζει δὲ αὐτòς οὐδένα

14 ἕκαστος δὲ πειράζεται ὑπò τη̃ς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος

15 εἰ̃τα ἡ ἐπιθυμία συλλαβου̃σα τίκτει ἁμαρτίαν ἡ δὲ ἁμαρτία ἀποτελεσθει̃σα ἀποκύει θάνατον

16 μὴ πλανα̃σθε ἀδελφοί μου ἀγαπητοί

17 πα̃σα δόσις ἀγαθὴ καὶ πα̃ν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαι̃νον ἀπò του̃ πατρòς τω̃ν φώτων παρ' ὡ̨̃ οὐκ ἔνι παραλλαγὴ ἢ τροπη̃ς ἀποσκίασμα

18 βουληθεὶς ἀπεκύησεν ἡμα̃ς λόγω̨ ἀληθείας εἰς τò εἰ̃ναι ἡμα̃ς ἀπαρχήν τινα τω̃ν αὐτου̃ κτισμάτων

19 ἴστε ἀδελφοί μου ἀγαπητοί ἔστω δὲ πα̃ς ἄνθρωπος ταχὺς εἰς τò ἀκου̃σαι βραδὺς εἰς τò λαλη̃σαι βραδὺς εἰς ὀργήν

20 ὀργὴ γὰρ ἀνδρòς δικαιοσύνην θεου̃ οὐκ ἐργάζεται

21 διò ἀποθέμενοι πα̃σαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τòν ἔμφυτον λόγον τòν δυνάμενον σω̃σαι τὰς ψυχὰς ὑμω̃ν

22 γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς

23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής οὑ̃τος ἔοικεν ἀνδρὶ κατανοου̃ντι τò πρόσωπον τη̃ς γενέσεως αὐτου̃ ἐν ἐσόπτρω̨

24 κατενόησεν γὰρ ἑαυτòν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποι̃ος ἠ̃ν

25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τòν τη̃ς ἐλευθερίας καὶ παραμείνας οὐκ ἀκροατὴς ἐπιλησμονη̃ς γενόμενος ἀλλὰ ποιητὴς ἔργου οὑ̃τος μακάριος ἐν τη̨̃ ποιήσει αὐτου̃ ἔσται

26 εἴ τις δοκει̃ θρησκòς εἰ̃ναι μὴ χαλιναγωγω̃ν γλω̃σσαν αὐτου̃ ἀλλὰ ἀπατω̃ν καρδίαν αὐτου̃ τούτου μάταιος ἡ θρησκεία

27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τω̨̃ θεω̨̃ καὶ πατρὶ αὕτη ἐστίν ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τη̨̃ θλίψει αὐτω̃ν ἄσπιλον ἑαυτòν τηρει̃ν ἀπò του̃ κόσμου

 

Κεφάλαιον Β' (2)

1 ἀδελφοί μου μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ τη̃ς δόξης

2 ἐὰν γὰρ εἰσέλθη̨ εἰς συναγωγὴν ὑμω̃ν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθη̃τι λαμπρα̨̃ εἰσέλθη̨ δὲ καὶ πτωχòς ἐν ῥυπαρα̨̃ ἐσθη̃τι

3 ἐπιβλέψητε δὲ ἐπὶ τòν φορου̃ντα τὴν ἐσθη̃τα τὴν λαμπρὰν καὶ εἴπητε σὺ κάθου ὡ̃δε καλω̃ς καὶ τω̨̃ πτωχω̨̃ εἴπητε σὺ στη̃θι ἐκει̃ ἢ κάθου ὑπò τò ὑποπόδιόν μου

4 οὐ διεκρίθητε ἐν ἑαυτοι̃ς καὶ ἐγένεσθε κριταὶ διαλογισμω̃ν πονηρω̃ν

5 ἀκούσατε ἀδελφοί μου ἀγαπητοί οὐχ ὁ θεòς ἐξελέξατο τοὺς πτωχοὺς τω̨̃ κόσμω̨ πλουσίους ἐν πίστει καὶ κληρονόμους τη̃ς βασιλείας ἡ̃ς ἐπηγγείλατο τοι̃ς ἀγαπω̃σιν αὐτόν

