'Ιουδὶθ

1:1 ἔτους δωδεκάτου τη̃ς βασιλείας Ναβουχοδονοσορ ὃς ἐβασίλευσεν 'Ασσυρίων ἐν Νινευη τη̨̃ πόλει τη̨̃ μεγάλη̨ ἐν ται̃ς ἡμέραις Αρφαξαδ ὃς ἐβασίλευσεν Μήδων ἐν 'Εκβατάνοις

1:2 καὶ ὠ̨κοδόμησεν ἐπ' 'Εκβατάνων κύκλω̨ τείχη ἐκ λίθων λελαξευμένων εἰς πλάτος πηχω̃ν τριω̃ν καὶ εἰς μη̃κος πηχω̃ν ἓξ καὶ ἐποίησεν τὸ ὕψος του̃ τείχους πηχω̃ν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτου̃ πηχω̃ν πεντήκοντα

1:3 καὶ τοὺς πύργους αὐτου̃ ἔστησεν ἐπὶ ται̃ς πύλαις αὐτη̃ς πηχω̃ν ἑκατὸν καὶ τὸ πλάτος αὐτη̃ς ἐθεμελίωσεν εἰς πήχεις ἑξήκοντα

1:4 καὶ ἐποίησεν τὰς πύλας αὐτη̃ς πύλας διεγειρομένας εἰς ὕψος πηχω̃ν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτη̃ς πήχεις τεσσαράκοντα εἰς ἐξόδους δυνάμεως δυνατω̃ν αὐτου̃ καὶ διατάξεις τω̃ν πεζω̃ν αὐτου̃

1:5 καὶ ἐποίησεν πόλεμον ἐν ται̃ς ἡμέραις ἐκείναις ὁ βασιλεὺς Ναβουχοδονοσορ πρὸς βασιλέα Αρφαξαδ ἐν τω̨̃ πεδίω̨ τω̨̃ μεγάλω̨ του̃τό ἐστιν πεδίον ἐν τοι̃ς ὁρίοις Ραγαυ

1:6 καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικου̃ντες τὴν ὀρεινὴν καὶ πάντες οἱ κατοικου̃ντες τὸν Εὐφράτην καὶ τὸν Τίγριν καὶ τὸν 'Υδάσπην καὶ πεδία Αριωχ βασιλέως 'Ελυμαίων καὶ συνη̃λθον ἔθνη πολλὰ εἰς παράταξιν υἱω̃ν Χελεουδ

1:7 καὶ ἀπέστειλεν Ναβουχοδονοσορ βασιλεὺς 'Ασσυρίων ἐπὶ πάντας τοὺς κατοικου̃ντας τὴν Περσίδα καὶ ἐπὶ πάντας τοὺς κατοικου̃ντας πρὸς δυσμαι̃ς τοὺς κατοικου̃ντας τὴν Κιλικίαν καὶ Δαμασκὸν καὶ τὸν Λίβανον καὶ 'Αντιλίβανον καὶ πάντας τοὺς κατοικου̃ντας κατὰ πρόσωπον τη̃ς παραλίας

1:8 καὶ τοὺς ἐν τοι̃ς ἔθνεσι του̃ Καρμήλου καὶ Γαλααδ καὶ τὴν ἄνω Γαλιλαίαν καὶ τὸ μέγα πεδίον Εσδρηλων

1:9 καὶ πάντας τοὺς ἐν Σαμαρεία̨ καὶ ται̃ς πόλεσιν αὐτη̃ς καὶ πέραν του̃ Ιορδάνου ἕως Ιερουσαλημ καὶ Βατανη καὶ Χελους καὶ Καδης καὶ του̃ ποταμου̃ Αἰγύπτου καὶ Ταφνας καὶ Ραμεσση καὶ πα̃σαν γη̃ν Γεσεμ

1:10 ἕως του̃ ἐλθει̃ν ἐπάνω Τάνεως καὶ Μέμφεως καὶ πάντας τοὺς κατοικου̃ντας τὴν Αἴγυπτον ἕως του̃ ἐλθει̃ν ἐπὶ τὰ ὅρια τη̃ς Αἰθιοπίας

1:11 καὶ ἐφαύλισαν πάντες οἱ κατοικου̃ντες πα̃σαν τὴν γη̃ν τὸ ῥη̃μα Ναβουχοδονοσορ βασιλέως 'Ασσυρίων καὶ οὐ συνη̃λθον αὐτω̨̃ εἰς τὸν πόλεμον ὅτι οὐκ ἐφοβήθησαν αὐτόν ἀλλ' ἠ̃ν ἐναντίον αὐτω̃ν ὡς ἀνὴρ εἱ̃ς καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτου̃ κενοὺς ἐν ἀτιμία̨ προσώπου αὐτω̃ν

1:12 καὶ ἐθυμώθη Ναβουχοδονοσορ ἐπὶ πα̃σαν τὴν γη̃ν ταύτην σφόδρα καὶ ὤμοσε κατὰ του̃ θρόνου καὶ τη̃ς βασιλείας αὐτου̃ εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τη̃ς Κιλικίας καὶ Δαμασκηνη̃ς καὶ Συρίας ἀνελει̃ν τη̨̃ ῥομφαία̨ αὐτου̃ καὶ πάντας τοὺς κατοικου̃ντας ἐν γη̨̃ Μωαβ καὶ τοὺς υἱοὺς Αμμων καὶ πα̃σαν τὴν Ιουδαίαν καὶ πάντας τοὺς ἐν Αἰγύπτω̨ ἕως του̃ ἐλθει̃ν ἐπὶ τὰ ὅρια τω̃ν δύο θαλασσω̃ν

1:13 καὶ παρετάξατο ἐν τη̨̃ δυνάμει αὐτου̃ πρὸς Αρφαξαδ βασιλέα ἐν τω̨̃ ἔτει τω̨̃ ἑπτακαιδεκάτω̨ καὶ ἐκραταιώθη ἐν τω̨̃ πολέμω̨ αὐτου̃ καὶ ἀνέστρεψεν πα̃σαν τὴν δύναμιν Αρφαξαδ καὶ πα̃σαν τὴν ἵππον αὐτου̃ καὶ πάντα τὰ ἅρματα αὐτου̃

1:14 καὶ ἐκυρίευσε τω̃ν πόλεων αὐτου̃ καὶ ἀφίκετο ἕως 'Εκβατάνων καὶ ἐκράτησε τω̃ν πύργων καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτη̃ς καὶ τὸν κόσμον αὐτη̃ς ἔθηκεν εἰς ὄνειδος αὐτη̃ς

1:15 καὶ ἔλαβε τὸν Αρφαξαδ ἐν τοι̃ς ὄρεσι Ραγαυ καὶ κατηκόντισεν αὐτὸν ἐν ται̃ς σιβύναις αὐτου̃ καὶ ἐξωλέθρευσεν αὐτὸν ἕως τη̃ς ἡμέρας ἐκείνης

1:16 καὶ ἀνέστρεψεν μετ' αὐτω̃ν αὐτὸς καὶ πα̃ς ὁ σύμμικτος αὐτου̃ πλη̃θος ἀνδρω̃ν πολεμιστω̃ν πολὺ σφόδρα καὶ ἠ̃ν ἐκει̃ ῥα̨θυμω̃ν καὶ εὐωχούμενος αὐτὸς καὶ ἡ δύναμις αὐτου̃ ἐφ' ἡμέρας ἑκατὸν εἴκοσι

2:1 καὶ ἐν τω̨̃ ἔτει τω̨̃ ὀκτωκαιδεκάτω̨ δευτέρα̨ καὶ εἰκάδι του̃ πρώτου μηνὸς ἐγένετο λόγος ἐν οἴκω̨ Ναβουχοδονοσορ βασιλέως 'Ασσυρίων ἐκδικη̃σαι πα̃σαν τὴν γη̃ν καθὼς ἐλάλησεν

2:2 καὶ συνεκάλεσεν πάντας τοὺς θεράποντας αὐτου̃ καὶ πάντας τοὺς μεγιστα̃νας αὐτου̃ καὶ ἔθετο μετ' αὐτω̃ν τὸ μυστήριον τη̃ς βουλη̃ς αὐτου̃ καὶ συνετέλεσεν πα̃σαν τὴν κακίαν τη̃ς γη̃ς ἐκ του̃ στόματος αὐτου̃

2:3 καὶ αὐτοὶ ἔκριναν ὀλεθρευ̃σαι πα̃σαν σάρκα οἳ οὐκ ἠκολούθησαν τω̨̃ λόγω̨ του̃ στόματος αὐτου̃

2:4 καὶ ἐγένετο ὡς συνετέλεσεν τὴν βουλὴν αὐτου̃ ἐκάλεσεν Ναβουχοδονοσορ βασιλεὺς 'Ασσυρίων τὸν Ολοφέρνην ἀρχιστράτηγον τη̃ς δυνάμεως αὐτου̃ δεύτερον ὄντα μετ' αὐτὸν καὶ εἰ̃πεν πρὸς αὐτόν

2:5 τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ κύριος πάσης τη̃ς γη̃ς ἰδοὺ σὺ ἐξελεύση̨ ἐκ του̃ προσώπου μου καὶ λήμψη̨ μετὰ σεαυτου̃ ἄνδρας πεποιθότας ἐν ἰσχύι αὐτω̃ν πεζω̃ν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλη̃θος ἵππων σὺν ἀναβάταις χιλιάδας δέκα δύο

2:6 καὶ ἐξελεύση̨ εἰς συνάντησιν πάση̨ τη̨̃ γη̨̃ ἐπὶ δυσμάς ὅτι ἠπείθησαν τω̨̃ ῥήματι του̃ στόματός μου

2:7 καὶ ἀπαγγελει̃ς αὐτοι̃ς ἑτοιμάζειν γη̃ν καὶ ὕδωρ ὅτι ἐξελεύσομαι ἐν θυμω̨̃ μου ἐπ' αὐτοὺς καὶ καλύψω πα̃ν τὸ πρόσωπον τη̃ς γη̃ς ἐν τοι̃ς ποσὶν τη̃ς δυνάμεώς μου καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοι̃ς

2:8 καὶ οἱ τραυματίαι αὐτω̃ν πληρώσουσιν τὰς φάραγγας αὐτω̃ν καὶ πα̃ς χειμάρρους καὶ ποταμὸς ἐπικλύζων τοι̃ς νεκροι̃ς αὐτω̃ν πληρωθήσεται

2:9 καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτω̃ν ἐπὶ τὰ ἄκρα πάσης τη̃ς γη̃ς

2:10 σὺ δὲ ἐξελθὼν προκαταλήμψη̨ μοι πα̃ν ὅριον αὐτω̃ν καὶ ἐκδώσουσίν σοι ἑαυτούς καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμου̃ αὐτω̃ν

2:11 ἐπὶ δὲ τοὺς ἀπειθου̃ντας οὐ φείσεται ὁ ὀφθαλμός σου του̃ δου̃ναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάση̨ τη̨̃ γη̨̃ σου

2:12 ὅτι ζω̃ν ἐγὼ καὶ τὸ κράτος τη̃ς βασιλείας μου λελάληκα καὶ ποιήσω ταυ̃τα ἐν χειρί μου

2:13 καὶ σὺ δὲ οὐ παραβήση̨ ἕν τι τω̃ν ῥημάτων του̃ κυρίου σου ἀλλὰ ἐπιτελω̃ν ἐπιτελέσεις καθότι προστέταχά σοι καὶ οὐ μακρυνει̃ς του̃ ποιη̃σαι αὐτά

2:14 καὶ ἐξη̃λθεν Ολοφέρνης ἀπὸ προσώπου του̃ κυρίου αὐτου̃ καὶ ἐκάλεσεν πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τη̃ς δυνάμεως Ασσουρ

2:15 καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν καθότι ἐκέλευσεν αὐτω̨̃ ὁ κύριος αὐτου̃ εἰς μυριάδας δέκα δύο καὶ ἱππει̃ς τοξότας μυρίους δισχιλίους

2:16 καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλη̃θος συντάσσεται

2:17 καὶ ἔλαβεν καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτω̃ν πλη̃θος πολὺ σφόδρα καὶ πρόβατα καὶ βόας καὶ αἰ̃γας εἰς τὴν παρασκευὴν αὐτω̃ν ὡ̃ν οὐκ ἠ̃ν ἀριθμός

2:18 καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλη̃θος καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα

2:19 καὶ ἐξη̃λθεν αὐτὸς καὶ πα̃σα ἡ δύναμις αὐτου̃ εἰς πορείαν του̃ προελθει̃ν βασιλέως Ναβουχοδονοσορ καὶ καλύψαι πα̃ν τὸ πρόσωπον τη̃ς γη̃ς πρὸς δυσμαι̃ς ἐν ἅρμασι καὶ ἱππευ̃σι καὶ πεζοι̃ς ἐπιλέκτοις αὐτω̃ν

2:20 καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς συνεξη̃λθον αὐτοι̃ς καὶ ὡς ἡ ἄμμος τη̃ς γη̃ς οὐ γὰρ ἠ̃ν ἀριθμὸς ἀπὸ πλήθους αὐτω̃ν

