'Αριθμοὶ

1:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Σινα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἐν μια̨̃ του̃ μηνὸς του̃ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου λέγων

1:2 λάβετε ἀρχὴν πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ κατὰ συγγενείας αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πα̃ς ἄρσην

1:3 ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτω̃ν σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς

1:4 καὶ μεθ' ὑμω̃ν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων κατ' οἴκους πατριω̃ν ἔσονται

1:5 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν οἵτινες παραστήσονται μεθ' ὑμω̃ν τω̃ν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ

1:6 τω̃ν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι

1:7 τω̃ν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ

1:8 τω̃ν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ

1:9 τω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων

1:10 τω̃ν υἱω̃ν Ιωσηφ τω̃ν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ τω̃ν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ

1:11 τω̃ν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι

1:12 τω̃ν Δαν Αχιεζερ υἱὸς Αμισαδαι

1:13 τω̃ν Ασηρ Φαγαιηλ υἱὸς Εχραν

1:14 τω̃ν Γαδ Ελισαφ υἱὸς Ραγουηλ

1:15 τω̃ν Νεφθαλι Αχιρε υἱὸς Αιναν

1:16 οὑ̃τοι ἐπίκλητοι τη̃ς συναγωγη̃ς ἄρχοντες τω̃ν φυλω̃ν κατὰ πατριάς χιλίαρχοι Ισραηλ εἰσίν

1:17 καὶ ἔλαβεν Μωυση̃ς καὶ Ααρων τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος

1:18 καὶ πα̃σαν τὴν συναγωγὴν συνήγαγον ἐν μια̨̃ του̃ μηνὸς του̃ δευτέρου ἔτους καὶ ἐπηξονου̃σαν κατὰ γενέσεις αὐτω̃ν κατὰ πατριὰς αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτω̃ν

1:19 ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ καὶ ἐπεσκέπησαν ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Σινα

1:20 καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:21 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ρουβην ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

1:22 τοι̃ς υἱοι̃ς Συμεων κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:23 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Συμεων ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι

1:24 τοι̃ς υἱοι̃ς Ιουδα κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:25 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ιουδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι

1:26 τοι̃ς υἱοι̃ς Ισσαχαρ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:27 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ισσαχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

1:28 τοι̃ς υἱοι̃ς Ζαβουλων κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:29 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ζαβουλων ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

1:30 τοι̃ς υἱοι̃ς Ιωσηφ υἱοι̃ς Εφραιμ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:31 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Εφραιμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

1:32 τοι̃ς υἱοι̃ς Μανασση κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:33 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Μανασση δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι

1:34 τοι̃ς υἱοι̃ς Βενιαμιν κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:35 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Βενιαμιν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι

1:36 τοι̃ς υἱοι̃ς Γαδ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:37 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Γαδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα

1:38 τοι̃ς υἱοι̃ς Δαν κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:39 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Δαν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι

1:40 τοι̃ς υἱοι̃ς Ασηρ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:41 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ασηρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

1:42 τοι̃ς υἱοι̃ς Νεφθαλι κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει

1:43 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Νεφθαλι τρει̃ς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

1:44 αὕτη ἡ ἐπίσκεψις ἣν ἐπεσκέψαντο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄνδρες ἀνὴρ εἱ̃ς κατὰ φυλὴν μίαν κατὰ φυλὴν οἴκων πατρια̃ς ἠ̃σαν

1:45 καὶ ἐγένετο πα̃σα ἡ ἐπίσκεψις υἱω̃ν Ισραηλ σὺν δυνάμει αὐτω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ

1:46 ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα

1:47 οἱ δὲ Λευι̃ται ἐκ τη̃ς φυλη̃ς πατρια̃ς αὐτω̃ν οὐκ ἐπεσκέπησαν ἐν τοι̃ς υἱοι̃ς Ισραηλ

1:48 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

1:49 ὅρα τὴν φυλὴν τὴν Λευι οὐ συνεπισκέψη̨ καὶ τὸν ἀριθμὸν αὐτω̃ν οὐ λήμψη̨ ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ

1:50 καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτη̨̃ αὐτοὶ ἀρου̃σιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτη̨̃ καὶ κύκλω̨ τη̃ς σκηνη̃ς παρεμβαλου̃σιν

1:51 καὶ ἐν τω̨̃ ἐξαίρειν τὴν σκηνὴν καθελου̃σιν αὐτὴν οἱ Λευι̃ται καὶ ἐν τω̨̃ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω

1:52 καὶ παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ ἀνὴρ ἐν τη̨̃ ἑαυτου̃ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτου̃ ἡγεμονίαν σὺν δυνάμει αὐτω̃ν

1:53 οἱ δὲ Λευι̃ται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλω̨ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοι̃ς Ισραηλ καὶ φυλάξουσιν οἱ Λευι̃ται αὐτοὶ τὴν φυλακὴν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

1:54 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ κατὰ πάντα ἃ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ Ααρων οὕτως ἐποίησαν

2:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων

2:2 ἄνθρωπος ἐχόμενος αὐτου̃ κατὰ τάγμα κατὰ σημέας κατ' οἴκους πατριω̃ν αὐτω̃ν παρεμβαλέτωσαν οἱ υἱοὶ Ισραηλ ἐναντίοι κύκλω̨ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ

2:3 καὶ οἱ παρεμβάλλοντες πρω̃τοι κατ' ἀνατολὰς τάγμα παρεμβολη̃ς Ιουδα σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ

2:4 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι

2:5 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Ισσαχαρ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ

2:6 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

2:7 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Ζαβουλων καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων

2:8 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

2:9 πάντες οἱ ἐπεσκεμμένοι ἐκ τη̃ς παρεμβολη̃ς Ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτω̃ν πρω̃τοι ἐξαρου̃σιν

2:10 τάγμα παρεμβολη̃ς Ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ

2:11 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

2:12 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Συμεων καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι

2:13 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι

2:14 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Γαδ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Γαδ Ελισαφ υἱὸς Ραγουηλ

2:15 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα

2:16 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτω̃ν δεύτεροι ἐξαρου̃σιν

2:17 καὶ ἀρθήσεται ἡ σκηνὴ του̃ μαρτυρίου καὶ ἡ παρεμβολὴ τω̃ν Λευιτω̃ν μέσον τω̃ν παρεμβολω̃ν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαρου̃σιν ἕκαστος ἐχόμενος καθ' ἡγεμονίαν

2:18 τάγμα παρεμβολη̃ς Εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ

2:19 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

2:20 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Μανασση καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ

2:21 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι

2:22 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Βενιαμιν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι

2:23 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι

2:24 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτω̃ν τρίτοι ἐξαρου̃σιν

2:25 τάγμα παρεμβολη̃ς Δαν πρὸς βορρα̃ν σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Δαν Αχιεζερ υἱὸς Αμισαδαι

2:26 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι

2:27 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Ασηρ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ασηρ Φαγαιηλ υἱὸς Εχραν

2:28 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

2:29 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Νεφθαλι καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Νεφθαλι Αχιρε υἱὸς Αιναν

2:30 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τρει̃ς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

2:31 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι ἔσχατοι ἐξαρου̃σιν κατὰ τάγμα αὐτω̃ν

2:32 αὕτη ἡ ἐπίσκεψις τω̃ν υἱω̃ν Ισραηλ κατ' οἴκους πατριω̃ν αὐτω̃ν πα̃σα ἡ ἐπίσκεψις τω̃ν παρεμβολω̃ν σὺν ται̃ς δυνάμεσιν αὐτω̃ν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα

2:33 οἱ δὲ Λευι̃ται οὐ συνεπεσκέπησαν ἐν αὐτοι̃ς καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃

2:34 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ πάντα ὅσα συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτω̃ν καὶ οὕτως ἐξη̃ρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν

3:1 καὶ αὑ̃ται αἱ γενέσεις Ααρων καὶ Μωυση̃ ἐν ἡ̨̃ ἡμέρα̨ ἐλάλησεν κύριος τω̨̃ Μωυση̨̃ ἐν ὄρει Σινα

3:2 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ααρων πρωτότοκος Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ

3:3 ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ααρων οἱ ἱερει̃ς οἱ ἠλειμμένοι οὓς ἐτελείωσαν τὰς χει̃ρας αὐτω̃ν ἱερατεύειν

3:4 καὶ ἐτελεύτησεν Ναδαβ καὶ Αβιουδ ἔναντι κυρίου προσφερόντων αὐτω̃ν πυ̃ρ ἀλλότριον ἔναντι κυρίου ἐν τη̨̃ ἐρήμω̨ Σινα καὶ παιδία οὐκ ἠ̃ν αὐτοι̃ς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ μετ' Ααρων του̃ πατρὸς αὐτω̃ν

3:5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

3:6 λαβὲ τὴν φυλὴν Λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Ααρων του̃ ἱερέως καὶ λειτουργήσουσιν αὐτω̨̃

3:7 καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτου̃ καὶ τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ ἔναντι τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐργάζεσθαι τὰ ἔργα τη̃ς σκηνη̃ς

3:8 καὶ φυλάξουσιν πάντα τὰ σκεύη τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ κατὰ πάντα τὰ ἔργα τη̃ς σκηνη̃ς

3:9 καὶ δώσεις τοὺς Λευίτας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ τοι̃ς ἱερευ̃σιν δόμα δεδομένοι οὑ̃τοί μοί εἰσιν ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ

3:10 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καταστήσεις ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ φυλάξουσιν τὴν ἱερατείαν αὐτω̃ν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω του̃ καταπετάσματος καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανει̃ται

3:11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

3:12 καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τω̃ν υἱω̃ν Ισραηλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τω̃ν υἱω̃ν Ισραηλ λύτρα αὐτω̃ν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευι̃ται

3:13 ἐμοὶ γὰρ πα̃ν πρωτότοκον ἐν ἡ̨̃ ἡμέρα̨ ἐπάταξα πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτου ἡγίασα ἐμοὶ πα̃ν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται ἐγὼ κύριος

3:14 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἐρήμω̨ Σινα λέγων

3:15 ἐπίσκεψαι τοὺς υἱοὺς Λευι κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατὰ συγγενείας αὐτω̃ν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς

3:16 καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ὃν τρόπον συνέταξεν αὐτοι̃ς κύριος

3:17 καὶ ἠ̃σαν οὑ̃τοι οἱ υἱοὶ Λευι ἐξ ὀνομάτων αὐτω̃ν Γεδσων Κααθ καὶ Μεραρι

3:18 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Γεδσων κατὰ δήμους αὐτω̃ν Λοβενι καὶ Σεμεϊ

3:19 καὶ υἱοὶ Κααθ κατὰ δήμους αὐτω̃ν Αμραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ

3:20 καὶ υἱοὶ Μεραρι κατὰ δήμους αὐτω̃ν Μοολι καὶ Μουσι οὑ̃τοί εἰσιν δη̃μοι τω̃ν Λευιτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν

3:21 τω̨̃ Γεδσων δη̃μος του̃ Λοβενι καὶ δη̃μος του̃ Σεμεϊ οὑ̃τοι δη̃μοι του̃ Γεδσων

3:22 ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ ἀριθμὸν παντὸς ἀρσενικου̃ ἀπὸ μηνιαίου καὶ ἐπάνω ἡ ἐπίσκεψις αὐτω̃ν ἑπτακισχίλιοι καὶ πεντακόσιοι

3:23 καὶ υἱοὶ Γεδσων ὀπίσω τη̃ς σκηνη̃ς παρὰ θάλασσαν παρεμβαλου̃σιν

3:24 καὶ ὁ ἄρχων οἴκου πατρια̃ς του̃ δήμου του̃ Γεδσων Ελισαφ υἱὸς Λαηλ

3:25 καὶ ἡ φυλακὴ υἱω̃ν Γεδσων ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἡ σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

3:26 καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς καὶ τὸ καταπέτασμα τη̃ς πύλης τη̃ς αὐλη̃ς τη̃ς οὔσης ἐπὶ τη̃ς σκηνη̃ς καὶ τὰ κατάλοιπα πάντων τω̃ν ἔργων αὐτου̃

3:27 τω̨̃ Κααθ δη̃μος ὁ Αμραμις καὶ δη̃μος ὁ Σααρις καὶ δη̃μος ὁ Χεβρωνις καὶ δη̃μος ὁ Οζιηλις οὑ̃τοί εἰσιν δη̃μοι του̃ Κααθ

3:28 κατὰ ἀριθμὸν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ὀκτακισχίλιοι καὶ ἑξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τω̃ν ἁγίων

3:29 οἱ δη̃μοι τω̃ν υἱω̃ν Κααθ παρεμβαλου̃σιν ἐκ πλαγίων τη̃ς σκηνη̃ς κατὰ λίβα

3:30 καὶ ὁ ἄρχων οἴκου πατριω̃ν τω̃ν δήμων του̃ Κααθ Ελισαφαν υἱὸς Οζιηλ

3:31 καὶ ἡ φυλακὴ αὐτω̃ν ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη του̃ ἁγίου ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτω̃ν

3:32 καὶ ὁ ἄρχων ἐπὶ τω̃ν ἀρχόντων τω̃ν Λευιτω̃ν Ελεαζαρ ὁ υἱὸς Ααρων του̃ ἱερέως καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τω̃ν ἁγίων

3:33 τω̨̃ Μεραρι δη̃μος ὁ Μοολι καὶ δη̃μος ὁ Μουσι οὑ̃τοί εἰσιν δη̃μοι Μεραρι

3:34 ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ ἀριθμόν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἑξακισχίλιοι καὶ πεντήκοντα

3:35 καὶ ὁ ἄρχων οἴκου πατριω̃ν του̃ δήμου του̃ Μεραρι Σουριηλ υἱὸς Αβιχαιλ ἐκ πλαγίων τη̃ς σκηνη̃ς παρεμβαλου̃σιν πρὸς βορρα̃ν

3:36 ἡ ἐπίσκεψις ἡ φυλακὴ υἱω̃ν Μεραρι τὰς κεφαλίδας τη̃ς σκηνη̃ς καὶ τοὺς μοχλοὺς αὐτη̃ς καὶ τοὺς στύλους αὐτη̃ς καὶ τὰς βάσεις αὐτη̃ς καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ τὰ ἔργα αὐτω̃ν

3:37 καὶ τοὺς στύλους τη̃ς αὐλη̃ς κύκλω̨ καὶ τὰς βάσεις αὐτω̃ν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτω̃ν

3:38 καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἀπ' ἀνατολη̃ς Μωυση̃ς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ φυλάσσοντες τὰς φυλακὰς του̃ ἁγίου εἰς τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανει̃ται

3:39 πα̃σα ἡ ἐπίσκεψις τω̃ν Λευιτω̃ν οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου κατὰ δήμους αὐτω̃ν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες

3:40 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων ἐπίσκεψαι πα̃ν πρωτότοκον ἄρσεν τω̃ν υἱω̃ν Ισραηλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος

3:41 καὶ λήμψη̨ τοὺς Λευίτας ἐμοί ἐγὼ κύριος ἀντὶ πάντων τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ καὶ τὰ κτήνη τω̃ν Λευιτω̃ν ἀντὶ πάντων τω̃ν πρωτοτόκων ἐν τοι̃ς κτήνεσιν τω̃ν υἱω̃ν Ισραηλ

3:42 καὶ ἐπεσκέψατο Μωυση̃ς ὃν τρόπον ἐνετείλατο κύριος πα̃ν πρωτότοκον ἐν τοι̃ς υἱοι̃ς Ισραηλ

3:43 καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τη̃ς ἐπισκέψεως αὐτω̃ν δύο καὶ εἴκοσι χιλιάδες τρει̃ς καὶ ἑβδομήκοντα καὶ διακόσιοι

3:44 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

3:45 λαβὲ τοὺς Λευίτας ἀντὶ πάντων τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ καὶ τὰ κτήνη τω̃ν Λευιτω̃ν ἀντὶ τω̃ν κτηνω̃ν αὐτω̃ν καὶ ἔσονται ἐμοὶ οἱ Λευι̃ται ἐγὼ κύριος

3:46 καὶ τὰ λύτρα τριω̃ν καὶ ἑβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ

3:47 καὶ λήμψη̨ πέντε σίκλους κατὰ κεφαλήν κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψη̨ εἴκοσι ὀβολοὺς του̃ σίκλου

3:48 καὶ δώσεις τὸ ἀργύριον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ λύτρα τω̃ν πλεοναζόντων ἐν αὐτοι̃ς

3:49 καὶ ἔλαβεν Μωυση̃ς τὸ ἀργύριον τὰ λύτρα τω̃ν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τω̃ν Λευιτω̃ν

3:50 παρὰ τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ ἔλαβεν τὸ ἀργύριον χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον

3:51 καὶ ἔδωκεν Μωυση̃ς τὰ λύτρα τω̃ν πλεοναζόντων Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ διὰ φωνη̃ς κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

4:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων

4:2 λαβὲ τὸ κεφάλαιον τω̃ν υἱω̃ν Κααθ ἐκ μέσου υἱω̃ν Λευι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν

4:3 ἀπὸ εἴκοσι καὶ πέντε ἐτω̃ν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτω̃ν πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν ποιη̃σαι πάντα τὰ ἔργα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου

4:4 καὶ ταυ̃τα τὰ ἔργα τω̃ν υἱω̃ν Κααθ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἅγιον τω̃ν ἁγίων

4:5 καὶ εἰσελεύσεται Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ὅταν ἐξαίρη̨ ἡ παρεμβολή καὶ καθελου̃σιν τὸ καταπέτασμα τὸ συσκιάζον καὶ κατακαλύψουσιν ἐν αὐτω̨̃ τὴν κιβωτὸν του̃ μαρτυρίου

4:6 καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς

4:7 καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον ὁλοπόρφυρον καὶ τὰ τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδει̃α ἐν οἱ̃ς σπένδει καὶ οἱ ἄρτοι οἱ διὰ παντὸς ἐπ' αὐτη̃ς ἔσονται

4:8 καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον κόκκινον καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ διεμβαλου̃σιν δι' αὐτη̃ς τοὺς ἀναφορει̃ς

4:9 καὶ λήμψονται ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν τὴν λυχνίαν τὴν φωτίζουσαν καὶ τοὺς λύχνους αὐτη̃ς καὶ τὰς λαβίδας αὐτη̃ς καὶ τὰς ἐπαρυστρίδας αὐτη̃ς καὶ πάντα τὰ ἀγγει̃α του̃ ἐλαίου οἱ̃ς λειτουργου̃σιν ἐν αὐτοι̃ς

4:10 καὶ ἐμβαλου̃σιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ' ἀναφορέων

4:11 καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσου̃ν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς αὐτου̃

4:12 καὶ λήμψονται πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς ἐν τοι̃ς ἁγίοις καὶ ἐμβαλου̃σιν εἰς ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορει̃ς

4:13 καὶ τὸν καλυπτη̃ρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπικαλύψουσιν ἐπ' αὐτὸ ἱμάτιον ὁλοπόρφυρον

4:14 καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργου̃σιν ἐπ' αὐτὸ ἐν αὐτοι̃ς καὶ τὰ πυρει̃α καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν καλυπτη̃ρα καὶ πάντα τὰ σκεύη του̃ θυσιαστηρίου καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς αὐτου̃ καὶ λήμψονται ἱμάτιον πορφυρου̃ν καὶ συγκαλύψουσιν τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃ καὶ ἐμβαλου̃σιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορει̃ς

4:15 καὶ συντελέσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τω̨̃ ἐξαίρειν τὴν παρεμβολήν καὶ μετὰ ταυ̃τα εἰσελεύσονται υἱοὶ Κααθ αἴρειν καὶ οὐχ ἅψονται τω̃ν ἁγίων ἵνα μὴ ἀποθάνωσιν ταυ̃τα ἀρου̃σιν οἱ υἱοὶ Κααθ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου

4:16 ἐπίσκοπος Ελεαζαρ υἱὸς Ααρων του̃ ἱερέως τὸ ἔλαιον του̃ φωτὸς καὶ τὸ θυμίαμα τη̃ς συνθέσεως καὶ ἡ θυσία ἡ καθ' ἡμέραν καὶ τὸ ἔλαιον τη̃ς χρίσεως ἡ ἐπισκοπὴ ὅλης τη̃ς σκηνη̃ς καὶ ὅσα ἐστὶν ἐν αὐτη̨̃ ἐν τω̨̃ ἁγίω̨ ἐν πα̃σι τοι̃ς ἔργοις

4:17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων

4:18 μὴ ὀλεθρεύσητε τη̃ς φυλη̃ς τὸν δη̃μον τὸν Κααθ ἐκ μέσου τω̃ν Λευιτω̃ν

4:19 του̃το ποιήσατε αὐτοι̃ς καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσιν προσπορευομένων αὐτω̃ν πρὸς τὰ ἅγια τω̃ν ἁγίων Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ προσπορευέσθωσαν καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτου̃

4:20 καὶ οὐ μὴ εἰσέλθωσιν ἰδει̃ν ἐξάπινα τὰ ἅγια καὶ ἀποθανου̃νται

4:21 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

4:22 λαβὲ τὴν ἀρχὴν τω̃ν υἱω̃ν Γεδσων καὶ τούτους κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ δήμους αὐτω̃ν

4:23 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς ἐπίσκεψαι αὐτούς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν τὰ ἔργα αὐτου̃ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου

4:24 αὕτη ἡ λειτουργία του̃ δήμου του̃ Γεδσων λειτουργει̃ν καὶ αἴρειν

4:25 καὶ ἀρει̃ τὰς δέρρεις τη̃ς σκηνη̃ς καὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτη̃ς καὶ τὸ κάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπ' αὐτη̃ς ἄνωθεν καὶ τὸ κάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

4:26 καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς ὅσα ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ τὰ περισσὰ καὶ πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς ποιήσουσιν

4:27 κατὰ στόμα Ααρων καὶ τω̃ν υἱω̃ν αὐτου̃ ἔσται ἡ λειτουργία τω̃ν υἱω̃ν Γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτω̃ν καὶ κατὰ πάντα τὰ ἀρτὰ δι' αὐτω̃ν καὶ ἐπισκέψη̨ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ' αὐτω̃ν

4:28 αὕτη ἡ λειτουργία τω̃ν υἱω̃ν Γεδσων ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ ἡ φυλακὴ αὐτω̃ν ἐν χειρὶ Ιθαμαρ του̃ υἱου̃ Ααρων του̃ ἱερέως

4:29 υἱοὶ Μεραρι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν ἐπισκέψασθε αὐτούς

4:30 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς ἐπισκέψασθε αὐτούς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

4:31 καὶ ταυ̃τα τὰ φυλάγματα τω̃ν αἰρομένων ὑπ' αὐτω̃ν κατὰ πάντα τὰ ἔργα αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου τὰς κεφαλίδας τη̃ς σκηνη̃ς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτη̃ς καὶ τὰς βάσεις αὐτη̃ς καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτω̃ν καὶ οἱ στύλοι αὐτω̃ν καὶ τὸ κατακάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς

4:32 καὶ τοὺς στύλους τη̃ς αὐλη̃ς κύκλω̨ καὶ αἱ βάσεις αὐτω̃ν καὶ τοὺς στύλους του̃ καταπετάσματος τη̃ς πύλης τη̃ς αὐλη̃ς καὶ τὰς βάσεις αὐτω̃ν καὶ τοὺς πασσάλους αὐτω̃ν καὶ τοὺς κάλους αὐτω̃ν καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ πάντα τὰ λειτουργήματα αὐτω̃ν ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τη̃ς φυλακη̃ς τω̃ν αἰρομένων ὑπ' αὐτω̃ν

4:33 αὕτη ἡ λειτουργία δήμου υἱω̃ν Μεραρι ἐν πα̃σιν τοι̃ς ἔργοις αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἐν χειρὶ Ιθαμαρ υἱου̃ Ααρων του̃ ἱερέως

4:34 καὶ ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς υἱοὺς Κααθ κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν

4:35 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου

4:36 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν δισχίλιοι διακόσιοι πεντήκοντα

4:37 αὕτη ἡ ἐπίσκεψις δήμου Κααθ πα̃ς ὁ λειτουργω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καθὰ ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃

4:38 καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσων κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν

4:39 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν τὰ ἔργα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου

4:40 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν δισχίλιοι ἑξακόσιοι τριάκοντα

4:41 αὕτη ἡ ἐπίσκεψις δήμου υἱω̃ν Γεδσων πα̃ς ὁ λειτουργω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃

4:42 ἐπεσκέπησαν δὲ καὶ δη̃μος υἱω̃ν Μεραρι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν

4:43 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν πρὸς τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

4:44 καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν τρισχίλιοι καὶ διακόσιοι

4:45 αὕτη ἡ ἐπίσκεψις δήμου υἱω̃ν Μεραρι οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃

4:46 πάντες οἱ ἐπεσκεμμένοι οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς Λευίτας κατὰ δήμους κατ' οἴκους πατριω̃ν αὐτω̃ν

4:47 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τω̃ν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου

4:48 καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα

4:49 διὰ φωνη̃ς κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυση̃ ἄνδρα κατ' ἄνδρα ἐπὶ τω̃ν ἔργων αὐτω̃ν καὶ ἐπὶ ὡ̃ν αἴρουσιν αὐτοί καὶ ἐπεσκέπησαν ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

5:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

5:2 πρόσταξον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τη̃ς παρεμβολη̃ς πάντα λεπρὸν καὶ πάντα γονορρυη̃ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχη̨̃

5:3 ἀπὸ ἀρσενικου̃ ἕως θηλυκου̃ ἐξαποστείλατε ἔξω τη̃ς παρεμβολη̃ς καὶ οὐ μὴ μιανου̃σιν τὰς παρεμβολὰς αὐτω̃ν ἐν οἱ̃ς ἐγὼ καταγίνομαι ἐν αὐτοι̃ς

5:4 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τη̃ς παρεμβολη̃ς καθὰ ἐλάλησεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ

5:5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

5:6 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων ἀνὴρ ἢ γυνή ὅστις ἐὰν ποιήση̨ ἀπὸ τω̃ν ἁμαρτιω̃ν τω̃ν ἀνθρωπίνων καὶ παριδὼν παρίδη̨ καὶ πλημμελήση̨ ἡ ψυχὴ ἐκείνη

5:7 ἐξαγορεύσει τὴν ἁμαρτίαν ἣν ἐποίησεν καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτου̃ προσθήσει ἐπ' αὐτὸ καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτω̨̃

5:8 ἐὰν δὲ μὴ ἠ̨̃ τω̨̃ ἀνθρώπω̨ ὁ ἀγχιστεύων ὥστε ἀποδου̃ναι αὐτω̨̃ τὸ πλημμέλημα πρὸς αὐτόν τὸ πλημμέλημα τὸ ἀποδιδόμενον κυρίω̨ τω̨̃ ἱερει̃ ἔσται πλὴν του̃ κριου̃ του̃ ἱλασμου̃ δι' οὑ̃ ἐξιλάσεται ἐν αὐτω̨̃ περὶ αὐτου̃

5:9 καὶ πα̃σα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοι̃ς Ισραηλ ὅσα ἂν προσφέρωσιν τω̨̃ κυρίω̨ τω̨̃ ἱερει̃ αὐτω̨̃ ἔσται

5:10 καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτου̃ ἔσται ἀνὴρ ὃς ἐὰν δω̨̃ τω̨̃ ἱερει̃ αὐτω̨̃ ἔσται

5:11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

5:12 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἀνδρὸς ἀνδρὸς ἐὰν παραβη̨̃ ἡ γυνὴ αὐτου̃ καὶ παρίδη̨ αὐτὸν ὑπεριδου̃σα

5:13 καὶ κοιμηθη̨̃ τις μετ' αὐτη̃ς κοίτην σπέρματος καὶ λάθη̨ ἐξ ὀφθαλμω̃ν του̃ ἀνδρὸς αὐτη̃ς καὶ κρύψη̨ αὐτὴ δὲ ἠ̨̃ μεμιαμμένη καὶ μάρτυς μὴ ἠ̃ν μετ' αὐτη̃ς καὶ αὐτὴ μὴ ἠ̨̃ συνειλημμένη

5:14 καὶ ἐπέλθη̨ αὐτω̨̃ πνευ̃μα ζηλώσεως καὶ ζηλώση̨ τὴν γυναι̃κα αὐτου̃ αὐτὴ δὲ μεμίανται ἢ ἐπέλθη̨ αὐτω̨̃ πνευ̃μα ζηλώσεως καὶ ζηλώση̨ τὴν γυναι̃κα αὐτου̃ αὐτὴ δὲ μὴ ἠ̨̃ μεμιαμμένη

5:15 καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναι̃κα αὐτου̃ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δω̃ρον περὶ αὐτη̃ς τὸ δέκατον του̃ οιφι ἄλευρον κρίθινον οὐκ ἐπιχεει̃ ἐπ' αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον ἔστιν γὰρ θυσία ζηλοτυπίας θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν

5:16 καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι κυρίου

5:17 καὶ λήμψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζω̃ν ἐν ἀγγείω̨ ὀστρακίνω̨ καὶ τη̃ς γη̃ς τη̃ς οὔσης ἐπὶ του̃ ἐδάφους τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλει̃ εἰς τὸ ὕδωρ

5:18 καὶ στήσει ὁ ἱερεὺς τὴν γυναι̃κα ἔναντι κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τη̃ς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χει̃ρας αὐτη̃ς τὴν θυσίαν του̃ μνημοσύνου τὴν θυσίαν τη̃ς ζηλοτυπίας ἐν δὲ τη̨̃ χειρὶ του̃ ἱερέως ἔσται τὸ ὕδωρ του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου τούτου

5:19 καὶ ὁρκιει̃ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρει̃ τη̨̃ γυναικί εἰ μὴ κεκοίμηταί τις μετὰ σου̃ εἰ μὴ παραβέβηκας μιανθη̃ναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτη̃ς ἀθώ̨α ἴσθι ἀπὸ του̃ ὕδατος του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου τούτου

5:20 εἰ δὲ σὺ παραβέβηκας ὑπ' ἀνδρὸς οὐ̃σα ἢ μεμίανσαι καὶ ἔδωκέν τις τὴν κοίτην αὐτου̃ ἐν σοὶ πλὴν του̃ ἀνδρός σου

5:21 καὶ ὁρκιει̃ ὁ ἱερεὺς τὴν γυναι̃κα ἐν τοι̃ς ὅρκοις τη̃ς ἀρα̃ς ταύτης καὶ ἐρει̃ ὁ ἱερεὺς τη̨̃ γυναικί δώ̨η κύριός σε ἐν ἀρα̨̃ καὶ ἐνόρκιον ἐν μέσω̨ του̃ λαου̃ σου ἐν τω̨̃ δου̃ναι κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην

5:22 καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον του̃το εἰς τὴν κοιλίαν σου πρη̃σαι γαστέρα καὶ διαπεσει̃ν μηρόν σου καὶ ἐρει̃ ἡ γυνή γένοιτο γένοιτο

5:23 καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου

5:24 καὶ ποτιει̃ τὴν γυναι̃κα τὸ ὕδωρ του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον του̃ ἐλεγμου̃

5:25 καὶ λήμψεται ὁ ἱερεὺς ἐκ χειρὸς τη̃ς γυναικὸς τὴν θυσίαν τη̃ς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον

5:26 καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τη̃ς θυσίας τὸ μνημόσυνον αὐτη̃ς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταυ̃τα ποτιει̃ τὴν γυναι̃κα τὸ ὕδωρ

5:27 καὶ ἔσται ἐὰν ἠ̨̃ μεμιαμμένη καὶ λήθη̨ λάθη̨ τὸν ἄνδρα αὐτη̃ς καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ του̃ ἐλεγμου̃ τὸ ἐπικαταρώμενον καὶ πρησθήσεται τὴν κοιλίαν καὶ διαπεσει̃ται ὁ μηρὸς αὐτη̃ς καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν ἐν τω̨̃ λαω̨̃ αὐτη̃ς

5:28 ἐὰν δὲ μὴ μιανθη̨̃ ἡ γυνὴ καὶ καθαρὰ ἠ̨̃ καὶ ἀθώ̨α ἔσται καὶ ἐκσπερματιει̃ σπέρμα

5:29 οὑ̃τος ὁ νόμος τη̃ς ζηλοτυπίας ὡ̨̃ ἐὰν παραβη̨̃ ἡ γυνὴ ὑπ' ἀνδρὸς οὐ̃σα καὶ μιανθη̨̃

5:30 ἢ ἄνθρωπος ὡ̨̃ ἐὰν ἐπέλθη̨ ἐπ' αὐτὸν πνευ̃μα ζηλώσεως καὶ ζηλώση̨ τὴν γυναι̃κα αὐτου̃ καὶ στήσει τὴν γυναι̃κα αὐτου̃ ἔναντι κυρίου καὶ ποιήσει αὐτη̨̃ ὁ ἱερεὺς πάντα τὸν νόμον του̃τον