6 ὑμει̃ς δὲ ἠτιμάσατε τòν πτωχόν οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμω̃ν καὶ αὐτοὶ ἕλκουσιν ὑμα̃ς εἰς κριτήρια

7 οὐκ αὐτοὶ βλασφημου̃σιν τò καλòν ὄνομα τò ἐπικληθὲν ἐφ' ὑμα̃ς

8 εἰ μέντοι νόμον τελει̃τε βασιλικòν κατὰ τὴν γραφήν ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν καλω̃ς ποιει̃τε

9 εἰ δὲ προσωπολημπτει̃τε ἁμαρτίαν ἐργάζεσθε ἐλεγχόμενοι ὑπò του̃ νόμου ὡς παραβάται

10 ὅστις γὰρ ὅλον τòν νόμον τηρήση̨ πταίση̨ δὲ ἐν ἑνί γέγονεν πάντων ἔνοχος

11 ὁ γὰρ εἰπών μὴ μοιχεύση̨ς εἰ̃πεν καί μὴ φονεύση̨ς εἰ δὲ οὐ μοιχεύεις φονεύεις δέ γέγονας παραβάτης νόμου

12 οὕτως λαλει̃τε καὶ οὕτως ποιει̃τε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι

13 ἡ γὰρ κρίσις ἀνέλεος τω̨̃ μὴ ποιήσαντι ἔλεος κατακαυχα̃ται ἔλεος κρίσεως

14 τί τò ὄφελος ἀδελφοί μου ἐὰν πίστιν λέγη̨ τις ἔχειν ἔργα δὲ μὴ ἔχη̨ μὴ δύναται ἡ πίστις σω̃σαι αὐτόν

15 ἐὰν ἀδελφòς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τη̃ς ἐφημέρου τροφη̃ς

16 εἴπη̨ δέ τις αὐτοι̃ς ἐξ ὑμω̃ν ὑπάγετε ἐν εἰρήνη̨ θερμαίνεσθε καὶ χορτάζεσθε μὴ δω̃τε δὲ αὐτοι̃ς τὰ ἐπιτήδεια του̃ σώματος τί τò ὄφελος

17 οὕτως καὶ ἡ πίστις ἐὰν μὴ ἔχη̨ ἔργα νεκρά ἐστιν καθ' ἑαυτήν

18 ἀλλ' ἐρει̃ τις σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω δει̃ξόν μοι τὴν πίστιν σου χωρὶς τω̃ν ἔργων κἀγώ σοι δείξω ἐκ τω̃ν ἔργων μου τὴν πίστιν

19 σὺ πιστεύεις ὅτι εἱ̃ς ἐστιν ὁ θεός καλω̃ς ποιει̃ς καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν

20 θέλεις δὲ γνω̃ναι ὠ̃ ἄνθρωπε κενέ ὅτι ἡ πίστις χωρὶς τω̃ν ἔργων ἀργή ἐστιν

21 ’Αβραὰμ ὁ πατὴρ ἡμω̃ν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας ’Ισαὰκ τòν υἱòν αὐτου̃ ἐπὶ τò θυσιαστήριον

22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοι̃ς ἔργοις αὐτου̃ καὶ ἐκ τω̃ν ἔργων ἡ πίστις ἐτελειώθη

23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα ἐπίστευσεν δὲ ’Αβραὰμ τω̨̃ θεω̨̃ καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην καὶ φίλος θεου̃ ἐκλήθη

24 ὁρα̃τε ὅτι ἐξ ἔργων δικαιου̃ται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον

25 ὁμοίως δὲ καὶ ‘Ραὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρα̨ ὁδω̨̃ ἐκβαλου̃σα

26 ὥσπερ γὰρ τò σω̃μα χωρὶς πνεύματος νεκρόν ἐστιν οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν

 

Κεφάλαιον Γ' (3)

1 μὴ πολλοὶ διδάσκαλοι γίνεσθε ἀδελφοί μου εἰδότες ὅτι μει̃ζον κρίμα λημψόμεθα

2 πολλὰ γὰρ πταίομεν ἅπαντες εἴ τις ἐν λόγω̨ οὐ πταίει οὑ̃τος τέλειος ἀνήρ δυνατòς χαλιναγωγη̃σαι καὶ ὅλον τò σω̃μα