2:21 καὶ ἀπη̃λθον ἐκ Νινευη ὁδὸν τριω̃ν ἡμερω̃ν ἐπὶ πρόσωπον του̃ πεδίου Βεκτιλεθ καὶ ἐπεστρατοπέδευσαν ἀπὸ Βεκτιλεθ πλησίον του̃ ὄρους του̃ ἐπ' ἀριστερα̨̃ τη̃ς ἄνω Κιλικίας

2:22 καὶ ἔλαβεν πα̃σαν τὴν δύναμιν αὐτου̃ τοὺς πεζοὺς καὶ τοὺς ἱππει̃ς καὶ τὰ ἅρματα αὐτου̃ καὶ ἀπη̃λθεν ἐκει̃θεν εἰς τὴν ὀρεινήν

2:23 καὶ διέκοψεν τὸ Φουδ καὶ Λουδ καὶ ἐπρονόμευσεν υἱοὺς πάντας Ρασσις καὶ υἱοὺς Ισμαηλ τοὺς κατὰ πρόσωπον τη̃ς ἐρήμου πρὸς νότον τη̃ς Χελεων

2:24 καὶ παρη̃λθεν τὸν Εὐφράτην καὶ διη̃λθεν τὴν Μεσοποταμίαν καὶ κατέσκαψεν πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ του̃ χειμάρρου Αβρωνα ἕως του̃ ἐλθει̃ν ἐπὶ θάλασσαν

2:25 καὶ κατελάβετο τὰ ὅρια τη̃ς Κιλικίας καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτω̨̃ καὶ ἠ̃λθεν ἕως ὁρίων Ιαφεθ τὰ πρὸς νότον κατὰ πρόσωπον τη̃ς 'Αραβίας

2:26 καὶ ἐκύκλωσεν πάντας τοὺς υἱοὺς Μαδιαμ καὶ ἐνέπρησεν τὰ σκηνώματα αὐτω̃ν καὶ ἐπρονόμευσεν τὰς μάνδρας αὐτω̃ν

2:27 καὶ κατέβη εἰς πεδίον Δαμασκου̃ ἐν ἡμέραις θερισμου̃ πυρω̃ν καὶ ἐνέπρησεν πάντας τοὺς ἀγροὺς αὐτω̃ν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν καὶ τὰς πόλεις αὐτω̃ν ἐσκύλευσεν καὶ τὰ πεδία αὐτω̃ν ἐξελίκμησεν καὶ ἐπάταξεν πάντας τοὺς νεανίσκους αὐτω̃ν ἐν στόματι ῥομφαίας

2:28 καὶ ἐπέπεσεν φόβος καὶ τρόμος αὐτου̃ ἐπὶ τοὺς κατοικου̃ντας τὴν παραλίαν τοὺς ὄντας ἐν Σιδω̃νι καὶ ἐν Τύρω̨ καὶ τοὺς κατοικου̃ντας Σουρ καὶ Οκινα καὶ πάντας τοὺς κατοικου̃ντας Ιεμνααν καὶ οἱ κατοικου̃ντες ἐν 'Αζώτω̨ καὶ 'Ασκαλω̃νι ἐφοβήθησαν αὐτὸν σφόδρα

3:1 καὶ ἀπέστειλαν πρὸς αὐτὸν ἀγγέλους λόγοις εἰρηνικοι̃ς λέγοντες

3:2 ἰδοὺ ἡμει̃ς οἱ παι̃δες Ναβουχοδονοσορ βασιλέως μεγάλου παρακείμεθα ἐνώπιόν σου χρη̃σαι ἡμι̃ν καθὼς ἀρεστόν ἐστιν τω̨̃ προσώπω̨ σου

3:3 ἰδοὺ αἱ ἐπαύλεις ἡμω̃ν καὶ πα̃ς τόπος ἡμω̃ν καὶ πα̃ν πεδίον πυρω̃ν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ πα̃σαι αἱ μάνδραι τω̃ν σκηνω̃ν ἡμω̃ν παράκεινται πρὸ προσώπου σου χρη̃σαι καθὸ ἂν ἀρέσκη̨ σοι

3:4 ἰδοὺ καὶ αἱ πόλεις ἡμω̃ν καὶ οἱ κατοικου̃ντες ἐν αὐται̃ς δου̃λοι σοί εἰσιν ἐλθὼν ἀπάντησον αὐται̃ς ὡς ἔστιν ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου

3:5 καὶ παρεγένοντο οἱ ἄνδρες πρὸς Ολοφέρνην καὶ ἀπήγγειλαν αὐτω̨̃ κατὰ τὰ ῥήματα ταυ̃τα

3:6 καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτου̃ καὶ ἐφρούρωσε τὰς πόλεις τὰς ὑψηλὰς καὶ ἔλαβεν ἐξ αὐτω̃ν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους

3:7 καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ καὶ πα̃σα ἡ περίχωρος αὐτω̃ν μετὰ στεφάνων καὶ χορω̃ν καὶ τυμπάνων

3:8 καὶ κατέσκαψεν πάντα τὰ ὅρια αὐτω̃ν καὶ τὰ ἄλση αὐτω̃ν ἐξέκοψεν καὶ ἠ̃ν δεδομένον αὐτω̨̃ ἐξολεθρευ̃σαι πάντας τοὺς θεοὺς τη̃ς γη̃ς ὅπως αὐτω̨̃ μόνω̨ τω̨̃ Ναβουχοδονοσορ λατρεύσωσι πάντα τὰ ἔθνη καὶ πα̃σαι αἱ γλω̃σσαι καὶ αἱ φυλαὶ αὐτω̃ν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν

3:9 καὶ ἠ̃λθεν κατὰ πρόσωπον Εσδρηλων πλησίον τη̃ς Δωταιας ἥ ἐστιν ἀπέναντι του̃ πρίονος του̃ μεγάλου τη̃ς Ιουδαίας

3:10 καὶ κατεστρατοπέδευσαν ἀνὰ μέσον Γαιβαι καὶ Σκυθω̃ν πόλεως καὶ ἠ̃ν ἐκει̃ μη̃να ἡμερω̃ν εἰς τὸ συλλέξαι πα̃σαν τὴν ἀπαρτίαν τη̃ς δυνάμεως αὐτου̃

4:1 καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ οἱ κατοικου̃ντες ἐν τη̨̃ Ιουδαία̨ πάντα ὅσα ἐποίησεν Ολοφέρνης τοι̃ς ἔθνεσιν ὁ ἀρχιστράτηγος Ναβουχοδονοσορ βασιλέως 'Ασσυρίων καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτω̃ν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν

4:2 καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτου̃ καὶ περὶ Ιερουσαλημ καὶ του̃ ναου̃ κυρίου θεου̃ αὐτω̃ν ἐταράχθησαν

4:3 ὅτι προσφάτως ἠ̃σαν ἀναβεβηκότες ἐκ τη̃ς αἰχμαλωσίας καὶ νεωστὶ πα̃ς ὁ λαὸς συνελέλεκτο τη̃ς Ιουδαίας καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἰ̃κος ἐκ τη̃ς βεβηλώσεως ἡγιασμένα ἠ̃ν

4:4 καὶ ἀπέστειλαν εἰς πα̃ν ὅριον Σαμαρείας καὶ Κωνα καὶ Βαιθωρων καὶ Βελμαιν καὶ Ιεριχω καὶ εἰς Χωβα καὶ Αισωρα καὶ τὸν αὐλω̃να Σαλημ

4:5 καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τω̃ν ὀρέων τω̃ν ὑψηλω̃ν καὶ ἐτείχισαν τὰς ἐν αὐτοι̃ς κώμας καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου ὅτι προσφάτως ἠ̃ν τὰ πεδία αὐτω̃ν τεθερισμένα

4:6 καὶ ἔγραψεν Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας ὃς ἠ̃ν ἐν ται̃ς ἡμέραις ἐν Ιερουσαλημ τοι̃ς κατοικου̃σι Βαιτυλουα καὶ Βαιτομεσθαιμ ἥ ἐστιν ἀπέναντι Εσδρηλων κατὰ πρόσωπον του̃ πεδίου του̃ πλησίον Δωθαϊμ

4:7 λέγων διακατασχει̃ν τὰς ἀναβάσεις τη̃ς ὀρεινη̃ς ὅτι δι' αὐτω̃ν ἠ̃ν ἡ εἴσοδος εἰς τὴν Ιουδαίαν καὶ ἠ̃ν εὐχερω̃ς διακωλυ̃σαι αὐτοὺς προσβαίνοντας στενη̃ς τη̃ς προσβάσεως οὔσης ἐπ' ἄνδρας τοὺς πάντας δύο

4:8 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν αὐτοι̃ς Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ισραηλ οἳ ἐκάθηντο ἐν Ιερουσαλημ

4:9 καὶ ἀνεβόησαν πα̃ς ἀνὴρ Ισραηλ πρὸς τὸν θεὸν ἐν ἐκτενεία̨ μεγάλη̨ καὶ ἐταπείνωσαν τὰς ψυχὰς αὐτω̃ν ἐν ἐκτενεία̨ μεγάλη̨

4:10 αὐτοὶ καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ νήπια αὐτω̃ν καὶ τὰ κτήνη αὐτω̃ν καὶ πα̃ς πάροικος καὶ μισθωτὸς καὶ ἀργυρώνητος αὐτω̃ν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτω̃ν

4:11 καὶ πα̃ς ἀνὴρ Ισραηλ καὶ γυνὴ καὶ τὰ παιδία οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ ἔπεσον κατὰ πρόσωπον του̃ ναου̃ καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτω̃ν καὶ ἐξέτειναν τοὺς σάκκους αὐτω̃ν κατὰ πρόσωπον κυρίου

4:12 καὶ τὸ θυσιαστήριον σάκκω̨ περιέβαλον καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ισραηλ ὁμοθυμαδὸν ἐκτενω̃ς του̃ μὴ δου̃ναι εἰς διαρπαγὴν τὰ νήπια αὐτω̃ν καὶ τὰς γυναι̃κας εἰς προνομὴν καὶ τὰς πόλεις τη̃ς κληρονομίας αὐτω̃ν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμὸν ἐπίχαρμα τοι̃ς ἔθνεσιν

4:13 καὶ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς αὐτω̃ν καὶ εἰσει̃δεν τὴν θλι̃ψιν αὐτω̃ν καὶ ἠ̃ν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάση̨ τη̨̃ Ιουδαία̨ καὶ Ιερουσαλημ κατὰ πρόσωπον τω̃ν ἁγίων κυρίου παντοκράτορος

4:14 καὶ Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον κυρίου ἱερει̃ς καὶ οἱ λειτουργου̃ντες κυρίω̨ σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτω̃ν προσέφερον τὴν ὁλοκαύτωσιν του̃ ἐνδελεχισμου̃ καὶ τὰς εὐχὰς καὶ τὰ ἑκούσια δόματα του̃ λαου̃

4:15 καὶ ἠ̃ν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτω̃ν καὶ ἐβόων πρὸς κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαθὸν ἐπισκέψασθαι πα̃ν οἰ̃κον Ισραηλ

5:1 καὶ ἀνηγγέλη Ολοφέρνη̨ ἀρχιστρατήγω̨ δυνάμεως Ασσουρ διότι οἱ υἱοὶ Ισραηλ παρεσκευάσαντο εἰς πόλεμον καὶ τὰς διόδους τη̃ς ὀρεινη̃ς συνέκλεισαν καὶ ἐτείχισαν πα̃σαν κορυφὴν ὄρους ὑψηλου̃ καὶ ἔθηκαν ἐν τοι̃ς πεδίοις σκάνδαλα

5:2 καὶ ὠργίσθη θυμω̨̃ σφόδρα καὶ ἐκάλεσεν πάντας τοὺς ἄρχοντας Μωαβ καὶ τοὺς στρατηγοὺς Αμμων καὶ πάντας σατράπας τη̃ς παραλίας

5:3 καὶ εἰ̃πεν αὐτοι̃ς ἀναγγείλατε δή μοι υἱοὶ Χανααν τίς ὁ λαὸς οὑ̃τος ὁ καθήμενος ἐν τη̨̃ ὀρεινη̨̃ καὶ τίνες ἃς κατοικου̃σιν πόλεις καὶ τὸ πλη̃θος τη̃ς δυνάμεως αὐτω̃ν καὶ ἐν τίνι τὸ κράτος αὐτω̃ν καὶ ἡ ἰσχὺς αὐτω̃ν καὶ τίς ἀνέστηκεν ἐπ' αὐτω̃ν βασιλεὺς ἡγούμενος στρατια̃ς αὐτω̃ν

5:4 καὶ διὰ τί κατενωτίσαντο του̃ μὴ ἐλθει̃ν εἰς ἀπάντησίν μοι παρὰ πάντας τοὺς κατοικου̃ντας ἐν δυσμαι̃ς

