’Επιστολὴ Πέτρου Β’

Κεφάλαιον Α' (1)

1 Συμεὼν Πέτρος δου̃λος καὶ ἀπόστολος ’Ιησου̃ Χριστου̃ τοι̃ς ἰσότιμον ἡμι̃ν λαχου̃σιν πίστιν ἐν δικαιοσύνη̨ του̃ θεου̃ ἡμω̃ν καὶ σωτη̃ρος ’Ιησου̃ Χριστου̃

2 χάρις ὑμι̃ν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει του̃ θεου̃ καὶ ’Ιησου̃ του̃ κυρίου ἡμω̃ν

3 ὡς πάντα ἡμι̃ν τη̃ς θείας δυνάμεως αὐτου̃ τὰ πρòς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τη̃ς ἐπιγνώσεως του̃ καλέσαντος ἡμα̃ς ἰδία̨ δόξη̨ καὶ ἀρετη̨̃

4 δι' ὡ̃ν τὰ τίμια καὶ μέγιστα ἡμι̃ν ἐπαγγέλματα δεδώρηται ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τη̃ς ἐν τω̨̃ κόσμω̨ ἐν ἐπιθυμία̨ φθορα̃ς

5 καὶ αὐτò του̃το δὲ σπουδὴν πα̃σαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τη̨̃ πίστει ὑμω̃ν τὴν ἀρετήν ἐν δὲ τη̨̃ ἀρετη̨̃ τὴν γνω̃σιν

6 ἐν δὲ τη̨̃ γνώσει τὴν ἐγκράτειαν ἐν δὲ τη̨̃ ἐγκρατεία̨ τὴν ὑπομονήν ἐν δὲ τη̨̃ ὑπομονη̨̃ τὴν εὐσέβειαν

7 ἐν δὲ τη̨̃ εὐσεβεία̨ τὴν φιλαδελφίαν ἐν δὲ τη̨̃ φιλαδελφία̨ τὴν ἀγάπην

8 ταυ̃τα γὰρ ὑμι̃ν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ ἐπίγνωσιν

9 ὡ̨̃ γὰρ μὴ πάρεστιν ταυ̃τα τυφλός ἐστιν μυωπάζων λήθην λαβὼν του̃ καθαρισμου̃ τω̃ν πάλαι αὐτου̃ ἁμαρτιω̃ν

10 διò μα̃λλον ἀδελφοί σπουδάσατε βεβαίαν ὑμω̃ν τὴν κλη̃σιν καὶ ἐκλογὴν ποιει̃σθαι ταυ̃τα γὰρ ποιου̃ντες οὐ μὴ πταίσητέ ποτε

11 οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμι̃ν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν του̃ κυρίου ἡμω̃ν καὶ σωτη̃ρος ’Ιησου̃ Χριστου̃

12 διò μελλήσω ἀεὶ ὑμα̃ς ὑπομιμνή̨σκειν περὶ τούτων καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τη̨̃ παρούση̨ ἀληθεία̨

13 δίκαιον δὲ ἡγου̃μαι ἐφ' ὅσον εἰμὶ ἐν τούτω̨ τω̨̃ σκηνώματι διεγείρειν ὑμα̃ς ἐν ὑπομνήσει

14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις του̃ σκηνώματός μου καθὼς καὶ ὁ κύριος ἡμω̃ν ’Ιησου̃ς Χριστòς ἐδήλωσέν μοι

15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμα̃ς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιει̃σθαι

16 οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμι̃ν τὴν του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ δύναμιν καὶ παρουσίαν ἀλλ' ἐπόπται γενηθέντες τη̃ς ἐκείνου μεγαλειότητος

17 λαβὼν γὰρ παρὰ θεου̃ πατρòς τιμὴν καὶ δόξαν φωνη̃ς ἐνεχθείσης αὐτω̨̃ τοια̃σδε ὑπò τη̃ς μεγαλοπρεπου̃ς δόξης ὁ υἱός μου ὁ ἀγαπητός μου οὑ̃τός ἐστιν εἰς ὃν ἐγὼ εὐδόκησα

18 καὶ ταύτην τὴν φωνὴν ἡμει̃ς ἠκούσαμεν ἐξ οὐρανου̃ ἐνεχθει̃σαν σὺν αὐτω̨̃ ὄντες ἐν τω̨̃ ἁγίω̨ ὄρει

19 καὶ ἔχομεν βεβαιότερον τòν προφητικòν λόγον ὡ̨̃ καλω̃ς ποιει̃τε προσέχοντες ὡς λύχνω̨ φαίνοντι ἐν αὐχμηρω̨̃ τόπω̨ ἕως οὑ̃ ἡμέρα διαυγάση̨ καὶ φωσφόρος ἀνατείλη̨ ἐν ται̃ς καρδίαις ὑμω̃ν