5:31 καὶ ἀθω̨̃ος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτη̃ς

6:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

6:2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἀνὴρ ἢ γυνή ὃς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίω̨

6:3 ἀπὸ οἴνου καὶ σικερα ἁγνισθήσεται ἀπὸ οἴνου καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σικερα οὐ πίεται καὶ ὅσα κατεργάζεται ἐκ σταφυλη̃ς οὐ πίεται καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται

6:4 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς αὐτου̃ ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου οἰ̃νον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται

6:5 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς του̃ ἁγνισμου̃ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτου̃ ἕως ἂν πληρωθω̃σιν αἱ ἡμέραι ὅσας ηὔξατο κυρίω̨ ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλη̃ς

6:6 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς κυρίω̨ ἐπὶ πάση̨ ψυχη̨̃ τετελευτηκυία̨ οὐκ εἰσελεύσεται

6:7 ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ' ἀδελφω̨̃ καὶ ἐπ' ἀδελφη̨̃ οὐ μιανθήσεται ἐπ' αὐτοι̃ς ἀποθανόντων αὐτω̃ν ὅτι εὐχὴ θεου̃ αὐτου̃ ἐπ' αὐτω̨̃ ἐπὶ κεφαλη̃ς αὐτου̃

6:8 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς αὐτου̃ ἅγιος ἔσται κυρίω̨

6:9 ἐὰν δέ τις ἀποθάνη̨ ἐξάπινα ἐπ' αὐτω̨̃ παραχρη̃μα μιανθήσεται ἡ κεφαλὴ εὐχη̃ς αὐτου̃ καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτου̃ ἡ̨̃ ἂν ἡμέρα̨ καθαρισθη̨̃ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ξυρηθήσεται

6:10 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ οἴσει δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν πρὸς τὸν ἱερέα ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

6:11 καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ ὡ̃ν ἥμαρτεν περὶ τη̃ς ψυχη̃ς καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτου̃ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨

6:12 ἡ̨̃ ἡγιάσθη κυρίω̨ τὰς ἡμέρας τη̃ς εὐχη̃ς καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμέλειαν καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται ὅτι ἐμιάνθη κεφαλὴ εὐχη̃ς αὐτου̃

6:13 καὶ οὑ̃τος ὁ νόμος του̃ εὐξαμένου ἡ̨̃ ἂν ἡμέρα̨ πληρώση̨ ἡμέρας εὐχη̃ς αὐτου̃ προσοίσει αὐτὸς παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

6:14 καὶ προσάξει τὸ δω̃ρον αὐτου̃ κυρίω̨ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον μίαν εἰς ἁμαρτίαν καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον

6:15 καὶ κανου̃ν ἀζύμων σεμιδάλεως ἄρτους ἀναπεποιημένους ἐν ἐλαίω̨ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίω̨ καὶ θυσία αὐτω̃ν καὶ σπονδὴ αὐτω̃ν

6:16 καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι κυρίου καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτου̃ καὶ τὸ ὁλοκαύτωμα αὐτου̃

6:17 καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου κυρίω̨ ἐπὶ τω̨̃ κανω̨̃ τω̃ν ἀζύμων καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτου̃ καὶ τὴν σπονδὴν αὐτου̃

6:18 καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου τὴν κεφαλὴν τη̃ς εὐχη̃ς αὐτου̃ καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πυ̃ρ ὅ ἐστιν ὑπὸ τὴν θυσίαν του̃ σωτηρίου

6:19 καὶ λήμψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ του̃ κριου̃ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ του̃ κανου̃ καὶ λάγανον ἄζυμον ἓν καὶ ἐπιθήσει ἐπὶ τὰς χει̃ρας του̃ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτου̃

6:20 καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι κυρίου ἅγιον ἔσται τω̨̃ ἱερει̃ ἐπὶ του̃ στηθυνίου του̃ ἐπιθέματος καὶ ἐπὶ του̃ βραχίονος του̃ ἀφαιρέματος καὶ μετὰ ταυ̃τα πίεται ὁ ηὐγμένος οἰ̃νον

6:21 οὑ̃τος ὁ νόμος του̃ εὐξαμένου ὃς ἂν εὔξηται κυρίω̨ δω̃ρον αὐτου̃ κυρίω̨ περὶ τη̃ς εὐχη̃ς χωρὶς ὡ̃ν ἂν εὕρη̨ ἡ χεὶρ αὐτου̃ κατὰ δύναμιν τη̃ς εὐχη̃ς αὐτου̃ ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας

6:22 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

6:23 λάλησον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ισραηλ λέγοντες αὐτοι̃ς καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ισραηλ καὶ ἐγὼ κύριος εὐλογήσω αὐτούς

6:24 εὐλογήσαι σε κύριος καὶ φυλάξαι σε

6:25 ἐπιφάναι κύριος τὸ πρόσωπον αὐτου̃ ἐπὶ σὲ καὶ ἐλεήσαι σε

6:26 ἐπάραι κύριος τὸ πρόσωπον αὐτου̃ ἐπὶ σὲ καὶ δώ̨η σοι εἰρήνην

7:1 καὶ ἐγένετο ἡ̨̃ ἡμέρα̨ συνετέλεσεν Μωυση̃ς ὥστε ἀναστη̃σαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτου̃ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά

7:2 καὶ προσήνεγκαν οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄρχοντες οἴκων πατριω̃ν αὐτω̃ν οὑ̃τοι ἄρχοντες φυλω̃ν οὑ̃τοι οἱ παρεστηκότες ἐπὶ τη̃ς ἐπισκοπη̃ς

7:3 καὶ ἤνεγκαν τὰ δω̃ρα αὐτω̃ν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου καὶ προσήγαγον ἐναντίον τη̃ς σκηνη̃ς

7:4 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων

7:5 λαβὲ παρ' αὐτω̃ν καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ δώσεις αὐτὰ τοι̃ς Λευίταις ἑκάστω̨ κατὰ τὴν αὐτου̃ λειτουργίαν

7:6 καὶ λαβὼν Μωυση̃ς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοι̃ς Λευίταις

7:7 τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοι̃ς υἱοι̃ς Γεδσων κατὰ τὰς λειτουργίας αὐτω̃ν

7:8 καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοι̃ς υἱοι̃ς Μεραρι κατὰ τὰς λειτουργίας αὐτω̃ν διὰ Ιθαμαρ υἱου̃ Ααρων του̃ ἱερέως

7:9 καὶ τοι̃ς υἱοι̃ς Κααθ οὐκ ἔδωκεν ὅτι τὰ λειτουργήματα του̃ ἁγίου ἔχουσιν ἐπ' ὤμων ἀρου̃σιν

7:10 καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν του̃ θυσιαστηρίου ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἔχρισεν αὐτό καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δω̃ρα αὐτω̃ν ἀπέναντι του̃ θυσιαστηρίου

7:11 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἄρχων εἱ̃ς καθ' ἡμέραν ἄρχων καθ' ἡμέραν προσοίσουσιν τὰ δω̃ρα αὐτω̃ν εἰς τὸν ἐγκαινισμὸν του̃ θυσιαστηρίου

7:12 καὶ ἠ̃ν ὁ προσφέρων τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ τὸ δω̃ρον αὐτου̃ Ναασσων υἱὸς Αμιναδαβ ἄρχων τη̃ς φυλη̃ς Ιουδα

7:13 καὶ προσήνεγκεν τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:14 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:15 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:16 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:17 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ναασσων υἱου̃ Αμιναδαβ

7:18 τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ προσήνεγκεν Ναθαναηλ υἱὸς Σωγαρ ἄρχων τη̃ς φυλη̃ς Ισσαχαρ

7:19 καὶ προσήνεγκεν τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:20 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:21 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:22 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:23 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ναθαναηλ υἱου̃ Σωγαρ

7:24 τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἄρχων τω̃ν υἱω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων

7:25 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:26 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:27 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:28 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:29 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελιαβ υἱου̃ Χαιλων

7:30 τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ ἄρχων τω̃ν υἱω̃ν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ

7:31 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:32 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:33 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:34 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:35 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελισουρ υἱου̃ Σεδιουρ

7:36 τη̨̃ ἡμέρα̨ τη̨̃ πέμπτη̨ ἄρχων τω̃ν υἱω̃ν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι

7:37 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:38 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:39 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:40 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:41 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Σαλαμιηλ υἱου̃ Σουρισαδαι

7:42 τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ ἄρχων τω̃ν υἱω̃ν Γαδ Ελισαφ υἱὸς Ραγουηλ

7:43 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:44 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:45 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:46 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:47 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελισαφ υἱου̃ Ραγουηλ

7:48 τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἄρχων τω̃ν υἱω̃ν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ

7:49 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:50 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:51 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:52 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:53 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελισαμα υἱου̃ Εμιουδ

7:54 τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἄρχων τω̃ν υἱω̃ν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ

7:55 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:56 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:57 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:58 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:59 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Γαμαλιηλ υἱου̃ Φαδασσουρ

7:60 τη̨̃ ἡμέρα̨ τη̨̃ ἐνάτη̨ ἄρχων τω̃ν υἱω̃ν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι

7:61 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:62 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:63 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:64 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:65 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Αβιδαν υἱου̃ Γαδεωνι

7:66 τη̨̃ ἡμέρα̨ τη̨̃ δεκάτη̨ ἄρχων τω̃ν υἱω̃ν Δαν Αχιεζερ υἱὸς Αμισαδαι

7:67 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:68 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:69 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:70 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:71 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Αχιεζερ υἱου̃ Αμισαδαι

7:72 τη̨̃ ἡμέρα̨ τη̨̃ ἑνδεκάτη̨ ἄρχων τω̃ν υἱω̃ν Ασηρ Φαγαιηλ υἱὸς Εχραν

7:73 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:74 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:75 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:76 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:77 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Φαγαιηλ υἱου̃ Εχραν

7:78 τη̨̃ ἡμέρα̨ τη̨̃ δωδεκάτη̨ ἄρχων τω̃ν υἱω̃ν Νεφθαλι Αχιρε υἱὸς Αιναν

7:79 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν

7:80 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος

7:81 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα

7:82 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

7:83 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Αχιρε υἱου̃ Αιναν

7:84 οὑ̃τος ὁ ἐγκαινισμὸς του̃ θυσιαστηρίου ἡ̨̃ ἡμέρα̨ ἔχρισεν αὐτό παρὰ τω̃ν ἀρχόντων τω̃ν υἱω̃ν Ισραηλ τρυβλία ἀργυρα̃ δώδεκα φιάλαι ἀργυραι̃ δώδεκα θυίσκαι χρυσαι̃ δώδεκα

7:85 τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία πα̃ν τὸ ἀργύριον τω̃ν σκευω̃ν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τω̨̃ σίκλω̨ τω̨̃ ἁγίω̨

7:86 θυίσκαι χρυσαι̃ δώδεκα πλήρεις θυμιάματος πα̃ν τὸ χρυσίον τω̃ν θυισκω̃ν εἴκοσι καὶ ἑκατὸν χρυσοι̃

7:87 πα̃σαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα κριοὶ δώδεκα ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν καὶ χίμαροι ἐξ αἰγω̃ν δώδεκα περὶ ἁμαρτίας

7:88 πα̃σαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες κριοὶ ἑξήκοντα τράγοι ἑξήκοντα ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι αὕτη ἡ ἐγκαίνωσις του̃ θυσιαστηρίου μετὰ τὸ πληρω̃σαι τὰς χει̃ρας αὐτου̃ καὶ μετὰ τὸ χρι̃σαι αὐτόν

7:89 ἐν τω̨̃ εἰσπορεύεσθαι Μωυση̃ν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου λαλη̃σαι αὐτω̨̃ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλου̃ντος πρὸς αὐτὸν ἄνωθεν του̃ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τη̃ς κιβωτου̃ του̃ μαρτυρίου ἀνὰ μέσον τω̃ν δύο χερουβιμ καὶ ἐλάλει πρὸς αὐτόν

8:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

8:2 λάλησον τω̨̃ Ααρων καὶ ἐρει̃ς πρὸς αὐτόν ὅταν ἐπιτιθη̨̃ς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τη̃ς λυχνίας φωτιου̃σιν οἱ ἑπτὰ λύχνοι

8:3 καὶ ἐποίησεν οὕτως Ααρων ἐκ του̃ ἑνὸς μέρους κατὰ πρόσωπον τη̃ς λυχνίας ἐξη̃ψεν τοὺς λύχνους αὐτη̃ς καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

8:4 καὶ αὕτη ἡ κατασκευὴ τη̃ς λυχνίας στερεὰ χρυση̃ ὁ καυλὸς αὐτη̃ς καὶ τὰ κρίνα αὐτη̃ς στερεὰ ὅλη κατὰ τὸ εἰ̃δος ὃ ἔδειξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησεν τὴν λυχνίαν

8:5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

8:6 λαβὲ τοὺς Λευίτας ἐκ μέσου υἱω̃ν Ισραηλ καὶ ἀφαγνιει̃ς αὐτούς

8:7 καὶ οὕτως ποιήσεις αὐτοι̃ς τὸν ἁγνισμὸν αὐτω̃ν περιρρανει̃ς αὐτοὺς ὕδωρ ἁγνισμου̃ καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πα̃ν τὸ σω̃μα αὐτω̃ν καὶ πλυνου̃σιν τὰ ἱμάτια αὐτω̃ν καὶ καθαροὶ ἔσονται

8:8 καὶ λήμψονται μόσχον ἕνα ἐκ βοω̃ν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίω̨ καὶ μόσχον ἐνιαύσιον ἐκ βοω̃ν λήμψη̨ περὶ ἁμαρτίας

8:9 καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ συνάξεις πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ

8:10 καὶ προσάξεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ισραηλ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τοὺς Λευίτας

8:11 καὶ ἀφοριει̃ Ααρων τοὺς Λευίτας ἀπόδομα ἔναντι κυρίου παρὰ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα κυρίου

8:12 οἱ δὲ Λευι̃ται ἐπιθήσουσιν τὰς χει̃ρας ἐπὶ τὰς κεφαλὰς τω̃ν μόσχων καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα κυρίω̨ ἐξιλάσασθαι περὶ αὐτω̃ν

8:13 καὶ στήσεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἔναντι Ααρων καὶ ἔναντι τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι κυρίου

8:14 καὶ διαστελει̃ς τοὺς Λευίτας ἐκ μέσου υἱω̃ν Ισραηλ καὶ ἔσονται ἐμοί

8:15 καὶ μετὰ ταυ̃τα εἰσελεύσονται οἱ Λευι̃ται ἐργάζεσθαι τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ καθαριει̃ς αὐτοὺς καὶ ἀποδώσεις αὐτοὺς ἔναντι κυρίου

8:16 ὅτι ἀπόδομα ἀποδεδομένοι οὑ̃τοί μοί εἰσιν ἐκ μέσου υἱω̃ν Ισραηλ ἀντὶ τω̃ν διανοιγόντων πα̃σαν μήτραν πρωτοτόκων πάντων ἐκ τω̃ν υἱω̃ν Ισραηλ εἴληφα αὐτοὺς ἐμοί

8:17 ὅτι ἐμοὶ πα̃ν πρωτότοκον ἐν υἱοι̃ς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἡ̨̃ ἡμέρα̨ ἐπάταξα πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἡγίασα αὐτοὺς ἐμοὶ

8:18 καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοι̃ς Ισραηλ

8:19 καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ ἐκ μέσου υἱω̃ν Ισραηλ ἐργάζεσθαι τὰ ἔργα τω̃ν υἱω̃ν Ισραηλ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τω̃ν υἱω̃ν Ισραηλ καὶ οὐκ ἔσται ἐν τοι̃ς υἱοι̃ς Ισραηλ προσεγγίζων πρὸς τὰ ἅγια

8:20 καὶ ἐποίησεν Μωυση̃ς καὶ Ααρων καὶ πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ τοι̃ς Λευίταις καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ περὶ τω̃ν Λευιτω̃ν οὕτως ἐποίησαν αὐτοι̃ς οἱ υἱοὶ Ισραηλ

8:21 καὶ ἡγνίσαντο οἱ Λευι̃ται καὶ ἐπλύναντο τὰ ἱμάτια καὶ ἀπέδωκεν αὐτοὺς Ααρων ἀπόδομα ἔναντι κυρίου καὶ ἐξιλάσατο περὶ αὐτω̃ν Ααρων ἀφαγνίσασθαι αὐτούς

8:22 καὶ μετὰ ταυ̃τα εἰση̃λθον οἱ Λευι̃ται λειτουργει̃ν τὴν λειτουργίαν αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἔναντι Ααρων καὶ ἔναντι τω̃ν υἱω̃ν αὐτου̃ καθὼς συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ περὶ τω̃ν Λευιτω̃ν οὕτως ἐποίησαν αὐτοι̃ς

8:23 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

8:24 του̃τό ἐστιν τὸ περὶ τω̃ν Λευιτω̃ν ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργει̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου

8:25 καὶ ἀπὸ πεντηκονταετου̃ς ἀποστήσεται ἀπὸ τη̃ς λειτουργίας καὶ οὐκ ἐργα̃ται ἔτι

8:26 καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτου̃ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου φυλάσσειν φυλακάς ἔργα δὲ οὐκ ἐργα̃ται οὕτως ποιήσεις τοι̃ς Λευίταις ἐν ται̃ς φυλακαι̃ς αὐτω̃ν

9:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἐρήμω̨ Σινα ἐν τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ λέγων

9:2 εἰπὸν καὶ ποιείτωσαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα καθ' ὥραν αὐτου̃

9:3 τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ πρώτου πρὸς ἑσπέραν ποιήσεις αὐτὸ κατὰ καιρούς κατὰ τὸν νόμον αὐτου̃ καὶ κατὰ τὴν σύγκρισιν αὐτου̃ ποιήσεις αὐτό

9:4 καὶ ἐλάλησεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ποιη̃σαι τὸ πασχα

9:5 ἐναρχομένου τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς ἐν τη̨̃ ἐρήμω̨ του̃ Σινα καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ

9:6 καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἠ̃σαν ἀκάθαρτοι ἐπὶ ψυχη̨̃ ἀνθρώπου καὶ οὐκ ἠδύναντο ποιη̃σαι τὸ πασχα ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ προση̃λθον ἐναντίον Μωυση̃ καὶ Ααρων ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨

9:7 καὶ εἰ̃παν οἱ ἄνδρες ἐκει̃νοι πρὸς αὐτόν ἡμει̃ς ἀκάθαρτοι ἐπὶ ψυχη̨̃ ἀνθρώπου μὴ οὐ̃ν ὑστερήσωμεν προσενέγκαι τὸ δω̃ρον κυρίω̨ κατὰ καιρὸν αὐτου̃ ἐν μέσω̨ υἱω̃ν Ισραηλ

9:8 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Μωυση̃ς στη̃τε αὐτου̃ καὶ ἀκούσομαι τί ἐντελει̃ται κύριος περὶ ὑμω̃ν

9:9 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

9:10 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων ἄνθρωπος ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχη̨̃ ἀνθρώπου ἢ ἐν ὁδω̨̃ μακρὰν ὑμι̃ν ἢ ἐν ται̃ς γενεαι̃ς ὑμω̃ν καὶ ποιήσει τὸ πασχα κυρίω̨

9:11 ἐν τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἐν τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό ἐπ' ἀζύμων καὶ πικρίδων φάγονται αὐτό

9:12 οὐ καταλείψουσιν ἀπ' αὐτου̃ εἰς τὸ πρωὶ καὶ ὀστου̃ν οὐ συντρίψουσιν ἀπ' αὐτου̃ κατὰ τὸν νόμον του̃ πασχα ποιήσουσιν αὐτό

9:13 καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ἠ̨̃ καὶ ἐν ὁδω̨̃ μακρα̨̃ οὐκ ἔστιν καὶ ὑστερήση̨ ποιη̃σαι τὸ πασχα ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς ὅτι τὸ δω̃ρον κυρίω̨ οὐ προσήνεγκεν κατὰ τὸν καιρὸν αὐτου̃ ἁμαρτίαν αὐτου̃ λήμψεται ὁ ἄνθρωπος ἐκει̃νος

9:14 ἐὰν δὲ προσέλθη̨ πρὸς ὑμα̃ς προσήλυτος ἐν τη̨̃ γη̨̃ ὑμω̃ν καὶ ποιήσει τὸ πασχα κυρίω̨ κατὰ τὸν νόμον του̃ πασχα καὶ κατὰ τὴν σύνταξιν αὐτου̃ ποιήσει αὐτό νόμος εἱ̃ς ἔσται ὑμι̃ν καὶ τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ αὐτόχθονι τη̃ς γη̃ς

9:15 καὶ τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐστάθη ἡ σκηνή ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν τὸν οἰ̃κον του̃ μαρτυρίου καὶ τὸ ἑσπέρας ἠ̃ν ἐπὶ τη̃ς σκηνη̃ς ὡς εἰ̃δος πυρὸς ἕως πρωί

9:16 οὕτως ἐγίνετο διὰ παντός ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἰ̃δος πυρὸς τὴν νύκτα

9:17 καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τη̃ς σκηνη̃ς καὶ μετὰ ταυ̃τα ἀπη̃ραν οἱ υἱοὶ Ισραηλ καὶ ἐν τω̨̃ τόπω̨ οὑ̃ ἂν ἔστη ἡ νεφέλη ἐκει̃ παρενέβαλον οἱ υἱοὶ Ισραηλ

9:18 διὰ προστάγματος κυρίου παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ καὶ διὰ προστάγματος κυρίου ἀπαρου̃σιν πάσας τὰς ἡμέρας ἐν αἱ̃ς σκιάζει ἡ νεφέλη ἐπὶ τη̃ς σκηνη̃ς παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ

9:19 καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τη̃ς σκηνη̃ς ἡμέρας πλείους καὶ φυλάξονται οἱ υἱοὶ Ισραηλ τὴν φυλακὴν του̃ θεου̃ καὶ οὐ μὴ ἐξάρωσιν

9:20 καὶ ἔσται ὅταν σκεπάση̨ ἡ νεφέλη ἡμέρας ἀριθμω̨̃ ἐπὶ τη̃ς σκηνη̃ς διὰ φωνη̃ς κυρίου παρεμβαλου̃σιν καὶ διὰ προστάγματος κυρίου ἀπαρου̃σιν

9:21 καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ' ἑσπέρας ἕως πρωὶ καὶ ἀναβη̨̃ ἡ νεφέλη τὸ πρωί καὶ ἀπαρου̃σιν ἡμέρας ἢ νυκτός

9:22 μηνὸς ἡμέρας πλεοναζούσης τη̃ς νεφέλης σκιαζούσης ἐπ' αὐτη̃ς παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ καὶ οὐ μὴ ἀπάρωσιν

9:23 ὅτι διὰ προστάγματος κυρίου ἀπαρου̃σιν τὴν φυλακὴν κυρίου ἐφυλάξαντο διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυση̃

10:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

10:2 ποίησον σεαυτω̨̃ δύο σάλπιγγας ἀργυρα̃ς ἐλατὰς ποιήσεις αὐτάς καὶ ἔσονταί σοι ἀνακαλει̃ν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς

10:3 καὶ σαλπίσεις ἐν αὐται̃ς καὶ συναχθήσεται πα̃σα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

10:4 ἐὰν δὲ ἐν μια̨̃ σαλπίσωσιν προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ισραηλ

10:5 καὶ σαλπιει̃τε σημασίαν καὶ ἐξαρου̃σιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς

10:6 καὶ σαλπιει̃τε σημασίαν δευτέραν καὶ ἐξαρου̃σιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα καὶ σαλπιει̃τε σημασίαν τρίτην καὶ ἐξαρου̃σιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν καὶ σαλπιει̃τε σημασίαν τετάρτην καὶ ἐξαρου̃σιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρα̃ν σημασία̨ σαλπιου̃σιν ἐν τη̨̃ ἐξάρσει αὐτω̃ν

10:7 καὶ ὅταν συναγάγητε τὴν συναγωγήν σαλπιει̃τε καὶ οὐ σημασία̨

10:8 καὶ οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς σαλπιου̃σιν ται̃ς σάλπιγξιν καὶ ἔσται ὑμι̃ν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν

10:9 ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τη̨̃ γη̨̃ ὑμω̃ν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμι̃ν καὶ σημανει̃τε ται̃ς σάλπιγξιν καὶ ἀναμνησθήσεσθε ἔναντι κυρίου καὶ διασωθήσεσθε ἀπὸ τω̃ν ἐχθρω̃ν ὑμω̃ν

10:10 καὶ ἐν ται̃ς ἡμέραις τη̃ς εὐφροσύνης ὑμω̃ν καὶ ἐν ται̃ς ἑορται̃ς ὑμω̃ν καὶ ἐν ται̃ς νουμηνίαις ὑμω̃ν σαλπιει̃τε ται̃ς σάλπιγξιν ἐπὶ τοι̃ς ὁλοκαυτώμασιν καὶ ἐπὶ ται̃ς θυσίαις τω̃ν σωτηρίων ὑμω̃ν καὶ ἔσται ὑμι̃ν ἀνάμνησις ἔναντι του̃ θεου̃ ὑμω̃ν ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν

10:11 καὶ ἐγένετο ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ δευτέρω̨ ἐν τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ εἰκάδι του̃ μηνὸς ἀνέβη ἡ νεφέλη ἀπὸ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

10:12 καὶ ἐξη̃ραν οἱ υἱοὶ Ισραηλ σὺν ἀπαρτίαις αὐτω̃ν ἐν τη̨̃ ἐρήμω̨ Σινα καὶ ἔστη ἡ νεφέλη ἐν τη̨̃ ἐρήμω̨ του̃ Φαραν

10:13 καὶ ἐξη̃ραν πρω̃τοι διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃

10:14 καὶ ἐξη̃ραν τάγμα παρεμβολη̃ς υἱω̃ν Ιουδα πρω̃τοι σὺν δυνάμει αὐτω̃ν καὶ ἐπὶ τη̃ς δυνάμεως αὐτω̃ν Ναασσων υἱὸς Αμιναδαβ

10:15 καὶ ἐπὶ τη̃ς δυνάμεως φυλη̃ς υἱω̃ν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ

10:16 καὶ ἐπὶ τη̃ς δυνάμεως φυλη̃ς υἱω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων

10:17 καὶ καθελου̃σιν τὴν σκηνὴν καὶ ἐξαρου̃σιν οἱ υἱοὶ Γεδσων καὶ οἱ υἱοὶ Μεραρι αἴροντες τὴν σκηνήν

10:18 καὶ ἐξη̃ραν τάγμα παρεμβολη̃ς Ρουβην σὺν δυνάμει αὐτω̃ν καὶ ἐπὶ τη̃ς δυνάμεως αὐτω̃ν Ελισουρ υἱὸς Σεδιουρ

10:19 καὶ ἐπὶ τη̃ς δυνάμεως φυλη̃ς υἱω̃ν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι

10:20 καὶ ἐπὶ τη̃ς δυνάμεως φυλη̃ς υἱω̃ν Γαδ Ελισαφ ὁ του̃ Ραγουηλ

10:21 καὶ ἐξαρου̃σιν οἱ υἱοὶ Κααθ αἴροντες τὰ ἅγια καὶ στήσουσιν τὴν σκηνήν ἕως παραγένωνται

10:22 καὶ ἐξαρου̃σιν τάγμα παρεμβολη̃ς Εφραιμ σὺν δυνάμει αὐτω̃ν καὶ ἐπὶ τη̃ς δυνάμεως αὐτω̃ν Ελισαμα υἱὸς Εμιουδ

10:23 καὶ ἐπὶ τη̃ς δυνάμεως φυλη̃ς υἱω̃ν Μανασση Γαμαλιηλ ὁ του̃ Φαδασσουρ

10:24 καὶ ἐπὶ τη̃ς δυνάμεως φυλη̃ς υἱω̃ν Βενιαμιν Αβιδαν ὁ του̃ Γαδεωνι

10:25 καὶ ἐξαρου̃σιν τάγμα παρεμβολη̃ς υἱω̃ν Δαν ἔσχατοι πασω̃ν τω̃ν παρεμβολω̃ν σὺν δυνάμει αὐτω̃ν καὶ ἐπὶ τη̃ς δυνάμεως αὐτω̃ν Αχιεζερ ὁ του̃ Αμισαδαι

10:26 καὶ ἐπὶ τη̃ς δυνάμεως φυλη̃ς υἱω̃ν Ασηρ Φαγαιηλ υἱὸς Εχραν

10:27 καὶ ἐπὶ τη̃ς δυνάμεως φυλη̃ς υἱω̃ν Νεφθαλι Αχιρε υἱὸς Αιναν

10:28 αὑ̃ται αἱ στρατιαὶ υἱω̃ν Ισραηλ καὶ ἐξη̃ραν σὺν δυνάμει αὐτω̃ν

10:29 καὶ εἰ̃πεν Μωυση̃ς τω̨̃ Ιωβαβ υἱω̨̃ Ραγουηλ τω̨̃ Μαδιανίτη̨ τω̨̃ γαμβρω̨̃ Μωυση̃ ἐξαίρομεν ἡμει̃ς εἰς τὸν τόπον ὃν εἰ̃πεν κύριος του̃τον δώσω ὑμι̃ν δευ̃ρο μεθ' ἡμω̃ν καὶ εὐ̃ σε ποιήσομεν ὅτι κύριος ἐλάλησεν καλὰ περὶ Ισραηλ

10:30 καὶ εἰ̃πεν πρὸς αὐτόν οὐ πορεύσομαι ἀλλὰ εἰς τὴν γη̃ν μου καὶ εἰς τὴν γενεάν μου

10:31 καὶ εἰ̃πεν μὴ ἐγκαταλίπη̨ς ἡμα̃ς οὑ̃ εἵνεκεν ἠ̃σθα μεθ' ἡμω̃ν ἐν τη̨̃ ἐρήμω̨ καὶ ἔση̨ ἐν ἡμι̃ν πρεσβύτης

10:32 καὶ ἔσται ἐὰν πορευθη̨̃ς μεθ' ἡμω̃ν καὶ ἔσται τὰ ἀγαθὰ ἐκει̃να ὅσα ἐὰν ἀγαθοποιήση̨ κύριος ἡμα̃ς καὶ εὐ̃ σε ποιήσομεν

10:33 καὶ ἐξη̃ραν ἐκ του̃ ὄρους κυρίου ὁδὸν τριω̃ν ἡμερω̃ν καὶ ἡ κιβωτὸς τη̃ς διαθήκης κυρίου προεπορεύετο προτέρα αὐτω̃ν ὁδὸν τριω̃ν ἡμερω̃ν κατασκέψασθαι αὐτοι̃ς ἀνάπαυσιν

10:34 καὶ ἐγένετο ἐν τω̨̃ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἰ̃πεν Μωυση̃ς ἐξεγέρθητι κύριε διασκορπισθήτωσαν οἱ ἐχθροί σου φυγέτωσαν πάντες οἱ μισου̃ντές σε

10:35 καὶ ἐν τη̨̃ καταπαύσει εἰ̃πεν ἐπίστρεφε κύριε χιλιάδας μυριάδας ἐν τω̨̃ Ισραηλ

10:36 καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ' αὐτοι̃ς ἡμέρας ἐν τω̨̃ ἐξαίρειν αὐτοὺς ἐκ τη̃ς παρεμβολη̃ς

11:1 καὶ ἠ̃ν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργη̨̃ καὶ ἐξεκαύθη ἐν αὐτοι̃ς πυ̃ρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τη̃ς παρεμβολη̃ς

11:2 καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυση̃ν καὶ ηὔξατο Μωυση̃ς πρὸς κύριον καὶ ἐκόπασεν τὸ πυ̃ρ

11:3 καὶ ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου ἐμπυρισμός ὅτι ἐξεκαύθη ἐν αὐτοι̃ς πυ̃ρ παρὰ κυρίου

11:4 καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοι̃ς ἐπεθύμησαν ἐπιθυμίαν καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ισραηλ καὶ εἰ̃παν τίς ἡμα̃ς ψωμιει̃ κρέα

11:5 ἐμνήσθημεν τοὺς ἰχθύας οὓς ἠσθίομεν ἐν Αἰγύπτω̨ δωρεάν καὶ τοὺς σικύας καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα

11:6 νυνὶ δὲ ἡ ψυχὴ ἡμω̃ν κατάξηρος οὐδὲν πλὴν εἰς τὸ μαννα οἱ ὀφθαλμοὶ ἡμω̃ν

11:7 τὸ δὲ μαννα ὡσεὶ σπέρμα κορίου ἐστίν καὶ τὸ εἰ̃δος αὐτου̃ εἰ̃δος κρυστάλλου

11:8 καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον καὶ ἤληθον αὐτὸ ἐν τω̨̃ μύλω̨ καὶ ἔτριβον ἐν τη̨̃ θυία̨ καὶ ἥψουν αὐτὸ ἐν τη̨̃ χύτρα̨ καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας καὶ ἠ̃ν ἡ ἡδονὴ αὐτου̃ ὡσεὶ γευ̃μα ἐγκρὶς ἐξ ἐλαίου