3 εἰ δὲ τω̃ν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τò πείθεσθαι αὐτοὺς ἡμι̃ν καὶ ὅλον τò σω̃μα αὐτω̃ν μετάγομεν

4 ἰδοὺ καὶ τὰ πλοι̃α τηλικαυ̃τα ὄντα καὶ ὑπò ἀνέμων σκληρω̃ν ἐλαυνόμενα μετάγεται ὑπò ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ του̃ εὐθύνοντος βούλεται

5 οὕτως καὶ ἡ γλω̃σσα μικρòν μέλος ἐστὶν καὶ μεγάλα αὐχει̃ ἰδοὺ ἡλίκον πυ̃ρ ἡλίκην ὕλην ἀνάπτει

6 καὶ ἡ γλω̃σσα πυ̃ρ ὁ κόσμος τη̃ς ἀδικίας ἡ γλω̃σσα καθίσταται ἐν τοι̃ς μέλεσιν ἡμω̃ν ἡ σπιλου̃σα ὅλον τò σω̃μα καὶ φλογίζουσα τòν τροχòν τη̃ς γενέσεως καὶ φλογιζομένη ὑπò τη̃ς γεέννης

7 πα̃σα γὰρ φύσις θηρίων τε καὶ πετεινω̃ν ἑρπετω̃ν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τη̨̃ φύσει τη̨̃ ἀνθρωπίνη̨

8 τὴν δὲ γλω̃σσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων ἀκατάστατον κακόν μεστὴ ἰου̃ θανατηφόρου

9 ἐν αὐτη̨̃ εὐλογου̃μεν τòν κύριον καὶ πατέρα καὶ ἐν αὐτη̨̃ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ' ὁμοίωσιν θεου̃ γεγονότας

10 ἐκ του̃ αὐτου̃ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα οὐ χρή ἀδελφοί μου ταυ̃τα οὕτως γίνεσθαι

11 μήτι ἡ πηγὴ ἐκ τη̃ς αὐτη̃ς ὀπη̃ς βρύει τò γλυκὺ καὶ τò πικρόν

12 μὴ δύναται ἀδελφοί μου συκη̃ ἐλαίας ποιη̃σαι ἢ ἄμπελος συ̃κα οὔτε ἁλυκòν γλυκὺ ποιη̃σαι ὕδωρ

13 τίς σοφòς καὶ ἐπιστήμων ἐν ὑμι̃ν δειξάτω ἐκ τη̃ς καλη̃ς ἀναστροφη̃ς τὰ ἔργα αὐτου̃ ἐν πραΰτητι σοφίας

14 εἰ δὲ ζη̃λον πικρòν ἔχετε καὶ ἐριθείαν ἐν τη̨̃ καρδία̨ ὑμω̃ν μὴ κατακαυχα̃σθε καὶ ψεύδεσθε κατὰ τη̃ς ἀληθείας

15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη ἀλλὰ ἐπίγειος ψυχική δαιμονιώδης

16 ὅπου γὰρ ζη̃λος καὶ ἐριθεία ἐκει̃ ἀκαταστασία καὶ πα̃ν φαυ̃λον πρα̃γμα

17 ἡ δὲ ἄνωθεν σοφία πρω̃τον μὲν ἁγνή ἐστιν ἔπειτα εἰρηνική ἐπιεικής εὐπειθής μεστὴ ἐλέους καὶ καρπω̃ν ἀγαθω̃ν ἀδιάκριτος ἀνυπόκριτος

18 καρπòς δὲ δικαιοσύνης ἐν εἰρήνη̨ σπείρεται τοι̃ς ποιου̃σιν εἰρήνην

 

Κεφάλαιον Δ' (4)

1 πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμι̃ν οὐκ ἐντευ̃θεν ἐκ τω̃ν ἡδονω̃ν ὑμω̃ν τω̃ν στρατευομένων ἐν τοι̃ς μέλεσιν ὑμω̃ν

2 ἐπιθυμει̃τε καὶ οὐκ ἔχετε φονεύετε καὶ ζηλου̃τε καὶ οὐ δύνασθε ἐπιτυχει̃ν μάχεσθε καὶ πολεμει̃τε οὐκ ἔχετε διὰ τò μὴ αἰτει̃σθαι ὑμα̃ς