20 του̃το πρω̃τον γινώσκοντες ὅτι πα̃σα προφητεία γραφη̃ς ἰδίας ἐπιλύσεως οὐ γίνεται

21 οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ ἀλλὰ ὑπò πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἀπò θεου̃ ἄνθρωποι

 

Κεφάλαιον Β' (2)

1 ἐγένοντο δὲ καὶ ψευδοπροφη̃ται ἐν τω̨̃ λαω̨̃ ὡς καὶ ἐν ὑμι̃ν ἔσονται ψευδοδιδάσκαλοι οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας καὶ τòν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι ἐπάγοντες ἑαυτοι̃ς ταχινὴν ἀπώλειαν

2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτω̃ν ται̃ς ἀσελγείαις δι' οὓς ἡ ὁδòς τη̃ς ἀληθείας βλασφημηθήσεται

3 καὶ ἐν πλεονεξία̨ πλαστοι̃ς λόγοις ὑμα̃ς ἐμπορεύσονται οἱ̃ς τò κρίμα ἔκπαλαι οὐκ ἀργει̃ καὶ ἡ ἀπώλεια αὐτω̃ν οὐ νυστάζει

4 εἰ γὰρ ὁ θεòς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο ἀλλὰ σειραι̃ς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους

5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο ἀλλὰ ὄγδοον Νω̃ε δικαιοσύνης κήρυκα ἐφύλαξεν κατακλυσμòν κόσμω̨ ἀσεβω̃ν ἐπάξας

6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφη̨̃ κατέκρινεν ὑπόδειγμα μελλόντων ἀσεβέσιν τεθεικώς

7 καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπò τη̃ς τω̃ν ἀθέσμων ἐν ἀσελγεία̨ ἀναστροφη̃ς ἐρρύσατο

8 βλέμματι γὰρ καὶ ἀκοη̨̃ ὁ δίκαιος ἐγκατοικω̃ν ἐν αὐτοι̃ς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν

9 οἰ̃δεν κύριος εὐσεβει̃ς ἐκ πειρασμου̃ ῥύεσθαι ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρει̃ν

10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκòς ἐν ἐπιθυμία̨ μιασμου̃ πορευομένους καὶ κυριότητος καταφρονου̃ντας τολμηταί αὐθάδεις δόξας οὐ τρέμουσιν βλασφημου̃ντες

11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ' αὐτω̃ν παρὰ κυρίου βλάσφημον κρίσιν

12 οὑ̃τοι δέ ὡς ἄλογα ζω̨̃α γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν ἐν οἱ̃ς ἀγνοου̃σιν βλασφημου̃ντες ἐν τη̨̃ φθορα̨̃ αὐτω̃ν καὶ φθαρήσονται

13 ἀδικούμενοι μισθòν ἀδικίας ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρα̨ τρυφήν σπίλοι καὶ μω̃μοι ἐντρυφω̃ντες ἐν ται̃ς ἀπάταις αὐτω̃ν συνευωχούμενοι ὑμι̃ν

14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας δελεάζοντες ψυχὰς ἀστηρίκτους καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες κατάρας τέκνα

15 καταλείποντες εὐθει̃αν ὁδòν ἐπλανήθησαν ἐξακολουθήσαντες τη̨̃ ὁδω̨̃ του̃ Βαλαὰμ του̃ Βοσόρ ὃς μισθòν ἀδικίας ἠγάπησεν

16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνη̨̃ φθεγξάμενον ἐκώλυσεν τὴν του̃ προφήτου παραφρονίαν

17 οὑ̃τοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπò λαίλαπος ἐλαυνόμεναι οἱ̃ς ὁ ζόφος του̃ σκότους τετήρηται

18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκòς ἀσελγείαις τοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνη̨ ἀναστρεφομένους

19 ἐλευθερίαν αὐτοι̃ς ἐπαγγελλόμενοι αὐτοὶ δου̃λοι ὑπάρχοντες τη̃ς φθορα̃ς ὡ̨̃ γάρ τις ἥττηται τούτω̨ δεδούλωται

20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα του̃ κόσμου ἐν ἐπιγνώσει του̃ κυρίου ἡμω̃ν καὶ σωτη̃ρος ’Ιησου̃ Χριστου̃ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττω̃νται γέγονεν αὐτοι̃ς τὰ ἔσχατα χείρονα τω̃ν πρώτων

21 κρει̃ττον γὰρ ἠ̃ν αὐτοι̃ς μὴ ἐπεγνωκέναι τὴν ὁδòν τη̃ς δικαιοσύνης ἢ ἐπιγνου̃σιν ὑποστρέψαι ἐκ τη̃ς παραδοθείσης αὐτοι̃ς ἁγίας ἐντολη̃ς

22 συμβέβηκεν αὐτοι̃ς τò τη̃ς ἀληθου̃ς παροιμίας κύων ἐπιστρέψας ἐπὶ τò ἴδιον ἐξέραμα καί ὑ̃ς λουσαμένη εἰς κυλισμòν βορβόρου