11:9 καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός κατέβαινεν τὸ μαννα ἐπ' αὐτη̃ς

11:10 καὶ ἤκουσεν Μωυση̃ς κλαιόντων αὐτω̃ν κατὰ δήμους αὐτω̃ν ἕκαστον ἐπὶ τη̃ς θύρας αὐτου̃ καὶ ἐθυμώθη ὀργη̨̃ κύριος σφόδρα καὶ ἔναντι Μωυση̃ ἠ̃ν πονηρόν

11:11 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς κύριον ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθει̃ναι τὴν ὁρμὴν του̃ λαου̃ τούτου ἐπ' ἐμέ

11:12 μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν του̃τον ἢ ἐγὼ ἔτεκον αὐτούς ὅτι λέγεις μοι λαβὲ αὐτὸν εἰς τὸν κόλπον σου ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα εἰς τὴν γη̃ν ἣν ὤμοσας τοι̃ς πατράσιν αὐτω̃ν

11:13 πόθεν μοι κρέα δου̃ναι παντὶ τω̨̃ λαω̨̃ τούτω̨ ὅτι κλαίουσιν ἐπ' ἐμοὶ λέγοντες δὸς ἡμι̃ν κρέα ἵνα φάγωμεν

11:14 οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν του̃τον ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥη̃μα του̃το

11:15 εἰ δὲ οὕτως σὺ ποιει̃ς μοι ἀπόκτεινόν με ἀναιρέσει εἰ εὕρηκα ἔλεος παρὰ σοί ἵνα μὴ ἴδω μου τὴν κάκωσιν

11:16 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τω̃ν πρεσβυτέρων Ισραηλ οὓς αὐτὸς σὺ οἰ̃δας ὅτι οὑ̃τοί εἰσιν πρεσβύτεροι του̃ λαου̃ καὶ γραμματει̃ς αὐτω̃ν καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ στήσονται ἐκει̃ μετὰ σου̃

11:17 καὶ καταβήσομαι καὶ λαλήσω ἐκει̃ μετὰ σου̃ καὶ ἀφελω̃ ἀπὸ του̃ πνεύματος του̃ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ' αὐτούς καὶ συναντιλήμψονται μετὰ σου̃ τὴν ὁρμὴν του̃ λαου̃ καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος

11:18 καὶ τω̨̃ λαω̨̃ ἐρει̃ς ἁγνίσασθε εἰς αὔριον καὶ φάγεσθε κρέα ὅτι ἐκλαύσατε ἔναντι κυρίου λέγοντες τίς ἡμα̃ς ψωμιει̃ κρέα ὅτι καλὸν ἡμι̃ν ἐστιν ἐν Αἰγύπτω̨ καὶ δώσει κύριος ὑμι̃ν κρέα φαγει̃ν καὶ φάγεσθε κρέα

11:19 οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας

11:20 ἕως μηνὸς ἡμερω̃ν φάγεσθε ἕως ἂν ἐξέλθη̨ ἐκ τω̃ν μυκτήρων ὑμω̃ν καὶ ἔσται ὑμι̃ν εἰς χολέραν ὅτι ἠπειθήσατε κυρίω̨ ὅς ἐστιν ἐν ὑμι̃ν καὶ ἐκλαύσατε ἐναντίον αὐτου̃ λέγοντες ἵνα τί ἡμι̃ν ἐξελθει̃ν ἐξ Αἰγύπτου

11:21 καὶ εἰ̃πεν Μωυση̃ς ἑξακόσιαι χιλιάδες πεζω̃ν ὁ λαός ἐν οἱ̃ς εἰμι ἐν αὐτοι̃ς καὶ σὺ εἰ̃πας κρέα δώσω αὐτοι̃ς φαγει̃ν καὶ φάγονται μη̃να ἡμερω̃ν

11:22 μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοι̃ς καὶ ἀρκέσει αὐτοι̃ς ἢ πα̃ν τὸ ὄψος τη̃ς θαλάσσης συναχθήσεται αὐτοι̃ς καὶ ἀρκέσει αὐτοι̃ς

11:23 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ

11:24 καὶ ἐξη̃λθεν Μωυση̃ς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ ἔστησεν αὐτοὺς κύκλω̨ τη̃ς σκηνη̃ς

11:25 καὶ κατέβη κύριος ἐν νεφέλη̨ καὶ ἐλάλησεν πρὸς αὐτόν καὶ παρείλατο ἀπὸ του̃ πνεύματος του̃ ἐπ' αὐτω̨̃ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους ὡς δὲ ἐπανεπαύσατο τὸ πνευ̃μα ἐπ' αὐτούς καὶ ἐπροφήτευσαν καὶ οὐκέτι προσέθεντο

11:26 καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τη̨̃ παρεμβολη̨̃ ὄνομα τω̨̃ ἑνὶ Ελδαδ καὶ ὄνομα τω̨̃ δευτέρω̨ Μωδαδ καὶ ἐπανεπαύσατο ἐπ' αὐτοὺς τὸ πνευ̃μα καὶ οὑ̃τοι ἠ̃σαν τω̃ν καταγεγραμμένων καὶ οὐκ ἠ̃λθον πρὸς τὴν σκηνήν καὶ ἐπροφήτευσαν ἐν τη̨̃ παρεμβολη̨̃

11:27 καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλεν Μωυση̨̃ καὶ εἰ̃πεν λέγων Ελδαδ καὶ Μωδαδ προφητεύουσιν ἐν τη̨̃ παρεμβολη̨̃

11:28 καὶ ἀποκριθεὶς 'Ιησου̃ς ὁ του̃ Ναυη ὁ παρεστηκὼς Μωυση̨̃ ὁ ἐκελεκτὸς εἰ̃πεν κύριε Μωυση̃ κώλυσον αὐτούς

11:29 καὶ εἰ̃πεν αὐτω̨̃ Μωυση̃ς μὴ ζηλοι̃ς σύ μοι καὶ τίς δώ̨η πάντα τὸν λαὸν κυρίου προφήτας ὅταν δω̨̃ κύριος τὸ πνευ̃μα αὐτου̃ ἐπ' αὐτούς

11:30 καὶ ἀπη̃λθεν Μωυση̃ς εἰς τὴν παρεμβολήν αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ

11:31 καὶ πνευ̃μα ἐξη̃λθεν παρὰ κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τη̃ς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντευ̃θεν καὶ ὁδὸν ἡμέρας ἐντευ̃θεν κύκλω̨ τη̃ς παρεμβολη̃ς ὡσεὶ δίπηχυ ἀπὸ τη̃ς γη̃ς

11:32 καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν ὁ τὸ ὀλίγον συνήγαγεν δέκα κόρους καὶ ἔψυξαν ἑαυτοι̃ς ψυγμοὺς κύκλω̨ τη̃ς παρεμβολη̃ς

11:33 τὰ κρέα ἔτι ἠ̃ν ἐν τοι̃ς ὀδου̃σιν αὐτω̃ν πρὶν ἢ ἐκλείπειν καὶ κύριος ἐθυμώθη εἰς τὸν λαόν καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα

11:34 καὶ ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου μνήματα τη̃ς ἐπιθυμίας ὅτι ἐκει̃ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν

11:35 ἀπὸ μνημάτων ἐπιθυμίας ἐξη̃ρεν ὁ λαὸς εἰς Ασηρωθ καὶ ἐγένετο ὁ λαὸς ἐν Ασηρωθ

12:1 καὶ ἐλάλησεν Μαριαμ καὶ Ααρων κατὰ Μωυση̃ ἕνεκεν τη̃ς γυναικὸς τη̃ς Αἰθιοπίσσης ἣν ἔλαβεν Μωυση̃ς ὅτι γυναι̃κα Αἰθιόπισσαν ἔλαβεν

12:2 καὶ εἰ̃παν μὴ Μωυση̨̃ μόνω̨ λελάληκεν κύριος οὐχὶ καὶ ἡμι̃ν ἐλάλησεν καὶ ἤκουσεν κύριος

12:3 καὶ ὁ ἄνθρωπος Μωυση̃ς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τη̃ς γη̃ς

12:4 καὶ εἰ̃πεν κύριος παραχρη̃μα πρὸς Μωυση̃ν καὶ Μαριαμ καὶ Ααρων ἐξέλθατε ὑμει̃ς οἱ τρει̃ς εἰς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἐξη̃λθον οἱ τρει̃ς εἰς τὴν σκηνὴν του̃ μαρτυρίου

12:5 καὶ κατέβη κύριος ἐν στύλω̨ νεφέλης καὶ ἔστη ἐπὶ τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐκλήθησαν Ααρων καὶ Μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι

12:6 καὶ εἰ̃πεν πρὸς αὐτούς ἀκούσατε τω̃ν λόγων μου ἐὰν γένηται προφήτης ὑμω̃ν κυρίω̨ ἐν ὁράματι αὐτω̨̃ γνωσθήσομαι καὶ ἐν ὕπνω̨ λαλήσω αὐτω̨̃

12:7 οὐχ οὕτως ὁ θεράπων μου Μωυση̃ς ἐν ὅλω̨ τω̨̃ οἴκω̨ μου πιστός ἐστιν

12:8 στόμα κατὰ στόμα λαλήσω αὐτω̨̃ ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων καὶ τὴν δόξαν κυρίου εἰ̃δεν καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλη̃σαι κατὰ του̃ θεράποντός μου Μωυση̃

12:9 καὶ ὀργὴ θυμου̃ κυρίου ἐπ' αὐτοι̃ς καὶ ἀπη̃λθεν

12:10 καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τη̃ς σκηνη̃ς καὶ ἰδοὺ Μαριαμ λεπρω̃σα ὡσεὶ χιών καὶ ἐπέβλεψεν Ααρων ἐπὶ Μαριαμ καὶ ἰδοὺ λεπρω̃σα

12:11 καὶ εἰ̃πεν Ααρων πρὸς Μωυση̃ν δέομαι κύριε μὴ συνεπιθη̨̃ ἡμι̃ν ἁμαρτίαν διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν

12:12 μὴ γένηται ὡσεὶ ἴσον θανάτω̨ ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τω̃ν σαρκω̃ν αὐτη̃ς

12:13 καὶ ἐβόησεν Μωυση̃ς πρὸς κύριον λέγων ὁ θεός δέομαί σου ἴασαι αὐτήν

12:14 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν εἰ ὁ πατὴρ αὐτη̃ς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτη̃ς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τη̃ς παρεμβολη̃ς καὶ μετὰ ταυ̃τα εἰσελεύσεται

12:15 καὶ ἀφωρίσθη Μαριαμ ἔξω τη̃ς παρεμβολη̃ς ἑπτὰ ἡμέρας καὶ ὁ λαὸς οὐκ ἐξη̃ρεν ἕως ἐκαθαρίσθη Μαριαμ

12:16 καὶ μετὰ ταυ̃τα ἐξη̃ρεν ὁ λαὸς ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν τη̨̃ ἐρήμω̨ του̃ Φαραν

13:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

13:2 ἀπόστειλον σεαυτω̨̃ ἄνδρας καὶ κατασκεψάσθωσαν τὴν γη̃ν τω̃ν Χαναναίων ἣν ἐγὼ δίδωμι τοι̃ς υἱοι̃ς Ισραηλ εἰς κατάσχεσιν ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριω̃ν αὐτω̃ν ἀποστελει̃ς αὐτούς πάντα ἀρχηγὸν ἐξ αὐτω̃ν

13:3 καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυση̃ς ἐκ τη̃ς ἐρήμου Φαραν διὰ φωνη̃ς κυρίου πάντες ἄνδρες ἀρχηγοὶ υἱω̃ν Ισραηλ οὑ̃τοι

13:4 καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν τη̃ς φυλη̃ς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ

13:5 τη̃ς φυλη̃ς Συμεων Σαφατ υἱὸς Σουρι

13:6 τη̃ς φυλη̃ς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη

13:7 τη̃ς φυλη̃ς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ

13:8 τη̃ς φυλη̃ς Εφραιμ Αυση υἱὸς Ναυη

13:9 τη̃ς φυλη̃ς Βενιαμιν Φαλτι υἱὸς Ραφου

13:10 τη̃ς φυλη̃ς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι

13:11 τη̃ς φυλη̃ς Ιωσηφ τω̃ν υἱω̃ν Μανασση Γαδδι υἱὸς Σουσι

13:12 τη̃ς φυλη̃ς Δαν Αμιηλ υἱὸς Γαμαλι

13:13 τη̃ς φυλη̃ς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ

13:14 τη̃ς φυλη̃ς Νεφθαλι Ναβι υἱὸς Ιαβι

13:15 τη̃ς φυλη̃ς Γαδ Γουδιηλ υἱὸς Μακχι

13:16 ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν οὓς ἀπέστειλεν Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν καὶ ἐπωνόμασεν Μωυση̃ς τὸν Αυση υἱὸν Ναυη 'Ιησου̃ν

13:17 καὶ ἀπέστειλεν αὐτοὺς Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν Χανααν καὶ εἰ̃πεν πρὸς αὐτούς ἀνάβητε ταύτη̨ τη̨̃ ἐρήμω̨ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος

13:18 καὶ ὄψεσθε τὴν γη̃ν τίς ἐστιν καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ' αὐτη̃ς εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί

13:19 καὶ τίς ἡ γη̃ εἰς ἣν οὑ̃τοι ἐγκάθηνται ἐπ' αὐτη̃ς εἰ καλή ἐστιν ἢ πονηρά καὶ τίνες αἱ πόλεις εἰς ἃς οὑ̃τοι κατοικου̃σιν ἐν αὐται̃ς εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις

13:20 καὶ τίς ἡ γη̃ εἰ πίων ἢ παρειμένη εἰ ἔστιν ἐν αὐτη̨̃ δένδρα ἢ οὔ καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τω̃ν καρπω̃ν τη̃ς γη̃ς καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος πρόδρομοι σταφυλη̃ς

13:21 καὶ ἀναβάντες κατεσκέψαντο τὴν γη̃ν ἀπὸ τη̃ς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εφααθ

13:22 καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἠ̃λθον ἕως Χεβρων καὶ ἐκει̃ Αχιμαν καὶ Σεσσι καὶ Θελαμιν γενεαὶ Εναχ καὶ Χεβρων ἑπτὰ ἔτεσιν ὠ̨κοδομήθη πρὸ του̃ Τάνιν Αἰγύπτου

13:23 καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν καὶ ἔκοψαν ἐκει̃θεν κλη̃μα καὶ βότρυν σταφυλη̃ς ἕνα ἐπ' αὐτου̃ καὶ ἠ̃ραν αὐτὸν ἐπ' ἀναφορευ̃σιν καὶ ἀπὸ τω̃ν ῥοω̃ν καὶ ἀπὸ τω̃ν συκω̃ν

13:24 τὸν τόπον ἐκει̃νον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκει̃θεν οἱ υἱοὶ Ισραηλ

13:25 καὶ ἀπέστρεψαν ἐκει̃θεν κατασκεψάμενοι τὴν γη̃ν μετὰ τεσσαράκοντα ἡμέρας

13:26 καὶ πορευθέντες ἠ̃λθον πρὸς Μωυση̃ν καὶ Ααρων καὶ πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ εἰς τὴν ἔρημον Φαραν Καδης καὶ ἀπεκρίθησαν αὐτοι̃ς ῥη̃μα καὶ πάση̨ τη̨̃ συναγωγη̨̃ καὶ ἔδειξαν τὸν καρπὸν τη̃ς γη̃ς

13:27 καὶ διηγήσαντο αὐτω̨̃ καὶ εἰ̃παν ἤλθαμεν εἰς τὴν γη̃ν εἰς ἣν ἀπέστειλας ἡμα̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καὶ οὑ̃τος ὁ καρπὸς αὐτη̃ς

13:28 ἀλλ' ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικου̃ν ἐπ' αὐτη̃ς καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκει̃

13:29 καὶ Αμαληκ κατοικει̃ ἐν τη̨̃ γη̨̃ τη̨̃ πρὸς νότον καὶ ὁ Χετται̃ος καὶ ὁ Ευαι̃ος καὶ ὁ Ιεβουσαι̃ος καὶ ὁ Αμορραι̃ος κατοικει̃ ἐν τη̨̃ ὀρεινη̨̃ καὶ ὁ Χαναναι̃ος κατοικει̃ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν

13:30 καὶ κατεσιώπησεν Χαλεβ τὸν λαὸν πρὸς Μωυση̃ν καὶ εἰ̃πεν αὐτω̨̃ οὐχί ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς

13:31 καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ' αὐτου̃ εἰ̃παν οὐκ ἀναβαίνομεν ὅτι οὐ μὴ δυνώμεθα ἀναβη̃ναι πρὸς τὸ ἔθνος ὅτι ἰσχυρότερόν ἐστιν ἡμω̃ν μα̃λλον

13:32 καὶ ἐξήνεγκαν ἔκστασιν τη̃ς γη̃ς ἣν κατεσκέψαντο αὐτήν πρὸς τοὺς υἱοὺς Ισραηλ λέγοντες τὴν γη̃ν ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι γη̃ κατέσθουσα τοὺς κατοικου̃ντας ἐπ' αὐτη̃ς ἐστιν πα̃ς ὁ λαός ὃν ἑωράκαμεν ἐν αὐτη̨̃ ἄνδρες ὑπερμήκεις

13:33 καὶ ἐκει̃ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἠ̃μεν ἐνώπιον αὐτω̃ν ὡσεὶ ἀκρίδες ἀλλὰ καὶ οὕτως ἠ̃μεν ἐνώπιον αὐτω̃ν

14:1 καὶ ἀναλαβου̃σα πα̃σα ἡ συναγωγὴ ἔδωκεν φωνήν καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην

14:2 καὶ διεγόγγυζον ἐπὶ Μωυση̃ν καὶ Ααρων πάντες οἱ υἱοὶ Ισραηλ καὶ εἰ̃παν πρὸς αὐτοὺς πα̃σα ἡ συναγωγή ὄφελον ἀπεθάνομεν ἐν γη̨̃ Αἰγύπτω̨ ἢ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ εἰ ἀπεθάνομεν

14:3 καὶ ἵνα τί κύριος εἰσάγει ἡμα̃ς εἰς τὴν γη̃ν ταύτην πεσει̃ν ἐν πολέμω̨ αἱ γυναι̃κες ἡμω̃ν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν νυ̃ν οὐ̃ν βέλτιον ἡμι̃ν ἐστιν ἀποστραφη̃ναι εἰς Αἴγυπτον

14:4 καὶ εἰ̃παν ἕτερος τω̨̃ ἑτέρω̨ δω̃μεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον

14:5 καὶ ἔπεσεν Μωυση̃ς καὶ Ααρων ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ

14:6 'Ιησου̃ς δὲ ὁ του̃ Ναυη καὶ Χαλεβ ὁ του̃ Ιεφοννη τω̃ν κατασκεψαμένων τὴν γη̃ν διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν

14:7 καὶ εἰ̃παν πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ λέγοντες ἡ γη̃ ἣν κατεσκεψάμεθα αὐτήν ἀγαθή ἐστιν σφόδρα σφόδρα

14:8 εἰ αἱρετίζει ἡμα̃ς κύριος εἰσάξει ἡμα̃ς εἰς τὴν γη̃ν ταύτην καὶ δώσει αὐτὴν ἡμι̃ν γη̃ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι

14:9 ἀλλὰ ἀπὸ του̃ κυρίου μὴ ἀποστάται γίνεσθε ὑμει̃ς δὲ μὴ φοβηθη̃τε τὸν λαὸν τη̃ς γη̃ς ὅτι κατάβρωμα ἡμι̃ν ἐστιν ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ' αὐτω̃ν ὁ δὲ κύριος ἐν ἡμι̃ν μὴ φοβηθη̃τε αὐτούς

14:10 καὶ εἰ̃πεν πα̃σα ἡ συναγωγὴ καταλιθοβολη̃σαι αὐτοὺς ἐν λίθοις καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλη̨ ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν πα̃σι τοι̃ς υἱοι̃ς Ισραηλ

14:11 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἕως τίνος παροξύνει με ὁ λαὸς οὑ̃τος καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πα̃σιν τοι̃ς σημείοις οἱ̃ς ἐποίησα ἐν αὐτοι̃ς

14:12 πατάξω αὐτοὺς θανάτω̨ καὶ ἀπολω̃ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἰ̃κον του̃ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μα̃λλον ἢ του̃το

14:13 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς κύριον καὶ ἀκούσεται Αἴγυπτος ὅτι ἀνήγαγες τη̨̃ ἰσχύι σου τὸν λαὸν του̃τον ἐξ αὐτω̃ν

14:14 ἀλλὰ καὶ πάντες οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς ταύτης ἀκηκόασιν ὅτι σὺ εἰ̃ κύριος ἐν τω̨̃ λαω̨̃ τούτω̨ ὅστις ὀφθαλμοι̃ς κατ' ὀφθαλμοὺς ὀπτάζη̨ κύριε καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ' αὐτω̃ν καὶ ἐν στύλω̨ νεφέλης σὺ πορεύη̨ πρότερος αὐτω̃ν τὴν ἡμέραν καὶ ἐν στύλω̨ πυρὸς τὴν νύκτα

14:15 καὶ ἐκτρίψεις τὸν λαὸν του̃τον ὡσεὶ ἄνθρωπον ἕνα καὶ ἐρου̃σιν τὰ ἔθνη ὅσοι ἀκηκόασιν τὸ ὄνομά σου λέγοντες

14:16 παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγει̃ν τὸν λαὸν του̃τον εἰς τὴν γη̃ν ἣν ὤμοσεν αὐτοι̃ς κατέστρωσεν αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨

14:17 καὶ νυ̃ν ὑψωθήτω ἡ ἰσχύς σου κύριε ὃν τρόπον εἰ̃πας λέγων

14:18 κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός ἀφαιρω̃ν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ καθαρισμω̨̃ οὐ καθαριει̃ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης

14:19 ἄφες τὴν ἁμαρτίαν τω̨̃ λαω̨̃ τούτω̨ κατὰ τὸ μέγα ἔλεός σου καθάπερ ἵλεως αὐτοι̃ς ἐγένου ἀπ' Αἰγύπτου ἕως του̃ νυ̃ν

14:20 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἵλεως αὐτοι̃ς εἰμι κατὰ τὸ ῥη̃μά σου

14:21 ἀλλὰ ζω̃ ἐγὼ καὶ ζω̃ν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα κυρίου πα̃σαν τὴν γη̃ν

14:22 ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρω̃ντες τὴν δόξαν μου καὶ τὰ σημει̃α ἃ ἐποίησα ἐν Αἰγύπτω̨ καὶ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ καὶ ἐπείρασάν με του̃το δέκατον καὶ οὐκ εἰσήκουσάν μου τη̃ς φωνη̃ς

14:23 ἠ̃ μὴν οὐκ ὄψονται τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν ἀλλ' ἢ τὰ τέκνα αὐτω̃ν ἅ ἐστιν μετ' ἐμου̃ ὡ̃δε ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν πα̃ς νεώτερος ἄπειρος τούτοις δώσω τὴν γη̃ν πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν

14:24 ὁ δὲ παι̃ς μου Χαλεβ ὅτι ἐγενήθη πνευ̃μα ἕτερον ἐν αὐτω̨̃ καὶ ἐπηκολούθησέν μοι εἰσάξω αὐτὸν εἰς τὴν γη̃ν εἰς ἣν εἰση̃λθεν ἐκει̃ καὶ τὸ σπέρμα αὐτου̃ κληρονομήσει αὐτήν

14:25 ὁ δὲ Αμαληκ καὶ ὁ Χαναναι̃ος κατοικου̃σιν ἐν τη̨̃ κοιλάδι αὔριον ἐπιστράφητε ὑμει̃ς καὶ ἀπάρατε εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν

14:26 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων

14:27 ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμου̃ τὴν γόγγυσιν τω̃ν υἱω̃ν Ισραηλ ἣν ἐγόγγυσαν περὶ ὑμω̃ν ἀκήκοα

14:28 εἰπὸν αὐτοι̃ς ζω̃ ἐγώ λέγει κύριος ἠ̃ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὠ̃τά μου οὕτως ποιήσω ὑμι̃ν

14:29 ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ πεσει̃ται τὰ κω̃λα ὑμω̃ν καὶ πα̃σα ἡ ἐπισκοπὴ ὑμω̃ν καὶ οἱ κατηριθμημένοι ὑμω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω ὅσοι ἐγόγγυσαν ἐπ' ἐμοί

14:30 εἰ ὑμει̃ς εἰσελεύσεσθε εἰς τὴν γη̃ν ἐφ' ἣν ἐξέτεινα τὴν χει̃ρά μου κατασκηνω̃σαι ὑμα̃ς ἐπ' αὐτη̃ς ἀλλ' ἢ Χαλεβ υἱὸς Ιεφοννη καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη

14:31 καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρπαγη̨̃ ἔσεσθαι εἰσάξω αὐτοὺς εἰς τὴν γη̃ν καὶ κληρονομήσουσιν τὴν γη̃ν ἣν ὑμει̃ς ἀπέστητε ἀπ' αὐτη̃ς

14:32 καὶ τὰ κω̃λα ὑμω̃ν πεσει̃ται ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨

14:33 οἱ δὲ υἱοὶ ὑμω̃ν ἔσονται νεμόμενοι ἐν τη̨̃ ἐρήμω̨ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμω̃ν ἕως ἂν ἀναλωθη̨̃ τὰ κω̃λα ὑμω̃ν ἐν τη̨̃ ἐρήμω̨

14:34 κατὰ τὸν ἀριθμὸν τω̃ν ἡμερω̃ν ὅσας κατεσκέψασθε τὴν γη̃ν τεσσαράκοντα ἡμέρας ἡμέραν του̃ ἐνιαυτου̃ λήμψεσθε τὰς ἁμαρτίας ὑμω̃ν τεσσαράκοντα ἔτη καὶ γνώσεσθε τὸν θυμὸν τη̃ς ὀργη̃ς μου

14:35 ἐγὼ κύριος ἐλάλησα ἠ̃ μὴν οὕτως ποιήσω τη̨̃ συναγωγη̨̃ τη̨̃ πονηρα̨̃ ταύτη̨ τη̨̃ ἐπισυνεσταμένη̨ ἐπ' ἐμέ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ ἐξαναλωθήσονται καὶ ἐκει̃ ἀποθανου̃νται

14:36 καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλεν Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν καὶ παραγενηθέντες διεγόγγυσαν κατ' αὐτη̃ς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τη̃ς γη̃ς

14:37 καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες κατὰ τη̃ς γη̃ς πονηρὰ ἐν τη̨̃ πληγη̨̃ ἔναντι κυρίου

14:38 καὶ 'Ιησου̃ς υἱὸς Ναυη καὶ Χαλεβ υἱὸς Ιεφοννη ἔζησαν ἀπὸ τω̃ν ἀνθρώπων ἐκείνων τω̃ν πεπορευμένων κατασκέψασθαι τὴν γη̃ν

14:39 καὶ ἐλάλησεν Μωυση̃ς τὰ ῥήματα ταυ̃τα πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα

14:40 καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν εἰς τὴν κορυφὴν του̃ ὄρους λέγοντες ἰδοὺ οἵδε ἡμει̃ς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἰ̃πεν κύριος ὅτι ἡμάρτομεν

14:41 καὶ εἰ̃πεν Μωυση̃ς ἵνα τί ὑμει̃ς παραβαίνετε τὸ ῥη̃μα κυρίου οὐκ εὔοδα ἔσται ὑμι̃ν

14:42 μὴ ἀναβαίνετε οὐ γάρ ἐστιν κύριος μεθ' ὑμω̃ν καὶ πεσει̃σθε πρὸ προσώπου τω̃ν ἐχθρω̃ν ὑμω̃ν

14:43 ὅτι ὁ Αμαληκ καὶ ὁ Χαναναι̃ος ἐκει̃ ἔμπροσθεν ὑμω̃ν καὶ πεσει̃σθε μαχαίρα̨ οὑ̃ εἵνεκεν ἀπεστράφητε ἀπειθου̃ντες κυρίω̨ καὶ οὐκ ἔσται κύριος ἐν ὑμι̃ν

14:44 καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν του̃ ὄρους ἡ δὲ κιβωτὸς τη̃ς διαθήκης κυρίου καὶ Μωυση̃ς οὐκ ἐκινήθησαν ἐκ τη̃ς παρεμβολη̃ς

14:45 καὶ κατέβη ὁ Αμαληκ καὶ ὁ Χαναναι̃ος ὁ ἐγκαθήμενος ἐν τω̨̃ ὄρει ἐκείνω̨ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ερμαν καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν

15:1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων

15:2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ὅταν εἰσέλθητε εἰς τὴν γη̃ν τη̃ς κατοικήσεως ὑμω̃ν ἣν ἐγὼ δίδωμι ὑμι̃ν

15:3 καὶ ποιήσεις ὁλοκαυτώματα κυρίω̨ ὁλοκάρπωμα ἢ θυσίαν μεγαλυ̃ναι εὐχὴν ἢ καθ' ἑκούσιον ἢ ἐν ται̃ς ἑορται̃ς ὑμω̃ν ποιη̃σαι ὀσμὴν εὐωδίας κυρίω̨ εἰ μὲν ἀπὸ τω̃ν βοω̃ν ἢ ἀπὸ τω̃ν προβάτων

15:4 καὶ προσοίσει ὁ προσφέρων τὸ δω̃ρον αὐτου̃ κυρίω̨ θυσίαν σεμιδάλεως δέκατον του̃ οιφι ἀναπεποιημένης ἐν ἐλαίω̨ ἐν τετάρτω̨ του̃ ιν

15:5 καὶ οἰ̃νον εἰς σπονδὴν τὸ τέταρτον του̃ ιν ποιήσετε ἐπὶ τη̃ς ὁλοκαυτώσεως ἢ ἐπὶ τη̃ς θυσίας τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνὶ ποιήσεις τοσου̃το κάρπωμα ὀσμὴν εὐωδίας τω̨̃ κυρίω̨

15:6 καὶ τω̨̃ κριω̨̃ ὅταν ποιη̃τε αὐτὸν ἢ εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίω̨ τὸ τρίτον του̃ ιν

15:7 καὶ οἰ̃νον εἰς σπονδὴν τὸ τρίτον του̃ ιν προσοίσετε εἰς ὀσμὴν εὐωδίας κυρίω̨

15:8 ἐὰν δὲ ἀπὸ τω̃ν βοω̃ν ποιη̃τε εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν μεγαλυ̃ναι εὐχὴν ἢ εἰς σωτήριον κυρίω̨

15:9 καὶ προσοίσει ἐπὶ του̃ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίω̨ ἥμισυ του̃ ιν

15:10 καὶ οἰ̃νον εἰς σπονδὴν τὸ ἥμισυ του̃ ιν κάρπωμα ὀσμὴν εὐωδίας κυρίω̨

15:11 οὕτως ποιήσεις τω̨̃ μόσχω̨ τω̨̃ ἑνὶ ἢ τω̨̃ κριω̨̃ τω̨̃ ἑνὶ ἢ τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνὶ ἐκ τω̃ν προβάτων ἢ ἐκ τω̃ν αἰγω̃ν

15:12 κατὰ τὸν ἀριθμὸν ὡ̃ν ἐὰν ποιήσητε οὕτω ποιήσετε τω̨̃ ἑνὶ κατὰ τὸν ἀριθμὸν αὐτω̃ν

15:13 πα̃ς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαυ̃τα προσενέγκαι καρπώματα εἰς ὀσμὴν εὐωδίας κυρίω̨

15:14 ἐὰν δὲ προσήλυτος ἐν ὑμι̃ν προσγένηται ἐν τη̨̃ γη̨̃ ὑμω̃ν ἢ ὃς ἂν γένηται ἐν ὑμι̃ν ἐν ται̃ς γενεαι̃ς ὑμω̃ν καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας κυρίω̨ ὃν τρόπον ποιει̃τε ὑμει̃ς οὕτως ποιήσει ἡ συναγωγὴ κυρίω̨

15:15 νόμος εἱ̃ς ἔσται ὑμι̃ν καὶ τοι̃ς προσηλύτοις τοι̃ς προσκειμένοις ἐν ὑμι̃ν νόμος αἰώνιος εἰς γενεὰς ὑμω̃ν ὡς ὑμει̃ς καὶ ὁ προσήλυτος ἔσται ἔναντι κυρίου

15:16 νόμος εἱ̃ς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμι̃ν καὶ τω̨̃ προσηλύτω̨ τω̨̃ προσκειμένω̨ ἐν ὑμι̃ν

15:17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

15:18 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἐν τω̨̃ εἰσπορεύεσθαι ὑμα̃ς εἰς τὴν γη̃ν εἰς ἣν ἐγὼ εἰσάγω ὑμα̃ς ἐκει̃

15:19 καὶ ἔσται ὅταν ἔσθητε ὑμει̃ς ἀπὸ τω̃ν ἄρτων τη̃ς γη̃ς ἀφελει̃τε ἀφαίρεμα ἀφόρισμα κυρίω̨