3 αἰτει̃τε καὶ οὐ λαμβάνετε διότι κακω̃ς αἰτει̃σθε ἵνα ἐν ται̃ς ἡδοναι̃ς ὑμω̃ν δαπανήσητε

4 μοιχαλίδες οὐκ οἴδατε ὅτι ἡ φιλία του̃ κόσμου ἔχθρα του̃ θεου̃ ἐστιν ὃς ἐὰν οὐ̃ν βουληθη̨̃ φίλος εἰ̃ναι του̃ κόσμου ἐχθρòς του̃ θεου̃ καθίσταται

5 ἢ δοκει̃τε ὅτι κενω̃ς ἡ γραφὴ λέγει πρòς φθόνον ἐπιποθει̃ τò πνευ̃μα ὃ κατώ̨κισεν ἐν ἡμι̃ν

6 μείζονα δὲ δίδωσιν χάριν διò λέγει ὁ θεòς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοι̃ς δὲ δίδωσιν χάριν

7 ὑποτάγητε οὐ̃ν τω̨̃ θεω̨̃ ἀντίστητε δὲ τω̨̃ διαβόλω̨ καὶ φεύξεται ἀφ' ὑμω̃ν

8 ἐγγίσατε τω̨̃ θεω̨̃ καὶ ἐγγιει̃ ὑμι̃ν καθαρίσατε χει̃ρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι

9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε ὁ γέλως ὑμω̃ν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν

10 ταπεινώθητε ἐνώπιον κυρίου καὶ ὑψώσει ὑμα̃ς

11 μὴ καταλαλει̃τε ἀλλήλων ἀδελφοί ὁ καταλαλω̃ν ἀδελφου̃ ἢ κρίνων τòν ἀδελφòν αὐτου̃ καταλαλει̃ νόμου καὶ κρίνει νόμον εἰ δὲ νόμον κρίνεις οὐκ εἰ̃ ποιητὴς νόμου ἀλλὰ κριτής

12 εἱ̃ς ἐστιν ὁ νομοθέτης καὶ κριτής ὁ δυνάμενος σω̃σαι καὶ ἀπολέσαι σὺ δὲ τίς εἰ̃ ὁ κρίνων τòν πλησίον

13 ἄγε νυ̃ν οἱ λέγοντες σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκει̃ ἐνιαυτòν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν

14 οἵτινες οὐκ ἐπίστασθε τò τη̃ς αὔριον ποία ἡ ζωὴ ὑμω̃ν ἀτμὶς γάρ ἐστε ἡ πρòς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη

15 ἀντὶ του̃ λέγειν ὑμα̃ς ἐὰν ὁ κύριος θελήση̨ καὶ ζήσομεν καὶ ποιήσομεν του̃το ἢ ἐκει̃νο

16 νυ̃ν δὲ καυχα̃σθε ἐν ται̃ς ἀλαζονείαις ὑμω̃ν πα̃σα καύχησις τοιαύτη πονηρά ἐστιν

17 εἰδότι οὐ̃ν καλòν ποιει̃ν καὶ μὴ ποιου̃ντι ἁμαρτία αὐτω̨̃ ἐστιν

 

Κεφάλαιον Ε' (5)

1 ἄγε νυ̃ν οἱ πλούσιοι κλαύσατε ὀλολύζοντες ἐπὶ ται̃ς ταλαιπωρίαις ὑμω̃ν ται̃ς ἐπερχομέναις

2 ὁ πλου̃τος ὑμω̃ν σέσηπεν καὶ τὰ ἱμάτια ὑμω̃ν σητόβρωτα γέγονεν

3 ὁ χρυσòς ὑμω̃ν καὶ ὁ ἄργυρος κατίωται καὶ ὁ ἰòς αὐτω̃ν εἰς μαρτύριον ὑμι̃ν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμω̃ν ὡς πυ̃ρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις

4 ἰδοὺ ὁ μισθòς τω̃ν ἐργατω̃ν τω̃ν ἀμησάντων τὰς χώρας ὑμω̃ν ὁ ἀπεστερημένος ἀφ' ὑμω̃ν κράζει καὶ αἱ βοαὶ τω̃ν θερισάντων εἰς τὰ ὠ̃τα κυρίου Σαβαὼθ εἰσεληλύθασιν