5:5 καὶ εἰ̃πεν πρὸς αὐτὸν Αχιωρ ὁ ἡγούμενος πάντων υἱω̃ν Αμμων ἀκουσάτω δὴ λόγον ὁ κύριός μου ἐκ στόματος του̃ δούλου σου καὶ ἀναγγελω̃ σοι τὴν ἀλήθειαν περὶ του̃ λαου̃ τούτου ὃς κατοικει̃ τὴν ὀρεινὴν ταύτην πλησίον σου̃ οἰκου̃ντος καὶ οὐκ ἐξελεύσεται ψευ̃δος ἐκ του̃ στόματος του̃ δούλου σου

5:6 ὁ λαὸς οὑ̃τός εἰσιν ἀπόγονοι Χαλδαίων

5:7 καὶ παρώ̨κησαν τὸ πρότερον ἐν τη̨̃ Μεσοποταμία̨ ὅτι οὐκ ἐβουλήθησαν ἀκολουθη̃σαι τοι̃ς θεοι̃ς τω̃ν πατέρων αὐτω̃ν οἳ ἐγένοντο ἐν γη̨̃ Χαλδαίων

5:8 καὶ ἐξέβησαν ἐξ ὁδου̃ τω̃ν γονέων αὐτω̃ν καὶ προσεκύνησαν τω̨̃ θεω̨̃ του̃ οὐρανου̃ θεω̨̃ ὡ̨̃ ἐπέγνωσαν καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ προσώπου τω̃ν θεω̃ν αὐτω̃ν καὶ ἔφυγον εἰς Μεσοποταμίαν καὶ παρώ̨κησαν ἐκει̃ ἡμέρας πολλάς

5:9 καὶ εἰ̃πεν ὁ θεὸς αὐτω̃ν ἐξελθει̃ν ἐκ τη̃ς παροικίας αὐτω̃ν καὶ πορευθη̃ναι εἰς γη̃ν Χανααν καὶ κατώ̨κησαν ἐκει̃ καὶ ἐπληθύνθησαν χρυσίω̨ καὶ ἀργυρίω̨ καὶ ἐν κτήνεσιν πολλοι̃ς σφόδρα

5:10 καὶ κατέβησαν εἰς Αἴγυπτον ἐκάλυψεν γὰρ τὸ πρόσωπον τη̃ς γη̃ς Χανααν λιμός καὶ παρώ̨κησαν ἐκει̃ μέχρις οὑ̃ διετράφησαν καὶ ἐγένοντο ἐκει̃ εἰς πλη̃θος πολύ καὶ οὐκ ἠ̃ν ἀριθμὸς του̃ γένους αὐτω̃ν

5:11 καὶ ἐπανέστη αὐτοι̃ς ὁ βασιλεὺς Αἰγύπτου καὶ κατεσοφίσατο αὐτοὺς ἐν πόνω̨ καὶ πλίνθω̨ ἐταπείνωσαν αὐτοὺς καὶ ἔθεντο αὐτοὺς εἰς δούλους

5:12 καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν αὐτω̃ν καὶ ἐπάταξεν πα̃σαν τὴν γη̃ν Αἰγύπτου πληγαι̃ς ἐν αἱ̃ς οὐκ ἠ̃ν ἴασις καὶ ἐξέβαλον αὐτοὺς οἱ Αἰγύπτιοι ἀπὸ προσώπου αὐτω̃ν

5:13 καὶ κατεξήρανεν ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἔμπροσθεν αὐτω̃ν

5:14 καὶ ἤγαγεν αὐτοὺς εἰς ὁδὸν του̃ Σινα καὶ Καδης Βαρνη καὶ ἐξέβαλον πάντας τοὺς κατοικου̃ντας ἐν τη̨̃ ἐρήμω̨

5:15 καὶ ὤ̨κησαν ἐν γη̨̃ Αμορραίων καὶ πάντας τοὺς Εσεβωνίτας ἐξωλέθρευσαν ἐν τη̨̃ ἰσχύι αὐτω̃ν καὶ διαβάντες τὸν Ιορδάνην ἐκληρονόμησαν πα̃σαν τὴν ὀρεινὴν

5:16 καὶ ἐξέβαλον ἐκ προσώπου αὐτω̃ν τὸν Χαναναι̃ον καὶ τὸν Φερεζαι̃ον καὶ τὸν Ιεβουσαι̃ον καὶ τὸν Συχεμ καὶ πάντας τοὺς Γεργεσαίους καὶ κατώ̨κησαν ἐν αὐτη̨̃ ἡμέρας πολλάς

5:17 καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον του̃ θεου̃ αὐτω̃ν ἠ̃ν μετ' αὐτω̃ν τὰ ἀγαθά ὅτι θεὸς μισω̃ν ἀδικίαν μετ' αὐτω̃ν ἐστιν

5:18 ὅτε δὲ ἀπέστησαν ἀπὸ τη̃ς ὁδου̃ ἡ̃ς διέθετο αὐτοι̃ς ἐξωλεθρεύθησαν ἐν πολλοι̃ς πολέμοις ἐπὶ πολὺ σφόδρα καὶ ἠ̨χμαλωτεύθησαν εἰς γη̃ν οὐκ ἰδίαν καὶ ὁ ναὸς του̃ θεου̃ αὐτω̃ν ἐγενήθη εἰς ἔδαφος καὶ αἱ πόλεις αὐτω̃ν ἐκρατήθησαν ὑπὸ τω̃ν ὑπεναντίων

5:19 καὶ νυ̃ν ἐπιστρέψαντες ἐπὶ τὸν θεὸν αὐτω̃ν ἀνέβησαν ἐκ τη̃ς διασπορα̃ς οὑ̃ διεσπάρησαν ἐκει̃ καὶ κατέσχον τὴν Ιερουσαλημ οὑ̃ τὸ ἁγίασμα αὐτω̃ν καὶ κατω̨κίσθησαν ἐν τη̨̃ ὀρεινη̨̃ ὅτι ἠ̃ν ἔρημος

5:20 καὶ νυ̃ν δέσποτα κύριε εἰ μὲν ἔστιν ἀγνόημα ἐν τω̨̃ λαω̨̃ τούτω̨ καὶ ἁμαρτάνουσιν εἰς τὸν θεὸν αὐτω̃ν καὶ ἐπισκεψόμεθα ὅτι ἔστιν ἐν αὐτοι̃ς σκάνδαλον του̃το καὶ ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς

5:21 εἰ δ' οὐκ ἔστιν ἀνομία ἐν τω̨̃ ἔθνει αὐτω̃ν παρελθέτω δὴ ὁ κύριός μου μήποτε ὑπερασπίση̨ ὁ κύριος αὐτω̃ν καὶ ὁ θεὸς αὐτω̃ν ὑπὲρ αὐτω̃ν καὶ ἐσόμεθα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τη̃ς γη̃ς

5:22 καὶ ἐγένετο ὡς ἐπαύσατο Αχιωρ λαλω̃ν τοὺς λόγους τούτους καὶ ἐγόγγυσεν πα̃ς ὁ λαὸς ὁ κυκλω̃ν τὴν σκηνὴν καὶ περιεστώς καὶ εἰ̃παν οἱ μεγιστα̃νες Ολοφέρνου καὶ πάντες οἱ κατοικου̃ντες τὴν παραλίαν καὶ τὴν Μωαβ συγκόψαι αὐτόν

5:23 οὐ γὰρ φοβηθησόμεθα ἀπὸ υἱω̃ν Ισραηλ ἰδοὺ γὰρ λαὸς ἐν ὡ̨̃ οὐκ ἔστιν δύναμις οὐδὲ κράτος εἰς παράταξιν ἰσχυράν

5:24 διὸ δὴ ἀναβησόμεθα καὶ ἔσονται εἰς κατάβρωσιν πάσης τη̃ς στρατια̃ς σου δέσποτα Ολοφέρνη

6:1 καὶ ὡς κατέπαυσεν ὁ θόρυβος τω̃ν ἀνδρω̃ν τω̃ν κύκλω̨ τη̃ς συνεδρίας καὶ εἰ̃πεν Ολοφέρνης ἀρχιστράτηγος δυνάμεως Ασσουρ πρὸς Αχιωρ ἐναντίον παντὸς του̃ δήμου ἀλλοφύλων καὶ πρὸς πάντας υἱοὺς Μωαβ

6:2 καὶ τίς εἰ̃ σύ Αχιωρ καὶ οἱ μισθωτοὶ του̃ Εφραιμ ὅτι ἐπροφήτευσας ἐν ἡμι̃ν καθὼς σήμερον καὶ εἰ̃πας τὸ γένος Ισραηλ μὴ πολεμη̃σαι ὅτι ὁ θεὸς αὐτω̃ν ὑπερασπιει̃ αὐτω̃ν καὶ τίς θεὸς εἰ μὴ Ναβουχοδονοσορ οὑ̃τος ἀποστελει̃ τὸ κράτος αὐτου̃ καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τη̃ς γη̃ς καὶ οὐ ῥύσεται αὐτοὺς ὁ θεὸς αὐτω̃ν

6:3 ἀλλ' ἡμει̃ς οἱ δου̃λοι αὐτου̃ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα καὶ οὐχ ὑποστήσονται τὸ κράτος τω̃ν ἵππων ἡμω̃ν

6:4 κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοι̃ς καὶ τὰ ὄρη αὐτω̃ν μεθυσθήσεται ἐν τω̨̃ αἵματι αὐτω̃ν καὶ τὰ πεδία αὐτω̃ν πληρωθήσεται τω̃ν νεκρω̃ν αὐτω̃ν καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τω̃ν ποδω̃ν αὐτω̃ν κατὰ πρόσωπον ἡμω̃ν ἀλλὰ ἀπωλεία̨ ἀπολου̃νται λέγει ὁ βασιλεὺς Ναβουχοδονοσορ ὁ κύριος πάσης τη̃ς γη̃ς εἰ̃πεν γάρ οὐ ματαιωθήσεται τὰ ῥήματα τω̃ν λόγων αὐτου̃

6:5 σὺ δέ Αχιωρ μισθωτὲ του̃ Αμμων ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρα̨ ἀδικίας σου οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τη̃ς ἡμέρας ταύτης ἕως οὑ̃ ἐκδικήσω τὸ γένος τω̃ν ἐξ Αἰγύπτου

6:6 καὶ τότε διελεύσεται ὁ σίδηρος τη̃ς στρατια̃ς μου καὶ ὁ λαὸς τω̃ν θεραπόντων μου τὰς πλευράς σου καὶ πεση̨̃ ἐν τοι̃ς τραυματίαις αὐτω̃ν ὅταν ἐπιστρέψω

6:7 καὶ ἀποκαταστήσουσίν σε οἱ δου̃λοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσίν σε ἐν μια̨̃ τω̃ν πόλεων τω̃ν ἀναβάσεων

6:8 καὶ οὐκ ἀπολη̨̃ ἕως οὑ̃ ἐξολεθρευθη̨̃ς μετ' αὐτω̃ν

6:9 καὶ εἴπερ ἐλπίζεις τη̨̃ καρδία̨ σου ὅτι οὐ συλλημφθήσονται μὴ συμπεσέτω σου τὸ πρόσωπον ἐλάλησα καὶ οὐδὲν διαπεσει̃ται τω̃ν ῥημάτων μου

6:10 καὶ προσέταξεν Ολοφέρνης τοι̃ς δούλοις αὐτου̃ οἳ ἠ̃σαν παρεστηκότες ἐν τη̨̃ σκηνη̨̃ αὐτου̃ συλλαβει̃ν τὸν Αχιωρ καὶ ἀποκαταστη̃σαι αὐτὸν εἰς Βαιτυλουα καὶ παραδου̃ναι εἰς χει̃ρας υἱω̃ν Ισραηλ

6:11 καὶ συνέλαβον αὐτὸν οἱ δου̃λοι αὐτου̃ καὶ ἤγαγον αὐτὸν ἔξω τη̃ς παρεμβολη̃ς εἰς τὸ πεδίον καὶ ἀπη̃ραν ἐκ μέσου τη̃ς πεδινη̃ς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς αἳ ἠ̃σαν ὑποκάτω Βαιτυλουα

6:12 καὶ ὡς εἰ̃δαν αὐτοὺς οἱ ἄνδρες τη̃ς πόλεως ἐπὶ τὴν κορυφὴν του̃ ὄρους ἀνέλαβον τὰ ὅπλα αὐτω̃ν καὶ ἀπη̃λθον ἔξω τη̃ς πόλεως ἐπὶ τὴν κορυφὴν του̃ ὄρους καὶ πα̃ς ἀνὴρ σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτω̃ν καὶ ἔβαλλον ἐν λίθοις ἐπ' αὐτούς

6:13 καὶ ὑποδύσαντες ὑποκάτω του̃ ὄρους ἔδησαν τὸν Αχιωρ καὶ ἀφη̃καν ἐρριμμένον ὑπὸ τὴν ῥίζαν του̃ ὄρους καὶ ἀπώ̨χοντο πρὸς τὸν κύριον αὐτω̃ν

6:14 καταβάντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ τη̃ς πόλεως αὐτω̃ν ἐπέστησαν αὐτω̨̃ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλουα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τη̃ς πόλεως αὐτω̃ν