15:20 ἀπαρχὴν φυράματος ὑμω̃ν ἄρτον ἀφαίρεμα ἀφοριει̃τε αὐτό ὡς ἀφαίρεμα ἀπὸ ἅλω οὕτως ἀφελει̃τε αὐτόν

15:21 ἀπαρχὴν φυράματος ὑμω̃ν καὶ δώσετε κυρίω̨ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμω̃ν

15:22 ὅταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐλάλησεν κύριος πρὸς Μωυση̃ν

15:23 καθὰ συνέταξεν κύριος πρὸς ὑμα̃ς ἐν χειρὶ Μωυση̃ ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς συνέταξεν κύριος πρὸς ὑμα̃ς καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμω̃ν

15:24 καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμω̃ν τη̃ς συναγωγη̃ς γενηθη̨̃ ἀκουσίως καὶ ποιήσει πα̃σα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοω̃ν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας κυρίω̨ καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτου̃ κατὰ τὴν σύνταξιν καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας

15:25 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ καὶ ἀφεθήσεται αὐτοι̃ς ὅτι ἀκούσιόν ἐστιν καὶ αὐτοὶ ἤνεγκαν τὸ δω̃ρον αὐτω̃ν κάρπωμα κυρίω̨ περὶ τη̃ς ἁμαρτίας αὐτω̃ν ἔναντι κυρίου περὶ τω̃ν ἀκουσίων αὐτω̃ν

15:26 καὶ ἀφεθήσεται κατὰ πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ καὶ τω̨̃ προσηλύτω̨ τω̨̃ προσκειμένω̨ πρὸς ὑμα̃ς ὅτι παντὶ τω̨̃ λαω̨̃ ἀκούσιον

15:27 ἐὰν δὲ ψυχὴ μία ἁμάρτη̨ ἀκουσίως προσάξει αἰ̃γα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας

15:28 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τη̃ς ψυχη̃ς τη̃ς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι κυρίου ἐξιλάσασθαι περὶ αὐτου̃

15:29 τω̨̃ ἐγχωρίω̨ ἐν υἱοι̃ς Ισραηλ καὶ τω̨̃ προσηλύτω̨ τω̨̃ προσκειμένω̨ ἐν αὐτοι̃ς νόμος εἱ̃ς ἔσται αὐτοι̃ς ὃς ἂν ποιήση̨ ἀκουσίως

15:30 καὶ ψυχή ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τω̃ν αὐτοχθόνων ἢ ἀπὸ τω̃ν προσηλύτων τὸν θεὸν οὑ̃τος παροξύνει ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς

15:31 ὅτι τὸ ῥη̃μα κυρίου ἐφαύλισεν καὶ τὰς ἐντολὰς αὐτου̃ διεσκέδασεν ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἡ ἁμαρτία αὐτη̃ς ἐν αὐτη̨̃

15:32 καὶ ἠ̃σαν οἱ υἱοὶ Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ καὶ εὑ̃ρον ἄνδρα συλλέγοντα ξύλα τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων

15:33 καὶ προσήγαγον αὐτὸν οἱ εὑρόντες αὐτὸν συλλέγοντα ξύλα τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων πρὸς Μωυση̃ν καὶ Ααρων καὶ πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ

15:34 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν

15:35 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων θανάτω̨ θανατούσθω ὁ ἄνθρωπος λιθοβολήσατε αὐτὸν λίθοις πα̃σα ἡ συναγωγή

15:36 καὶ ἐξήγαγον αὐτὸν πα̃σα ἡ συναγωγὴ ἔξω τη̃ς παρεμβολη̃ς καὶ ἐλιθοβόλησαν αὐτὸν πα̃σα ἡ συναγωγὴ λίθοις ἔξω τη̃ς παρεμβολη̃ς καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

15:37 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων

15:38 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτοὺς καὶ ποιησάτωσαν ἑαυτοι̃ς κράσπεδα ἐπὶ τὰ πτερύγια τω̃ν ἱματίων αὐτω̃ν εἰς τὰς γενεὰς αὐτω̃ν καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τω̃ν πτερυγίων κλω̃σμα ὑακίνθινον

15:39 καὶ ἔσται ὑμι̃ν ἐν τοι̃ς κρασπέδοις καὶ ὄψεσθε αὐτὰ καὶ μνησθήσεσθε πασω̃ν τω̃ν ἐντολω̃ν κυρίου καὶ ποιήσετε αὐτὰς καὶ οὐ διαστραφήσεσθε ὀπίσω τω̃ν διανοιω̃ν ὑμω̃ν καὶ ὀπίσω τω̃ν ὀφθαλμω̃ν ὑμω̃ν ἐν οἱ̃ς ὑμει̃ς ἐκπορνεύετε ὀπίσω αὐτω̃ν

15:40 ὅπως ἂν μνησθη̃τε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου καὶ ἔσεσθε ἅγιοι τω̨̃ θεω̨̃ ὑμω̃ν

15:41 ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγω̃ν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου εἰ̃ναι ὑμω̃ν θεός ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν

16:1 καὶ ἐλάλησεν Κορε υἱὸς Ισσααρ υἱου̃ Κααθ υἱου̃ Λευι καὶ Δαθαν καὶ Αβιρων υἱοὶ Ελιαβ καὶ Αυν υἱὸς Φαλεθ υἱου̃ Ρουβην

16:2 καὶ ἀνέστησαν ἔναντι Μωυση̃ καὶ ἄνδρες τω̃ν υἱω̃ν Ισραηλ πεντήκοντα καὶ διακόσιοι ἀρχηγοὶ συναγωγη̃ς σύγκλητοι βουλη̃ς καὶ ἄνδρες ὀνομαστοί

16:3 συνέστησαν ἐπὶ Μωυση̃ν καὶ Ααρων καὶ εἰ̃παν ἐχέτω ὑμι̃ν ὅτι πα̃σα ἡ συναγωγὴ πάντες ἅγιοι καὶ ἐν αὐτοι̃ς κύριος καὶ διὰ τί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν κυρίου

16:4 καὶ ἀκούσας Μωυση̃ς ἔπεσεν ἐπὶ πρόσωπον

16:5 καὶ ἐλάλησεν πρὸς Κορε καὶ πρὸς πα̃σαν αὐτου̃ τὴν συναγωγὴν λέγων ἐπέσκεπται καὶ ἔγνω ὁ θεὸς τοὺς ὄντας αὐτου̃ καὶ τοὺς ἁγίους καὶ προσηγάγετο πρὸς ἑαυτόν καὶ οὓς ἐξελέξατο ἑαυτω̨̃ προσηγάγετο πρὸς ἑαυτόν

16:6 του̃το ποιήσατε λάβετε ὑμι̃ν αὐτοι̃ς πυρει̃α Κορε καὶ πα̃σα ἡ συναγωγὴ αὐτου̃

16:7 καὶ ἐπίθετε ἐπ' αὐτὰ πυ̃ρ καὶ ἐπίθετε ἐπ' αὐτὰ θυμίαμα ἔναντι κυρίου αὔριον καὶ ἔσται ὁ ἀνήρ ὃν ἂν ἐκλέξηται κύριος οὑ̃τος ἅγιος ἱκανούσθω ὑμι̃ν υἱοὶ Λευι

16:8 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Κορε εἰσακούσατέ μου υἱοὶ Λευι

16:9 μὴ μικρόν ἐστιν του̃το ὑμι̃ν ὅτι διέστειλεν ὁ θεὸς Ισραηλ ὑμα̃ς ἐκ συναγωγη̃ς Ισραηλ καὶ προσηγάγετο ὑμα̃ς πρὸς ἑαυτὸν λειτουργει̃ν τὰς λειτουργίας τη̃ς σκηνη̃ς κυρίου καὶ παρίστασθαι ἔναντι τη̃ς συναγωγη̃ς λατρεύειν αὐτοι̃ς

16:10 καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευι μετὰ σου̃ καὶ ζητει̃τε ἱερατεύειν

16:11 οὕτως σὺ καὶ πα̃σα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν θεόν καὶ Ααρων τίς ἐστιν ὅτι διαγογγύζετε κατ' αὐτου̃

16:12 καὶ ἀπέστειλεν Μωυση̃ς καλέσαι Δαθαν καὶ Αβιρων υἱοὺς Ελιαβ καὶ εἰ̃παν οὐκ ἀναβαίνομεν

16:13 μὴ μικρὸν του̃το ὅτι ἀνήγαγες ἡμα̃ς ἐκ γη̃ς ῥεούσης γάλα καὶ μέλι ἀποκτει̃ναι ἡμα̃ς ἐν τη̨̃ ἐρήμω̨ ὅτι κατάρχεις ἡμω̃ν ἄρχων

16:14 εἰ καὶ εἰς γη̃ν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμα̃ς καὶ ἔδωκας ἡμι̃ν κλη̃ρον ἀγρου̃ καὶ ἀμπελω̃νας τοὺς ὀφθαλμοὺς τω̃ν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας οὐκ ἀναβαίνομεν

16:15 καὶ ἐβαρυθύμησεν Μωυση̃ς σφόδρα καὶ εἰ̃πεν πρὸς κύριον μὴ προσχη̨̃ς εἰς τὴν θυσίαν αὐτω̃ν οὐκ ἐπιθύμημα οὐδενὸς αὐτω̃ν εἴληφα οὐδὲ ἐκάκωσα οὐδένα αὐτω̃ν

16:16 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Κορε ἁγίασον τὴν συναγωγήν σου καὶ γίνεσθε ἕτοιμοι ἔναντι κυρίου σὺ καὶ αὐτοὶ καὶ Ααρων αὔριον

16:17 καὶ λάβετε ἕκαστος τὸ πυρει̃ον αὐτου̃ καὶ ἐπιθήσετε ἐπ' αὐτὰ θυμίαμα καὶ προσάξετε ἔναντι κυρίου ἕκαστος τὸ πυρει̃ον αὐτου̃ πεντήκοντα καὶ διακόσια πυρει̃α καὶ σὺ καὶ Ααρων ἕκαστος τὸ πυρει̃ον αὐτου̃

16:18 καὶ ἔλαβεν ἕκαστος τὸ πυρει̃ον αὐτου̃ καὶ ἐπέθηκαν ἐπ' αὐτὰ πυ̃ρ καὶ ἐπέβαλον ἐπ' αὐτὸ θυμίαμα καὶ ἔστησαν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου Μωυση̃ς καὶ Ααρων

16:19 καὶ ἐπισυνέστησεν ἐπ' αὐτοὺς Κορε τὴν πα̃σαν αὐτου̃ συναγωγὴν παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ὤφθη ἡ δόξα κυρίου πάση̨ τη̨̃ συναγωγη̨̃

16:20 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων

16:21 ἀποσχίσθητε ἐκ μέσου τη̃ς συναγωγη̃ς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ

16:22 καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτω̃ν καὶ εἰ̃παν θεὸς θεὸς τω̃ν πνευμάτων καὶ πάσης σαρκός εἰ ἄνθρωπος εἱ̃ς ἥμαρτεν ἐπὶ πα̃σαν τὴν συναγωγὴν ὀργὴ κυρίου

16:23 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

16:24 λάλησον τη̨̃ συναγωγη̨̃ λέγων ἀναχωρήσατε κύκλω̨ ἀπὸ τη̃ς συναγωγη̃ς Κορε

16:25 καὶ ἀνέστη Μωυση̃ς καὶ ἐπορεύθη πρὸς Δαθαν καὶ Αβιρων καὶ συνεπορεύθησαν μετ' αὐτου̃ πάντες οἱ πρεσβύτεροι Ισραηλ

16:26 καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν λέγων ἀποσχίσθητε ἀπὸ τω̃ν σκηνω̃ν τω̃ν ἀνθρώπων τω̃ν σκληρω̃ν τούτων καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὡ̃ν ἐστιν αὐτοι̃ς μὴ συναπόλησθε ἐν πάση̨ τη̨̃ ἁμαρτία̨ αὐτω̃ν

16:27 καὶ ἀπέστησαν ἀπὸ τη̃ς σκηνη̃ς Κορε κύκλω̨ καὶ Δαθαν καὶ Αβιρων ἐξη̃λθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τω̃ν σκηνω̃ν αὐτω̃ν καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν καὶ ἡ ἀποσκευὴ αὐτω̃ν

16:28 καὶ εἰ̃πεν Μωυση̃ς ἐν τούτω̨ γνώσεσθε ὅτι κύριος ἀπέστειλέν με ποιη̃σαι πάντα τὰ ἔργα ταυ̃τα ὅτι οὐκ ἀπ' ἐμαυτου̃

16:29 εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανου̃νται οὑ̃τοι εἰ καὶ κατ' ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτω̃ν οὐχὶ κύριος ἀπέσταλκέν με

16:30 ἀλλ' ἢ ἐν φάσματι δείξει κύριος καὶ ἀνοίξασα ἡ γη̃ τὸ στόμα αὐτη̃ς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτω̃ν καὶ τὰς σκηνὰς αὐτω̃ν καὶ πάντα ὅσα ἐστὶν αὐτοι̃ς καὶ καταβήσονται ζω̃ντες εἰς ἅ̨δου καὶ γνώσεσθε ὅτι παρώξυναν οἱ ἄνθρωποι οὑ̃τοι τὸν κύριον

16:31 ὡς δὲ ἐπαύσατο λαλω̃ν πάντας τοὺς λόγους τούτους ἐρράγη ἡ γη̃ ὑποκάτω αὐτω̃ν

16:32 καὶ ἠνοίχθη ἡ γη̃ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτω̃ν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορε καὶ τὰ κτήνη αὐτω̃ν

16:33 καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτω̃ν ζω̃ντα εἰς ἅ̨δου καὶ ἐκάλυψεν αὐτοὺς ἡ γη̃ καὶ ἀπώλοντο ἐκ μέσου τη̃ς συναγωγη̃ς

16:34 καὶ πα̃ς Ισραηλ οἱ κύκλω̨ αὐτω̃ν ἔφυγον ἀπὸ τη̃ς φωνη̃ς αὐτω̃ν ὅτι λέγοντες μήποτε καταπίη̨ ἡμα̃ς ἡ γη̃

16:35 καὶ πυ̃ρ ἐξη̃λθεν παρὰ κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα

17:1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν

17:2 καὶ πρὸς Ελεαζαρ τὸν υἱὸν Ααρων τὸν ἱερέα ἀνέλεσθε τὰ πυρει̃α τὰ χαλκα̃ ἐκ μέσου τω̃ν κατακεκαυμένων καὶ τὸ πυ̃ρ τὸ ἀλλότριον του̃το σπει̃ρον ἐκει̃ ὅτι ἡγίασαν

17:3 τὰ πυρει̃α τω̃ν ἁμαρτωλω̃ν τούτων ἐν ται̃ς ψυχαι̃ς αὐτω̃ν καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς περίθεμα τω̨̃ θυσιαστηρίω̨ ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημει̃ον τοι̃ς υἱοι̃ς Ισραηλ

17:4 καὶ ἔλαβεν Ελεαζαρ υἱὸς Ααρων του̃ ἱερέως τὰ πυρει̃α τὰ χαλκα̃ ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι καὶ προσέθηκαν αὐτὰ περίθεμα τω̨̃ θυσιαστηρίω̨

17:5 μνημόσυνον τοι̃ς υἱοι̃ς Ισραηλ ὅπως ἂν μὴ προσέλθη̨ μηθεὶς ἀλλογενής ὃς οὐκ ἔστιν ἐκ του̃ σπέρματος Ααρων ἐπιθει̃ναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορε καὶ ἡ ἐπισύστασις αὐτου̃ καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυση̃

17:6 καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ισραηλ τη̨̃ ἐπαύριον ἐπὶ Μωυση̃ν καὶ Ααρων λέγοντες ὑμει̃ς ἀπεκτάγκατε τὸν λαὸν κυρίου

17:7 καὶ ἐγένετο ἐν τω̨̃ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυση̃ν καὶ Ααρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη καὶ ὤφθη ἡ δόξα κυρίου

17:8 καὶ εἰση̃λθεν Μωυση̃ς καὶ Ααρων κατὰ πρόσωπον τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

17:9 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων

17:10 ἐκχωρήσατε ἐκ μέσου τη̃ς συναγωγη̃ς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτω̃ν

17:11 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων λαβὲ τὸ πυρει̃ον καὶ ἐπίθες ἐπ' αὐτὸ πυ̃ρ ἀπὸ του̃ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτω̃ν ἐξη̃λθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου ἠ̃ρκται θραύειν τὸν λαόν

17:12 καὶ ἔλαβεν Ααρων καθάπερ ἐλάλησεν αὐτω̨̃ Μωυση̃ς καὶ ἔδραμεν εἰς τὴν συναγωγήν καὶ ἤδη ἐνη̃ρκτο ἡ θραυ̃σις ἐν τω̨̃ λαω̨̃ καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ του̃ λαου̃

17:13 καὶ ἔστη ἀνὰ μέσον τω̃ν τεθνηκότων καὶ τω̃ν ζώντων καὶ ἐκόπασεν ἡ θραυ̃σις

17:14 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τη̨̃ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τω̃ν τεθνηκότων ἕνεκεν Κορε

17:15 καὶ ἐπέστρεψεν Ααρων πρὸς Μωυση̃ν ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐκόπασεν ἡ θραυ̃σις

17:16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

17:17 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ λαβὲ παρ' αὐτω̃ν ῥάβδον ῥάβδον κατ' οἴκους πατριω̃ν παρὰ πάντων τω̃ν ἀρχόντων αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν δώδεκα ῥάβδους καὶ ἑκάστου τὸ ὄνομα αὐτου̃ ἐπίγραψον ἐπὶ τη̃ς ῥάβδου αὐτου̃

17:18 καὶ τὸ ὄνομα Ααρων ἐπίγραψον ἐπὶ τη̃ς ῥάβδου Λευι ἔστιν γὰρ ῥάβδος μία κατὰ φυλὴν οἴκου πατριω̃ν αὐτω̃ν δώσουσιν

17:19 καὶ θήσεις αὐτὰς ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου κατέναντι του̃ μαρτυρίου ἐν οἱ̃ς γνωσθήσομαί σοι ἐκει̃

17:20 καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἐὰν ἐκλέξωμαι αὐτόν ἡ ῥάβδος αὐτου̃ ἐκβλαστήσει καὶ περιελω̃ ἀπ' ἐμου̃ τὸν γογγυσμὸν τω̃ν υἱω̃ν Ισραηλ ἃ αὐτοὶ γογγύζουσιν ἐφ' ὑμι̃ν

17:21 καὶ ἐλάλησεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἔδωκαν αὐτω̨̃ πάντες οἱ ἄρχοντες αὐτω̃ν ῥάβδον τω̨̃ ἄρχοντι τω̨̃ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ' οἴκους πατριω̃ν αὐτω̃ν δώδεκα ῥάβδους καὶ ἡ ῥάβδος Ααρων ἀνὰ μέσον τω̃ν ῥάβδων αὐτω̃ν

17:22 καὶ ἀπέθηκεν Μωυση̃ς τὰς ῥάβδους ἔναντι κυρίου ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου

17:23 καὶ ἐγένετο τη̨̃ ἐπαύριον καὶ εἰση̃λθεν Μωυση̃ς καὶ Ααρων εἰς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ααρων εἰς οἰ̃κον Λευι καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα

17:24 καὶ ἐξήνεγκεν Μωυση̃ς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ισραηλ καὶ εἰ̃δον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτου̃

17:25 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἀπόθες τὴν ῥάβδον Ααρων ἐνώπιον τω̃ν μαρτυρίων εἰς διατήρησιν σημει̃ον τοι̃ς υἱοι̃ς τω̃ν ἀνηκόων καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτω̃ν ἀπ' ἐμου̃ καὶ οὐ μὴ ἀποθάνωσιν

17:26 καὶ ἐποίησεν Μωυση̃ς καὶ Ααρων καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν

17:27 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς Μωυση̃ν λέγοντες ἰδοὺ ἐξανηλώμεθα ἀπολώλαμεν παρανηλώμεθα

17:28 πα̃ς ὁ ἁπτόμενος τη̃ς σκηνη̃ς κυρίου ἀποθνή̨σκει ἕως εἰς τέλος ἀποθάνωμεν

18:1 καὶ εἰ̃πεν κύριος πρὸς Ααρων λέγων σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἰ̃κος πατρια̃ς σου λήμψεσθε τὰς ἁμαρτίας τω̃ν ἁγίων καὶ σὺ καὶ οἱ υἱοί σου λήμψεσθε τὰς ἁμαρτίας τη̃ς ἱερατείας ὑμω̃ν

18:2 καὶ τοὺς ἀδελφούς σου φυλὴν Λευι δη̃μον του̃ πατρός σου προσαγάγου πρὸς σεαυτόν καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σου̃ ἀπέναντι τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

18:3 καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τη̃ς σκηνη̃ς πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται καὶ οὐκ ἀποθανου̃νται καὶ οὑ̃τοι καὶ ὑμει̃ς

18:4 καὶ προστεθήσονται πρὸς σὲ καὶ φυλάξονται τὰς φυλακὰς τη̃ς σκηνη̃ς του̃ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τη̃ς σκηνη̃ς καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ

18:5 καὶ φυλάξεσθε τὰς φυλακὰς τω̃ν ἁγίων καὶ τὰς φυλακὰς του̃ θυσιαστηρίου καὶ οὐκ ἔσται θυμὸς ἐν τοι̃ς υἱοι̃ς Ισραηλ

18:6 καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμω̃ν τοὺς Λευίτας ἐκ μέσου τω̃ν υἱω̃ν Ισραηλ δόμα δεδομένον κυρίω̨ λειτουργει̃ν τὰς λειτουργίας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

18:7 καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σου̃ διατηρήσετε τὴν ἱερατείαν ὑμω̃ν κατὰ πάντα τρόπον του̃ θυσιαστηρίου καὶ τὸ ἔνδοθεν του̃ καταπετάσματος καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τη̃ς ἱερατείας ὑμω̃ν καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανει̃ται

18:8 καὶ ἐλάλησεν κύριος πρὸς Ααρων καὶ ἐγὼ ἰδοὺ δέδωκα ὑμι̃ν τὴν διατήρησιν τω̃ν ἀπαρχω̃ν ἀπὸ πάντων τω̃ν ἡγιασμένων μοι παρὰ τω̃ν υἱω̃ν Ισραηλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοι̃ς υἱοι̃ς σου μετὰ σέ νόμιμον αἰώνιον

18:9 καὶ του̃το ἔστω ὑμι̃ν ἀπὸ τω̃ν ἡγιασμένων ἁγίων τω̃ν καρπωμάτων ἀπὸ πάντων τω̃ν δώρων αὐτω̃ν καὶ ἀπὸ πάντων τω̃ν θυσιασμάτων αὐτω̃ν καὶ ἀπὸ πάσης πλημμελείας αὐτω̃ν καὶ ἀπὸ πασω̃ν τω̃ν ἁμαρτιω̃ν ὅσα ἀποδιδόασίν μοι ἀπὸ πάντων τω̃ν ἁγίων σοὶ ἔσται καὶ τοι̃ς υἱοι̃ς σου

18:10 ἐν τω̨̃ ἁγίω̨ τω̃ν ἁγίων φάγεσθε αὐτά πα̃ν ἀρσενικὸν φάγεται αὐτά σὺ καὶ οἱ υἱοί σου ἅγια ἔσται σοι

18:11 καὶ του̃το ἔσται ὑμι̃ν ἀπαρχὴ δομάτων αὐτω̃ν ἀπὸ πάντων τω̃ν ἐπιθεμάτων τω̃ν υἱω̃ν Ισραηλ σοὶ δέδωκα αὐτὰ καὶ τοι̃ς υἱοι̃ς σου καὶ ται̃ς θυγατράσιν σου μετὰ σου̃ νόμιμον αἰώνιον πα̃ς καθαρὸς ἐν τω̨̃ οἴκω̨ σου ἔδεται αὐτά

18:12 πα̃σα ἀπαρχὴ ἐλαίου καὶ πα̃σα ἀπαρχὴ οἴνου καὶ σίτου ἀπαρχὴ αὐτω̃ν ὅσα ἂν δω̃σι τω̨̃ κυρίω̨ σοὶ δέδωκα αὐτά

18:13 τὰ πρωτογενήματα πάντα ὅσα ἐν τη̨̃ γη̨̃ αὐτω̃ν ὅσα ἂν ἐνέγκωσιν κυρίω̨ σοὶ ἔσται πα̃ς καθαρὸς ἐν τω̨̃ οἴκω̨ σου ἔδεται αὐτά

18:14 πα̃ν ἀνατεθεματισμένον ἐν υἱοι̃ς Ισραηλ σοὶ ἔσται

18:15 καὶ πα̃ν διανοι̃γον μήτραν ἀπὸ πάσης σαρκός ἃ προσφέρουσιν κυρίω̨ ἀπὸ ἀνθρώπου ἕως κτήνους σοὶ ἔσται ἀλλ' ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τω̃ν ἀνθρώπων καὶ τὰ πρωτότοκα τω̃ν κτηνω̃ν τω̃ν ἀκαθάρτων λυτρώση̨

18:16 καὶ ἡ λύτρωσις αὐτου̃ ἀπὸ μηνιαίου ἡ συντίμησις πέντε σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον εἴκοσι ὄβολοί εἰσιν

18:17 πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγω̃ν οὐ λυτρώση̨ ἅγιά ἐστιν καὶ τὸ αἱ̃μα αὐτω̃ν προσχεει̃ς πρὸς τὸ θυσιαστήριον καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίω̨

18:18 καὶ τὰ κρέα ἔσται σοί καθὰ καὶ τὸ στηθύνιον του̃ ἐπιθέματος καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν σοὶ ἔσται

18:19 πα̃ν ἀφαίρεμα τω̃ν ἁγίων ὅσα ἂν ἀφέλωσιν οἱ υἱοὶ Ισραηλ κυρίω̨ σοὶ δέδωκα καὶ τοι̃ς υἱοι̃ς σου καὶ ται̃ς θυγατράσιν σου μετὰ σου̃ νόμιμον αἰώνιον διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι κυρίου σοὶ καὶ τω̨̃ σπέρματί σου μετὰ σέ

18:20 καὶ ἐλάλησεν κύριος πρὸς Ααρων ἐν τη̨̃ γη̨̃ αὐτω̃ν οὐ κληρονομήσεις καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοι̃ς ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ

18:21 καὶ τοι̃ς υἱοι̃ς Λευι ἰδοὺ δέδωκα πα̃ν ἐπιδέκατον ἐν Ισραηλ ἐν κλήρω̨ ἀντὶ τω̃ν λειτουργιω̃ν αὐτω̃ν ὅσα αὐτοὶ λειτουργου̃σιν λειτουργίαν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου

18:22 καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ισραηλ εἰς τὴν σκηνὴν του̃ μαρτυρίου λαβει̃ν ἁμαρτίαν θανατηφόρον

18:23 καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτω̃ν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτω̃ν καὶ ἐν μέσω̨ υἱω̃ν Ισραηλ οὐ κληρονομήσουσιν κληρονομίαν

18:24 ὅτι τὰ ἐπιδέκατα τω̃ν υἱω̃ν Ισραηλ ὅσα ἂν ἀφορίσωσιν κυρίω̨ ἀφαίρεμα δέδωκα τοι̃ς Λευίταις ἐν κλήρω̨ διὰ του̃το εἴρηκα αὐτοι̃ς ἐν μέσω̨ υἱω̃ν Ισραηλ οὐ κληρονομήσουσιν κλη̃ρον

18:25 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

18:26 καὶ τοι̃ς Λευίταις λαλήσεις καὶ ἐρει̃ς πρὸς αὐτούς ἐὰν λάβητε παρὰ τω̃ν υἱω̃ν Ισραηλ τὸ ἐπιδέκατον ὃ δέδωκα ὑμι̃ν παρ' αὐτω̃ν ἐν κλήρω̨ καὶ ἀφελει̃τε ὑμει̃ς ἀπ' αὐτου̃ ἀφαίρεμα κυρίω̨ ἐπιδέκατον ἀπὸ του̃ ἐπιδεκάτου

18:27 καὶ λογισθήσεται ὑμι̃ν τὰ ἀφαιρέματα ὑμω̃ν ὡς σι̃τος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνου̃

18:28 οὕτως ἀφελει̃τε καὶ ὑμει̃ς ἀπὸ τω̃ν ἀφαιρεμάτων κυρίου ἀπὸ πάντων ἐπιδεκάτων ὑμω̃ν ὅσα ἐὰν λάβητε παρὰ τω̃ν υἱω̃ν Ισραηλ καὶ δώσετε ἀπ' αὐτω̃ν ἀφαίρεμα κυρίω̨ Ααρων τω̨̃ ἱερει̃

18:29 ἀπὸ πάντων τω̃ν δομάτων ὑμω̃ν ἀφελει̃τε ἀφαίρεμα κυρίω̨ ἢ ἀπὸ πάντων τω̃ν ἀπαρχω̃ν τὸ ἡγιασμένον ἀπ' αὐτου̃

18:30 καὶ ἐρει̃ς πρὸς αὐτούς ὅταν ἀφαιρη̃τε τὴν ἀπαρχὴν ἀπ' αὐτου̃ καὶ λογισθήσεται τοι̃ς Λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνου̃

18:31 καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπω̨ ὑμει̃ς καὶ οἱ οἰ̃κοι ὑμω̃ν ὅτι μισθὸς οὑ̃τος ὑμι̃ν ἐστιν ἀντὶ τω̃ν λειτουργιω̃ν ὑμω̃ν τω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου

18:32 καὶ οὐ λήμψεσθε δι' αὐτὸ ἁμαρτίαν ὅτι ἂν ἀφαιρη̃τε τὴν ἀπαρχὴν ἀπ' αὐτου̃ καὶ τὰ ἅγια τω̃ν υἱω̃ν Ισραηλ οὐ βεβηλώσετε ἵνα μὴ ἀποθάνητε

19:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων

19:2 αὕτη ἡ διαστολὴ του̃ νόμου ὅσα συνέταξεν κύριος λέγων λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν ἄμωμον ἥτις οὐκ ἔχει ἐν αὐτη̨̃ μω̃μον καὶ ἡ̨̃ οὐκ ἐπεβλήθη ἐπ' αὐτὴν ζυγός

19:3 καὶ δώσεις αὐτὴν πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ ἐξάξουσιν αὐτὴν ἔξω τη̃ς παρεμβολη̃ς εἰς τόπον καθαρὸν καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτου̃

19:4 καὶ λήμψεται Ελεαζαρ ἀπὸ του̃ αἵματος αὐτη̃ς καὶ ῥανει̃ ἀπέναντι του̃ προσώπου τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἀπὸ του̃ αἵματος αὐτη̃ς ἑπτάκις

19:5 καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτου̃ καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτη̃ς καὶ τὸ αἱ̃μα αὐτη̃ς σὺν τη̨̃ κόπρω̨ αὐτη̃ς κατακαυθήσεται

19:6 καὶ λήμψεται ὁ ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον καὶ ἐμβαλου̃σιν εἰς μέσον του̃ κατακαύματος τη̃ς δαμάλεως

19:7 καὶ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ ὁ ἱερεὺς καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι καὶ μετὰ ταυ̃τα εἰσελεύσεται εἰς τὴν παρεμβολήν καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας

19:8 καὶ ὁ κατακαίων αὐτὴν πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται τὸ σω̃μα αὐτου̃ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

19:9 καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τη̃ς δαμάλεως καὶ ἀποθήσει ἔξω τη̃ς παρεμβολη̃ς εἰς τόπον καθαρόν καὶ ἔσται τη̨̃ συναγωγη̨̃ υἱω̃ν Ισραηλ εἰς διατήρησιν ὕδωρ ῥαντισμου̃ ἅγνισμά ἐστιν

19:10 καὶ πλυνει̃ τὰ ἱμάτια ὁ συνάγων τὴν σποδιὰν τη̃ς δαμάλεως καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ἔσται τοι̃ς υἱοι̃ς Ισραηλ καὶ τοι̃ς προσκειμένοις προσηλύτοις νόμιμον αἰώνιον

19:11 ὁ ἁπτόμενος του̃ τεθνηκότος πάσης ψυχη̃ς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας

19:12 οὑ̃τος ἁγνισθήσεται τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ καθαρὸς ἔσται ἐὰν δὲ μὴ ἀφαγνισθη̨̃ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ οὐ καθαρὸς ἔσται

19:13 πα̃ς ὁ ἁπτόμενος του̃ τεθνηκότος ἀπὸ ψυχη̃ς ἀνθρώπου ἐὰν ἀποθάνη̨ καὶ μὴ ἀφαγνισθη̨̃ τὴν σκηνὴν κυρίου ἐμίανεν ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ ὅτι ὕδωρ ῥαντισμου̃ οὐ περιερραντίσθη ἐπ' αὐτόν ἀκάθαρτός ἐστιν ἔτι ἡ ἀκαθαρσία αὐτου̃ ἐν αὐτω̨̃ ἐστιν