5 ἐτρυφήσατε ἐπὶ τη̃ς γη̃ς καὶ ἐσπαταλήσατε ἐθρέψατε τὰς καρδίας ὑμω̃ν ἐν ἡμέρα̨ σφαγη̃ς

6 κατεδικάσατε ἐφονεύσατε τòν δίκαιον οὐκ ἀντιτάσσεται ὑμι̃ν

7 μακροθυμήσατε οὐ̃ν ἀδελφοί ἕως τη̃ς παρουσίας του̃ κυρίου ἰδοὺ ὁ γεωργòς ἐκδέχεται τòν τίμιον καρπòν τη̃ς γη̃ς μακροθυμω̃ν ἐπ' αὐτω̨̃ ἕως λάβη̨ πρόϊμον καὶ ὄψιμον

8 μακροθυμήσατε καὶ ὑμει̃ς στηρίξατε τὰς καρδίας ὑμω̃ν ὅτι ἡ παρουσία του̃ κυρίου ἤγγικεν

9 μὴ στενάζετε ἀδελφοί κατ' ἀλλήλων ἵνα μὴ κριθη̃τε ἰδοὺ ὁ κριτὴς πρò τω̃ν θυρω̃ν ἕστηκεν

10 ὑπόδειγμα λάβετε ἀδελφοί τη̃ς κακοπαθείας καὶ τη̃ς μακροθυμίας τοὺς προφήτας οἳ ἐλάλησαν ἐν τω̨̃ ὀνόματι κυρίου

11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας τὴν ὑπομονὴν ’Ιὼβ ἠκούσατε καὶ τò τέλος κυρίου εἴδετε ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων

12 πρò πάντων δέ ἀδελφοί μου μὴ ὀμνύετε μήτε τòν οὐρανòν μήτε τὴν γη̃ν μήτε ἄλλον τινὰ ὅρκον ἤτω δὲ ὑμω̃ν τò ναὶ ναὶ καὶ τò οὒ οὔ ἵνα μὴ ὑπò κρίσιν πέσητε

13 κακοπαθει̃ τις ἐν ὑμι̃ν προσευχέσθω εὐθυμει̃ τις ψαλλέτω

14 ἀσθενει̃ τις ἐν ὑμι̃ν προσκαλεσάσθω τοὺς πρεσβυτέρους τη̃ς ἐκκλησίας καὶ προσευξάσθωσαν ἐπ' αὐτòν ἀλείψαντες αὐτòν ἐλαίω̨ ἐν τω̨̃ ὀνόματι του̃ κυρίου

15 καὶ ἡ εὐχὴ τη̃ς πίστεως σώσει τòν κάμνοντα καὶ ἐγερει̃ αὐτòν ὁ κύριος κἂν ἁμαρτίας ἠ̨̃ πεποιηκώς ἀφεθήσεται αὐτω̨̃

16 ἐξομολογει̃σθε οὐ̃ν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθη̃τε πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη

17 ’Ηλίας ἄνθρωπος ἠ̃ν ὁμοιοπαθὴς ἡμι̃ν καὶ προσευχη̨̃ προσηύξατο του̃ μὴ βρέξαι καὶ οὐκ ἔβρεξεν ἐπὶ τη̃ς γη̃ς ἐνιαυτοὺς τρει̃ς καὶ μη̃νας ἕξ

18 καὶ πάλιν προσηύξατο καὶ ὁ οὐρανòς ὑετòν ἔδωκεν καὶ ἡ γη̃ ἐβλάστησεν τòν καρπòν αὐτη̃ς

19 ἀδελφοί μου ἐάν τις ἐν ὑμι̃ν πλανηθη̨̃ ἀπò τη̃ς ἀληθείας καὶ ἐπιστρέψη̨ τις αὐτόν

20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλòν ἐκ πλάνης ὁδου̃ αὐτου̃ σώσει ψυχὴν αὐτου̃ ἐκ θανάτου καὶ καλύψει πλη̃θος ἁμαρτιω̃ν

 

Κνθγξ

[X]