6:15 οἳ ἠ̃σαν ἐν ται̃ς ἡμέραις ἐκείναις Οζιας ὁ του̃ Μιχα ἐκ τη̃ς φυλη̃ς Συμεων καὶ Χαβρις ὁ του̃ Γοθονιηλ καὶ Χαρμις υἱὸς Μελχιηλ

6:16 καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τη̃ς πόλεως καὶ συνέδραμον πα̃ς νεανίσκος αὐτω̃ν καὶ αἱ γυναι̃κες εἰς τὴν ἐκκλησίαν καὶ ἔστησαν τὸν Αχιωρ ἐν μέσω̨ παντὸς του̃ λαου̃ αὐτω̃ν καὶ ἐπηρώτησεν αὐτὸν Οζιας τὸ συμβεβηκός

6:17 καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοι̃ς τὰ ῥήματα τη̃ς συνεδρίας Ολοφέρνου καὶ πάντα τὰ ῥήματα ὅσα ἐλάλησεν ἐν μέσω̨ τω̃ν ἀρχόντων υἱω̃ν Ασσουρ καὶ ὅσα ἐμεγαλορρημόνησεν Ολοφέρνης εἰς τὸν οἰ̃κον Ισραηλ

6:18 καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τω̨̃ θεω̨̃ καὶ ἐβόησαν λέγοντες

6:19 κύριε ὁ θεὸς του̃ οὐρανου̃ κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτω̃ν καὶ ἐλέησον τὴν ταπείνωσιν του̃ γένους ἡμω̃ν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τω̃ν ἡγιασμένων σοι ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨

6:20 καὶ παρεκάλεσαν τὸν Αχιωρ καὶ ἐπή̨νεσαν αὐτὸν σφόδρα

6:21 καὶ παρέλαβεν αὐτὸν Οζιας ἐκ τη̃ς ἐκκλησίας εἰς οἰ̃κον αὐτου̃ καὶ ἐποίησεν πότον τοι̃ς πρεσβυτέροις καὶ ἐπεκαλέσαντο τὸν θεὸν Ισραηλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην

7:1 τη̨̃ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάση̨ τη̨̃ στρατια̨̃ αὐτου̃ καὶ παντὶ τω̨̃ λαω̨̃ αὐτου̃ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτου̃ ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τη̃ς ὀρεινη̃ς προκαταλαμβάνεσθαι καὶ ποιει̃ν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ

7:2 καὶ ἀνέζευξεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ πα̃ς ἀνὴρ δυνατὸς αὐτω̃ν καὶ ἡ δύναμις αὐτω̃ν ἀνδρω̃ν πολεμιστω̃ν χιλιάδες πεζω̃ν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τη̃ς ἀποσκευη̃ς καὶ τω̃ν ἀνδρω̃ν οἳ ἠ̃σαν πεζοὶ ἐν αὐτοι̃ς πλη̃θος πολὺ σφόδρα

7:3 καὶ παρενέβαλον ἐν τω̨̃ αὐλω̃νι πλησίον Βαιτυλουα ἐπὶ τη̃ς πηγη̃ς καὶ παρέτειναν εἰς εὐ̃ρος ἐπὶ Δωθαϊμ ἕως Βελβαιμ καὶ εἰς μη̃κος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος ἥ ἐστιν ἀπέναντι του̃ Εσδρηλων

7:4 οἱ δὲ υἱοὶ Ισραηλ ὡς εἰ̃δον αὐτω̃ν τὸ πλη̃θος ἐταράχθησαν σφόδρα καὶ εἰ̃παν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ νυ̃ν ἐκλείξουσιν οὑ̃τοι τὸ πρόσωπον τη̃ς γη̃ς πάσης καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτω̃ν

7:5 καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτω̃ν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτω̃ν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην

7:6 τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ δευτέρα̨ ἐξήγαγεν Ολοφέρνης πα̃σαν τὴν ἵππον αὐτου̃ κατὰ πρόσωπον τω̃ν υἱω̃ν Ισραηλ οἳ ἠ̃σαν ἐν Βαιτυλουα

7:7 καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τη̃ς πόλεως αὐτω̃ν καὶ τὰς πηγὰς τω̃ν ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐται̃ς παρεμβολὰς ἀνδρω̃ν πολεμιστω̃ν καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτου̃

7:8 καὶ προσελθόντες αὐτω̨̃ πάντες ἄρχοντες υἱω̃ν Ησαυ καὶ πάντες οἱ ἡγούμενοι του̃ λαου̃ Μωαβ καὶ οἱ στρατηγοὶ τη̃ς παραλίας εἰ̃παν

7:9 ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμω̃ν ἵνα μὴ γένηται θραυ̃σμα ἐν τη̨̃ δυνάμει σου

7:10 ὁ γὰρ λαὸς οὑ̃τος τω̃ν υἱω̃ν Ισραηλ οὐ πέποιθαν ἐπὶ τοι̃ς δόρασιν αὐτω̃ν ἀλλ' ἐπὶ τοι̃ς ὕψεσι τω̃ν ὀρέων ἐν οἱ̃ς αὐτοὶ ἐνοικου̃σιν ἐν αὐτοι̃ς οὐ γάρ ἐστιν εὐχερὲς προσβη̃ναι ται̃ς κορυφαι̃ς τω̃ν ὀρέων αὐτω̃ν

7:11 καὶ νυ̃ν δέσποτα μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως καὶ οὐ πεσει̃ται ἐκ του̃ λαου̃ σου ἀνὴρ εἱ̃ς

7:12 ἀνάμεινον ἐπὶ τη̃ς παρεμβολη̃ς σου διαφυλάσσων πάντα ἄνδρα ἐκ τη̃ς δυνάμεώς σου καὶ ἐπικρατησάτωσαν οἱ παι̃δές σου τη̃ς πηγη̃ς του̃ ὕδατος ἣ ἐκπορεύεται ἐκ τη̃ς ῥίζης του̃ ὄρους

7:13 διότι ἐκει̃θεν ὑδρεύονται πάντες οἱ κατοικου̃ντες Βαιτυλουα καὶ ἀνελει̃ αὐτοὺς ἡ δίψα καὶ ἐκδώσουσι τὴν πόλιν αὐτω̃ν καὶ ἡμει̃ς καὶ ὁ λαὸς ἡμω̃ν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τω̃ν ὀρέων καὶ παρεμβαλου̃μεν ἐπ' αὐται̃ς εἰς προφυλακὴν του̃ μὴ ἐξελθει̃ν ἐκ τη̃ς πόλεως ἄνδρα ἕνα

7:14 καὶ τακήσονται ἐν τω̨̃ λιμω̨̃ αὐτοὶ καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν καὶ πρὶν ἐλθει̃ν τὴν ῥομφαίαν ἐπ' αὐτοὺς καταστρωθήσονται ἐν ται̃ς πλατείαις τη̃ς οἰκήσεως αὐτω̃ν

7:15 καὶ ἀνταποδώσεις αὐτοι̃ς ἀνταπόδομα πονηρὸν ἀνθ' ὡ̃ν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τω̨̃ προσώπω̨ σου ἐν εἰρήνη̨

7:16 καὶ ἤρεσαν οἱ λόγοι αὐτω̃ν ἐνώπιον Ολοφέρνου καὶ ἐνώπιον πάντων τω̃ν θεραπόντων αὐτου̃ καὶ συνέταξε ποιει̃ν καθὰ ἐλάλησαν

7:17 καὶ ἀπη̃ρεν παρεμβολὴ υἱω̃ν Αμμων καὶ μετ' αὐτω̃ν χιλιάδες πέντε υἱω̃ν Ασσουρ καὶ παρενέβαλον ἐν τω̨̃ αὐλω̃νι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τω̃ν ὑδάτων τω̃ν υἱω̃ν Ισραηλ

7:18 καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τη̨̃ ὀρεινη̨̃ ἀπέναντι Δωθαϊμ καὶ ἀπέστειλαν ἐξ αὐτω̃ν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ ἥ ἐστιν πλησίον Χους ἥ ἐστιν ἐπὶ του̃ χειμάρρου Μοχμουρ καὶ ἡ λοιπὴ στρατιὰ τω̃ν 'Ασσυρίων παρενέβαλον ἐν τω̨̃ πεδίω̨ καὶ ἐκάλυψαν πα̃ν τὸ πρόσωπον τη̃ς γη̃ς καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτω̃ν κατεστρατοπέδευσαν ἐν ὄχλω̨ πολλω̨̃ καὶ ἠ̃σαν εἰς πλη̃θος πολὺ σφόδρα

7:19 καὶ οἱ υἱοὶ Ισραηλ ἀνεβόησαν πρὸς κύριον θεὸν αὐτω̃ν ὅτι ὠλιγοψύχησεν τὸ πνευ̃μα αὐτω̃ν ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτω̃ν καὶ οὐκ ἠ̃ν διαφυγει̃ν ἐκ μέσου αὐτω̃ν

7:20 καὶ ἔμεινεν κύκλω̨ αὐτω̃ν πα̃σα παρεμβολὴ Ασσουρ οἱ πεζοὶ καὶ ἅρματα καὶ οἱ ἱππει̃ς αὐτω̃ν ἡμέρας τριάκοντα τέσσαρας καὶ ἐξέλιπεν πάντας τοὺς κατοικου̃ντας Βαιτυλουα πάντα τὰ ἀγγει̃α αὐτω̃ν τω̃ν ὑδάτων

7:21 καὶ οἱ λάκκοι ἐξεκενου̃ντο καὶ οὐκ εἰ̃χον πιει̃ν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν ὅτι ἐν μέτρω̨ ἐδίδοσαν αὐτοι̃ς πιει̃ν

7:22 καὶ ἠθύμησεν τὰ νήπια αὐτω̃ν καὶ αἱ γυναι̃κες καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τη̃ς δίψης καὶ ἔπιπτον ἐν ται̃ς πλατείαις τη̃ς πόλεως καὶ ἐν ται̃ς διόδοις τω̃ν πυλω̃ν καὶ οὐκ ἠ̃ν κραταίωσις ἔτι ἐν αὐτοι̃ς

7:23 καὶ ἐπισυνήχθησαν πα̃ς ὁ λαὸς ἐπὶ Οζιαν καὶ τοὺς ἄρχοντας τη̃ς πόλεως οἱ νεανίσκοι καὶ αἱ γυναι̃κες καὶ τὰ παιδία καὶ ἀνεβόησαν φωνη̨̃ μεγάλη̨ καὶ εἰ̃παν ἐναντίον πάντων τω̃ν πρεσβυτέρων

7:24 κρίναι ὁ θεὸς ἀνὰ μέσον ὑμω̃ν καὶ ἡμω̃ν ὅτι ἐποιήσατε ἐν ἡμι̃ν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ υἱω̃ν Ασσουρ

7:25 καὶ νυ̃ν οὐκ ἔστιν ὁ βοηθὸς ἡμω̃ν ἀλλὰ πέπρακεν ἡμα̃ς ὁ θεὸς εἰς τὰς χει̃ρας αὐτω̃ν του̃ καταστρωθη̃ναι ἐναντίον αὐτω̃ν ἐν δίψη̨ καὶ ἀπωλεία̨ μεγάλη̨

7:26 καὶ νυ̃ν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πα̃σαν εἰς προνομὴν τω̨̃ λαω̨̃ Ολοφέρνου καὶ πάση̨ τη̨̃ δυνάμει αὐτου̃

7:27 κρει̃σσον γὰρ ἡμι̃ν γενηθη̃ναι αὐτοι̃ς εἰς διαρπαγήν ἐσόμεθα γὰρ εἰς δούλους καὶ ζήσεται ἡ ψυχὴ ἡμω̃ν καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τω̃ν νηπίων ἡμω̃ν ἐν ὀφθαλμοι̃ς ἡμω̃ν καὶ τὰς γυναι̃κας καὶ τὰ τέκνα ἡμω̃ν ἐκλειπούσας τὰς ψυχὰς αὐτω̃ν

7:28 μαρτυρόμεθα ὑμι̃ν τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τὸν θεὸν ἡμω̃ν καὶ κύριον τω̃ν πατέρων ἡμω̃ν ὃς ἐκδικει̃ ἡμα̃ς κατὰ τὰς ἁμαρτίας ἡμω̃ν καὶ κατὰ τὰ ἁμαρτήματα τω̃ν πατέρων ἡμω̃ν ἵνα μὴ ποιήση̨ κατὰ τὰ ῥήματα ταυ̃τα ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ σήμερον

7:29 καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσω̨ τη̃ς ἐκκλησίας πάντων ὁμοθυμαδόν καὶ ἐβόησαν πρὸς κύριον τὸν θεὸν φωνη̨̃ μεγάλη̨

7:30 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Οζιας θαρσει̃τε ἀδελφοί διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας ἐν αἱ̃ς ἐπιστρέψει κύριος ὁ θεὸς ἡμω̃ν τὸ ἔλεος αὐτου̃ ἐφ' ἡμα̃ς οὐ γὰρ ἐγκαταλείψει ἡμα̃ς εἰς τέλος