19:14 καὶ οὑ̃τος ὁ νόμος ἄνθρωπος ἐὰν ἀποθάνη̨ ἐν οἰκία̨ πα̃ς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τη̨̃ οἰκία̨ ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας

19:15 καὶ πα̃ν σκευ̃ος ἀνεω̨γμένον ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπ' αὐτω̨̃ ἀκάθαρτά ἐστιν

19:16 καὶ πα̃ς ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου του̃ πεδίου τραυματίου ἢ νεκρου̃ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται

19:17 καὶ λήμψονται τω̨̃ ἀκαθάρτω̨ ἀπὸ τη̃ς σποδια̃ς τη̃ς κατακεκαυμένης του̃ ἁγνισμου̃ καὶ ἐκχεου̃σιν ἐπ' αὐτὴν ὕδωρ ζω̃ν εἰς σκευ̃ος

19:18 καὶ λήμψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρὸς καὶ περιρρανει̃ ἐπὶ τὸν οἰ̃κον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς ὅσαι ἐὰν ὠ̃σιν ἐκει̃ καὶ ἐπὶ τὸν ἡμμένον του̃ ὀστέου του̃ ἀνθρωπίνου ἢ του̃ τραυματίου ἢ του̃ τεθνηκότος ἢ του̃ μνήματος

19:19 καὶ περιρρανει̃ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἀφαγνισθήσεται τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

19:20 καὶ ἄνθρωπος ὃς ἐὰν μιανθη̨̃ καὶ μὴ ἀφαγνισθη̨̃ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τη̃ς συναγωγη̃ς ὅτι τὰ ἅγια κυρίου ἐμίανεν ὅτι ὕδωρ ῥαντισμου̃ οὐ περιερραντίσθη ἐπ' αὐτόν ἀκάθαρτός ἐστιν

19:21 καὶ ἔσται ὑμι̃ν νόμιμον αἰώνιον καὶ ὁ περιρραίνων ὕδωρ ῥαντισμου̃ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ ὁ ἁπτόμενος του̃ ὕδατος του̃ ῥαντισμου̃ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

19:22 καὶ παντός οὑ̃ ἐὰν ἅψηται αὐτου̃ ὁ ἀκάθαρτος ἀκάθαρτον ἔσται καὶ ἡ ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

20:1 καὶ ἠ̃λθον οἱ υἱοὶ Ισραηλ πα̃σα ἡ συναγωγή εἰς τὴν ἔρημον Σιν ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδης καὶ ἐτελεύτησεν ἐκει̃ Μαριαμ καὶ ἐτάφη ἐκει̃

20:2 καὶ οὐκ ἠ̃ν ὕδωρ τη̨̃ συναγωγη̨̃ καὶ ἠθροίσθησαν ἐπὶ Μωυση̃ν καὶ Ααρων

20:3 καὶ ἐλοιδορει̃το ὁ λαὸς πρὸς Μωυση̃ν λέγοντες ὄφελον ἀπεθάνομεν ἐν τη̨̃ ἀπωλεία̨ τω̃ν ἀδελφω̃ν ἡμω̃ν ἔναντι κυρίου

20:4 καὶ ἵνα τί ἀνηγάγετε τὴν συναγωγὴν κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτει̃ναι ἡμα̃ς καὶ τὰ κτήνη ἡμω̃ν

20:5 καὶ ἵνα τί του̃το ἀνηγάγετε ἡμα̃ς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν του̃τον τόπος οὑ̃ οὐ σπείρεται οὐδὲ συκαι̃ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιει̃ν

20:6 καὶ ἠ̃λθεν Μωυση̃ς καὶ Ααρων ἀπὸ προσώπου τη̃ς συναγωγη̃ς ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἔπεσαν ἐπὶ πρόσωπον καὶ ὤφθη ἡ δόξα κυρίου πρὸς αὐτούς

20:7 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

20:8 λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ααρων ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτω̃ν καὶ δώσει τὰ ὕδατα αὐτη̃ς καὶ ἐξοίσετε αὐτοι̃ς ὕδωρ ἐκ τη̃ς πέτρας καὶ ποτιει̃τε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτω̃ν

20:9 καὶ ἔλαβεν Μωυση̃ς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου καθὰ συνέταξεν κύριος

20:10 καὶ ἐξεκκλησίασεν Μωυση̃ς καὶ Ααρων τὴν συναγωγὴν ἀπέναντι τη̃ς πέτρας καὶ εἰ̃πεν πρὸς αὐτούς ἀκούσατέ μου οἱ ἀπειθει̃ς μὴ ἐκ τη̃ς πέτρας ταύτης ἐξάξομεν ὑμι̃ν ὕδωρ

20:11 καὶ ἐπάρας Μωυση̃ς τὴν χει̃ρα αὐτου̃ ἐπάταξεν τὴν πέτραν τη̨̃ ῥάβδω̨ δίς καὶ ἐξη̃λθεν ὕδωρ πολύ καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτω̃ν

20:12 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱω̃ν Ισραηλ διὰ του̃το οὐκ εἰσάξετε ὑμει̃ς τὴν συναγωγὴν ταύτην εἰς τὴν γη̃ν ἣν δέδωκα αὐτοι̃ς

20:13 του̃το ὕδωρ ἀντιλογίας ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ισραηλ ἔναντι κυρίου καὶ ἡγιάσθη ἐν αὐτοι̃ς

20:14 καὶ ἀπέστειλεν Μωυση̃ς ἀγγέλους ἐκ Καδης πρὸς βασιλέα Εδωμ λέγων τάδε λέγει ὁ ἀδελφός σου Ισραηλ σὺ ἐπίστη̨ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμα̃ς

20:15 καὶ κατέβησαν οἱ πατέρες ἡμω̃ν εἰς Αἴγυπτον καὶ παρω̨κήσαμεν ἐν Αἰγύπτω̨ ἡμέρας πλείους καὶ ἐκάκωσαν ἡμα̃ς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμω̃ν

20:16 καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς ἡμω̃ν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμα̃ς ἐξ Αἰγύπτου καὶ νυ̃ν ἐσμεν ἐν Καδης πόλει ἐκ μέρους τω̃ν ὁρίων σου

20:17 παρελευσόμεθα διὰ τη̃ς γη̃ς σου οὐ διελευσόμεθα δι' ἀγρω̃ν οὐδὲ δι' ἀμπελώνων οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου ὁδω̨̃ βασιλικη̨̃ πορευσόμεθα οὐκ ἐκκλινου̃μεν δεξιὰ οὐδὲ εὐώνυμα ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου

20:18 καὶ εἰ̃πεν πρὸς αὐτὸν Εδωμ οὐ διελεύση̨ δι' ἐμου̃ εἰ δὲ μή ἐν πολέμω̨ ἐξελεύσομαι εἰς συνάντησίν σοι

20:19 καὶ λέγουσιν αὐτω̨̃ οἱ υἱοὶ Ισραηλ παρὰ τὸ ὄρος παρελευσόμεθα ἐὰν δὲ του̃ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη δώσω τιμήν σοι ἀλλὰ τὸ πρα̃γμα οὐδέν ἐστιν παρὰ τὸ ὄρος παρελευσόμεθα

20:20 ὁ δὲ εἰ̃πεν οὐ διελεύση̨ δι' ἐμου̃ καὶ ἐξη̃λθεν Εδωμ εἰς συνάντησιν αὐτω̨̃ ἐν ὄχλω̨ βαρει̃ καὶ ἐν χειρὶ ἰσχυρα̨̃

20:21 καὶ οὐκ ἠθέλησεν Εδωμ δου̃ναι τω̨̃ Ισραηλ παρελθει̃ν διὰ τω̃ν ὁρίων αὐτου̃ καὶ ἐξέκλινεν Ισραηλ ἀπ' αὐτου̃

20:22 καὶ ἀπη̃ραν ἐκ Καδης καὶ παρεγένοντο οἱ υἱοὶ Ισραηλ πα̃σα ἡ συναγωγή εἰς Ωρ τὸ ὄρος

20:23 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων ἐν Ωρ τω̨̃ ὄρει ἐπὶ τω̃ν ὁρίων γη̃ς Εδωμ λέγων

20:24 προστεθήτω Ααρων πρὸς τὸν λαὸν αὐτου̃ ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γη̃ν ἣν δέδωκα τοι̃ς υἱοι̃ς Ισραηλ διότι παρωξύνατέ με ἐπὶ του̃ ὕδατος τη̃ς λοιδορίας

20:25 λαβὲ τὸν Ααρων καὶ Ελεαζαρ τὸν υἱὸν αὐτου̃ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ωρ τὸ ὄρος ἔναντι πάσης τη̃ς συναγωγη̃ς

20:26 καὶ ἔκδυσον Ααρων τὴν στολὴν αὐτου̃ καὶ ἔνδυσον Ελεαζαρ τὸν υἱὸν αὐτου̃ καὶ Ααρων προστεθεὶς ἀποθανέτω ἐκει̃

20:27 καὶ ἐποίησεν Μωυση̃ς καθὰ συνέταξεν κύριος καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τη̃ς συναγωγη̃ς

20:28 καὶ ἐξέδυσεν Ααρων τὰ ἱμάτια αὐτου̃ καὶ ἐνέδυσεν αὐτὰ Ελεαζαρ τὸν υἱὸν αὐτου̃ καὶ ἀπέθανεν Ααρων ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους καὶ κατέβη Μωυση̃ς καὶ Ελεαζαρ ἐκ του̃ ὄρους

20:29 καὶ εἰ̃δεν πα̃σα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ααρων καὶ ἔκλαυσαν τὸν Ααρων τριάκοντα ἡμέρας πα̃ς οἰ̃κος Ισραηλ

21:1 καὶ ἤκουσεν ὁ Χανανις βασιλεὺς Αραδ ὁ κατοικω̃ν κατὰ τὴν ἔρημον ἠ̃λθεν γὰρ Ισραηλ ὁδὸν Αθαριν καὶ ἐπολέμησεν πρὸς Ισραηλ καὶ κατεπρονόμευσαν ἐξ αὐτω̃ν αἰχμαλωσίαν

21:2 καὶ ηὔξατο Ισραηλ εὐχὴν κυρίω̨ καὶ εἰ̃πεν ἐάν μοι παραδω̨̃ς τὸν λαὸν του̃τον ὑποχείριον ἀναθεματιω̃ αὐτὸν καὶ τὰς πόλεις αὐτου̃

21:3 καὶ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς Ισραηλ καὶ παρέδωκεν τὸν Χανανιν ὑποχείριον αὐτου̃ καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτου̃ καὶ ἐπεκάλεσαν τὸ ὄνομα του̃ τόπου ἐκείνου ἀνάθεμα

21:4 καὶ ἀπάραντες ἐξ Ωρ του̃ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γη̃ν Εδωμ καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τη̨̃ ὁδω̨̃

21:5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυση̃ λέγοντες ἵνα τί ἐξήγαγες ἡμα̃ς ἐξ Αἰγύπτου ἀποκτει̃ναι ἡμα̃ς ἐν τη̨̃ ἐρήμω̨ ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ ἡ δὲ ψυχὴ ἡμω̃ν προσώχθισεν ἐν τω̨̃ ἄρτω̨ τω̨̃ διακένω̨

21:6 καὶ ἀπέστειλεν κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατου̃ντας καὶ ἔδακνον τὸν λαόν καὶ ἀπέθανεν λαὸς πολὺς τω̃ν υἱω̃ν Ισραηλ

21:7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυση̃ν ἔλεγον ὅτι ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ του̃ κυρίου καὶ κατὰ σου̃ εὐ̃ξαι οὐ̃ν πρὸς κύριον καὶ ἀφελέτω ἀφ' ἡμω̃ν τὸν ὄφιν καὶ ηὔξατο Μωυση̃ς πρὸς κύριον περὶ του̃ λαου̃

21:8 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ποίησον σεαυτω̨̃ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου καὶ ἔσται ἐὰν δάκη̨ ὄφις ἄνθρωπον πα̃ς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται

21:9 καὶ ἐποίησεν Μωυση̃ς ὄφιν χαλκου̃ν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκου̃ν καὶ ἔζη

21:10 καὶ ἀπη̃ραν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν Ωβωθ

21:11 καὶ ἐξάραντες ἐξ Ωβωθ παρενέβαλον ἐν Αχελγαι ἐκ του̃ πέραν ἐν τη̨̃ ἐρήμω̨ ἥ ἐστιν κατὰ πρόσωπον Μωαβ κατὰ ἀνατολὰς ἡλίου

21:12 ἐκει̃θεν ἀπη̃ραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρετ

21:13 καὶ ἐκει̃θεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Αρνων ἐν τη̨̃ ἐρήμω̨ τὸ ἐξέχον ἀπὸ τω̃ν ὁρίων τω̃ν Αμορραίων ἔστιν γὰρ Αρνων ὅρια Μωαβ ἀνὰ μέσον Μωαβ καὶ ἀνὰ μέσον του̃ Αμορραίου

21:14 διὰ του̃το λέγεται ἐν βιβλίω̨ πόλεμος του̃ κυρίου τὴν Ζωοβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Αρνων

21:15 καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι Ηρ καὶ πρόσκειται τοι̃ς ὁρίοις Μωαβ

21:16 καὶ ἐκει̃θεν τὸ φρέαρ του̃τό ἐστιν τὸ φρέαρ ὃ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν συνάγαγε τὸν λαόν καὶ δώσω αὐτοι̃ς ὕδωρ πιει̃ν

21:17 τότε ἠ̨̃σεν Ισραηλ τὸ ἀ̨̃σμα του̃το ἐπὶ του̃ φρέατος ἐξάρχετε αὐτω̨̃

21:18 φρέαρ ὤρυξαν αὐτὸ ἄρχοντες ἐξελατόμησαν αὐτὸ βασιλει̃ς ἐθνω̃ν ἐν τη̨̃ βασιλεία̨ αὐτω̃ν ἐν τω̨̃ κυριευ̃σαι αὐτω̃ν καὶ ἀπὸ φρέατος εἰς Μανθαναιν

21:19 καὶ ἀπὸ Μανθαναιν εἰς Νααλιηλ καὶ ἀπὸ Νααλιηλ εἰς Βαμωθ

21:20 καὶ ἀπὸ Βαμωθ εἰς νάπην ἥ ἐστιν ἐν τω̨̃ πεδίω̨ Μωαβ ἀπὸ κορυφη̃ς του̃ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τη̃ς ἐρήμου

21:21 καὶ ἀπέστειλεν Μωυση̃ς πρέσβεις πρὸς Σηων βασιλέα Αμορραίων λόγοις εἰρηνικοι̃ς λέγων

21:22 παρελευσόμεθα διὰ τη̃ς γη̃ς σου τη̨̃ ὁδω̨̃ πορευσόμεθα οὐκ ἐκκλινου̃μεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελω̃να οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου ὁδω̨̃ βασιλικη̨̃ πορευσόμεθα ἕως παρέλθωμεν τὰ ὅριά σου

21:23 καὶ οὐκ ἔδωκεν Σηων τω̨̃ Ισραηλ παρελθει̃ν διὰ τω̃ν ὁρίων αὐτου̃ καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτου̃ καὶ ἐξη̃λθεν παρατάξασθαι τω̨̃ Ισραηλ εἰς τὴν ἔρημον καὶ ἠ̃λθεν εἰς Ιασσα καὶ παρετάξατο τω̨̃ Ισραηλ

21:24 καὶ ἐπάταξεν αὐτὸν Ισραηλ φόνω̨ μαχαίρης καὶ κατεκυρίευσαν τη̃ς γη̃ς αὐτου̃ ἀπὸ Αρνων ἕως Ιαβοκ ἕως υἱω̃ν Αμμαν ὅτι Ιαζηρ ὅρια υἱω̃ν Αμμων ἐστίν

21:25 καὶ ἔλαβεν Ισραηλ πάσας τὰς πόλεις ταύτας καὶ κατώ̨κησεν Ισραηλ ἐν πάσαις ται̃ς πόλεσιν τω̃ν Αμορραίων ἐν Εσεβων καὶ ἐν πάσαις ται̃ς συγκυρούσαις αὐτη̨̃

21:26 ἔστιν γὰρ Εσεβων πόλις Σηων του̃ βασιλέως τω̃ν Αμορραίων καὶ οὑ̃τος ἐπολέμησεν βασιλέα Μωαβ τὸ πρότερον καὶ ἔλαβον πα̃σαν τὴν γη̃ν αὐτου̃ ἀπὸ Αροηρ ἕως Αρνων

21:27 διὰ του̃το ἐρου̃σιν οἱ αἰνιγματισταί ἔλθετε εἰς Εσεβων ἵνα οἰκοδομηθη̨̃ καὶ κατασκευασθη̨̃ πόλις Σηων

21:28 ὅτι πυ̃ρ ἐξη̃λθεν ἐξ Εσεβων φλὸξ ἐκ πόλεως Σηων καὶ κατέφαγεν ἕως Μωαβ καὶ κατέπιεν στήλας Αρνων

21:29 οὐαί σοι Μωαβ ἀπώλου λαὸς Χαμως ἀπεδόθησαν οἱ υἱοὶ αὐτω̃ν διασώ̨ζεσθαι καὶ αἱ θυγατέρες αὐτω̃ν αἰχμάλωτοι τω̨̃ βασιλει̃ τω̃ν Αμορραίων Σηων

21:30 καὶ τὸ σπέρμα αὐτω̃ν ἀπολει̃ται Εσεβων ἕως Δαιβων καὶ αἱ γυναι̃κες ἔτι προσεξέκαυσαν πυ̃ρ ἐπὶ Μωαβ

21:31 κατώ̨κησεν δὲ Ισραηλ ἐν πάσαις ται̃ς πόλεσιν τω̃ν Αμορραίων

21:32 καὶ ἀπέστειλεν Μωυση̃ς κατασκέψασθαι τὴν Ιαζηρ καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτη̃ς καὶ ἐξέβαλον τὸν Αμορραι̃ον τὸν κατοικου̃ντα ἐκει̃

21:33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασαν καὶ ἐξη̃λθεν Ωγ βασιλεὺς τη̃ς Βασαν εἰς συνάντησιν αὐτοι̃ς καὶ πα̃ς ὁ λαὸς αὐτου̃ εἰς πόλεμον εἰς Εδραϊν

21:34 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν μὴ φοβηθη̨̃ς αὐτόν ὅτι εἰς τὰς χει̃ράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτου̃ καὶ πα̃σαν τὴν γη̃ν αὐτου̃ καὶ ποιήσεις αὐτω̨̃ καθὼς ἐποίησας τω̨̃ Σηων βασιλει̃ τω̃ν Αμορραίων ὃς κατώ̨κει ἐν Εσεβων

21:35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πάντα τὸν λαὸν αὐτου̃ ἕως του̃ μὴ καταλιπει̃ν αὐτου̃ ζωγρείαν καὶ ἐκληρονόμησαν τὴν γη̃ν αὐτω̃ν

22:1 καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ παρενέβαλον ἐπὶ δυσμω̃ν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω

22:2 καὶ ἰδὼν Βαλακ υἱὸς Σεπφωρ πάντα ὅσα ἐποίησεν Ισραηλ τω̨̃ Αμορραίω̨

22:3 καὶ ἐφοβήθη Μωαβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἠ̃σαν καὶ προσώχθισεν Μωαβ ἀπὸ προσώπου υἱω̃ν Ισραηλ

22:4 καὶ εἰ̃πεν Μωαβ τη̨̃ γερουσία̨ Μαδιαμ νυ̃ν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλω̨ ἡμω̃ν ὡς ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ του̃ πεδίου καὶ Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἠ̃ν κατὰ τὸν καιρὸν ἐκει̃νον

22:5 καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλααμ υἱὸν Βεωρ Φαθουρα ὅ ἐστιν ἐπὶ του̃ ποταμου̃ γη̃ς υἱω̃ν λαου̃ αὐτου̃ καλέσαι αὐτὸν λέγων ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τη̃ς γη̃ς καὶ οὑ̃τος ἐγκάθηται ἐχόμενός μου

22:6 καὶ νυ̃ν δευ̃ρο ἄρασαί μοι τὸν λαὸν του̃τον ὅτι ἰσχύει οὑ̃τος ἢ ἡμει̃ς ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτω̃ν καὶ ἐκβαλω̃ αὐτοὺς ἐκ τη̃ς γη̃ς ὅτι οἰ̃δα οὓς ἐὰν εὐλογήση̨ς σύ εὐλόγηνται καὶ οὓς ἐὰν καταράση̨ σύ κεκατήρανται

22:7 καὶ ἐπορεύθη ἡ γερουσία Μωαβ καὶ ἡ γερουσία Μαδιαμ καὶ τὰ μαντει̃α ἐν ται̃ς χερσὶν αὐτω̃ν καὶ ἠ̃λθον πρὸς Βαλααμ καὶ εἰ̃παν αὐτω̨̃ τὰ ῥήματα Βαλακ

22:8 καὶ εἰ̃πεν πρὸς αὐτούς καταλύσατε αὐτου̃ τὴν νύκτα καὶ ἀποκριθήσομαι ὑμι̃ν πράγματα ἃ ἐὰν λαλήση̨ κύριος πρός με καὶ κατέμειναν οἱ ἄρχοντες Μωαβ παρὰ Βαλααμ

22:9 καὶ ἠ̃λθεν ὁ θεὸς πρὸς Βαλααμ καὶ εἰ̃πεν αὐτω̨̃ τί οἱ ἄνθρωποι οὑ̃τοι παρὰ σοί

22:10 καὶ εἰ̃πεν Βαλααμ πρὸς τὸν θεόν Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἀπέστειλεν αὐτοὺς πρός με λέγων

22:11 ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τη̃ς γη̃ς καὶ οὑ̃τος ἐγκάθηται ἐχόμενός μου καὶ νυ̃ν δευ̃ρο ἄρασαί μοι αὐτόν εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλω̃ αὐτὸν ἀπὸ τη̃ς γη̃ς

22:12 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Βαλααμ οὐ πορεύση̨ μετ' αὐτω̃ν οὐδὲ καταράση̨ τὸν λαόν ἔστιν γὰρ εὐλογημένος

22:13 καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ εἰ̃πεν τοι̃ς ἄρχουσιν Βαλακ ἀποτρέχετε πρὸς τὸν κύριον ὑμω̃ν οὐκ ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ' ὑμω̃ν

22:14 καὶ ἀναστάντες οἱ ἄρχοντες Μωαβ ἠ̃λθον πρὸς Βαλακ καὶ εἰ̃παν οὐ θέλει Βαλααμ πορευθη̃ναι μεθ' ἡμω̃ν

22:15 καὶ προσέθετο Βαλακ ἔτι ἀποστει̃λαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων

22:16 καὶ ἠ̃λθον πρὸς Βαλααμ καὶ λέγουσιν αὐτω̨̃ τάδε λέγει Βαλακ ὁ του̃ Σεπφωρ ἀξιω̃ σε μὴ ὀκνήση̨ς ἐλθει̃ν πρός με

22:17 ἐντίμως γὰρ τιμήσω σε καὶ ὅσα ἐὰν εἴπη̨ς ποιήσω σοι καὶ δευ̃ρο ἐπικατάρασαί μοι τὸν λαὸν του̃τον

22:18 καὶ ἀπεκρίθη Βαλααμ καὶ εἰ̃πεν τοι̃ς ἄρχουσιν Βαλακ ἐὰν δω̨̃ μοι Βαλακ πλήρη τὸν οἰ̃κον αὐτου̃ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβη̃ναι τὸ ῥη̃μα κυρίου του̃ θεου̃ ποιη̃σαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τη̨̃ διανοία̨ μου

22:19 καὶ νυ̃ν ὑπομείνατε αὐτου̃ καὶ ὑμει̃ς τὴν νύκτα ταύτην καὶ γνώσομαι τί προσθήσει κύριος λαλη̃σαι πρός με

22:20 καὶ ἠ̃λθεν ὁ θεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἰ̃πεν αὐτω̨̃ εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὑ̃τοι ἀναστὰς ἀκολούθησον αὐτοι̃ς ἀλλὰ τὸ ῥη̃μα ὃ ἂν λαλήσω πρὸς σέ του̃το ποιήσεις

22:21 καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτου̃ καὶ ἐπορεύθη μετὰ τω̃ν ἀρχόντων Μωαβ

22:22 καὶ ὠργίσθη θυμω̨̃ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός καὶ ἀνέστη ὁ ἄγγελος του̃ θεου̃ ἐνδιαβάλλειν αὐτόν καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τη̃ς ὄνου αὐτου̃ καὶ δύο παι̃δες αὐτου̃ μετ' αὐτου̃

22:23 καὶ ἰδου̃σα ἡ ὄνος τὸν ἄγγελον του̃ θεου̃ ἀνθεστηκότα ἐν τη̨̃ ὁδω̨̃ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τη̃ς ὁδου̃ καὶ ἐπορεύετο εἰς τὸ πεδίον καὶ ἐπάταξεν τὴν ὄνον τη̨̃ ῥάβδω̨ του̃ εὐθυ̃ναι αὐτὴν ἐν τη̨̃ ὁδω̨̃

22:24 καὶ ἔστη ὁ ἄγγελος του̃ θεου̃ ἐν ται̃ς αὔλαξιν τω̃ν ἀμπέλων φραγμὸς ἐντευ̃θεν καὶ φραγμὸς ἐντευ̃θεν

22:25 καὶ ἰδου̃σα ἡ ὄνος τὸν ἄγγελον του̃ θεου̃ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοι̃χον καὶ ἀπέθλιψεν τὸν πόδα Βαλααμ καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν

22:26 καὶ προσέθετο ὁ ἄγγελος του̃ θεου̃ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπω̨ στενω̨̃ εἰς ὃν οὐκ ἠ̃ν ἐκκλι̃ναι δεξιὰν οὐδὲ ἀριστεράν

22:27 καὶ ἰδου̃σα ἡ ὄνος τὸν ἄγγελον του̃ θεου̃ συνεκάθισεν ὑποκάτω Βαλααμ καὶ ἐθυμώθη Βαλααμ καὶ ἔτυπτεν τὴν ὄνον τη̨̃ ῥάβδω̨

22:28 καὶ ἤνοιξεν ὁ θεὸς τὸ στόμα τη̃ς ὄνου καὶ λέγει τω̨̃ Βαλααμ τί ἐποίησά σοι ὅτι πέπαικάς με του̃το τρίτον

22:29 καὶ εἰ̃πεν Βαλααμ τη̨̃ ὄνω̨ ὅτι ἐμπέπαιχάς μοι καὶ εἰ εἰ̃χον μάχαιραν ἐν τη̨̃ χειρί μου ἤδη ἂν ἐξεκέντησά σε

22:30 καὶ λέγει ἡ ὄνος τω̨̃ Βαλααμ οὐκ ἐγὼ ἡ ὄνος σου ἐφ' ἡ̃ς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τη̃ς σήμερον ἡμέρας μὴ ὑπεροράσει ὑπεριδου̃σα ἐποίησά σοι οὕτως ὁ δὲ εἰ̃πεν οὐχί

22:31 ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς Βαλααμ καὶ ὁρα̨̃ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τη̨̃ ὁδω̨̃ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ κύψας προσεκύνησεν τω̨̃ προσώπω̨ αὐτου̃

22:32 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ ἄγγελος του̃ θεου̃ διὰ τί ἐπάταξας τὴν ὄνον σου του̃το τρίτον καὶ ἰδοὺ ἐγὼ ἐξη̃λθον εἰς διαβολήν σου ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου

22:33 καὶ ἰδου̃σά με ἡ ὄνος ἐξέκλινεν ἀπ' ἐμου̃ τρίτον του̃το καὶ εἰ μὴ ἐξέκλινεν νυ̃ν οὐ̃ν σὲ μὲν ἀπέκτεινα ἐκείνην δὲ περιεποιησάμην

22:34 καὶ εἰ̃πεν Βαλααμ τω̨̃ ἀγγέλω̨ κυρίου ἡμάρτηκα οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τη̨̃ ὁδω̨̃ εἰς συνάντησιν καὶ νυ̃ν εἰ μή σοι ἀρέσκει ἀποστραφήσομαι

22:35 καὶ εἰ̃πεν ὁ ἄγγελος του̃ θεου̃ πρὸς Βαλααμ συμπορεύθητι μετὰ τω̃ν ἀνθρώπων πλὴν τὸ ῥη̃μα ὃ ἐὰν εἴπω πρὸς σέ του̃το φυλάξη̨ λαλη̃σαι καὶ ἐπορεύθη Βαλααμ μετὰ τω̃ν ἀρχόντων Βαλακ

22:36 καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλααμ ἐξη̃λθεν εἰς συνάντησιν αὐτω̨̃ εἰς πόλιν Μωαβ ἥ ἐστιν ἐπὶ τω̃ν ὁρίων Αρνων ὅ ἐστιν ἐκ μέρους τω̃ν ὁρίων

22:37 καὶ εἰ̃πεν Βαλακ πρὸς Βαλααμ οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε διὰ τί οὐκ ἤρχου πρός με ὄντως οὐ δυνήσομαι τιμη̃σαί σε

22:38 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ ἰδοὺ ἥκω πρὸς σέ νυ̃ν δυνατὸς ἔσομαι λαλη̃σαί τι τὸ ῥη̃μα ὃ ἐὰν βάλη̨ ὁ θεὸς εἰς τὸ στόμα μου του̃το λαλήσω

22:39 καὶ ἐπορεύθη Βαλααμ μετὰ Βαλακ καὶ ἠ̃λθον εἰς πόλεις ἐπαύλεων

22:40 καὶ ἔθυσεν Βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τω̨̃ Βαλααμ καὶ τοι̃ς ἄρχουσι τοι̃ς μετ' αὐτου̃

22:41 καὶ ἐγενήθη πρωὶ καὶ παραλαβὼν Βαλακ τὸν Βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην του̃ Βααλ καὶ ἔδειξεν αὐτω̨̃ ἐκει̃θεν μέρος τι του̃ λαου̃

23:1 καὶ εἰ̃πεν Βαλααμ τω̨̃ Βαλακ οἰκοδόμησόν μοι ἐνταυ̃θα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταυ̃θα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς

23:2 καὶ ἐποίησεν Βαλακ ὃν τρόπον εἰ̃πεν αὐτω̨̃ Βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν

23:3 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ παράστηθι ἐπὶ τη̃ς θυσίας σου καὶ πορεύσομαι εἴ μοι φανει̃ται ὁ θεὸς ἐν συναντήσει καὶ ῥη̃μα ὃ ἐάν μοι δείξη̨ ἀναγγελω̃ σοι καὶ παρέστη Βαλακ ἐπὶ τη̃ς θυσίας αὐτου̃ καὶ Βαλααμ ἐπορεύθη ἐπερωτη̃σαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθει̃αν

23:4 καὶ ἐφάνη ὁ θεὸς τω̨̃ Βαλααμ καὶ εἰ̃πεν πρὸς αὐτὸν Βαλααμ τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν

23:5 καὶ ἐνέβαλεν ὁ θεὸς ῥη̃μα εἰς τὸ στόμα Βαλααμ καὶ εἰ̃πεν ἐπιστραφεὶς πρὸς Βαλακ οὕτως λαλήσεις

23:6 καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τω̃ν ὁλοκαυτωμάτων αὐτου̃ καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ' αὐτου̃

23:7 καὶ ἐγενήθη πνευ̃μα θεου̃ ἐπ' αὐτω̨̃ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλακ βασιλεὺς Μωαβ ἐξ ὀρέων ἀπ' ἀνατολω̃ν λέγων δευ̃ρο ἄρασαί μοι τὸν Ιακωβ καὶ δευ̃ρο ἐπικατάρασαί μοι τὸν Ισραηλ

23:8 τί ἀράσωμαι ὃν μὴ καταρα̃ται κύριος ἢ τί καταράσωμαι ὃν μὴ καταρα̃ται ὁ θεός

23:9 ὅτι ἀπὸ κορυφη̃ς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνω̃ν προσνοήσω αὐτόν ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται

23:10 τίς ἐξηκριβάσατο τὸ σπέρμα Ιακωβ καὶ τίς ἐξαριθμήσεται δήμους Ισραηλ ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαι̃ς δικαίων καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων

23:11 καὶ εἰ̃πεν Βαλακ πρὸς Βαλααμ τί πεποίηκάς μοι εἰς κατάρασιν ἐχθρω̃ν μου κέκληκά σε καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν

23:12 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ οὐχὶ ὅσα ἐὰν ἐμβάλη̨ ὁ θεὸς εἰς τὸ στόμα μου του̃το φυλάξω λαλη̃σαι

23:13 καὶ εἰ̃πεν πρὸς αὐτὸν Βαλακ δευ̃ρο ἔτι μετ' ἐμου̃ εἰς τόπον ἄλλον ἐξ ὡ̃ν οὐκ ὄψη̨ αὐτὸν ἐκει̃θεν ἀλλ' ἢ μέρος τι αὐτου̃ ὄψη̨ πάντας δὲ οὐ μὴ ἴδη̨ς καὶ κατάρασαί μοι αὐτὸν ἐκει̃θεν