 

Κεφάλαιον Γ' (3)

1 ταύτην ἤδη ἀγαπητοί δευτέραν ὑμι̃ν γράφω ἐπιστολήν ἐν αἱ̃ς διεγείρω ὑμω̃ν ἐν ὑπομνήσει τὴν εἰλικρινη̃ διάνοιαν

2 μνησθη̃ναι τω̃ν προειρημένων ῥημάτων ὑπò τω̃ν ἁγίων προφητω̃ν καὶ τη̃ς τω̃ν ἀποστόλων ὑμω̃ν ἐντολη̃ς του̃ κυρίου καὶ σωτη̃ρος

3 του̃το πρω̃τον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ἐν ἐμπαιγμονη̨̃ ἐμπαι̃κται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτω̃ν πορευόμενοι

4 καὶ λέγοντες που̃ ἐστιν ἡ ἐπαγγελία τη̃ς παρουσίας αὐτου̃ ἀφ' ἡ̃ς γὰρ οἱ πατέρες ἐκοιμήθησαν πάντα οὕτως διαμένει ἀπ' ἀρχη̃ς κτίσεως

5 λανθάνει γὰρ αὐτοὺς του̃το θέλοντας ὅτι οὐρανοὶ ἠ̃σαν ἔκπαλαι καὶ γη̃ ἐξ ὕδατος καὶ δι' ὕδατος συνεστω̃σα τω̨̃ του̃ θεου̃ λόγω̨

6 δι' ὡ̃ν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο

7 οἱ δὲ νυ̃ν οὐρανοὶ καὶ ἡ γη̃ τω̨̃ αὐτω̨̃ λόγω̨ τεθησαυρισμένοι εἰσὶν πυρί τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τω̃ν ἀσεβω̃ν ἀνθρώπων

8 ἓν δὲ του̃το μὴ λανθανέτω ὑμα̃ς ἀγαπητοί ὅτι μία ἡμέρα παρὰ κυρίω̨ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία

9 οὐ βραδύνει κύριος τη̃ς ἐπαγγελίας ὥς τινες βραδύτητα ἡγου̃νται ἀλλὰ μακροθυμει̃ εἰς ὑμα̃ς μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρη̃σαι

10 ἥξει δὲ ἡμέρα κυρίου ὡς κλέπτης ἐν ἡ̨̃ οἱ οὐρανοὶ ῥοιζηδòν παρελεύσονται στοιχει̃α δὲ καυσούμενα λυθήσεται καὶ γη̃ καὶ τὰ ἐν αὐτη̨̃ ἔργα εὑρεθήσεται

11 τούτων οὕτως πάντων λυομένων ποταποὺς δει̃ ὑπάρχειν ὑμα̃ς ἐν ἁγίαις ἀναστροφαι̃ς καὶ εὐσεβείαις

12 προσδοκω̃ντας καὶ σπεύδοντας τὴν παρουσίαν τη̃ς του̃ θεου̃ ἡμέρας δι' ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχει̃α καυσούμενα τήκεται

13 καινοὺς δὲ οὐρανοὺς καὶ γη̃ν καινὴν κατὰ τò ἐπάγγελμα αὐτου̃ προσδοκω̃μεν ἐν οἱ̃ς δικαιοσύνη κατοικει̃

14 διό ἀγαπητοί ταυ̃τα προσδοκω̃ντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτω̨̃ εὑρεθη̃ναι ἐν εἰρήνη̨

15 καὶ τὴν του̃ κυρίου ἡμω̃ν μακροθυμίαν σωτηρίαν ἡγει̃σθε καθὼς καὶ ὁ ἀγαπητòς ἡμω̃ν ἀδελφòς Παυ̃λος κατὰ τὴν δοθει̃σαν αὐτω̨̃ σοφίαν ἔγραψεν ὑμι̃ν

16 ὡς καὶ ἐν πάσαις ἐπιστολαι̃ς λαλω̃ν ἐν αὐται̃ς περὶ τούτων ἐν αἱ̃ς ἐστιν δυσνόητά τινα ἃ οἱ ἀμαθει̃ς καὶ ἀστήρικτοι στρεβλου̃σιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρòς τὴν ἰδίαν αὐτω̃ν ἀπώλειαν

17 ὑμει̃ς οὐ̃ν ἀγαπητοί προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τη̨̃ τω̃ν ἀθέσμων πλάνη̨ συναπαχθέντες ἐκπέσητε του̃ ἰδίου στηριγμου̃

18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει του̃ κυρίου ἡμω̃ν καὶ σωτη̃ρος ’Ιησου̃ Χριστου̃ αὐτω̨̃ ἡ δόξα καὶ νυ̃ν καὶ εἰς ἡμέραν αἰω̃νος ἀμήν

 

Κνθγξ

[X]