7:31 ἐὰν δὲ διέλθωσιν αὑ̃ται καὶ μὴ ἔλθη̨ ἐφ' ἡμα̃ς βοήθεια ποιήσω κατὰ τὰ ῥήματα ὑμω̃ν

7:32 καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτου̃ παρεμβολήν καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τη̃ς πόλεως αὐτω̃ν ἀπη̃λθον καὶ τὰς γυναι̃κας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτω̃ν ἀπέστειλαν καὶ ἠ̃σαν ἐν ταπεινώσει πολλη̨̃ ἐν τη̨̃ πόλει

8:1 καὶ ἤκουσεν ἐν ἐκείναις ται̃ς ἡμέραις Ιουδιθ θυγάτηρ Μεραρι υἱου̃ Ωξ υἱου̃ Ιωσηφ υἱου̃ Οζιηλ υἱου̃ Ελκια υἱου̃ Ανανιου υἱου̃ Γεδεων υἱου̃ Ραφαϊν υἱου̃ Αχιτωβ υἱου̃ Ηλιου υἱου̃ Χελκιου υἱου̃ Ελιαβ υἱου̃ Ναθαναηλ υἱου̃ Σαλαμιηλ υἱου̃ Σαρασαδαι υἱου̃ Ισραηλ

8:2 καὶ ὁ ἀνὴρ αὐτη̃ς Μανασσης τη̃ς φυλη̃ς αὐτη̃ς καὶ τη̃ς πατρια̃ς αὐτη̃ς καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμου̃ κριθω̃ν

8:3 ἐπέστη γὰρ ἐπὶ τοὺς δεσμεύοντας τὰ δράγματα ἐν τω̨̃ πεδίω̨ καὶ ὁ καύσων ἠ̃λθεν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην αὐτου̃ καὶ ἐτελεύτησεν ἐν Βαιτυλουα τη̨̃ πόλει αὐτου̃ καὶ ἔθαψαν αὐτὸν μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν τω̨̃ ἀγρω̨̃ τω̨̃ ἀνὰ μέσον Δωθαϊμ καὶ Βαλαμων

8:4 καὶ ἠ̃ν Ιουδιθ ἐν τω̨̃ οἴκω̨ αὐτη̃ς χηρεύουσα ἔτη τρία καὶ μη̃νας τέσσαρας

8:5 καὶ ἐποίησεν ἑαυτη̨̃ σκηνὴν ἐπὶ του̃ δώματος του̃ οἴκου αὐτη̃ς καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφὺν αὐτη̃ς σάκκον καὶ ἠ̃ν ἐπ' αὐτη̃ς τὰ ἱμάτια τη̃ς χηρεύσεως αὐτη̃ς

8:6 καὶ ἐνήστευε πάσας τὰς ἡμέρας τη̃ς χηρεύσεως αὐτη̃ς χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιω̃ν καὶ νουμηνιω̃ν καὶ ἑορτω̃ν καὶ χαρμοσυνω̃ν οἴκου Ισραηλ

8:7 καὶ ἠ̃ν καλὴ τω̨̃ εἴδει καὶ ὡραία τη̨̃ ὄψει σφόδρα καὶ ὑπελίπετο αὐτη̨̃ Μανασσης ὁ ἀνὴρ αὐτη̃ς χρυσίον καὶ ἀργύριον καὶ παι̃δας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς καὶ ἔμενεν ἐπ' αὐτω̃ν

8:8 καὶ οὐκ ἠ̃ν ὃς ἐπήνεγκεν αὐτη̨̃ ῥη̃μα πονηρόν ὅτι ἐφοβει̃το τὸν θεὸν σφόδρα

8:9 καὶ ἤκουσεν τὰ ῥήματα του̃ λαου̃ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα ὅτι ὠλιγοψύχησαν ἐν τη̨̃ σπάνει τω̃ν ὑδάτων καὶ ἤκουσεν πάντας τοὺς λόγους Ιουδιθ οὓς ἐλάλησεν πρὸς αὐτοὺς Οζιας ὡς ὤμοσεν αὐτοι̃ς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοι̃ς 'Ασσυρίοις

8:10 καὶ ἀποστείλασα τὴν ἅβραν αὐτη̃ς τὴν ἐφεστω̃σαν πα̃σιν τοι̃ς ὑπάρχουσιν αὐτη̃ς ἐκάλεσεν Χαβριν καὶ Χαρμιν τοὺς πρεσβυτέρους τη̃ς πόλεως αὐτη̃ς

8:11 καὶ ἠ̃λθον πρὸς αὐτήν καὶ εἰ̃πεν πρὸς αὐτούς ἀκούσατε δή μου ἄρχοντες τω̃ν κατοικούντων ἐν Βαιτυλουα ὅτι οὐκ εὐθὴς ὁ λόγος ὑμω̃ν ὃν ἐλαλήσατε ἐναντίον του̃ λαου̃ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ καὶ ἐστήσατε τὸν ὅρκον του̃τον ὃν ἐλαλήσατε ἀνὰ μέσον του̃ θεου̃ καὶ ὑμω̃ν καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοι̃ς ἐχθροι̃ς ἡμω̃ν ἐὰν μὴ ἐν αὐται̃ς ἐπιστρέψη̨ κύριος βοήθειαν ὑμι̃ν

8:12 καὶ νυ̃ν τίνες ἐστὲ ὑμει̃ς οἳ ἐπειράσατε τὸν θεὸν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ σήμερον καὶ ἵστατε ὑπὲρ του̃ θεου̃ ἐν μέσω̨ υἱω̃ν ἀνθρώπων

8:13 καὶ νυ̃ν κύριον παντοκράτορα ἐξετάζετε καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως του̃ αἰω̃νος

8:14 ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε καὶ λόγους τη̃ς διανοίας αὐτου̃ οὐ διαλήμψεσθε καὶ πω̃ς τὸν θεόν ὃς ἐποίησεν πάντα ταυ̃τα ἐρευνήσετε καὶ τὸν νου̃ν αὐτου̃ ἐπιγνώσεσθε καὶ τὸν λογισμὸν αὐτου̃ κατανοήσετε μηδαμω̃ς ἀδελφοί μὴ παροργίζετε κύριον τὸν θεὸν ἡμω̃ν

8:15 ὅτι ἐὰν μὴ βούληται ἐν ται̃ς πέντε ἡμέραις βοηθη̃σαι ἡμι̃ν αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἱ̃ς θέλει σκεπάσαι ἡμέραις ἢ καὶ ὀλεθρευ̃σαι ἡμα̃ς πρὸ προσώπου τω̃ν ἐχθρω̃ν ἡμω̃ν

8:16 ὑμει̃ς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς κυρίου του̃ θεου̃ ἡμω̃ν ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεὸς ἀπειληθη̃ναι οὐδ' ὡς υἱὸς ἀνθρώπου διαιτηθη̃ναι

8:17 διόπερ ἀναμένοντες τὴν παρ' αὐτου̃ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμω̃ν καὶ εἰσακούσεται τη̃ς φωνη̃ς ἡμω̃ν ἐὰν ἠ̨̃ αὐτω̨̃ ἀρεστόν

8:18 ὅτι οὐκ ἀνέστη ἐν ται̃ς γενεαι̃ς ἡμω̃ν οὐδέ ἐστιν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ σήμερον οὔτε φυλὴ οὔτε πατριὰ οὔτε δη̃μος οὔτε πόλις ἐξ ἡμω̃ν οἳ προσκυνου̃σι θεοι̃ς χειροποιήτοις καθάπερ ἐγένετο ἐν ται̃ς πρότερον ἡμέραις

8:19 ὡ̃ν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμω̃ν καὶ ἔπεσον πτω̃μα μέγα ἐνώπιον τω̃ν ἐχθρω̃ν ἡμω̃ν

8:20 ἡμει̃ς δὲ ἕτερον θεὸν οὐκ ἔγνωμεν πλὴν αὐτου̃ ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμα̃ς οὐδ' ἀπὸ του̃ γένους ἡμω̃ν

8:21 ὅτι ἐν τω̨̃ λημφθη̃ναι ἡμα̃ς οὕτως καὶ λημφθήσεται πα̃σα ἡ Ιουδαία καὶ προνομευθήσεται τὰ ἅγια ἡμω̃ν καὶ ἐκζητήσει τὴν βεβήλωσιν αὐτω̃ν ἐκ του̃ αἵματος ἡμω̃ν

8:22 καὶ τὸν φόνον τω̃ν ἀδελφω̃ν ἡμω̃ν καὶ τὴν αἰχμαλωσίαν τη̃ς γη̃ς καὶ τὴν ἐρήμωσιν τη̃ς κληρονομίας ἡμω̃ν ἐπιστρέψει εἰς κεφαλὴν ἡμω̃ν ἐν τοι̃ς ἔθνεσιν οὑ̃ ἐὰν δουλεύσωμεν ἐκει̃ καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τω̃ν κτωμένων ἡμα̃ς

8:23 ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμω̃ν εἰς χάριν ἀλλ' εἰς ἀτιμίαν θήσει αὐτὴν κύριος ὁ θεὸς ἡμω̃ν

8:24 καὶ νυ̃ν ἀδελφοί ἐπιδειξώμεθα τοι̃ς ἀδελφοι̃ς ἡμω̃ν ὅτι ἐξ ἡμω̃ν κρέμαται ἡ ψυχὴ αὐτω̃ν καὶ τὰ ἅγια καὶ ὁ οἰ̃κος καὶ τὸ θυσιαστήριον ἐπεστήρισται ἐφ' ἡμι̃ν

8:25 παρὰ ταυ̃τα πάντα εὐχαριστήσωμεν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ὃς πειράζει ἡμα̃ς καθὰ καὶ τοὺς πατέρας ἡμω̃ν

8:26 μνήσθητε ὅσα ἐποίησεν μετὰ Αβρααμ καὶ ὅσα ἐπείρασεν τὸν Ισαακ καὶ ὅσα ἐγένετο τω̨̃ Ιακωβ ἐν Μεσοποταμία̨ τη̃ς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λαβαν του̃ ἀδελφου̃ τη̃ς μητρὸς αὐτου̃

8:27 ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τη̃ς καρδίας αὐτω̃ν καὶ ἡμα̃ς οὐκ ἐξεδίκησεν ἀλλ' εἰς νουθέτησιν μαστιγοι̃ κύριος τοὺς ἐγγίζοντας αὐτω̨̃

8:28 καὶ εἰ̃πεν πρὸς αὐτὴν Οζιας πάντα ὅσα εἰ̃πας ἐν ἀγαθη̨̃ καρδία̨ ἐλάλησας καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοι̃ς λόγοις σου

8:29 ὅτι οὐκ ἐν τη̨̃ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν ἀλλ' ἀπ' ἀρχη̃ς ἡμερω̃ν σου ἔγνω πα̃ς ὁ λαὸς τὴν σύνεσίν σου καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τη̃ς καρδίας σου

8:30 ἀλλὰ ὁ λαὸς δεδίψηκεν σφόδρα καὶ ἠνάγκασαν ἡμα̃ς ποιη̃σαι καθὰ ἐλαλήσαμεν αὐτοι̃ς καὶ ἐπαγαγει̃ν ἐφ' ἡμα̃ς ὅρκον ὃν οὐ παραβησόμεθα

8:31 καὶ νυ̃ν δεήθητι περὶ ἡμω̃ν ὅτι γυνὴ εὐσεβὴς εἰ̃ καὶ ἀποστελει̃ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τω̃ν λάκκων ἡμω̃ν καὶ οὐκ ἐκλείψομεν ἔτι

8:32 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατέ μου καὶ ποιήσω πρα̃γμα ὃ ἀφίξεται εἰς γενεὰς γενεω̃ν υἱοι̃ς του̃ γένους ἡμω̃ν

8:33 ὑμει̃ς στήσεσθε ἐπὶ τη̃ς πύλης τὴν νύκτα ταύτην καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τη̃ς ἅβρας μου καὶ ἐν ται̃ς ἡμέραις μεθ' ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοι̃ς ἐχθροι̃ς ἡμω̃ν ἐπισκέψεται κύριος τὸν Ισραηλ ἐν χειρί μου

8:34 ὑμει̃ς δὲ οὐκ ἐξερευνήσετε τὴν πρα̃ξίν μου οὐ γὰρ ἐρω̃ ὑμι̃ν ἕως του̃ τελεσθη̃ναι ἃ ἐγὼ ποιω̃

8:35 καὶ εἰ̃πεν Οζιας καὶ οἱ ἄρχοντες πρὸς αὐτήν πορεύου εἰς εἰρήνην καὶ κύριος ὁ θεὸς ἔμπροσθέν σου εἰς ἐκδίκησιν τω̃ν ἐχθρω̃ν ἡμω̃ν

8:36 καὶ ἀποστρέψαντες ἐκ τη̃ς σκηνη̃ς ἐπορεύθησαν ἐπὶ τὰς διατάξεις αὐτω̃ν

9:1 Ιουδιθ δὲ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτη̃ς καὶ ἐγύμνωσεν ὃν ἐνεδεδύκει σάκκον καὶ ἠ̃ν ἄρτι προσφερόμενον ἐν Ιερουσαλημ εἰς τὸν οἰ̃κον του̃ θεου̃ τὸ θυμίαμα τη̃ς ἑσπέρας ἐκείνης καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ Ιουδιθ πρὸς κύριον καὶ εἰ̃πεν