23:14 καὶ παρέλαβεν αὐτὸν εἰς ἀγρου̃ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ὠ̨κοδόμησεν ἐκει̃ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν

23:15 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ παράστηθι ἐπὶ τη̃ς θυσίας σου ἐγὼ δὲ πορεύσομαι ἐπερωτη̃σαι τὸν θεόν

23:16 καὶ συνήντησεν ὁ θεὸς τω̨̃ Βαλααμ καὶ ἐνέβαλεν ῥη̃μα εἰς τὸ στόμα αὐτου̃ καὶ εἰ̃πεν ἀποστράφητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις

23:17 καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τη̃ς ὁλοκαυτώσεως αὐτου̃ καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ' αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ Βαλακ τί ἐλάλησεν κύριος

23:18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν ἀνάστηθι Βαλακ καὶ ἄκουε ἐνώτισαι μάρτυς υἱὸς Σεπφωρ

23:19 οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθη̃ναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθη̃ναι αὐτὸς εἴπας οὐχὶ ποιήσει λαλήσει καὶ οὐχὶ ἐμμενει̃

23:20 ἰδοὺ εὐλογει̃ν παρείλημμαι εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω

23:21 οὐκ ἔσται μόχθος ἐν Ιακωβ οὐδὲ ὀφθήσεται πόνος ἐν Ισραηλ κύριος ὁ θεὸς αὐτου̃ μετ' αὐτου̃ τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτω̨̃

23:22 θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτω̨̃

23:23 οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ιακωβ οὐδὲ μαντεία ἐν Ισραηλ κατὰ καιρὸν ῥηθήσεται Ιακωβ καὶ τω̨̃ Ισραηλ τί ἐπιτελέσει ὁ θεός

23:24 ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται οὐ κοιμηθήσεται ἕως φάγη̨ θήραν καὶ αἱ̃μα τραυματιω̃ν πίεται

23:25 καὶ εἰ̃πεν Βαλακ πρὸς Βαλααμ οὔτε κατάραις καταράση̨ μοι αὐτὸν οὔτε εὐλογω̃ν μὴ εὐλογήση̨ς αὐτόν

23:26 καὶ ἀποκριθεὶς Βαλααμ εἰ̃πεν τω̨̃ Βαλακ οὐκ ἐλάλησά σοι λέγων τὸ ῥη̃μα ὃ ἐὰν λαλήση̨ ὁ θεός του̃το ποιήσω

23:27 καὶ εἰ̃πεν Βαλακ πρὸς Βαλααμ δευ̃ρο παραλάβω σε εἰς τόπον ἄλλον εἰ ἀρέσει τω̨̃ θεω̨̃ καὶ καταρα̃σαί μοι αὐτὸν ἐκει̃θεν

23:28 καὶ παρέλαβεν Βαλακ τὸν Βαλααμ ἐπὶ κορυφὴν του̃ Φογωρ τὸ παρατει̃νον εἰς τὴν ἔρημον

23:29 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ οἰκοδόμησόν μοι ὡ̃δε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὡ̃δε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς

23:30 καὶ ἐποίησεν Βαλακ καθάπερ εἰ̃πεν αὐτω̨̃ Βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν

24:1 καὶ ἰδὼν Βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογει̃ν τὸν Ισραηλ οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοι̃ς οἰωνοι̃ς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτου̃ εἰς τὴν ἔρημον

24:2 καὶ ἐξάρας Βαλααμ τοὺς ὀφθαλμοὺς αὐτου̃ καθορα̨̃ τὸν Ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς καὶ ἐγένετο πνευ̃μα θεου̃ ἐν αὐτω̨̃

24:3 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν φησὶν Βαλααμ υἱὸς Βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινω̃ς ὁρω̃ν

24:4 φησὶν ἀκούων λόγια θεου̃ ὅστις ὅρασιν θεου̃ εἰ̃δεν ἐν ὕπνω̨ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτου̃

24:5 ὡς καλοί σου οἱ οἰ̃κοι Ιακωβ αἱ σκηναί σου Ισραηλ

24:6 ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμω̃ν καὶ ὡσεὶ σκηναί ἃς ἔπηξεν κύριος ὡσεὶ κέδροι παρ' ὕδατα

24:7 ἐξελεύσεται ἄνθρωπος ἐκ του̃ σπέρματος αὐτου̃ καὶ κυριεύσει ἐθνω̃ν πολλω̃ν καὶ ὑψωθήσεται ἢ Γωγ βασιλεία αὐτου̃ καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτου̃

24:8 θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτω̨̃ ἔδεται ἔθνη ἐχθρω̃ν αὐτου̃ καὶ τὰ πάχη αὐτω̃ν ἐκμυελιει̃ καὶ ται̃ς βολίσιν αὐτου̃ κατατοξεύσει ἐχθρόν

24:9 κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος τίς ἀναστήσει αὐτόν οἱ εὐλογου̃ντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται

24:10 καὶ ἐθυμώθη Βαλακ ἐπὶ Βαλααμ καὶ συνεκρότησεν ται̃ς χερσὶν αὐτου̃ καὶ εἰ̃πεν Βαλακ πρὸς Βαλααμ καταρα̃σθαι τὸν ἐχθρόν μου κέκληκά σε καὶ ἰδοὺ εὐλογω̃ν εὐλόγησας τρίτον του̃το

24:11 νυ̃ν οὐ̃ν φευ̃γε εἰς τὸν τόπον σου εἰ̃πα τιμήσω σε καὶ νυ̃ν ἐστέρησέν σε κύριος τη̃ς δόξης

24:12 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ οὐχὶ καὶ τοι̃ς ἀγγέλοις σου οὓς ἀπέστειλας πρός με ἐλάλησα λέγων

24:13 ἐάν μοι δω̨̃ Βαλακ πλήρη τὸν οἰ̃κον αὐτου̃ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβη̃ναι τὸ ῥη̃μα κυρίου ποιη̃σαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ' ἐμαυτου̃ ὅσα ἐὰν εἴπη̨ ὁ θεός ταυ̃τα ἐρω̃

24:14 καὶ νυ̃ν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου δευ̃ρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὑ̃τος τὸν λαόν σου ἐπ' ἐσχάτου τω̃ν ἡμερω̃ν

24:15 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν φησὶν Βαλααμ υἱὸς Βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινω̃ς ὁρω̃ν

24:16 ἀκούων λόγια θεου̃ ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν θεου̃ ἰδὼν ἐν ὕπνω̨ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτου̃

24:17 δείξω αὐτω̨̃ καὶ οὐχὶ νυ̃ν μακαρίζω καὶ οὐκ ἐγγίζει ἀνατελει̃ ἄστρον ἐξ Ιακωβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωαβ καὶ προνομεύσει πάντας υἱοὺς Σηθ

24:18 καὶ ἔσται Εδωμ κληρονομία καὶ ἔσται κληρονομία Ησαυ ὁ ἐχθρὸς αὐτου̃ καὶ Ισραηλ ἐποίησεν ἐν ἰσχύι

24:19 καὶ ἐξεγερθήσεται ἐξ Ιακωβ καὶ ἀπολει̃ σω̨ζόμενον ἐκ πόλεως

24:20 καὶ ἰδὼν τὸν Αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν ἀρχὴ ἐθνω̃ν Αμαληκ καὶ τὸ σπέρμα αὐτω̃ν ἀπολει̃ται

24:21 καὶ ἰδὼν τὸν Καιναι̃ον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν ἰσχυρὰ ἡ κατοικία σου καὶ ἐὰν θη̨̃ς ἐν πέτρα̨ τὴν νοσσιάν σου

24:22 καὶ ἐὰν γένηται τω̨̃ Βεωρ νεοσσιὰ πανουργίας 'Ασσύριοί σε αἰχμαλωτεύσουσιν

24:23 καὶ ἰδὼν τὸν Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν ὠ̃ ὠ̃ τίς ζήσεται ὅταν θη̨̃ ταυ̃τα ὁ θεός

24:24 καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων καὶ κακώσουσιν Ασσουρ καὶ κακώσουσιν Εβραίους καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολου̃νται

24:25 καὶ ἀναστὰς Βαλααμ ἀπη̃λθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτου̃ καὶ Βαλακ ἀπη̃λθεν πρὸς ἑαυτόν

25:1 καὶ κατέλυσεν Ισραηλ ἐν Σαττιν καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνευ̃σαι εἰς τὰς θυγατέρας Μωαβ

25:2 καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ται̃ς θυσίαις τω̃ν εἰδώλων αὐτω̃ν καὶ ἔφαγεν ὁ λαὸς τω̃ν θυσιω̃ν αὐτω̃ν καὶ προσεκύνησαν τοι̃ς εἰδώλοις αὐτω̃ν

25:3 καὶ ἐτελέσθη Ισραηλ τω̨̃ Βεελφεγωρ καὶ ὠργίσθη θυμω̨̃ κύριος τω̨̃ Ισραηλ

25:4 καὶ εἰ̃πεν κύριος τω̨̃ Μωυση̨̃ λαβὲ πάντας τοὺς ἀρχηγοὺς του̃ λαου̃ καὶ παραδειγμάτισον αὐτοὺς κυρίω̨ ἀπέναντι του̃ ἡλίου καὶ ἀποστραφήσεται ὀργὴ θυμου̃ κυρίου ἀπὸ Ισραηλ

25:5 καὶ εἰ̃πεν Μωυση̃ς ται̃ς φυλαι̃ς Ισραηλ ἀποκτείνατε ἕκαστος τὸν οἰκει̃ον αὐτου̃ τὸν τετελεσμένον τω̨̃ Βεελφεγωρ

25:6 καὶ ἰδοὺ ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτου̃ πρὸς τὴν Μαδιανι̃τιν ἐναντίον Μωυση̃ καὶ ἔναντι πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

25:7 καὶ ἰδὼν Φινεες υἱὸς Ελεαζαρ υἱου̃ Ααρων του̃ ἱερέως ἐξανέστη ἐκ μέσου τη̃ς συναγωγη̃ς καὶ λαβὼν σειρομάστην ἐν τη̨̃ χειρὶ

25:8 εἰση̃λθεν ὀπίσω του̃ ἀνθρώπου του̃ Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους τόν τε ἄνθρωπον τὸν Ισραηλίτην καὶ τὴν γυναι̃κα διὰ τη̃ς μήτρας αὐτη̃ς καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱω̃ν Ισραηλ

25:9 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τη̨̃ πληγη̨̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες

25:10 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

25:11 Φινεες υἱὸς Ελεαζαρ υἱου̃ Ααρων του̃ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱω̃ν Ισραηλ ἐν τω̨̃ ζηλω̃σαί μου τὸν ζη̃λον ἐν αὐτοι̃ς καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ ζήλω̨ μου

25:12 οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτω̨̃ διαθήκην εἰρήνης

25:13 καὶ ἔσται αὐτω̨̃ καὶ τω̨̃ σπέρματι αὐτου̃ μετ' αὐτὸν διαθήκη ἱερατείας αἰωνία ἀνθ' ὡ̃ν ἐζήλωσεν τω̨̃ θεω̨̃ αὐτου̃ καὶ ἐξιλάσατο περὶ τω̃ν υἱω̃ν Ισραηλ

25:14 τὸ δὲ ὄνομα του̃ ἀνθρώπου του̃ Ισραηλίτου του̃ πεπληγότος ὃς ἐπλήγη μετὰ τη̃ς Μαδιανίτιδος Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατρια̃ς τω̃ν Συμεων

25:15 καὶ ὄνομα τη̨̃ γυναικὶ τη̨̃ Μαδιανίτιδι τη̨̃ πεπληγυία̨ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ οἴκου πατρια̃ς ἐστιν τω̃ν Μαδιαν

25:16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων

25:17 ἐχθραίνετε τοι̃ς Μαδιηναίοις καὶ πατάξατε αὐτούς

25:18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμι̃ν ἐν δολιότητι ὅσα δολιου̃σιν ὑμα̃ς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτω̃ν τὴν πεπληγυι̃αν ἐν τη̨̃ ἡμέρα̨ τη̃ς πληγη̃ς διὰ Φογωρ

26:1 καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων

26:2 λαβὲ τὴν ἀρχὴν πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω κατ' οἴκους πατριω̃ν αὐτω̃ν πα̃ς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ

26:3 καὶ ἐλάλησεν Μωυση̃ς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ του̃ Ιορδάνου κατὰ Ιεριχω λέγων

26:4 ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου

26:5 Ρουβην πρωτότοκος Ισραηλ υἱοὶ δὲ Ρουβην Ενωχ καὶ δη̃μος του̃ Ενωχ τω̨̃ Φαλλου δη̃μος του̃ Φαλλουι

26:6 τω̨̃ Ασρων δη̃μος του̃ Ασρωνι τω̨̃ Χαρμι δη̃μος του̃ Χαρμι

26:7 οὑ̃τοι δη̃μοι Ρουβην καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτω̃ν τρει̃ς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα

26:8 καὶ υἱοὶ Φαλλου Ελιαβ

26:9 καὶ υἱοὶ Ελιαβ Ναμουηλ καὶ Δαθαν καὶ Αβιρων οὑ̃τοι ἐπίκλητοι τη̃ς συναγωγη̃ς οὑ̃τοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυση̃ν καὶ Ααρων ἐν τη̨̃ συναγωγη̨̃ Κορε ἐν τη̨̃ ἐπισυστάσει κυρίου

26:10 καὶ ἀνοίξασα ἡ γη̃ τὸ στόμα αὐτη̃ς κατέπιεν αὐτοὺς καὶ Κορε ἐν τω̨̃ θανάτω̨ τη̃ς συναγωγη̃ς αὐτου̃ ὅτε κατέφαγεν τὸ πυ̃ρ τοὺς πεντήκοντα καὶ διακοσίους καὶ ἐγενήθησαν ἐν σημείω̨

26:11 οἱ δὲ υἱοὶ Κορε οὐκ ἀπέθανον

26:12 καὶ οἱ υἱοὶ Συμεων ὁ δη̃μος τω̃ν υἱω̃ν Συμεων τω̨̃ Ναμουηλ δη̃μος ὁ Ναμουηλι τω̨̃ Ιαμιν δη̃μος ὁ Ιαμινι τω̨̃ Ιαχιν δη̃μος ὁ Ιαχινι

26:13 τω̨̃ Ζαρα δη̃μος ὁ Ζαραϊ τω̨̃ Σαουλ δη̃μος ὁ Σαουλι

26:14 οὑ̃τοι δη̃μοι Συμεων ἐκ τη̃ς ἐπισκέψεως αὐτω̃ν δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι

26:15 υἱοὶ δὲ Ιουδα Ηρ καὶ Αυναν καὶ ἀπέθανεν Ηρ καὶ Αυναν ἐν γη̨̃ Χανααν

26:16 ἐγένοντο δὲ οἱ υἱοὶ Ιουδα κατὰ δήμους αὐτω̃ν τω̨̃ Σηλων δη̃μος ὁ Σηλωνι τω̨̃ Φαρες δη̃μος ὁ Φαρες τω̨̃ Ζαρα δη̃μος ὁ Ζαραϊ

26:17 καὶ ἐγένοντο υἱοὶ Φαρες τω̨̃ Ασρων δη̃μος ὁ Ασρωνι τω̨̃ Ιαμουν δη̃μος ὁ Ιαμουνι

26:18 οὑ̃τοι δη̃μοι τω̨̃ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτω̃ν ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι

26:19 καὶ υἱοὶ Ισσαχαρ κατὰ δήμους αὐτω̃ν τω̨̃ Θωλα δη̃μος ὁ Θωλαϊ τω̨̃ Φουα δη̃μος ὁ Φουαϊ

26:20 τω̨̃ Ιασουβ δη̃μος ὁ Ιασουβι τω̨̃ Σαμαραν δη̃μος ὁ Σαμαρανι

26:21 οὑ̃τοι δη̃μοι Ισσαχαρ ἐξ ἐπισκέψεως αὐτω̃ν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι

26:22 υἱοὶ Ζαβουλων κατὰ δήμους αὐτω̃ν τω̨̃ Σαρεδ δη̃μος ὁ Σαρεδι τω̨̃ Αλλων δη̃μος ὁ Αλλωνι τω̨̃ Αλληλ δη̃μος ὁ Αλληλι

26:23 οὑ̃τοι δη̃μοι Ζαβουλων ἐξ ἐπισκέψεως αὐτω̃ν ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι

26:24 υἱοὶ Γαδ κατὰ δήμους αὐτω̃ν τω̨̃ Σαφων δη̃μος ὁ Σαφωνι τω̨̃ Αγγι δη̃μος ὁ Αγγι τω̨̃ Σουνι δη̃μος ὁ Σουνι

26:25 τω̨̃ Αζενι δη̃μος ὁ Αζενι τω̨̃ Αδδι δη̃μος ὁ Αδδι

26:26 τω̨̃ Αροαδι δη̃μος ὁ Αροαδι τω̨̃ Αριηλ δη̃μος ὁ Αριηλι

26:27 οὑ̃τοι δη̃μοι υἱω̃ν Γαδ ἐξ ἐπισκέψεως αὐτω̃ν τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

26:28 υἱοὶ Ασηρ κατὰ δήμους αὐτω̃ν τω̨̃ Ιαμιν δη̃μος ὁ Ιαμινι τω̨̃ Ιεσου δη̃μος ὁ Ιεσουι τω̨̃ Βαρια δη̃μος ὁ Βαριαϊ

26:29 τω̨̃ Χοβερ δη̃μος ὁ Χοβερι τω̨̃ Μελχιηλ δη̃μος ὁ Μελχιηλι

26:30 καὶ τὸ ὄνομα θυγατρὸς Ασηρ Σαρα

26:31 οὑ̃τοι δη̃μοι Ασηρ ἐξ ἐπισκέψεως αὐτω̃ν τρει̃ς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

26:32 υἱοὶ Ιωσηφ κατὰ δήμους αὐτω̃ν Μανασση καὶ Εφραιμ

26:33 υἱοὶ Μανασση τω̨̃ Μαχιρ δη̃μος ὁ Μαχιρι καὶ Μαχιρ ἐγέννησεν τὸν Γαλααδ τω̨̃ Γαλααδ δη̃μος ὁ Γαλααδι

26:34 καὶ οὑ̃τοι υἱοὶ Γαλααδ τω̨̃ Αχιεζερ δη̃μος ὁ Αχιεζερι τω̨̃ Χελεγ δη̃μος ὁ Χελεγι

26:35 τω̨̃ Εσριηλ δη̃μος ὁ Εσριηλι τω̨̃ Συχεμ δη̃μος ὁ Συχεμι

26:36 τω̨̃ Συμαερ δη̃μος ὁ Συμαερι καὶ τω̨̃ Οφερ δη̃μος ὁ Οφερι

26:37 καὶ τω̨̃ Σαλπααδ υἱω̨̃ Οφερ οὐκ ἐγένοντο αὐτω̨̃ υἱοί ἀλλ' ἢ θυγατέρες καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν θυγατέρων Σαλπααδ Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα

26:38 οὑ̃τοι δη̃μοι Μανασση ἐξ ἐπισκέψεως αὐτω̃ν δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι

26:39 καὶ οὑ̃τοι υἱοὶ Εφραιμ τω̨̃ Σουταλα δη̃μος ὁ Σουταλαϊ τω̨̃ Ταναχ δη̃μος ὁ Ταναχι

26:40 οὑ̃τοι υἱοὶ Σουταλα τω̨̃ Εδεν δη̃μος ὁ Εδενι

26:41 οὑ̃τοι δη̃μοι Εφραιμ ἐξ ἐπισκέψεως αὐτω̃ν δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι οὑ̃τοι δη̃μοι υἱω̃ν Ιωσηφ κατὰ δήμους αὐτω̃ν

26:42 υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτω̃ν τω̨̃ Βαλε δη̃μος ὁ Βαλεϊ τω̨̃ Ασυβηρ δη̃μος ὁ Ασυβηρι τω̨̃ Ιαχιραν δη̃μος ὁ Ιαχιρανι

26:43 τω̨̃ Σωφαν δη̃μος ὁ Σωφανι

26:44 καὶ ἐγένοντο οἱ υἱοὶ Βαλε Αδαρ καὶ Νοεμαν τω̨̃ Αδαρ δη̃μος ὁ Αδαρι τω̨̃ Νοεμαν δη̃μος ὁ Νοεμανι

26:45 οὑ̃τοι υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτω̃ν ἐξ ἐπισκέψεως αὐτω̃ν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι

26:46 καὶ υἱοὶ Δαν κατὰ δήμους αὐτω̃ν τω̨̃ Σαμι δη̃μος ὁ Σαμι οὑ̃τοι δη̃μοι Δαν κατὰ δήμους αὐτω̃ν

26:47 πάντες οἱ δη̃μοι Σαμι κατ' ἐπισκοπὴν αὐτω̃ν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι

26:48 υἱοὶ Νεφθαλι κατὰ δήμους αὐτω̃ν τω̨̃ Ασιηλ δη̃μος ὁ Ασιηλι τω̨̃ Γαυνι δη̃μος ὁ Γαυνι

26:49 τω̨̃ Ιεσερ δη̃μος ὁ Ιεσερι τω̨̃ Σελλημ δη̃μος ὁ Σελλημι

26:50 οὑ̃τοι δη̃μοι Νεφθαλι ἐξ ἐπισκέψεως αὐτω̃ν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι

26:51 αὕτη ἡ ἐπίσκεψις υἱω̃ν Ισραηλ ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα

26:52 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

26:53 τούτοις μερισθήσεται ἡ γη̃ κληρονομει̃ν ἐξ ἀριθμου̃ ὀνομάτων

26:54 τοι̃ς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοι̃ς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτω̃ν ἑκάστω̨ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτω̃ν

26:55 διὰ κλήρων μερισθήσεται ἡ γη̃ τοι̃ς ὀνόμασιν κατὰ φυλὰς πατριω̃ν αὐτω̃ν κληρονομήσουσιν

26:56 ἐκ του̃ κλήρου μεριει̃ς τὴν κληρονομίαν αὐτω̃ν ἀνὰ μέσον πολλω̃ν καὶ ὀλίγων

26:57 καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτω̃ν τω̨̃ Γεδσων δη̃μος ὁ Γεδσωνι τω̨̃ Κααθ δη̃μος ὁ Κααθι τω̨̃ Μεραρι δη̃μος ὁ Μεραρι

26:58 οὑ̃τοι δη̃μοι υἱω̃ν Λευι δη̃μος ὁ Λοβενι δη̃μος ὁ Χεβρωνι δη̃μος ὁ Κορε καὶ δη̃μος ὁ Μουσι καὶ Κααθ ἐγέννησεν τὸν Αμραμ

26:59 καὶ τὸ ὄνομα τη̃ς γυναικὸς αὐτου̃ Ιωχαβεδ θυγάτηρ Λευι ἣ ἔτεκεν τούτους τω̨̃ Λευι ἐν Αἰγύπτω̨ καὶ ἔτεκεν τω̨̃ Αμραμ τὸν Ααρων καὶ Μωυση̃ν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτω̃ν

26:60 καὶ ἐγεννήθησαν τω̨̃ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ

26:61 καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τω̨̃ προσφέρειν αὐτοὺς πυ̃ρ ἀλλότριον ἔναντι κυρίου ἐν τη̨̃ ἐρήμω̨ Σινα

26:62 καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτω̃ν τρει̃ς καὶ εἴκοσι χιλιάδες πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσω̨ υἱω̃ν Ισραηλ ὅτι οὐ δίδοται αὐτοι̃ς κλη̃ρος ἐν μέσω̨ υἱω̃ν Ισραηλ

26:63 καὶ αὕτη ἡ ἐπίσκεψις Μωυση̃ καὶ Ελεαζαρ του̃ ἱερέως οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ του̃ Ιορδάνου κατὰ Ιεριχω

26:64 καὶ ἐν τούτοις οὐκ ἠ̃ν ἄνθρωπος τω̃ν ἐπεσκεμμένων ὑπὸ Μωυση̃ καὶ Ααρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ Σινα

26:65 ὅτι εἰ̃πεν κύριος αὐτοι̃ς θανάτω̨ ἀποθανου̃νται ἐν τη̨̃ ἐρήμω̨ καὶ οὐ κατελείφθη ἐξ αὐτω̃ν οὐδὲ εἱ̃ς πλὴν Χαλεβ υἱὸς Ιεφοννη καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη

27:1 καὶ προσελθου̃σαι αἱ θυγατέρες Σαλπααδ υἱου̃ Οφερ υἱου̃ Γαλααδ υἱου̃ Μαχιρ του̃ δήμου Μανασση τω̃ν υἱω̃ν Ιωσηφ καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα

27:2 καὶ στα̃σαι ἔναντι Μωυση̃ καὶ ἔναντι Ελεαζαρ του̃ ἱερέως καὶ ἔναντι τω̃ν ἀρχόντων καὶ ἔναντι πάσης συναγωγη̃ς ἐπὶ τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου λέγουσιν

27:3 ὁ πατὴρ ἡμω̃ν ἀπέθανεν ἐν τη̨̃ ἐρήμω̨ καὶ αὐτὸς οὐκ ἠ̃ν ἐν μέσω̨ τη̃ς συναγωγη̃ς τη̃ς ἐπισυστάσης ἔναντι κυρίου ἐν τη̨̃ συναγωγη̨̃ Κορε ὅτι διὰ ἁμαρτίαν αὐτου̃ ἀπέθανεν καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτω̨̃

27:4 μὴ ἐξαλειφθήτω τὸ ὄνομα του̃ πατρὸς ἡμω̃ν ἐκ μέσου του̃ δήμου αὐτου̃ ὅτι οὐκ ἔστιν αὐτω̨̃ υἱός δότε ἡμι̃ν κατάσχεσιν ἐν μέσω̨ ἀδελφω̃ν πατρὸς ἡμω̃ν

27:5 καὶ προσήγαγεν Μωυση̃ς τὴν κρίσιν αὐτω̃ν ἔναντι κυρίου

27:6 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

27:7 ὀρθω̃ς θυγατέρες Σαλπααδ λελαλήκασιν δόμα δώσεις αὐται̃ς κατάσχεσιν κληρονομίας ἐν μέσω̨ ἀδελφω̃ν πατρὸς αὐτω̃ν καὶ περιθήσεις τὸν κλη̃ρον του̃ πατρὸς αὐτω̃ν αὐται̃ς

27:8 καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λαλήσεις λέγων ἄνθρωπος ἐὰν ἀποθάνη̨ καὶ υἱὸς μὴ ἠ̨̃ αὐτω̨̃ περιθήσετε τὴν κληρονομίαν αὐτου̃ τη̨̃ θυγατρὶ αὐτου̃

27:9 ἐὰν δὲ μὴ ἠ̨̃ θυγάτηρ αὐτω̨̃ δώσετε τὴν κληρονομίαν τω̨̃ ἀδελφω̨̃ αὐτου̃

27:10 ἐὰν δὲ μὴ ὠ̃σιν αὐτω̨̃ ἀδελφοί δώσετε τὴν κληρονομίαν τω̨̃ ἀδελφω̨̃ του̃ πατρὸς αὐτου̃

27:11 ἐὰν δὲ μὴ ὠ̃σιν ἀδελφοὶ του̃ πατρὸς αὐτου̃ δώσετε τὴν κληρονομίαν τω̨̃ οἰκείω̨ τω̨̃ ἔγγιστα αὐτου̃ ἐκ τη̃ς φυλη̃ς αὐτου̃ κληρονομήσει τὰ αὐτου̃ καὶ ἔσται του̃το τοι̃ς υἱοι̃ς Ισραηλ δικαίωμα κρίσεως καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

27:12 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τω̨̃ πέραν του̃το ὄρος Ναβαυ καὶ ἰδὲ τὴν γη̃ν Χανααν ἣν ἐγὼ δίδωμι τοι̃ς υἱοι̃ς Ισραηλ ἐν κατασχέσει

27:13 καὶ ὄψει αὐτὴν καὶ προστεθήση̨ πρὸς τὸν λαόν σου καὶ σύ καθὰ προσετέθη Ααρων ὁ ἀδελφός σου ἐν Ωρ τω̨̃ ὄρει

27:14 διότι παρέβητε τὸ ῥη̃μά μου ἐν τη̨̃ ἐρήμω̨ Σιν ἐν τω̨̃ ἀντιπίπτειν τὴν συναγωγὴν ἁγιάσαι με οὐχ ἡγιάσατέ με ἐπὶ τω̨̃ ὕδατι ἔναντι αὐτω̃ν του̃τό ἐστιν ὕδωρ ἀντιλογίας Καδης ἐν τη̨̃ ἐρήμω̨ Σιν

27:15 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς κύριον

27:16 ἐπισκεψάσθω κύριος ὁ θεὸς τω̃ν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τη̃ς συναγωγη̃ς ταύτης

27:17 ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτω̃ν καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτω̃ν καὶ ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει αὐτούς καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα οἱ̃ς οὐκ ἔστιν ποιμήν

27:18 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων λαβὲ πρὸς σεαυτὸν τὸν 'Ιησου̃ν υἱὸν Ναυη ἄνθρωπον ὃς ἔχει πνευ̃μα ἐν ἑαυτω̨̃ καὶ ἐπιθήσεις τὰς χει̃ράς σου ἐπ' αὐτὸν

27:19 καὶ στήσεις αὐτὸν ἔναντι Ελεαζαρ του̃ ἱερέως καὶ ἐντελη̨̃ αὐτω̨̃ ἔναντι πάσης συναγωγη̃ς καὶ ἐντελη̨̃ περὶ αὐτου̃ ἐναντίον αὐτω̃ν

27:20 καὶ δώσεις τη̃ς δόξης σου ἐπ' αὐτόν ὅπως ἂν εἰσακούσωσιν αὐτου̃ οἱ υἱοὶ Ισραηλ

27:21 καὶ ἔναντι Ελεαζαρ του̃ ἱερέως στήσεται καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τω̃ν δήλων ἔναντι κυρίου ἐπὶ τω̨̃ στόματι αὐτου̃ ἐξελεύσονται καὶ ἐπὶ τω̨̃ στόματι αὐτου̃ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ισραηλ ὁμοθυμαδὸν καὶ πα̃σα ἡ συναγωγή

27:22 καὶ ἐποίησεν Μωυση̃ς καθὰ ἐνετείλατο αὐτω̨̃ κύριος καὶ λαβὼν τὸν 'Ιησου̃ν ἔστησεν αὐτὸν ἐναντίον Ελεαζαρ του̃ ἱερέως καὶ ἔναντι πάσης συναγωγη̃ς

27:23 καὶ ἐπέθηκεν τὰς χει̃ρας αὐτου̃ ἐπ' αὐτὸν καὶ συνέστησεν αὐτόν καθάπερ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

28:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

28:2 ἔντειλαι τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτοὺς λέγων τὰ δω̃ρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ται̃ς ἑορται̃ς μου

28:3 καὶ ἐρει̃ς πρὸς αὐτούς ταυ̃τα τὰ καρπώματα ὅσα προσάξετε κυρίω̨ ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχω̃ς

28:4 τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν

28:5 καὶ ποιήσεις τὸ δέκατον του̃ οιφι σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίω̨ ἐν τετάρτω̨ του̃ ιν

28:6 ὁλοκαύτωμα ἐνδελεχισμου̃ ἡ γενομένη ἐν τω̨̃ ὄρει Σινα εἰς ὀσμὴν εὐωδίας κυρίω̨

28:7 καὶ σπονδὴν αὐτου̃ τὸ τέταρτον του̃ ιν τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνί ἐν τω̨̃ ἁγίω̨ σπείσεις σπονδὴν σικερα κυρίω̨

28:8 καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν κατὰ τὴν θυσίαν αὐτου̃ καὶ κατὰ τὴν σπονδὴν αὐτου̃ ποιήσετε εἰς ὀσμὴν εὐωδίας κυρίω̨

28:9 καὶ τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν καὶ σπονδὴν

28:10 ὁλοκαύτωμα σαββάτων ἐν τοι̃ς σαββάτοις ἐπὶ τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντὸς καὶ τὴν σπονδὴν αὐτου̃

28:11 καὶ ἐν ται̃ς νεομηνίαις προσάξετε ὁλοκαυτώματα τω̨̃ κυρίω̨ μόσχους ἐκ βοω̃ν δύο καὶ κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους

28:12 τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ τω̨̃ μόσχω̨ τω̨̃ ἑνὶ καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ τω̨̃ κριω̨̃ τω̨̃ ἑνί

28:13 δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνί θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα κυρίω̨

28:14 ἡ σπονδὴ αὐτω̃ν τὸ ἥμισυ του̃ ιν ἔσται τω̨̃ μόσχω̨ τω̨̃ ἑνί καὶ τὸ τρίτον του̃ ιν ἔσται τω̨̃ κριω̨̃ τω̨̃ ἑνί καὶ τὸ τέταρτον του̃ ιν ἔσται τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνὶ οἴνου του̃το ὁλοκαύτωμα μη̃να ἐκ μηνὸς εἰς τοὺς μη̃νας του̃ ἐνιαυτου̃

28:15 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας κυρίω̨ ἐπὶ τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντὸς ποιηθήσεται καὶ ἡ σπονδὴ αὐτου̃

28:16 καὶ ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς πασχα κυρίω̨

28:17 καὶ τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς τούτου ἑορτή ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε

28:18 καὶ ἡ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε

28:19 καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα κυρίω̨ μόσχους ἐκ βοω̃ν δύο κριὸν ἕνα ἑπτὰ ἀμνοὺς ἐνιαυσίους ἄμωμοι ἔσονται ὑμι̃ν

28:20 καὶ ἡ θυσία αὐτω̃ν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίω̨ τρία δέκατα τω̨̃ μόσχω̨ τω̨̃ ἑνὶ καὶ δύο δέκατα τω̨̃ κριω̨̃ τω̨̃ ἑνί

28:21 δέκατον δέκατον ποιήσεις τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνὶ τοι̃ς ἑπτὰ ἀμνοι̃ς

28:22 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμω̃ν

28:23 πλὴν τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντὸς τη̃ς πρωινη̃ς ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμου̃

28:24 ταυ̃τα κατὰ ταυ̃τα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας δω̃ρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίω̨ ἐπὶ του̃ ὁλοκαυτώματος του̃ διὰ παντὸς ποιήσεις τὴν σπονδὴν αὐτου̃

28:25 καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτη̨̃

28:26 καὶ τη̨̃ ἡμέρα̨ τω̃ν νέων ὅταν προσφέρητε θυσίαν νέαν κυρίω̨ τω̃ν ἑβδομάδων ἐπίκλητος ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε

28:27 καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας κυρίω̨ μόσχους ἐκ βοω̃ν δύο κριὸν ἕνα ἑπτὰ ἀμνοὺς ἐνιαυσίους ἀμώμους

28:28 ἡ θυσία αὐτω̃ν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίω̨ τρία δέκατα τω̨̃ μόσχω̨ τω̨̃ ἑνὶ καὶ δύο δέκατα τω̨̃ κριω̨̃ τω̨̃ ἑνί

28:29 δέκατον δέκατον τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνὶ τοι̃ς ἑπτὰ ἀμνοι̃ς

28:30 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμω̃ν

28:31 πλὴν του̃ ὁλοκαυτώματος του̃ διὰ παντός καὶ τὴν θυσίαν αὐτω̃ν ποιήσετέ μοι ἄμωμοι ἔσονται ὑμι̃ν καὶ τὰς σπονδὰς αὐτω̃ν

29:1 καὶ τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ μια̨̃ του̃ μηνὸς ἐπίκλητος ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε ἡμέρα σημασίας ἔσται ὑμι̃ν

29:2 καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας κυρίω̨ μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους

29:3 ἡ θυσία αὐτω̃ν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίω̨ τρία δέκατα τω̨̃ μόσχω̨ τω̨̃ ἑνὶ καὶ δύο δέκατα τω̨̃ κριω̨̃ τω̨̃ ἑνί

29:4 δέκατον δέκατον τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνὶ τοι̃ς ἑπτὰ ἀμνοι̃ς

29:5 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμω̃ν

29:6 πλὴν τω̃ν ὁλοκαυτωμάτων τη̃ς νουμηνίας καὶ αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν καὶ τὸ ὁλοκαύτωμα τὸ διὰ παντὸς καὶ αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν κατὰ τὴν σύγκρισιν αὐτω̃ν εἰς ὀσμὴν εὐωδίας κυρίω̨

29:7 καὶ τη̨̃ δεκάτη̨ του̃ μηνὸς τούτου ἐπίκλητος ἁγία ἔσται ὑμι̃ν καὶ κακώσετε τὰς ψυχὰς ὑμω̃ν καὶ πα̃ν ἔργον οὐ ποιήσετε

29:8 καὶ προσοίσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίω̨ μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτά ἄμωμοι ἔσονται ὑμι̃ν

29:9 ἡ θυσία αὐτω̃ν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίω̨ τρία δέκατα τω̨̃ μόσχω̨ τω̨̃ ἑνὶ καὶ δύο δέκατα τω̨̃ κριω̨̃ τω̨̃ ἑνί

29:10 δέκατον δέκατον τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνὶ εἰς τοὺς ἑπτὰ ἀμνούς

29:11 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμω̃ν πλὴν τὸ περὶ τη̃ς ἁμαρτίας τη̃ς ἐξιλάσεως καὶ ἡ ὁλοκαύτωσις ἡ διὰ παντός ἡ θυσία αὐτη̃ς καὶ ἡ σπονδὴ αὐτη̃ς κατὰ τὴν σύγκρισιν εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίω̨

29:12 καὶ τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίω̨ ἑπτὰ ἡμέρας

29:13 καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα εἰς ὀσμὴν εὐωδίας κυρίω̨ τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ μόσχους ἐκ βοω̃ν τρει̃ς καὶ δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἄμωμοι ἔσονται

29:14 αἱ θυσίαι αὐτω̃ν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίω̨ τρία δέκατα τω̨̃ μόσχω̨ τω̨̃ ἑνὶ τοι̃ς τρισκαίδεκα μόσχοις καὶ δύο δέκατα τω̨̃ κριω̨̃ τω̨̃ ἑνὶ ἐπὶ τοὺς δύο κριούς

29:15 δέκατον δέκατον τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνὶ ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνούς

29:16 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας πλὴν τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντός αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν

29:17 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ μόσχους δώδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους

29:18 ἡ θυσία αὐτω̃ν καὶ ἡ σπονδὴ αὐτω̃ν τοι̃ς μόσχοις καὶ τοι̃ς κριοι̃ς καὶ τοι̃ς ἀμνοι̃ς κατὰ ἀριθμὸν αὐτω̃ν κατὰ τὴν σύγκρισιν αὐτω̃ν

29:19 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας πλὴν τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντός αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν

29:20 τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ μόσχους ἕνδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους

29:21 ἡ θυσία αὐτω̃ν καὶ ἡ σπονδὴ αὐτω̃ν τοι̃ς μόσχοις καὶ τοι̃ς κριοι̃ς καὶ τοι̃ς ἀμνοι̃ς κατὰ ἀριθμὸν αὐτω̃ν κατὰ τὴν σύγκρισιν αὐτω̃ν

29:22 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας πλὴν τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντός αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν

29:23 τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ μόσχους δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους

29:24 αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν τοι̃ς μόσχοις καὶ τοι̃ς κριοι̃ς καὶ τοι̃ς ἀμνοι̃ς κατὰ ἀριθμὸν αὐτω̃ν κατὰ τὴν σύγκρισιν αὐτω̃ν

29:25 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας πλὴν τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντός αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν

29:26 τη̨̃ ἡμέρα̨ τη̨̃ πέμπτη̨ μόσχους ἐννέα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους

29:27 αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν τοι̃ς μόσχοις καὶ τοι̃ς κριοι̃ς καὶ τοι̃ς ἀμνοι̃ς κατὰ ἀριθμὸν αὐτω̃ν κατὰ τὴν σύγκρισιν αὐτω̃ν

29:28 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας πλὴν τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντός αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν

29:29 τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ μόσχους ὀκτώ κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἀμώμους

29:30 αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν τοι̃ς μόσχοις καὶ τοι̃ς κριοι̃ς καὶ τοι̃ς ἀμνοι̃ς κατὰ ἀριθμὸν αὐτω̃ν κατὰ τὴν σύγκρισιν αὐτω̃ν

29:31 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας πλὴν τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντός αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν

29:32 τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ μόσχους ἑπτά κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους

29:33 αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν τοι̃ς μόσχοις καὶ τοι̃ς κριοι̃ς καὶ τοι̃ς ἀμνοι̃ς κατὰ ἀριθμὸν αὐτω̃ν κατὰ τὴν σύγκρισιν αὐτω̃ν

29:34 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας πλὴν τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντός αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν

29:35 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐξόδιον ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτη̨̃

29:36 καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίω̨ μόσχον ἕνα κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους

29:37 αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν τω̨̃ μόσχω̨ καὶ τω̨̃ κριω̨̃ καὶ τοι̃ς ἀμνοι̃ς κατὰ ἀριθμὸν αὐτω̃ν κατὰ τὴν σύγκρισιν αὐτω̃ν

29:38 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας πλὴν τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντός αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν

29:39 ταυ̃τα ποιήσετε κυρίω̨ ἐν ται̃ς ἑορται̃ς ὑμω̃ν πλὴν τω̃ν εὐχω̃ν ὑμω̃ν καὶ τὰ ἑκούσια ὑμω̃ν καὶ τὰ ὁλοκαυτώματα ὑμω̃ν καὶ τὰς θυσίας ὑμω̃ν καὶ τὰς σπονδὰς ὑμω̃ν καὶ τὰ σωτήρια ὑμω̃ν

30:1 καὶ ἐλάλησεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃

30:2 καὶ ἐλάλησεν Μωυση̃ς πρὸς τοὺς ἄρχοντας τω̃ν φυλω̃ν Ισραηλ λέγων του̃το τὸ ῥη̃μα ὃ συνέταξεν κύριος

30:3 ἄνθρωπος ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν κυρίω̨ ἢ ὀμόση̨ ὅρκον ἢ ὁρίσηται ὁρισμω̨̃ περὶ τη̃ς ψυχη̃ς αὐτου̃ οὐ βεβηλώσει τὸ ῥη̃μα αὐτου̃ πάντα ὅσα ἐὰν ἐξέλθη̨ ἐκ του̃ στόματος αὐτου̃ ποιήσει

30:4 ἐὰν δὲ γυνὴ εὔξηται εὐχὴν κυρίω̨ ἢ ὁρίσηται ὁρισμὸν ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς αὐτη̃ς ἐν τη̨̃ νεότητι αὐτη̃ς

30:5 καὶ ἀκούση̨ ὁ πατὴρ αὐτη̃ς τὰς εὐχὰς αὐτη̃ς καὶ τοὺς ὁρισμοὺς αὐτη̃ς οὓς ὡρίσατο κατὰ τη̃ς ψυχη̃ς αὐτη̃ς καὶ παρασιωπήση̨ αὐτη̃ς ὁ πατήρ καὶ στήσονται πα̃σαι αἱ εὐχαὶ αὐτη̃ς καὶ πάντες οἱ ὁρισμοί οὓς ὡρίσατο κατὰ τη̃ς ψυχη̃ς αὐτη̃ς μενου̃σιν αὐτη̨̃

30:6 ἐὰν δὲ ἀνανεύων ἀνανεύση̨ ὁ πατὴρ αὐτη̃ς ἡ̨̃ ἂν ἡμέρα̨ ἀκούση̨ πάσας τὰς εὐχὰς αὐτη̃ς καὶ τοὺς ὁρισμούς οὓς ὡρίσατο κατὰ τη̃ς ψυχη̃ς αὐτη̃ς οὐ στήσονται καὶ κύριος καθαριει̃ αὐτήν ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτη̃ς

30:7 ἐὰν δὲ γενομένη γένηται ἀνδρὶ καὶ αἱ εὐχαὶ αὐτη̃ς ἐπ' αὐτη̨̃ κατὰ τὴν διαστολὴν τω̃ν χειλέων αὐτη̃ς οὓς ὡρίσατο κατὰ τη̃ς ψυχη̃ς αὐτη̃ς

30:8 καὶ ἀκούση̨ ὁ ἀνὴρ αὐτη̃ς καὶ παρασιωπήση̨ αὐτη̨̃ ἡ̨̃ ἂν ἡμέρα̨ ἀκούση̨ καὶ οὕτως στήσονται πα̃σαι αἱ εὐχαὶ αὐτη̃ς καὶ οἱ ὁρισμοὶ αὐτη̃ς οὓς ὡρίσατο κατὰ τη̃ς ψυχη̃ς αὐτη̃ς στήσονται

30:9 ἐὰν δὲ ἀνανεύων ἀνανεύση̨ ὁ ἀνὴρ αὐτη̃ς ἡ̨̃ ἂν ἡμέρα̨ ἀκούση̨ πα̃σαι αἱ εὐχαὶ αὐτη̃ς καὶ οἱ ὁρισμοὶ αὐτη̃ς οὓς ὡρίσατο κατὰ τη̃ς ψυχη̃ς αὐτη̃ς οὐ μενου̃σιν ὅτι ὁ ἀνὴρ ἀνένευσεν ἀπ' αὐτη̃ς καὶ κύριος καθαριει̃ αὐτήν

30:10 καὶ εὐχὴ χήρας καὶ ἐκβεβλημένης ὅσα ἂν εὔξηται κατὰ τη̃ς ψυχη̃ς αὐτη̃ς μενου̃σιν αὐτη̨̃

30:11 ἐὰν δὲ ἐν τω̨̃ οἴκω̨ του̃ ἀνδρὸς αὐτη̃ς ἡ εὐχὴ αὐτη̃ς ἢ ὁ ὁρισμὸς κατὰ τη̃ς ψυχη̃ς αὐτη̃ς μεθ' ὅρκου

30:12 καὶ ἀκούση̨ ὁ ἀνὴρ αὐτη̃ς καὶ παρασιωπήση̨ αὐτη̨̃ καὶ μὴ ἀνανεύση̨ αὐτη̨̃ καὶ στήσονται πα̃σαι αἱ εὐχαὶ αὐτη̃ς καὶ πάντες οἱ ὁρισμοὶ αὐτη̃ς οὓς ὡρίσατο κατὰ τη̃ς ψυχη̃ς αὐτη̃ς στήσονται κατ' αὐτη̃ς

30:13 ἐὰν δὲ περιελὼν περιέλη̨ ὁ ἀνὴρ αὐτη̃ς ἡ̨̃ ἂν ἡμέρα̨ ἀκούση̨ πάντα ὅσα ἐὰν ἐξέλθη̨ ἐκ τω̃ν χειλέων αὐτη̃ς κατὰ τὰς εὐχὰς αὐτη̃ς καὶ κατὰ τοὺς ὁρισμοὺς τοὺς κατὰ τη̃ς ψυχη̃ς αὐτη̃ς οὐ μενει̃ αὐτη̨̃ ὁ ἀνὴρ αὐτη̃ς περιει̃λεν καὶ κύριος καθαρίσει αὐτήν

30:14 πα̃σα εὐχὴ καὶ πα̃ς ὅρκος δεσμου̃ κακω̃σαι ψυχήν ὁ ἀνὴρ αὐτη̃ς στήσει αὐτη̨̃ καὶ ὁ ἀνὴρ αὐτη̃ς περιελει̃

30:15 ἐὰν δὲ σιωπω̃ν παρασιωπήση̨ αὐτη̨̃ ἡμέραν ἐξ ἡμέρας καὶ στήσει αὐτη̨̃ πάσας τὰς εὐχὰς αὐτη̃ς καὶ τοὺς ὁρισμοὺς τοὺς ἐπ' αὐτη̃ς στήσει αὐτη̨̃ ὅτι ἐσιώπησεν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἤκουσεν

30:16 ἐὰν δὲ περιελὼν περιέλη̨ αὐτη̃ς μετὰ τὴν ἡμέραν ἣν ἤκουσεν καὶ λήμψεται τὴν ἁμαρτίαν αὐτου̃

30:17 ταυ̃τα τὰ δικαιώματα ὅσα ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ ἀνὰ μέσον ἀνδρὸς καὶ γυναικὸς αὐτου̃ καὶ ἀνὰ μέσον πατρὸς καὶ θυγατρὸς ἐν νεότητι ἐν οἴκω̨ πατρός

31:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

31:2 ἐκδίκει τὴν ἐκδίκησιν υἱω̃ν Ισραηλ ἐκ τω̃ν Μαδιανιτω̃ν καὶ ἔσχατον προστεθήση̨ πρὸς τὸν λαόν σου

31:3 καὶ ἐλάλησεν Μωυση̃ς πρὸς τὸν λαὸν λέγων ἐξοπλίσατε ἐξ ὑμω̃ν ἄνδρας παρατάξασθαι ἔναντι κυρίου ἐπὶ Μαδιαν ἀποδου̃ναι ἐκδίκησιν παρὰ του̃ κυρίου τη̨̃ Μαδιαν

31:4 χιλίους ἐκ φυλη̃ς χιλίους ἐκ φυλη̃ς ἐκ πασω̃ν φυλω̃ν Ισραηλ ἀποστείλατε παρατάξασθαι

31:5 καὶ ἐξηρίθμησαν ἐκ τω̃ν χιλιάδων Ισραηλ χιλίους ἐκ φυλη̃ς δώδεκα χιλιάδες ἐνωπλισμένοι εἰς παράταξιν

31:6 καὶ ἀπέστειλεν αὐτοὺς Μωυση̃ς χιλίους ἐκ φυλη̃ς χιλίους ἐκ φυλη̃ς σὺν δυνάμει αὐτω̃ν καὶ Φινεες υἱὸν Ελεαζαρ υἱου̃ Ααρων του̃ ἱερέως καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τω̃ν σημασιω̃ν ἐν ται̃ς χερσὶν αὐτω̃ν

31:7 καὶ παρετάξαντο ἐπὶ Μαδιαν καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ ἀπέκτειναν πα̃ν ἀρσενικόν

31:8 καὶ τοὺς βασιλει̃ς Μαδιαν ἀπέκτειναν ἅμα τοι̃ς τραυματίαις αὐτω̃ν καὶ τὸν Ευιν καὶ τὸν Σουρ καὶ τὸν Ροκομ καὶ τὸν Ουρ καὶ τὸν Ροβοκ πέντε βασιλει̃ς Μαδιαν καὶ τὸν Βαλααμ υἱὸν Βεωρ ἀπέκτειναν ἐν ῥομφαία̨ σὺν τοι̃ς τραυματίαις αὐτω̃ν

31:9 καὶ ἐπρονόμευσαν τὰς γυναι̃κας Μαδιαν καὶ τὴν ἀποσκευὴν αὐτω̃ν καὶ τὰ κτήνη αὐτω̃ν καὶ πάντα τὰ ἔγκτητα αὐτω̃ν καὶ τὴν δύναμιν αὐτω̃ν ἐπρονόμευσαν

31:10 καὶ πάσας τὰς πόλεις αὐτω̃ν τὰς ἐν ται̃ς οἰκίαις αὐτω̃ν καὶ τὰς ἐπαύλεις αὐτω̃ν ἐνέπρησαν ἐν πυρί

31:11 καὶ ἔλαβον πα̃σαν τὴν προνομὴν καὶ πάντα τὰ σκυ̃λα αὐτω̃ν ἀπὸ ἀνθρώπου ἕως κτήνους

31:12 καὶ ἤγαγον πρὸς Μωυση̃ν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ισραηλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκυ̃λα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Αραβωθ Μωαβ ἥ ἐστιν ἐπὶ του̃ Ιορδάνου κατὰ Ιεριχω

31:13 καὶ ἐξη̃λθεν Μωυση̃ς καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς εἰς συνάντησιν αὐτοι̃ς ἔξω τη̃ς παρεμβολη̃ς

31:14 καὶ ὠργίσθη Μωυση̃ς ἐπὶ τοι̃ς ἐπισκόποις τη̃ς δυνάμεως χιλιάρχοις καὶ ἑκατοντάρχοις τοι̃ς ἐρχομένοις ἐκ τη̃ς παρατάξεως του̃ πολέμου

31:15 καὶ εἰ̃πεν αὐτοι̃ς Μωυση̃ς ἵνα τί ἐζωγρήσατε πα̃ν θη̃λυ

31:16 αὑ̃ται γὰρ ἠ̃σαν τοι̃ς υἱοι̃ς Ισραηλ κατὰ τὸ ῥη̃μα Βαλααμ του̃ ἀποστη̃σαι καὶ ὑπεριδει̃ν τὸ ῥη̃μα κυρίου ἕνεκεν Φογωρ καὶ ἐγένετο ἡ πληγὴ ἐν τη̨̃ συναγωγη̨̃ κυρίου

31:17 καὶ νυ̃ν ἀποκτείνατε πα̃ν ἀρσενικὸν ἐν πάση̨ τη̨̃ ἀπαρτία̨ καὶ πα̃σαν γυναι̃κα ἥτις ἔγνωκεν κοίτην ἄρσενος ἀποκτείνατε

31:18 πα̃σαν τὴν ἀπαρτίαν τω̃ν γυναικω̃ν ἥτις οὐκ οἰ̃δεν κοίτην ἄρσενος ζωγρήσατε αὐτάς

31:19 καὶ ὑμει̃ς παρεμβάλετε ἔξω τη̃ς παρεμβολη̃ς ἑπτὰ ἡμέρας πα̃ς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος του̃ τετρωμένου ἁγνισθήσεται τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ὑμει̃ς καὶ ἡ αἰχμαλωσία ὑμω̃ν

31:20 καὶ πα̃ν περίβλημα καὶ πα̃ν σκευ̃ος δερμάτινον καὶ πα̃σαν ἐργασίαν ἐξ αἰγείας καὶ πα̃ν σκευ̃ος ξύλινον ἀφαγνιει̃τε

31:21 καὶ εἰ̃πεν Ελεαζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τη̃ς δυνάμεως τοὺς ἐρχομένους ἐκ τη̃ς παρατάξεως του̃ πολέμου του̃το τὸ δικαίωμα του̃ νόμου ὃ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

31:22 πλὴν του̃ χρυσίου καὶ του̃ ἀργυρίου καὶ χαλκου̃ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου

31:23 πα̃ν πρα̃γμα ὃ διελεύσεται ἐν πυρί καὶ καθαρισθήσεται ἀλλ' ἢ τω̨̃ ὕδατι του̃ ἁγνισμου̃ ἁγνισθήσεται καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός διελεύσεται δι' ὕδατος

31:24 καὶ πλυνει̃σθε τὰ ἱμάτια τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ καθαρισθήσεσθε καὶ μετὰ ταυ̃τα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν

31:25 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

31:26 λαβὲ τὸ κεφάλαιον τω̃ν σκύλων τη̃ς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους σὺ καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τω̃ν πατριω̃ν τη̃ς συναγωγη̃ς

31:27 καὶ διελει̃τε τὰ σκυ̃λα ἀνὰ μέσον τω̃ν πολεμιστω̃ν τω̃ν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγη̃ς

31:28 καὶ ἀφελει̃τε τέλος κυρίω̨ παρὰ τω̃ν ἀνθρώπων τω̃ν πολεμιστω̃ν τω̃ν ἐκπεπορευμένων εἰς τὴν παράταξιν μίαν ψυχὴν ἀπὸ πεντακοσίων ἀπὸ τω̃ν ἀνθρώπων καὶ ἀπὸ τω̃ν κτηνω̃ν καὶ ἀπὸ τω̃ν βοω̃ν καὶ ἀπὸ τω̃ν προβάτων καὶ ἀπὸ τω̃ν αἰγω̃ν

31:29 καὶ ἀπὸ του̃ ἡμίσους αὐτω̃ν λήμψεσθε καὶ δώσεις Ελεαζαρ τω̨̃ ἱερει̃ τὰς ἀπαρχὰς κυρίου

31:30 καὶ ἀπὸ του̃ ἡμίσους του̃ τω̃ν υἱω̃ν Ισραηλ λήμψη̨ ἕνα ἀπὸ τω̃ν πεντήκοντα ἀπὸ τω̃ν ἀνθρώπων καὶ ἀπὸ τω̃ν βοω̃ν καὶ ἀπὸ τω̃ν προβάτων καὶ ἀπὸ τω̃ν ὄνων καὶ ἀπὸ πάντων τω̃ν κτηνω̃ν καὶ δώσεις αὐτὰ τοι̃ς Λευίταις τοι̃ς φυλάσσουσιν τὰς φυλακὰς ἐν τη̨̃ σκηνη̨̃ κυρίου

31:31 καὶ ἐποίησεν Μωυση̃ς καὶ Ελεαζαρ ὁ ἱερεὺς καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

31:32 καὶ ἐγενήθη τὸ πλεόνασμα τη̃ς προνομη̃ς ὃ ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταί ἀπὸ τω̃ν προβάτων ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες

31:33 καὶ βόες δύο καὶ ἑβδομήκοντα χιλιάδες

31:34 καὶ ὄνοι μία καὶ ἑξήκοντα χιλιάδες

31:35 καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τω̃ν γυναικω̃ν αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός πα̃σαι ψυχαὶ δύο καὶ τριάκοντα χιλιάδες

31:36 καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τω̃ν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ του̃ ἀριθμου̃ τω̃ν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια

31:37 καὶ ἐγένετο τὸ τέλος κυρίω̨ ἀπὸ τω̃ν προβάτων ἑξακόσια ἑβδομήκοντα πέντε

31:38 καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες καὶ τὸ τέλος κυρίω̨ δύο καὶ ἑβδομήκοντα

31:39 καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι καὶ τὸ τέλος κυρίω̨ εἱ̃ς καὶ ἑξήκοντα

31:40 καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες καὶ τὸ τέλος αὐτω̃ν κυρίω̨ δύο καὶ τριάκοντα ψυχαί

31:41 καὶ ἔδωκεν Μωυση̃ς τὸ τέλος κυρίω̨ τὸ ἀφαίρεμα του̃ θεου̃ Ελεαζαρ τω̨̃ ἱερει̃ καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

31:42 ἀπὸ του̃ ἡμισεύματος τω̃ν υἱω̃ν Ισραηλ οὓς διει̃λεν Μωυση̃ς ἀπὸ τω̃ν ἀνδρω̃ν τω̃ν πολεμιστω̃ν

31:43 καὶ ἐγένετο τὸ ἡμίσευμα τὸ τη̃ς συναγωγη̃ς ἀπὸ τω̃ν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια

31:44 καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες

31:45 ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι

31:46 καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες

31:47 καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ ἡμισεύματος τω̃ν υἱω̃ν Ισραηλ τὸ ἓν ἀπὸ τω̃ν πεντήκοντα ἀπὸ τω̃ν ἀνθρώπων καὶ ἀπὸ τω̃ν κτηνω̃ν καὶ ἔδωκεν αὐτὰ τοι̃ς Λευίταις τοι̃ς φυλάσσουσιν τὰς φυλακὰς τη̃ς σκηνη̃ς κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

31:48 καὶ προση̃λθον πρὸς Μωυση̃ν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τη̃ς δυνάμεως χιλίαρχοι καὶ ἑκατόνταρχοι

31:49 καὶ εἰ̃παν πρὸς Μωυση̃ν οἱ παι̃δές σου εἰλήφασιν τὸ κεφάλαιον τω̃ν ἀνδρω̃ν τω̃ν πολεμιστω̃ν τω̃ν παρ' ἡμω̃ν καὶ οὐ διαπεφώνηκεν ἀπ' αὐτω̃ν οὐδὲ εἱ̃ς

31:50 καὶ προσενηνόχαμεν τὸ δω̃ρον κυρίω̨ ἀνὴρ ὃ εὑ̃ρεν σκευ̃ος χρυσου̃ν χλιδω̃να καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον ἐξιλάσασθαι περὶ ἡμω̃ν ἔναντι κυρίου

31:51 καὶ ἔλαβεν Μωυση̃ς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ' αὐτω̃ν πα̃ν σκευ̃ος εἰργασμένον

31:52 καὶ ἐγένετο πα̃ν τὸ χρυσίον τὸ ἀφαίρεμα ὃ ἀφει̃λον κυρίω̨ ἓξ καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τω̃ν χιλιάρχων καὶ παρὰ τω̃ν ἑκατοντάρχων

31:53 καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτω̨̃

31:54 καὶ ἔλαβεν Μωυση̃ς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τω̃ν χιλιάρχων καὶ παρὰ τω̃ν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν του̃ μαρτυρίου μνημόσυνον τω̃ν υἱω̃ν Ισραηλ ἔναντι κυρίου

32:1 καὶ κτήνη πλη̃θος ἠ̃ν τοι̃ς υἱοι̃ς Ρουβην καὶ τοι̃ς υἱοι̃ς Γαδ πλη̃θος σφόδρα καὶ εἰ̃δον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ καὶ ἠ̃ν ὁ τόπος τόπος κτήνεσιν

32:2 καὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἰ̃παν πρὸς Μωυση̃ν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τη̃ς συναγωγη̃ς λέγοντες

32:3 Αταρωθ καὶ Δαιβων καὶ Ιαζηρ καὶ Ναμβρα καὶ Εσεβων καὶ Ελεαλη καὶ Σεβαμα καὶ Ναβαυ καὶ Βαιαν

32:4 τὴν γη̃ν ἣν παρέδωκεν κύριος ἐνώπιον τω̃ν υἱω̃ν Ισραηλ γη̃ κτηνοτρόφος ἐστίν καὶ τοι̃ς παισίν σου κτήνη ὑπάρχει

32:5 καὶ ἔλεγον εἰ εὕρομεν χάριν ἐνώπιόν σου δοθήτω ἡ γη̃ αὕτη τοι̃ς οἰκέταις σου ἐν κατασχέσει καὶ μὴ διαβιβάση̨ς ἡμα̃ς τὸν Ιορδάνην

32:6 καὶ εἰ̃πεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Γαδ καὶ τοι̃ς υἱοι̃ς Ρουβην οἱ ἀδελφοὶ ὑμω̃ν πορεύονται εἰς πόλεμον καὶ ὑμει̃ς καθήσεσθε αὐτου̃

32:7 καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τω̃ν υἱω̃ν Ισραηλ μὴ διαβη̃ναι εἰς τὴν γη̃ν ἣν κύριος δίδωσιν αὐτοι̃ς

32:8 οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμω̃ν ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοη̃σαι τὴν γη̃ν

32:9 καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γη̃ν καὶ ἀπέστησαν τὴν καρδίαν τω̃ν υἱω̃ν Ισραηλ ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γη̃ν ἣν ἔδωκεν κύριος αὐτοι̃ς

32:10 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ὤμοσεν λέγων

32:11 εἰ ὄψονται οἱ ἄνθρωποι οὑ̃τοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθὸν τὴν γη̃ν ἣν ὤμοσα τω̨̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου

32:12 πλὴν Χαλεβ υἱὸς Ιεφοννη ὁ διακεχωρισμένος καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου

32:13 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐπὶ τὸν Ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ τεσσαράκοντα ἔτη ἕως ἐξανηλώθη πα̃σα ἡ γενεὰ οἱ ποιου̃ντες τὰ πονηρὰ ἔναντι κυρίου

32:14 ἰδοὺ ἀνέστητε ἀντὶ τω̃ν πατέρων ὑμω̃ν σύστρεμμα ἀνθρώπων ἁμαρτωλω̃ν προσθει̃ναι ἔτι ἐπὶ τὸν θυμὸν τη̃ς ὀργη̃ς κυρίου ἐπὶ Ισραηλ

32:15 ὅτι ἀποστραφήσεσθε ἀπ' αὐτου̃ προσθει̃ναι ἔτι καταλιπει̃ν αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην

32:16 καὶ προση̃λθον αὐτω̨̃ καὶ ἔλεγον ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὡ̃δε τοι̃ς κτήνεσιν ἡμω̃ν καὶ πόλεις ται̃ς ἀποσκευαι̃ς ἡμω̃ν

32:17 καὶ ἡμει̃ς ἐνοπλισάμενοι προφυλακὴ πρότεροι τω̃ν υἱω̃ν Ισραηλ ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτω̃ν τόπον καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμω̃ν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικου̃ντας τὴν γη̃ν

32:18 οὐ μὴ ἀποστραφω̃μεν εἰς τὰς οἰκίας ἡμω̃ν ἕως ἂν καταμερισθω̃σιν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτου̃

32:19 καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοι̃ς ἀπὸ του̃ πέραν του̃ Ιορδάνου καὶ ἐπέκεινα ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμω̃ν ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν ἀνατολαι̃ς

32:20 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Μωυση̃ς ἐὰν ποιήσητε κατὰ τὸ ῥη̃μα του̃το ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον

32:21 καὶ παρελεύσεται ὑμω̃ν πα̃ς ὁπλίτης τὸν Ιορδάνην ἔναντι κυρίου ἕως ἂν ἐκτριβη̨̃ ὁ ἐχθρὸς αὐτου̃ ἀπὸ προσώπου αὐτου̃

32:22 καὶ κατακυριευθη̨̃ ἡ γη̃ ἔναντι κυρίου καὶ μετὰ ταυ̃τα ἀποστραφήσεσθε καὶ ἔσεσθε ἀθω̨̃οι ἔναντι κυρίου καὶ ἀπὸ Ισραηλ καὶ ἔσται ἡ γη̃ αὕτη ὑμι̃ν ἐν κατασχέσει ἔναντι κυρίου

32:23 ἐὰν δὲ μὴ ποιήσητε οὕτως ἁμαρτήσεσθε ἔναντι κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμω̃ν ὅταν ὑμα̃ς καταλάβη̨ τὰ κακά