9:2 κύριε ὁ θεὸς του̃ πατρός μου Συμεων ὡ̨̃ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενω̃ν οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος εἰ̃πας γάρ οὐχ οὕτως ἔσται καὶ ἐποίησαν

9:3 ἀνθ' ὡ̃ν ἔδωκας ἄρχοντας αὐτω̃ν εἰς φόνον καὶ τὴν στρωμνὴν αὐτω̃ν ἣ ἠ̨δέσατο τὴν ἀπάτην αὐτω̃ν ἀπατηθει̃σαν εἰς αἱ̃μα καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτω̃ν

9:4 καὶ ἔδωκας γυναι̃κας αὐτω̃ν εἰς προνομὴν καὶ θυγατέρας αὐτω̃ν εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκυ̃λα αὐτω̃ν εἰς διαίρεσιν υἱω̃ν ἠγαπημένων ὑπὸ σου̃ οἳ καὶ ἐζήλωσαν τὸν ζη̃λόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτω̃ν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν ὁ θεὸς ὁ θεὸς ὁ ἐμός καὶ εἰσάκουσον ἐμου̃ τη̃ς χήρας

9:5 σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείνων καὶ ἐκει̃να καὶ τὰ μετέπειτα καὶ τὰ νυ̃ν καὶ τὰ ἐπερχόμενα διενοήθης καὶ ἐγενήθησαν ἃ ἐνενοήθης

9:6 καὶ παρέστησαν ἃ ἐβουλεύσω καὶ εἰ̃παν ἰδοὺ πάρεσμεν πα̃σαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι καὶ ἡ κρίσις σου ἐν προγνώσει

9:7 ἰδοὺ γὰρ 'Ασσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτω̃ν ὑψώθησαν ἐφ' ἵππω̨ καὶ ἀναβάτη̨ ἐγαυρίασαν ἐν βραχίονι πεζω̃ν ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαίσω̨ καὶ τόξω̨ καὶ σφενδόνη̨ καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἰ̃ κύριος συντρίβων πολέμους

9:8 κύριος ὄνομά σοι σὺ ῥάξον αὐτω̃ν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτω̃ν ἐν τω̨̃ θυμω̨̃ σου ἐβουλεύσαντο γὰρ βεβηλω̃σαι τὰ ἅγιά σου μια̃ναι τὸ σκήνωμα τη̃ς καταπαύσεως του̃ ὀνόματος τη̃ς δόξης σου καταβαλει̃ν σιδήρω̨ κέρας θυσιαστηρίου σου

9:9 βλέψον εἰς ὑπερηφανίαν αὐτω̃ν ἀπόστειλον τὴν ὀργήν σου εἰς κεφαλὰς αὐτω̃ν δὸς ἐν χειρί μου τη̃ς χήρας ὃ διενοήθην κράτος

9:10 πάταξον δου̃λον ἐκ χειλέων ἀπάτης μου ἐπ' ἄρχοντι καὶ ἄρχοντα ἐπὶ θεράποντι αὐτου̃ θραυ̃σον αὐτω̃ν τὸ ἀνάστεμα ἐν χειρὶ θηλείας

9:11 οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν ἀλλὰ ταπεινω̃ν εἰ̃ θεός ἐλαττόνων εἰ̃ βοηθός ἀντιλήμπτωρ ἀσθενούντων ἀπεγνωσμένων σκεπαστής ἀπηλπισμένων σωτήρ

9:12 ναὶ ναὶ ὁ θεὸς του̃ πατρός μου καὶ θεὸς κληρονομίας Ισραηλ δέσποτα τω̃ν οὐρανω̃ν καὶ τη̃ς γη̃ς κτίστα τω̃ν ὑδάτων βασιλευ̃ πάσης κτίσεώς σου σὺ εἰσάκουσον τη̃ς δεήσεώς μου

9:13 καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραυ̃μα καὶ μώλωπα αὐτω̃ν οἳ κατὰ τη̃ς διαθήκης σου καὶ οἴκου ἡγιασμένου σου καὶ κορυφη̃ς Σιων καὶ οἴκου κατασχέσεως υἱω̃ν σου ἐβουλεύσαντο σκληρά

9:14 καὶ ποίησον ἐπὶ παντὸς ἔθνους σου καὶ πάσης φυλη̃ς ἐπίγνωσιν του̃ εἰδη̃σαι ὅτι σὺ εἰ̃ ὁ θεὸς θεὸς πάσης δυνάμεως καὶ κράτους καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων του̃ γένους Ισραηλ εἰ μὴ σύ

10:1 καὶ ἐγένετο ὡς ἐπαύσατο βοω̃σα πρὸς τὸν θεὸν Ισραηλ καὶ συνετέλεσεν πάντα τὰ ῥήματα ταυ̃τα

10:2 καὶ ἀνέστη ἀπὸ τη̃ς πτώσεως καὶ ἐκάλεσεν τὴν ἅβραν αὐτη̃ς καὶ κατέβη εἰς τὸν οἰ̃κον ἐν ὡ̨̃ διέτριβεν ἐν αὐτω̨̃ ἐν ται̃ς ἡμέραις τω̃ν σαββάτων καὶ ἐν ται̃ς ἑορται̃ς αὐτη̃ς

10:3 καὶ περιείλατο τὸν σάκκον ὃν ἐνεδεδύκει καὶ ἐξεδύσατο τὰ ἱμάτια τη̃ς χηρεύσεως αὐτη̃ς καὶ περιεκλύσατο τὸ σω̃μα ὕδατι καὶ ἐχρίσατο μύρω̨ παχει̃ καὶ διέξανε τὰς τρίχας τη̃ς κεφαλη̃ς αὐτη̃ς καὶ ἐπέθετο μίτραν ἐπ' αὐτη̃ς καὶ ἐνεδύσατο τὰ ἱμάτια τη̃ς εὐφροσύνης αὐτη̃ς ἐν οἱ̃ς ἐστολίζετο ἐν ται̃ς ἡμέραις τη̃ς ζωη̃ς του̃ ἀνδρὸς αὐτη̃ς Μανασση

10:4 καὶ ἔλαβεν σανδάλια εἰς τοὺς πόδας αὐτη̃ς καὶ περιέθετο τοὺς χλιδω̃νας καὶ τὰ ψέλια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια καὶ πάντα τὸν κόσμον αὐτη̃ς καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάτησιν ὀφθαλμω̃ν ἀνδρω̃ν ὅσοι ἂν ἴδωσιν αὐτήν

10:5 καὶ ἔδωκεν τη̨̃ ἅβρα̨ αὐτη̃ς ἀσκοπυτίνην οἴνου καὶ καψάκην ἐλαίου καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρω̃ν καὶ περιεδίπλωσε πάντα τὰ ἀγγει̃α αὐτη̃ς καὶ ἐπέθηκεν αὐτη̨̃

10:6 καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τη̃ς πόλεως Βαιτυλουα καὶ εὕροσαν ἐφεστω̃τα ἐπ' αὐτη̨̃ Οζιαν καὶ τοὺς πρεσβυτέρους τη̃ς πόλεως Χαβριν καὶ Χαρμιν

10:7 ὡς δὲ εἰ̃δον αὐτὴν καὶ ἠ̃ν ἠλλοιωμένον τὸ πρόσωπον αὐτη̃ς καὶ τὴν στολὴν μεταβεβληκυι̃αν αὐτη̃ς καὶ ἐθαύμασαν ἐπὶ τω̨̃ κάλλει αὐτη̃ς ἐπὶ πολὺ σφόδρα καὶ εἰ̃παν αὐτη̨̃

10:8 ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν δώ̨η σε εἰς χάριν καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱω̃ν Ισραηλ καὶ ὕψωμα Ιερουσαλημ

10:9 καὶ προσεκύνησεν τω̨̃ θεω̨̃ καὶ εἰ̃πεν πρὸς αὐτούς ἐπιτάξατε ἀνοι̃ξαί μοι τὴν πύλην τη̃ς πόλεως καὶ ἐξελεύσομαι εἰς τελείωσιν τω̃ν λόγων ὡ̃ν ἐλαλήσατε μετ' ἐμου̃ καὶ συνέταξαν τοι̃ς νεανίσκοις ἀνοι̃ξαι αὐτη̨̃ καθότι ἐλάλησεν

10:10 καὶ ἐποίησαν οὕτως καὶ ἐξη̃λθεν Ιουδιθ αὐτὴ καὶ ἡ παιδίσκη αὐτη̃ς μετ' αὐτη̃ς ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τη̃ς πόλεως ἕως οὑ̃ κατέβη τὸ ὄρος ἕως διη̃λθεν τὸν αὐλω̃να καὶ οὐκέτι ἐθεώρουν αὐτήν

10:11 καὶ ἐπορεύοντο ἐν τω̨̃ αὐλω̃νι εἰς εὐθει̃αν καὶ συνήντησεν αὐτη̨̃ προφυλακὴ τω̃ν 'Ασσυρίων

10:12 καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν τίνων εἰ̃ καὶ πόθεν ἔρχη̨ καὶ που̃ πορεύη̨ καὶ εἰ̃πεν θυγάτηρ εἰμὶ τω̃ν Εβραίων καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτω̃ν ὅτι μέλλουσιν δίδοσθαι ὑμι̃ν εἰς κατάβρωμα

10:13 κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμω̃ν του̃ ἀπαγγει̃λαι ῥήματα ἀληθείας καὶ δείξω πρὸ προσώπου αὐτου̃ ὁδὸν καθ' ἣν πορεύσεται καὶ κυριεύσει πάσης τη̃ς ὀρεινη̃ς καὶ οὐ διαφωνήσει τω̃ν ἀνδρω̃ν αὐτου̃ σὰρξ μία οὐδὲ πνευ̃μα ζωη̃ς

10:14 ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτη̃ς καὶ κατενόησαν τὸ πρόσωπον αὐτη̃ς καὶ ἠ̃ν ἐναντίον αὐτω̃ν θαυμάσιον τω̨̃ κάλλει σφόδρα καὶ εἰ̃παν πρὸς αὐτήν

10:15 σέσωκας τὴν ψυχήν σου σπεύσασα καταβη̃ναι εἰς πρόσωπον του̃ κυρίου ἡμω̃ν καὶ νυ̃ν πρόσελθε ἐπὶ τὴν σκηνὴν αὐτου̃ καὶ ἀφ' ἡμω̃ν προπέμψουσίν σε ἕως παραδώσουσίν σε εἰς χει̃ρας αὐτου̃

10:16 ἐὰν δὲ στη̨̃ς ἐναντίον αὐτου̃ μὴ φοβηθη̨̃ς τη̨̃ καρδία̨ σου ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ῥήματά σου καὶ εὐ̃ σε ποιήσει

10:17 καὶ ἐπέλεξαν ἐξ αὐτω̃ν ἄνδρας ἑκατὸν καὶ παρέζευξαν αὐτη̨̃ καὶ τη̨̃ ἅβρα̨ αὐτη̃ς καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ολοφέρνου

10:18 καὶ ἐγένετο συνδρομὴ ἐν πάση̨ τη̨̃ παρεμβολη̨̃ διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτη̃ς καὶ ἐλθόντες ἐκύκλουν αὐτήν ὡς εἱστήκει ἔξω τη̃ς σκηνη̃ς Ολοφέρνου ἕως προσήγγειλαν αὐτω̨̃ περὶ αὐτη̃ς

10:19 καὶ ἐθαύμαζον ἐπὶ τω̨̃ κάλλει αὐτη̃ς καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ισραηλ ἀπ' αὐτη̃ς καὶ εἰ̃πεν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ τίς καταφρονήσει του̃ λαου̃ τούτου ὃς ἔχει ἐν ἑαυτω̨̃ γυναι̃κας τοιαύτας ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτω̃ν ἄνδρα ἕνα οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πα̃σαν τὴν γη̃ν

10:20 καὶ ἐξη̃λθον οἱ παρακαθεύδοντες Ολοφέρνη̨ καὶ πάντες οἱ θεράποντες αὐτου̃ καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν

10:21 καὶ ἠ̃ν Ολοφέρνης ἀναπαυόμενος ἐπὶ τη̃ς κλίνης αὐτου̃ ἐν τω̨̃ κωνωπίω̨ ὃ ἠ̃ν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελω̃ν καθυφασμένων

10:22 καὶ ἀνήγγειλαν αὐτω̨̃ περὶ αὐτη̃ς καὶ ἐξη̃λθεν εἰς τὸ προσκήνιον καὶ λαμπάδες ἀργυραι̃ προάγουσαι αὐτου̃

10:23 ὡς δὲ ἠ̃λθεν κατὰ πρόσωπον αὐτου̃ Ιουδιθ καὶ τω̃ν θεραπόντων αὐτου̃ ἐθαύμασαν πάντες ἐπὶ τω̨̃ κάλλει του̃ προσώπου αὐτη̃ς καὶ πεσου̃σα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτω̨̃ καὶ ἤγειραν αὐτὴν οἱ δου̃λοι αὐτου̃