32:24 καὶ οἰκοδομήσετε ὑμι̃ν αὐτοι̃ς πόλεις τη̨̃ ἀποσκευη̨̃ ὑμω̃ν καὶ ἐπαύλεις τοι̃ς κτήνεσιν ὑμω̃ν καὶ τὸ ἐκπορευόμενον ἐκ του̃ στόματος ὑμω̃ν ποιήσετε

32:25 καὶ εἰ̃παν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ πρὸς Μωυση̃ν λέγοντες οἱ παι̃δές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμω̃ν ἐντέλλεται

32:26 ἡ ἀποσκευὴ ἡμω̃ν καὶ αἱ γυναι̃κες ἡμω̃ν καὶ πάντα τὰ κτήνη ἡμω̃ν ἔσονται ἐν ται̃ς πόλεσιν Γαλααδ

32:27 οἱ δὲ παι̃δές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον ὃν τρόπον ὁ κύριος λέγει

32:28 καὶ συνέστησεν αὐτοι̃ς Μωυση̃ς Ελεαζαρ τὸν ἱερέα καὶ 'Ιησου̃ν υἱὸν Ναυη καὶ τοὺς ἄρχοντας πατριω̃ν τω̃ν φυλω̃ν Ισραηλ

32:29 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Μωυση̃ς ἐὰν διαβω̃σιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ μεθ' ὑμω̃ν τὸν Ιορδάνην πα̃ς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου καὶ κατακυριεύσητε τη̃ς γη̃ς ἀπέναντι ὑμω̃ν καὶ δώσετε αὐτοι̃ς τὴν γη̃ν Γαλααδ ἐν κατασχέσει

32:30 ἐὰν δὲ μὴ διαβω̃σιν ἐνωπλισμένοι μεθ' ὑμω̃ν εἰς τὸν πόλεμον ἔναντι κυρίου καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτω̃ν καὶ τὰς γυναι̃κας αὐτω̃ν καὶ τὰ κτήνη αὐτω̃ν πρότερα ὑμω̃ν εἰς γη̃ν Χανααν καὶ συγκατακληρονομηθήσονταιϚξ ἐν ὑμι̃ν ἐν τη̨̃ γη̨̃ Χανααν

32:31 καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ λέγοντες ὅσα ὁ κύριος λέγει τοι̃ς θεράπουσιν αὐτου̃ οὕτως ποιήσομεν

32:32 ἡμει̃ς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι κυρίου εἰς γη̃ν Χανααν καὶ δώσετε τὴν κατάσχεσιν ἡμι̃ν ἐν τω̨̃ πέραν του̃ Ιορδάνου

32:33 καὶ ἔδωκεν αὐτοι̃ς Μωυση̃ς τοι̃ς υἱοι̃ς Γαδ καὶ τοι̃ς υἱοι̃ς Ρουβην καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση υἱω̃ν Ιωσηφ τὴν βασιλείαν Σηων βασιλέως Αμορραίων καὶ τὴν βασιλείαν Ωγ βασιλέως τη̃ς Βασαν τὴν γη̃ν καὶ τὰς πόλεις σὺν τοι̃ς ὁρίοις αὐτη̃ς πόλεις τη̃ς γη̃ς κύκλω̨

32:34 καὶ ὠ̨κοδόμησαν οἱ υἱοὶ Γαδ τὴν Δαιβων καὶ τὴν Αταρωθ καὶ τὴν Αροηρ

32:35 καὶ τὴν Σωφαρ καὶ τὴν Ιαζηρ καὶ ὕψωσαν αὐτὰς

32:36 καὶ τὴν Ναμβραν καὶ τὴν Βαιθαραν πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων

32:37 καὶ οἱ υἱοὶ Ρουβην ὠ̨κοδόμησαν τὴν Εσεβων καὶ Ελεαλη καὶ Καριαθαιμ

32:38 καὶ τὴν Βεελμεων περικεκυκλωμένας καὶ τὴν Σεβαμα καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτω̃ν τὰ ὀνόματα τω̃ν πόλεων ἃς ὠ̨κοδόμησαν

32:39 καὶ ἐπορεύθη υἱὸς Μαχιρ υἱου̃ Μανασση εἰς Γαλααδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσεν τὸν Αμορραι̃ον τὸν κατοικου̃ντα ἐν αὐτη̨̃

32:40 καὶ ἔδωκεν Μωυση̃ς τὴν Γαλααδ τω̨̃ Μαχιρ υἱω̨̃ Μανασση καὶ κατώ̨κησεν ἐκει̃

32:41 καὶ Ιαϊρ ὁ του̃ Μανασση ἐπορεύθη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτω̃ν καὶ ἐπωνόμασεν αὐτὰς ἐπαύλεις Ιαϊρ

32:42 καὶ Ναβαυ ἐπορεύθη καὶ ἔλαβεν τὴν Κανααθ καὶ τὰς κώμας αὐτη̃ς καὶ ἐπωνόμασεν αὐτὰς Ναβωθ ἐκ του̃ ὀνόματος αὐτου̃

33:1 καὶ οὑ̃τοι σταθμοὶ τω̃ν υἱω̃ν Ισραηλ ὡς ἐξη̃λθον ἐκ γη̃ς Αἰγύπτου σὺν δυνάμει αὐτω̃ν ἐν χειρὶ Μωυση̃ καὶ Ααρων

33:2 καὶ ἔγραψεν Μωυση̃ς τὰς ἀπάρσεις αὐτω̃ν καὶ τοὺς σταθμοὺς αὐτω̃ν διὰ ῥήματος κυρίου καὶ οὑ̃τοι σταθμοὶ τη̃ς πορείας αὐτω̃ν

33:3 ἀπη̃ραν ἐκ Ραμεσση τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ πρώτου τη̨̃ ἐπαύριον του̃ πασχα ἐξη̃λθον οἱ υἱοὶ Ισραηλ ἐν χειρὶ ὑψηλη̨̃ ἐναντίον πάντων τω̃ν Αἰγυπτίων

33:4 καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὑτω̃ν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξεν κύριος πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἐν τοι̃ς θεοι̃ς αὐτω̃ν ἐποίησεν τὴν ἐκδίκησιν κύριος

33:5 καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ ἐκ Ραμεσση παρενέβαλον εἰς Σοκχωθ

33:6 καὶ ἀπη̃ραν ἐκ Σοκχωθ καὶ παρενέβαλον εἰς Βουθαν ὅ ἐστιν μέρος τι τη̃ς ἐρήμου

33:7 καὶ ἀπη̃ραν ἐκ Βουθαν καὶ παρενέβαλον ἐπὶ στόμα Εϊρωθ ὅ ἐστιν ἀπέναντι Βεελσεπφων καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου

33:8 καὶ ἀπη̃ραν ἀπέναντι Εϊρωθ καὶ διέβησαν μέσον τη̃ς θαλάσσης εἰς τὴν ἔρημον καὶ ἐπορεύθησαν ὁδὸν τριω̃ν ἡμερω̃ν διὰ τη̃ς ἐρήμου αὐτοὶ καὶ παρενέβαλον ἐν Πικρίαις

33:9 καὶ ἀπη̃ραν ἐκ Πικριω̃ν καὶ ἠ̃λθον εἰς Αιλιμ καὶ ἐν Αιλιμ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων καὶ παρενέβαλον ἐκει̃ παρὰ τὸ ὕδωρ

33:10 καὶ ἀπη̃ραν ἐξ Αιλιμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν

33:11 καὶ ἀπη̃ραν ἀπὸ θαλάσσης ἐρυθρα̃ς καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σιν

33:12 καὶ ἀπη̃ραν ἐκ τη̃ς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς Ραφακα

33:13 καὶ ἀπη̃ραν ἐκ Ραφακα καὶ παρενέβαλον ἐν Αιλους

33:14 καὶ ἀπη̃ραν ἐξ Αιλους καὶ παρενέβαλον ἐν Ραφιδιν καὶ οὐκ ἠ̃ν ὕδωρ τω̨̃ λαω̨̃ πιει̃ν ἐκει̃

33:15 καὶ ἀπη̃ραν ἐκ Ραφιδιν καὶ παρενέβαλον ἐν τη̨̃ ἐρήμω̨ Σινα

33:16 καὶ ἀπη̃ραν ἐκ τη̃ς ἐρήμου Σινα καὶ παρενέβαλον ἐν Μνήμασιν τη̃ς ἐπιθυμίας

33:17 καὶ ἀπη̃ραν ἐκ Μνημάτων ἐπιθυμίας καὶ παρενέβαλον ἐν Ασηρωθ

33:18 καὶ ἀπη̃ραν ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν Ραθαμα

33:19 καὶ ἀπη̃ραν ἐκ Ραθαμα καὶ παρενέβαλον ἐν Ρεμμων Φαρες

33:20 καὶ ἀπη̃ραν ἐκ Ρεμμων Φαρες καὶ παρενέβαλον ἐν Λεμωνα

33:21 καὶ ἀπη̃ραν ἐκ Λεμωνα καὶ παρενέβαλον εἰς Δεσσα

33:22 καὶ ἀπη̃ραν ἐκ Δεσσα καὶ παρενέβαλον εἰς Μακελλαθ

33:23 καὶ ἀπη̃ραν ἐκ Μακελλαθ καὶ παρενέβαλον εἰς Σαφαρ

33:24 καὶ ἀπη̃ραν ἐκ Σαφαρ καὶ παρενέβαλον εἰς Χαραδαθ

33:25 καὶ ἀπη̃ραν ἐκ Χαραδαθ καὶ παρενέβαλον εἰς Μακηλωθ

33:26 καὶ ἀπη̃ραν ἐκ Μακηλωθ καὶ παρενέβαλον εἰς Κατααθ

33:27 καὶ ἀπη̃ραν ἐκ Κατααθ καὶ παρενέβαλον εἰς Ταραθ

33:28 καὶ ἀπη̃ραν ἐκ Ταραθ καὶ παρενέβαλον εἰς Ματεκκα

33:29 καὶ ἀπη̃ραν ἐκ Ματεκκα καὶ παρενέβαλον εἰς Σελμωνα

33:30 καὶ ἀπη̃ραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς Μασσουρουθ

33:31 καὶ ἀπη̃ραν ἐκ Μασσουρουθ καὶ παρενέβαλον εἰς Βαναια

33:32 καὶ ἀπη̃ραν ἐκ Βαναια καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγαδ

33:33 καὶ ἀπη̃ραν ἐκ του̃ ὄρους Γαδγαδ καὶ παρενέβαλον εἰς Ετεβαθα

33:34 καὶ ἀπη̃ραν ἐξ Ετεβαθα καὶ παρενέβαλον εἰς Εβρωνα

33:35 καὶ ἀπη̃ραν ἐξ Εβρωνα καὶ παρενέβαλον εἰς Γεσιωνγαβερ

33:36 καὶ ἀπη̃ραν ἐκ Γεσιωνγαβερ καὶ παρενέβαλον ἐν τη̨̃ ἐρήμω̨ Σιν καὶ ἀπη̃ραν ἐκ τη̃ς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαραν αὕτη ἐστὶν Καδης

33:37 καὶ ἀπη̃ραν ἐκ Καδης καὶ παρενέβαλον εἰς Ωρ τὸ ὄρος πλησίον γη̃ς Εδωμ

33:38 καὶ ἀνέβη Ααρων ὁ ἱερεὺς διὰ προστάγματος κυρίου καὶ ἀπέθανεν ἐκει̃ ἐν τω̨̃ τεσσαρακοστω̨̃ ἔτει τη̃ς ἐξόδου τω̃ν υἱω̃ν Ισραηλ ἐκ γη̃ς Αἰγύπτου τω̨̃ μηνὶ τω̨̃ πέμπτω̨ μια̨̃ του̃ μηνός

33:39 καὶ Ααρων ἠ̃ν τριω̃ν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτω̃ν ὅτε ἀπέθνη̨σκεν ἐν Ωρ τω̨̃ ὄρει

33:40 καὶ ἀκούσας ὁ Χανανις βασιλεὺς Αραδ καὶ οὑ̃τος κατώ̨κει ἐν γη̨̃ Χανααν ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ισραηλ

33:41 καὶ ἀπη̃ραν ἐξ Ωρ του̃ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνα

33:42 καὶ ἀπη̃ραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς Φινω

33:43 καὶ ἀπη̃ραν ἐκ Φινω καὶ παρενέβαλον εἰς Ωβωθ

33:44 καὶ ἀπη̃ραν ἐξ Ωβωθ καὶ παρενέβαλον ἐν Γαι ἐν τω̨̃ πέραν ἐπὶ τω̃ν ὁρίων Μωαβ

33:45 καὶ ἀπη̃ραν ἐκ Γαι καὶ παρενέβαλον εἰς Δαιβων Γαδ

33:46 καὶ ἀπη̃ραν ἐκ Δαιβων Γαδ καὶ παρενέβαλον ἐν Γελμων Δεβλαθαιμ

33:47 καὶ ἀπη̃ραν ἐκ Γελμων Δεβλαθαιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Αβαριμ ἀπέναντι Ναβαυ

33:48 καὶ ἀπη̃ραν ἀπὸ ὀρέων Αβαριμ καὶ παρενέβαλον ἐπὶ δυσμω̃ν Μωαβ ἐπὶ του̃ Ιορδάνου κατὰ Ιεριχω

33:49 καὶ παρενέβαλον παρὰ τὸν Ιορδάνην ἀνὰ μέσον Αισιμωθ ἕως Βελσαττιμ κατὰ δυσμὰς Μωαβ

33:50 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐπὶ δυσμω̃ν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων

33:51 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην εἰς γη̃ν Χανααν

33:52 καὶ ἀπολει̃τε πάντας τοὺς κατοικου̃ντας ἐν τη̨̃ γη̨̃ πρὸ προσώπου ὑμω̃ν καὶ ἐξαρει̃τε τὰς σκοπιὰς αὐτω̃ν καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτω̃ν ἀπολει̃τε αὐτὰ καὶ πάσας τὰς στήλας αὐτω̃ν ἐξαρει̃τε

33:53 καὶ ἀπολει̃τε πάντας τοὺς κατοικου̃ντας τὴν γη̃ν καὶ κατοικήσετε ἐν αὐτη̨̃ ὑμι̃ν γὰρ δέδωκα τὴν γη̃ν αὐτω̃ν ἐν κλήρω̨

33:54 καὶ κατακληρονομήσετε τὴν γη̃ν αὐτω̃ν ἐν κλήρω̨ κατὰ φυλὰς ὑμω̃ν τοι̃ς πλείοσιν πληθυνει̃τε τὴν κατάσχεσιν αὐτω̃ν καὶ τοι̃ς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτω̃ν εἰς ὃ ἐὰν ἐξέλθη̨ τὸ ὄνομα αὐτου̃ ἐκει̃ αὐτου̃ ἔσται κατὰ φυλὰς πατριω̃ν ὑμω̃ν κληρονομήσετε

33:55 ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς γη̃ς ἀπὸ προσώπου ὑμω̃ν καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτω̃ν σκόλοπες ἐν τοι̃ς ὀφθαλμοι̃ς ὑμω̃ν καὶ βολίδες ἐν ται̃ς πλευραι̃ς ὑμω̃ν καὶ ἐχθρεύσουσιν ἐπὶ τη̃ς γη̃ς ἐφ' ἣν ὑμει̃ς κατοικήσετε

33:56 καὶ ἔσται καθότι διεγνώκειν ποιη̃σαι αὐτούς ποιήσω ὑμι̃ν

34:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

34:2 ἔντειλαι τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ὑμει̃ς εἰσπορεύεσθε εἰς τὴν γη̃ν Χανααν αὕτη ἔσται ὑμι̃ν εἰς κληρονομίαν γη̃ Χανααν σὺν τοι̃ς ὁρίοις αὐτη̃ς

34:3 καὶ ἔσται ὑμι̃ν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ καὶ ἔσται ὑμι̃ν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τη̃ς θαλάσσης τη̃ς ἁλυκη̃ς ἀπὸ ἀνατολω̃ν

34:4 καὶ κυκλώσει ὑμα̃ς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα καὶ ἔσται ἡ διέξοδος αὐτου̃ πρὸς λίβα Καδης του̃ Βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα

34:5 καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα

34:6 καὶ τὰ ὅρια τη̃ς θαλάσσης ἔσται ὑμι̃ν ἡ θάλασσα ἡ μεγάλη ὁριει̃ του̃το ἔσται ὑμι̃ν τὰ ὅρια τη̃ς θαλάσσης

34:7 καὶ του̃το ἔσται τὰ ὅρια ὑμι̃ν πρὸς βορρα̃ν ἀπὸ τη̃ς θαλάσσης τη̃ς μεγάλης καταμετρήσετε ὑμι̃ν αὐτοι̃ς παρὰ τὸ ὄρος τὸ ὄρος

34:8 καὶ ἀπὸ του̃ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοι̃ς εἰσπορευομένων εἰς Εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτου̃ τὰ ὅρια Σαραδα

34:9 καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτου̃ Ασερναιν του̃το ἔσται ὑμι̃ν ὅρια ἀπὸ βορρα̃

34:10 καὶ καταμετρήσετε ὑμι̃ν αὐτοι̃ς τὰ ὅρια ἀνατολω̃ν ἀπὸ Ασερναιν Σεπφαμα

34:11 καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολω̃ν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολω̃ν

34:12 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμι̃ν ἡ γη̃ καὶ τὰ ὅρια αὐτη̃ς κύκλω̨

34:13 καὶ ἐνετείλατο Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ λέγων αὕτη ἡ γη̃ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ δου̃ναι αὐτὴν ται̃ς ἐννέα φυλαι̃ς καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση

34:14 ὅτι ἔλαβεν φυλὴ υἱω̃ν Ρουβην καὶ φυλὴ υἱω̃ν Γαδ κατ' οἴκους πατριω̃ν αὐτω̃ν καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτω̃ν

34:15 δύο φυλαὶ καὶ ἥμισυ φυλη̃ς ἔλαβον τοὺς κλήρους αὐτω̃ν πέραν του̃ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ' ἀνατολάς

34:16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

34:17 ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν οἳ κληρονομήσουσιν ὑμι̃ν τὴν γη̃ν Ελεαζαρ ὁ ἱερεὺς καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη

34:18 καὶ ἄρχοντα ἕνα ἐκ φυλη̃ς λήμψεσθε κατακληρονομη̃σαι ὑμι̃ν τὴν γη̃ν

34:19 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν τη̃ς φυλη̃ς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη

34:20 τη̃ς φυλη̃ς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ

34:21 τη̃ς φυλη̃ς Βενιαμιν Ελδαδ υἱὸς Χασλων

34:22 τη̃ς φυλη̃ς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι

34:23 τω̃ν υἱω̃ν Ιωσηφ φυλη̃ς υἱω̃ν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι

34:24 τη̃ς φυλη̃ς υἱω̃ν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθα

34:25 τη̃ς φυλη̃ς Ζαβουλων ἄρχων Ελισαφαν υἱὸς Φαρναχ

34:26 τη̃ς φυλη̃ς υἱω̃ν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζα

34:27 τη̃ς φυλη̃ς υἱω̃ν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμι

34:28 τη̃ς φυλη̃ς Νεφθαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδ

34:29 οὑ̃τοι οἱ̃ς ἐνετείλατο κύριος καταμερίσαι τοι̃ς υἱοι̃ς Ισραηλ ἐν γη̨̃ Χανααν

35:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐπὶ δυσμω̃ν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων

35:2 σύνταξον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ δώσουσιν τοι̃ς Λευίταις ἀπὸ τω̃ν κλήρων κατασχέσεως αὐτω̃ν πόλεις κατοικει̃ν καὶ τὰ προάστεια τω̃ν πόλεων κύκλω̨ αὐτω̃ν δώσουσιν τοι̃ς Λευίταις

35:3 καὶ ἔσονται αὐτοι̃ς αἱ πόλεις κατοικει̃ν καὶ τὰ ἀφορίσματα αὐτω̃ν ἔσται τοι̃ς κτήνεσιν αὐτω̃ν καὶ πα̃σι τοι̃ς τετράποσιν αὐτω̃ν

35:4 καὶ τὰ συγκυρου̃ντα τω̃ν πόλεων ἃς δώσετε τοι̃ς Λευίταις ἀπὸ τείχους τη̃ς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλω̨

35:5 καὶ μετρήσεις ἔξω τη̃ς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς βορρα̃ν δισχιλίους πήχεις καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμι̃ν καὶ τὰ ὅμορα τω̃ν πόλεων

35:6 καὶ τὰς πόλεις δώσετε τοι̃ς Λευίταις τὰς ἓξ πόλεις τω̃ν φυγαδευτηρίων ἃς δώσετε φεύγειν ἐκει̃ τω̨̃ φονεύσαντι καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις

35:7 πάσας τὰς πόλεις δώσετε τοι̃ς Λευίταις τεσσαράκοντα καὶ ὀκτὼ πόλεις ταύτας καὶ τὰ προάστεια αὐτω̃ν

35:8 καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ τη̃ς κατασχέσεως υἱω̃ν Ισραηλ ἀπὸ τω̃ν τὰ πολλὰ πολλὰ καὶ ἀπὸ τω̃ν ἐλαττόνων ἐλάττω ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτου̃ ἣν κληρονομήσουσιν δώσουσιν ἀπὸ τω̃ν πόλεων τοι̃ς Λευίταις

35:9 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων

35:10 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην εἰς γη̃ν Χανααν

35:11 καὶ διαστελει̃τε ὑμι̃ν αὐτοι̃ς πόλεις φυγαδευτήρια ἔσται ὑμι̃ν φυγει̃ν ἐκει̃ τὸν φονευτήν πα̃ς ὁ πατάξας ψυχὴν ἀκουσίως

35:12 καὶ ἔσονται αἱ πόλεις ὑμι̃ν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἱ̃μα καὶ οὐ μὴ ἀποθάνη̨ ὁ φονεύων ἕως ἂν στη̨̃ ἔναντι τη̃ς συναγωγη̃ς εἰς κρίσιν

35:13 καὶ αἱ πόλεις ἃς δώσετε τὰς ἓξ πόλεις φυγαδευτήρια ἔσονται ὑμι̃ν

35:14 τὰς τρει̃ς πόλεις δώσετε ἐν τω̨̃ πέραν του̃ Ιορδάνου καὶ τὰς τρει̃ς πόλεις δώσετε ἐν γη̨̃ Χανααν

35:15 φυγάδιον ἔσται τοι̃ς υἱοι̃ς Ισραηλ καὶ τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ παροίκω̨ τω̨̃ ἐν ὑμι̃ν ἔσονται αἱ πόλεις αὑ̃ται εἰς φυγαδευτήριον φυγει̃ν ἐκει̃ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως

35:16 ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξη̨ αὐτόν καὶ τελευτήση̨ φονευτής ἐστιν θανάτω̨ θανατούσθω ὁ φονευτής

35:17 ἐὰν δὲ ἐν λίθω̨ ἐκ χειρός ἐν ὡ̨̃ ἀποθανει̃ται ἐν αὐτω̨̃ πατάξη̨ αὐτόν καὶ ἀποθάνη̨ φονευτής ἐστιν θανάτω̨ θανατούσθω ὁ φονευτής

35:18 ἐὰν δὲ ἐν σκεύει ξυλίνω̨ ἐκ χειρός ἐξ οὑ̃ ἀποθανει̃ται ἐν αὐτω̨̃ πατάξη̨ αὐτόν καὶ ἀποθάνη̨ φονευτής ἐστιν θανάτω̨ θανατούσθω ὁ φονευτής

35:19 ὁ ἀγχιστεύων τὸ αἱ̃μα οὑ̃τος ἀποκτενει̃ τὸν φονεύσαντα ὅταν συναντήση̨ αὐτω̨̃ οὑ̃τος ἀποκτενει̃ αὐτόν

35:20 ἐὰν δὲ δι' ἔχθραν ὤση̨ αὐτὸν καὶ ἐπιρρίψη̨ ἐπ' αὐτὸν πα̃ν σκευ̃ος ἐξ ἐνέδρου καὶ ἀποθάνη̨

35:21 ἢ διὰ μη̃νιν ἐπάταξεν αὐτὸν τη̨̃ χειρί καὶ ἀποθάνη̨ θανάτω̨ θανατούσθω ὁ πατάξας φονευτής ἐστιν θανάτω̨ θανατούσθω ὁ φονεύων ὁ ἀγχιστεύων τὸ αἱ̃μα ἀποκτενει̃ τὸν φονεύσαντα ἐν τω̨̃ συναντη̃σαι αὐτω̨̃

35:22 ἐὰν δὲ ἐξάπινα οὐ δι' ἔχθραν ὤση̨ αὐτὸν ἢ ἐπιρρίψη̨ ἐπ' αὐτὸν πα̃ν σκευ̃ος οὐκ ἐξ ἐνέδρου

35:23 ἢ παντὶ λίθω̨ ἐν ὡ̨̃ ἀποθανει̃ται ἐν αὐτω̨̃ οὐκ εἰδώς καὶ ἐπιπέση̨ ἐπ' αὐτόν καὶ ἀποθάνη̨ αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτου̃ ἠ̃ν οὐδὲ ζητω̃ν κακοποιη̃σαι αὐτόν

35:24 καὶ κρινει̃ ἡ συναγωγὴ ἀνὰ μέσον του̃ πατάξαντος καὶ ἀνὰ μέσον του̃ ἀγχιστεύοντος τὸ αἱ̃μα κατὰ τὰ κρίματα ταυ̃τα

35:25 καὶ ἐξελει̃ται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ του̃ ἀγχιστεύοντος τὸ αἱ̃μα καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν του̃ φυγαδευτηρίου αὐτου̃ οὑ̃ κατέφυγεν καὶ κατοικήσει ἐκει̃ ἕως ἂν ἀποθάνη̨ ὁ ἱερεὺς ὁ μέγας ὃν ἔχρισαν αὐτὸν τω̨̃ ἐλαίω̨ τω̨̃ ἁγίω̨

35:26 ἐὰν δὲ ἐξόδω̨ ἐξέλθη̨ ὁ φονεύσας τὰ ὅρια τη̃ς πόλεως εἰς ἣν κατέφυγεν ἐκει̃

35:27 καὶ εὕρη̨ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἱ̃μα ἔξω τω̃ν ὁρίων τη̃ς πόλεως καταφυγη̃ς αὐτου̃ καὶ φονεύση̨ ὁ ἀγχιστεύων τὸ αἱ̃μα τὸν φονεύσαντα οὐκ ἔνοχός ἐστιν

35:28 ἐν γὰρ τη̨̃ πόλει τη̃ς καταφυγη̃ς κατοικείτω ἕως ἂν ἀποθάνη̨ ὁ ἱερεὺς ὁ μέγας καὶ μετὰ τὸ ἀποθανει̃ν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γη̃ν τη̃ς κατασχέσεως αὐτου̃

35:29 καὶ ἔσται ταυ̃τα ὑμι̃ν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάσαις ται̃ς κατοικίαις ὑμω̃ν

35:30 πα̃ς πατάξας ψυχήν διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα καὶ μάρτυς εἱ̃ς οὐ μαρτυρήσει ἐπὶ ψυχὴν ἀποθανει̃ν

35:31 καὶ οὐ λήμψεσθε λύτρα περὶ ψυχη̃ς παρὰ του̃ φονεύσαντος του̃ ἐνόχου ὄντος ἀναιρεθη̃ναι θανάτω̨ γὰρ θανατωθήσεται

35:32 οὐ λήμψεσθε λύτρα του̃ φυγει̃ν εἰς πόλιν τω̃ν φυγαδευτηρίων του̃ πάλιν κατοικει̃ν ἐπὶ τη̃ς γη̃ς ἕως ἂν ἀποθάνη̨ ὁ ἱερεὺς ὁ μέγας

35:33 καὶ οὐ μὴ φονοκτονήσητε τὴν γη̃ν εἰς ἣν ὑμει̃ς κατοικει̃τε τὸ γὰρ αἱ̃μα του̃το φονοκτονει̃ τὴν γη̃ν καὶ οὐκ ἐξιλασθήσεται ἡ γη̃ ἀπὸ του̃ αἵματος του̃ ἐκχυθέντος ἐπ' αὐτη̃ς ἀλλ' ἐπὶ του̃ αἵματος του̃ ἐκχέοντος

35:34 καὶ οὐ μιανει̃τε τὴν γη̃ν ἐφ' ἡ̃ς κατοικει̃τε ἐπ' αὐτη̃ς ἐφ' ἡ̃ς ἐγὼ κατασκηνώσω ἐν ὑμι̃ν ἐγὼ γάρ εἰμι κύριος κατασκηνω̃ν ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ

36:1 καὶ προση̃λθον οἱ ἄρχοντες φυλη̃ς υἱω̃ν Γαλααδ υἱου̃ Μαχιρ υἱου̃ Μανασση ἐκ τη̃ς φυλη̃ς υἱω̃ν Ιωσηφ καὶ ἐλάλησαν ἔναντι Μωυση̃ καὶ ἔναντι Ελεαζαρ του̃ ἱερέως καὶ ἔναντι τω̃ν ἀρχόντων οἴκων πατριω̃ν υἱω̃ν Ισραηλ

36:2 καὶ εἰ̃παν τω̨̃ κυρίω̨ ἡμω̃ν ἐνετείλατο κύριος ἀποδου̃ναι τὴν γη̃ν τη̃ς κληρονομίας ἐν κλήρω̨ τοι̃ς υἱοι̃ς Ισραηλ καὶ τω̨̃ κυρίω̨ συνέταξεν κύριος δου̃ναι τὴν κληρονομίαν Σαλπααδ του̃ ἀδελφου̃ ἡμω̃ν ται̃ς θυγατράσιν αὐτου̃

36:3 καὶ ἔσονται ἑνὶ τω̃ν φυλω̃ν υἱω̃ν Ισραηλ γυναι̃κες καὶ ἀφαιρεθήσεται ὁ κλη̃ρος αὐτω̃ν ἐκ τη̃ς κατασχέσεως τω̃ν πατέρων ἡμω̃ν καὶ προστεθήσεται εἰς κληρονομίαν τη̃ς φυλη̃ς οἱ̃ς ἂν γένωνται γυναι̃κες καὶ ἐκ του̃ κλήρου τη̃ς κληρονομίας ἡμω̃ν ἀφαιρεθήσεται

36:4 ἐὰν δὲ γένηται ἡ ἄφεσις τω̃ν υἱω̃ν Ισραηλ καὶ προστεθήσεται ἡ κληρονομία αὐτω̃ν ἐπὶ τὴν κληρονομίαν τη̃ς φυλη̃ς οἱ̃ς ἂν γένωνται γυναι̃κες καὶ ἀπὸ τη̃ς κληρονομίας φυλη̃ς πατρια̃ς ἡμω̃ν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτω̃ν

36:5 καὶ ἐνετείλατο Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ διὰ προστάγματος κυρίου λέγων οὕτως φυλὴ υἱω̃ν Ιωσηφ λέγουσιν

36:6 του̃το τὸ ῥη̃μα ὃ συνέταξεν κύριος ται̃ς θυγατράσιν Σαλπααδ λέγων οὑ̃ ἀρέσκει ἐναντίον αὐτω̃ν ἔστωσαν γυναι̃κες πλὴν ἐκ του̃ δήμου του̃ πατρὸς αὐτω̃ν ἔστωσαν γυναι̃κες

36:7 καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοι̃ς υἱοι̃ς Ισραηλ ἀπὸ φυλη̃ς ἐπὶ φυλήν ὅτι ἕκαστος ἐν τη̨̃ κληρονομία̨ τη̃ς φυλη̃ς τη̃ς πατρια̃ς αὐτου̃ προσκολληθήσονται οἱ υἱοὶ Ισραηλ

36:8 καὶ πα̃σα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τω̃ν φυλω̃ν υἱω̃ν Ισραηλ ἑνὶ τω̃ν ἐκ του̃ δήμου του̃ πατρὸς αὐτη̃ς ἔσονται γυναι̃κες ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτου̃

36:9 καὶ οὐ περιστραφήσεται κλη̃ρος ἐκ φυλη̃ς ἐπὶ φυλὴν ἑτέραν ἀλλὰ ἕκαστος ἐν τη̨̃ κληρονομία̨ αὐτου̃ προσκολληθήσονται οἱ υἱοὶ Ισραηλ

36:10 ὃν τρόπον συνέταξεν κύριος Μωυση̨̃ οὕτως ἐποίησαν θυγατέρες Σαλπααδ

36:11 καὶ ἐγένοντο Θερσα καὶ Εγλα καὶ Μελχα καὶ Νουα καὶ Μααλα θυγατέρες Σαλπααδ τοι̃ς ἀνεψιοι̃ς αὐτω̃ν

36:12 ἐκ του̃ δήμου του̃ Μανασση υἱω̃ν Ιωσηφ ἐγενήθησαν γυναι̃κες καὶ ἐγένετο ἡ κληρονομία αὐτω̃ν ἐπὶ τὴν φυλὴν δήμου του̃ πατρὸς αὐτω̃ν

36:13 αὑ̃ται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο κύριος ἐν χειρὶ Μωυση̃ ἐπὶ δυσμω̃ν Μωαβ ἐπὶ του̃ Ιορδάνου κατὰ Ιεριχω

.

Книго

[X]