11:1 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ολοφέρνης θάρσησον γύναι μὴ φοβηθη̨̃ς τη̨̃ καρδία̨ σου ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον ὅστις ἡ̨ρέτικεν δουλεύειν βασιλει̃ Ναβουχοδονοσορ πάσης τη̃ς γη̃ς

11:2 καὶ νυ̃ν ὁ λαός σου ὁ κατοικω̃ν τὴν ὀρεινὴν εἰ μὴ ἐφαύλισάν με οὐκ ἂν ἠ̃ρα τὸ δόρυ μου ἐπ' αὐτούς ἀλλὰ αὐτοὶ ἑαυτοι̃ς ἐποίησαν ταυ̃τα

11:3 καὶ νυ̃ν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ' αὐτω̃ν καὶ ἠ̃λθες πρὸς ἡμα̃ς ἥκεις γὰρ εἰς σωτηρίαν θάρσει ἐν τη̨̃ νυκτὶ ταύτη̨ ζήση̨ καὶ εἰς τὸ λοιπόν

11:4 οὐ γὰρ ἔστιν ὃς ἀδικήσει σε ἀλλ' εὐ̃ σε ποιήσει καθὰ γίνεται τοι̃ς δούλοις του̃ κυρίου μου βασιλέως Ναβουχοδονοσορ

11:5 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ιουδιθ δέξαι τὰ ῥήματα τη̃ς δούλης σου καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου καὶ οὐκ ἀναγγελω̃ ψευ̃δος τω̨̃ κυρίω̨ μου ἐν τη̨̃ νυκτὶ ταύτη̨

11:6 καὶ ἐὰν κατακολουθήση̨ς τοι̃ς λόγοις τη̃ς παιδίσκης σου τελείως πρα̃γμα ποιήσει μετὰ σου̃ ὁ θεός καὶ οὐκ ἀποπεσει̃ται ὁ κύριός μου τω̃ν ἐπιτηδευμάτων αὐτου̃

11:7 ζη̨̃ γὰρ βασιλεὺς Ναβουχοδονοσορ πάσης τη̃ς γη̃ς καὶ ζη̨̃ τὸ κράτος αὐτου̃ ὃς ἀπέστειλέν σε εἰς κατόρθωσιν πάσης ψυχη̃ς ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτω̨̃ ἀλλὰ καὶ τὰ θηρία του̃ ἀγρου̃ καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ διὰ τη̃ς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονοσορ καὶ πάντα τὸν οἰ̃κον αὐτου̃

11:8 ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τη̃ς ψυχη̃ς σου καὶ ἀνηγγέλη πάση̨ τη̨̃ γη̨̃ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάση̨ βασιλεία̨ καὶ δυνατὸς ἐν ἐπιστήμη̨ καὶ θαυμαστὸς ἐν στρατεύμασιν πολέμου

11:9 καὶ νυ̃ν ὁ λόγος ὃν ἐλάλησεν Αχιωρ ἐν τη̨̃ συνεδρία̨ σου ἠκούσαμεν τὰ ῥήματα αὐτου̃ ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βαιτυλουα καὶ ἀνήγγειλεν αὐτοι̃ς πάντα ὅσα ἐξελάλησεν παρὰ σοί

11:10 διό δέσποτα κύριε μὴ παρέλθη̨ς τὸν λόγον αὐτου̃ ἀλλὰ κατάθου αὐτὸν ἐν τη̨̃ καρδία̨ σου ὅτι ἐστὶν ἀληθής οὐ γὰρ ἐκδικα̃ται τὸ γένος ἡμω̃ν οὐ κατισχύει ῥομφαία ἐπ' αὐτούς ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν θεὸν αὐτω̃ν

11:11 καὶ νυ̃ν ἵνα μὴ γένηται ὁ κύριός μου ἔκβολος καὶ ἄπρακτος καὶ ἐπιπεσει̃ται θάνατος ἐπὶ πρόσωπον αὐτω̃ν καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα ἐν ὡ̨̃ παροργιου̃σιν τὸν θεὸν αὐτω̃ν ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν

11:12 ἐπεὶ παρεξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ ἐσπανίσθη πα̃ν ὕδωρ ἐβουλεύσαντο ἐπιβαλει̃ν τοι̃ς κτήνεσιν αὐτω̃ν καὶ πάντα ὅσα διεστείλατο αὐτοι̃ς ὁ θεὸς τοι̃ς νόμοις αὐτου̃ μὴ φαγει̃ν διέγνωσαν δαπανη̃σαι

11:13 καὶ τὰς ἀπαρχὰς του̃ σίτου καὶ τὰς δεκάτας του̃ οἴνου καὶ του̃ ἐλαίου ἃ διεφύλαξαν ἁγιάσαντες τοι̃ς ἱερευ̃σιν τοι̃ς παρεστηκόσιν ἐν Ιερουσαλημ ἀπέναντι του̃ προσώπου του̃ θεου̃ ἡμω̃ν κεκρίκασιν ἐξαναλω̃σαι ὡ̃ν οὐδὲ ται̃ς χερσὶν καθη̃κεν ἅψασθαι οὐδένα τω̃ν ἐκ του̃ λαου̃

11:14 καὶ ἀπεστάλκασιν εἰς Ιερουσαλημ ὅτι καὶ οἱ ἐκει̃ κατοικου̃ντες ἐποίησαν ταυ̃τα τοὺς μετακομίσοντας αὐτοι̃ς τὴν ἄφεσιν παρὰ τη̃ς γερουσίας

11:15 καὶ ἔσται ὡς ἂν ἀναγγείλη̨ αὐτοι̃ς καὶ ποιήσωσιν δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨

11:16 ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνου̃σα ταυ̃τα πάντα ἀπέδρων ἀπὸ προσώπου αὐτω̃ν καὶ ἀπέστειλέν με ὁ θεὸς ποιη̃σαι μετὰ σου̃ πράγματα ἐφ' οἱ̃ς ἐκστήσεται πα̃σα ἡ γη̃ ὅσοι ἐὰν ἀκούσωσιν αὐτά

11:17 ὅτι ἡ δούλη σου θεοσεβής ἐστιν καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν θεὸν του̃ οὐρανου̃ καὶ νυ̃ν μενω̃ παρὰ σοί κύριέ μου καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν θεόν καὶ ἐρει̃ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτω̃ν

11:18 καὶ ἐλθου̃σα προσανοίσω σοι καὶ ἐξελεύση̨ σὺν πάση̨ τη̨̃ δυνάμει σου καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτω̃ν

11:19 καὶ ἄξω σε διὰ μέσου τη̃ς Ιουδαίας ἕως του̃ ἐλθει̃ν ἀπέναντι Ιερουσαλημ καὶ θήσω τὸν δίφρον σου ἐν μέσω̨ αὐτη̃ς καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα οἱ̃ς οὐκ ἔστιν ποιμήν καὶ οὐ γρύξει κύων τη̨̃ γλώσση̨ αὐτου̃ ἀπέναντί σου ὅτι ταυ̃τα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι καὶ ἀπεστάλην ἀναγγει̃λαί σοι

11:20 καὶ ἤρεσαν οἱ λόγοι αὐτη̃ς ἐναντίον Ολοφέρνου καὶ ἐναντίον πάντων τω̃ν θεραπόντων αὐτου̃ καὶ ἐθαύμασαν ἐπὶ τη̨̃ σοφία̨ αὐτη̃ς καὶ εἰ̃παν

11:21 οὐκ ἔστιν τοιαύτη γυνὴ ἀπ' ἄκρου ἕως ἄκρου τη̃ς γη̃ς ἐν καλω̨̃ προσώπω̨ καὶ συνέσει λόγων

11:22 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ολοφέρνης εὐ̃ ἐποίησεν ὁ θεὸς ἀποστείλας σε ἔμπροσθεν του̃ λαου̃ του̃ γενηθη̃ναι ἐν χερσὶν ἡμω̃ν κράτος ἐν δὲ τοι̃ς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν

11:23 καὶ νυ̃ν ἀστεία εἰ̃ σὺ ἐν τω̨̃ εἴδει σου καὶ ἀγαθὴ ἐν τοι̃ς λόγοις σου ὅτι ἐὰν ποιήση̨ς καθὰ ἐλάλησας ὁ θεός σου ἔσται μου θεός καὶ σὺ ἐν οἴκω̨ βασιλέως Ναβουχοδονοσορ καθήση̨ καὶ ἔση̨ ὀνομαστὴ παρὰ πα̃σαν τὴν γη̃ν

12:1 καὶ ἐκέλευσεν εἰσαγαγει̃ν αὐτὴν οὑ̃ ἐτίθετο τὰ ἀργυρώματα αὐτου̃ καὶ συνέταξεν καταστρω̃σαι αὐτη̨̃ ἀπὸ τω̃ν ὀψοποιημάτων αὐτου̃ καὶ του̃ οἴνου αὐτου̃ πίνειν

12:2 καὶ εἰ̃πεν Ιουδιθ οὐ φάγομαι ἐξ αὐτω̃ν ἵνα μὴ γένηται σκάνδαλον ἀλλ' ἐκ τω̃ν ἠκολουθηκότων μοι χορηγηθήσεται

12:3 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ολοφέρνης ἐὰν δὲ ἐκλίπη̨ τὰ ὄντα μετὰ σου̃ πόθεν ἐξοίσομέν σοι δου̃ναι ὅμοια αὐτοι̃ς οὐ γάρ ἐστιν μεθ' ἡμω̃ν ἐκ του̃ γένους σου

12:4 καὶ εἰ̃πεν Ιουδιθ πρὸς αὐτόν ζη̨̃ ἡ ψυχή σου κύριέ μου ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ' ἐμου̃ ἕως ἂν ποιήση̨ κύριος ἐν χειρί μου ἃ ἐβουλεύσατο

12:5 καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ολοφέρνου εἰς τὴν σκηνήν καὶ ὕπνωσεν μέχρι μεσούσης τη̃ς νυκτός καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν

12:6 καὶ ἀπέστειλεν πρὸς Ολοφέρνην λέγουσα ἐπιταξάτω δὴ ὁ κύριός μου ἐα̃σαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθει̃ν

12:7 καὶ προσέταξεν Ολοφέρνης τοι̃ς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν καὶ παρέμεινεν ἐν τη̨̃ παρεμβολη̨̃ ἡμέρας τρει̃ς καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλουα καὶ ἐβαπτίζετο ἐν τη̨̃ παρεμβολη̨̃ ἐπὶ τη̃ς πηγη̃ς του̃ ὕδατος

12:8 καὶ ὡς ἀνέβη ἐδέετο του̃ κυρίου θεου̃ Ισραηλ κατευθυ̃ναι τὴν ὁδὸν αὐτη̃ς εἰς ἀνάστημα τω̃ν υἱω̃ν του̃ λαου̃ αὐτου̃

12:9 καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν ἐν τη̨̃ σκηνη̨̃ μέχρι οὑ̃ προσηνέγκατο τὴν τροφὴν αὐτη̃ς πρὸς ἑσπέραν

12:10 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ ἐποίησεν Ολοφέρνης πότον τοι̃ς δούλοις αὐτου̃ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν κλη̃σιν οὐδένα τω̃ν πρὸς ται̃ς χρείαις

12:11 καὶ εἰ̃πεν Βαγώα̨ τω̨̃ εὐνούχω̨ ὃς ἠ̃ν ἐφεστηκὼς ἐπὶ πάντων τω̃ν αὐτου̃ πει̃σον δὴ πορευθεὶς τὴν γυναι̃κα τὴν Εβραίαν ἥ ἐστιν παρὰ σοί του̃ ἐλθει̃ν πρὸς ἡμα̃ς καὶ φαγει̃ν καὶ πιει̃ν μεθ' ἡμω̃ν

12:12 ἰδοὺ γὰρ αἰσχρὸν τω̨̃ προσώπω̨ ἡμω̃ν εἰ γυναι̃κα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτη̨̃ ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα καταγελάσεται ἡμω̃ν

12:13 καὶ ἐξη̃λθεν Βαγώας ἀπὸ προσώπου Ολοφέρνου καὶ εἰση̃λθεν πρὸς αὐτὴν καὶ εἰ̃πεν μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθου̃σα πρὸς τὸν κύριόν μου δοξασθη̃ναι κατὰ πρόσωπον αὐτου̃ καὶ πίεσαι μεθ' ἡμω̃ν εἰς εὐφροσύνην οἰ̃νον καὶ γενηθη̃ναι ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ὡς θυγάτηρ μία τω̃ν υἱω̃ν Ασσουρ αἳ παρεστήκασιν ἐν οἴκω̨ Ναβουχοδονοσορ

12:14 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ιουδιθ καὶ τίς εἰμι ἐγὼ ἀντερου̃σα τω̨̃ κυρίω̨ μου ὅτι πα̃ν ὃ ἔσται ἐν τοι̃ς ὀφθαλμοι̃ς αὐτου̃ ἀρεστόν σπεύσασα ποιήσω καὶ ἔσται του̃τό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου

12:15 καὶ διαναστα̃σα ἐκοσμήθη τω̨̃ ἱματισμω̨̃ καὶ παντὶ τω̨̃ κόσμω̨ τω̨̃ γυναικείω̨ καὶ προση̃λθεν ἡ δούλη αὐτη̃ς καὶ ἔστρωσεν αὐτη̨̃ κατέναντι Ολοφέρνου χαμαὶ τὰ κώδια ἃ ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτη̃ς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ' αὐτω̃ν

12:16 καὶ εἰσελθου̃σα ἀνέπεσεν Ιουδιθ καὶ ἐξέστη ἡ καρδία Ολοφέρνου ἐπ' αὐτήν καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτου̃ καὶ ἠ̃ν κατεπίθυμος σφόδρα του̃ συγγενέσθαι μετ' αὐτη̃ς καὶ ἐτήρει καιρὸν του̃ ἀπατη̃σαι αὐτὴν ἀφ' ἡ̃ς ἡμέρας εἰ̃δεν αὐτήν

12:17 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ολοφέρνης πίε δὴ καὶ γενήθητι μεθ' ἡμω̃ν εἰς εὐφροσύνην

12:18 καὶ εἰ̃πεν Ιουδιθ πίομαι δή κύριε ὅτι ἐμεγαλύνθη τὸ ζη̃ν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τη̃ς γενέσεώς μου

12:19 καὶ λαβου̃σα ἔφαγεν καὶ ἔπιεν κατέναντι αὐτου̃ ἃ ἡτοίμασεν ἡ δούλη αὐτη̃ς

12:20 καὶ ηὐφράνθη Ολοφέρνης ἀπ' αὐτη̃ς καὶ ἔπιεν οἰ̃νον πολὺν σφόδρα ὅσον οὐκ ἔπιεν πώποτε ἐν ἡμέρα̨ μια̨̃ ἀφ' οὑ̃ ἐγεννήθη

13:1 ὡς δὲ ὀψία ἐγένετο ἐσπούδασαν οἱ δου̃λοι αὐτου̃ ἀναλύειν καὶ Βαγώας συνέκλεισεν τὴν σκηνὴν ἔξωθεν καὶ ἀπέκλεισεν τοὺς παρεστω̃τας ἐκ προσώπου του̃ κυρίου αὐτου̃ καὶ ἀπώ̨χοντο εἰς τὰς κοίτας αὐτω̃ν ἠ̃σαν γὰρ πάντες κεκοπωμένοι διὰ τὸ ἐπὶ πλει̃ον γεγονέναι τὸν πότον

13:2 ὑπελείφθη δὲ Ιουδιθ μόνη ἐν τη̨̃ σκηνη̨̃ καὶ Ολοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτου̃ ἠ̃ν γὰρ περικεχυμένος αὐτω̨̃ ὁ οἰ̃νος

13:3 καὶ εἰ̃πεν Ιουδιθ τη̨̃ δούλη̨ αὐτη̃ς στη̃ναι ἔξω του̃ κοιτω̃νος αὐτη̃ς καὶ ἐπιτηρει̃ν τὴν ἔξοδον αὐτη̃ς καθάπερ καθ' ἡμέραν ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτη̃ς καὶ τω̨̃ Βαγώα̨ ἐλάλησεν κατὰ τὰ ῥήματα ταυ̃τα

13:4 καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου καὶ οὐδεὶς κατελείφθη ἐν τω̨̃ κοιτω̃νι ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ στα̃σα Ιουδιθ παρὰ τὴν κλίνην αὐτου̃ εἰ̃πεν ἐν τη̨̃ καρδία̨ αὐτη̃ς κύριε ὁ θεὸς πάσης δυνάμεως ἐπίβλεψον ἐν τη̨̃ ὥρα̨ ταύτη̨ ἐπὶ τὰ ἔργα τω̃ν χειρω̃ν μου εἰς ὕψωμα Ιερουσαλημ

13:5 ὅτι νυ̃ν καιρὸς ἀντιλαβέσθαι τη̃ς κληρονομίας σου καὶ ποιη̃σαι τὸ ἐπιτήδευμά μου εἰς θραυ̃σμα ἐχθρω̃ν οἳ ἐπανέστησαν ἡμι̃ν

13:6 καὶ προσελθου̃σα τω̨̃ κανόνι τη̃ς κλίνης ὃς ἠ̃ν πρὸς κεφαλη̃ς Ολοφέρνου καθει̃λεν τὸν ἀκινάκην αὐτου̃ ἀπ' αὐτου̃

13:7 καὶ ἐγγίσασα τη̃ς κλίνης ἐδράξατο τη̃ς κόμης τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ εἰ̃πεν κραταίωσόν με κύριε ὁ θεὸς Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨

13:8 καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτου̃ δὶς ἐν τη̨̃ ἰσχύι αὐτη̃ς καὶ ἀφει̃λεν τὴν κεφαλὴν αὐτου̃ ἀπ' αὐτου̃

13:9 καὶ ἀπεκύλισε τὸ σω̃μα αὐτου̃ ἀπὸ τη̃ς στρωμνη̃ς καὶ ἀφει̃λε τὸ κωνώπιον ἀπὸ τω̃ν στύλων καὶ μετ' ὀλίγον ἐξη̃λθεν καὶ παρέδωκεν τη̨̃ ἅβρα̨ αὐτη̃ς τὴν κεφαλὴν Ολοφέρνου

13:10 καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τω̃ν βρωμάτων αὐτη̃ς καὶ ἐξη̃λθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτω̃ν ἐπὶ τὴν προσευχήν καὶ διελθου̃σαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν φάραγγα ἐκείνην καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλουα καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτη̃ς

13:11 καὶ εἰ̃πεν Ιουδιθ μακρόθεν τοι̃ς φυλάσσουσιν ἐπὶ τω̃ν πυλω̃ν ἀνοίξατε ἀνοίξατε δὴ τὴν πύλην μεθ' ἡμω̃ν ὁ θεὸς ὁ θεὸς ἡμω̃ν ποιη̃σαι ἔτι ἰσχὺν ἐν Ισραηλ καὶ κράτος κατὰ τω̃ν ἐχθρω̃ν καθὰ καὶ σήμερον ἐποίησεν

13:12 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τη̃ς πόλεως αὐτη̃ς τὴν φωνὴν αὐτη̃ς ἐσπούδασαν του̃ καταβη̃ναι ἐπὶ τὴν πύλην τη̃ς πόλεως αὐτω̃ν καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τη̃ς πόλεως

13:13 καὶ συνέδραμον πάντες ἀπὸ μικρου̃ ἕως μεγάλου αὐτω̃ν ὅτι παράδοξον ἠ̃ν αὐτοι̃ς τὸ ἐλθει̃ν αὐτήν καὶ ἤνοιξαν τὴν πύλην καὶ ὑπεδέξαντο αὐτὰς καὶ ἅψαντες πυ̃ρ εἰς φαυ̃σιν περιεκύκλωσαν αὐτάς

13:14 ἡ δὲ εἰ̃πεν πρὸς αὐτοὺς φωνη̨̃ μεγάλη̨ αἰνει̃τε τὸν θεόν αἰνει̃τε αἰνει̃τε τὸν θεόν ὃς οὐκ ἀπέστησεν τὸ ἔλεος αὐτου̃ ἀπὸ του̃ οἴκου Ισραηλ ἀλλ' ἔθραυσε τοὺς ἐχθροὺς ἡμω̃ν διὰ χειρός μου ἐν τη̨̃ νυκτὶ ταύτη̨

13:15 καὶ προελου̃σα τὴν κεφαλὴν ἐκ τη̃ς πήρας ἔδειξεν καὶ εἰ̃πεν αὐτοι̃ς ἰδοὺ ἡ κεφαλὴ Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως Ασσουρ καὶ ἰδοὺ τὸ κωνώπιον ἐν ὡ̨̃ κατέκειτο ἐν ται̃ς μέθαις αὐτου̃ καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας

13:16 καὶ ζη̨̃ κύριος ὃς διεφύλαξέν με ἐν τη̨̃ ὁδω̨̃ μου ἡ̨̃ ἐπορεύθην ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτου̃ καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ' ἐμου̃ εἰς μίασμα καὶ αἰσχύνην

13:17 καὶ ἐξέστη πα̃ς ὁ λαὸς σφόδρα καὶ κύψαντες προσεκύνησαν τω̨̃ θεω̨̃ καὶ εἰ̃παν ὁμοθυμαδόν εὐλογητὸς εἰ̃ ὁ θεὸς ἡμω̃ν ὁ ἐξουδενώσας ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ σήμερον τοὺς ἐχθροὺς του̃ λαου̃ σου

13:18 καὶ εἰ̃πεν αὐτη̨̃ Οζιας εὐλογητὴ σύ θύγατερ τω̨̃ θεω̨̃ τω̨̃ ὑψίστω̨ παρὰ πάσας τὰς γυναι̃κας τὰς ἐπὶ τη̃ς γη̃ς καὶ εὐλογημένος κύριος ὁ θεός ὃς ἔκτισεν τοὺς οὐρανοὺς καὶ τὴν γη̃ν ὃς κατεύθυνέν σε εἰς τραυ̃μα κεφαλη̃ς ἄρχοντος ἐχθρω̃ν ἡμω̃ν

13:19 ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν θεου̃ ἕως αἰω̃νος

13:20 καὶ ποιήσαι σοι αὐτὰ ὁ θεὸς εἰς ὕψος αἰώνιον του̃ ἐπισκέψασθαί σε ἐν ἀγαθοι̃ς ἀνθ' ὡ̃ν οὐκ ἐφείσω τη̃ς ψυχη̃ς σου διὰ τὴν ταπείνωσιν του̃ γένους ἡμω̃ν ἀλλ' ἐπεξη̃λθες τω̨̃ πτώματι ἡμω̃ν ἐπ' εὐθει̃αν πορευθει̃σα ἐνώπιον του̃ θεου̃ ἡμω̃ν καὶ εἰ̃παν πα̃ς ὁ λαός γένοιτο γένοιτο

14:1 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατε δή μου ἀδελφοί καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τη̃ς ἐπάλξεως του̃ τείχους ὑμω̃ν

14:2 καὶ ἔσται ἡνίκα ἐὰν διαφαύση̨ ὁ ὄρθρος καὶ ἐξέλθη̨ ὁ ἥλιος ἐπὶ τὴν γη̃ν ἀναλήμψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμω̃ν καὶ ἐξελεύσεσθε πα̃ς ἀνὴρ ἰσχύων ἔξω τη̃ς πόλεως καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προφυλακὴν υἱω̃ν Ασσουρ καὶ οὐ καταβήσεσθε

14:3 καὶ ἀναλαβόντες οὑ̃τοι τὰς πανοπλίας αὐτω̃ν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτω̃ν καὶ ἐγερου̃σι τοὺς στρατηγοὺς τη̃ς δυνάμεως Ασσουρ καὶ συνδραμου̃νται ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν καὶ ἐπιπεσει̃ται ἐπ' αὐτοὺς φόβος καὶ φεύξονται ἀπὸ προσώπου ὑμω̃ν

14:4 καὶ ἐπακολουθήσαντες ὑμει̃ς καὶ πάντες οἱ κατοικου̃ντες πα̃ν ὅριον Ισραηλ καταστρώσατε αὐτοὺς ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν

14:5 πρὸ δὲ του̃ ποιη̃σαι ταυ̃τα καλέσατέ μοι Αχιωρ τὸν Αμμανίτην ἵνα ἰδὼν ἐπιγνοι̃ τὸν ἐκφαυλίσαντα τὸν οἰ̃κον του̃ Ισραηλ καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμα̃ς

14:6 καὶ ἐκάλεσαν τὸν Αχιωρ ἐκ του̃ οἴκου Οζια ὡς δὲ ἠ̃λθεν καὶ εἰ̃δεν τὴν κεφαλὴν Ολοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τη̨̃ ἐκκλησία̨ του̃ λαου̃ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐξελύθη τὸ πνευ̃μα αὐτου̃

14:7 ὡς δὲ ἀνέλαβον αὐτόν προσέπεσεν τοι̃ς ποσὶν Ιουδιθ καὶ προσεκύνησεν τω̨̃ προσώπω̨ αὐτη̃ς καὶ εἰ̃πεν εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ιουδα καὶ ἐν παντὶ ἔθνει οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται

14:8 καὶ νυ̃ν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ται̃ς ἡμέραις ταύταις καὶ ἀπήγγειλεν αὐτω̨̃ Ιουδιθ ἐν μέσω̨ του̃ λαου̃ πάντα ὅσα ἠ̃ν πεποιηκυι̃α ἀφ' ἡ̃ς ἡμέρας ἐξη̃λθεν ἕως οὑ̃ ἐλάλει αὐτοι̃ς

14:9 ὡς δὲ ἐπαύσατο λαλου̃σα ἠλάλαξεν ὁ λαὸς φωνη̨̃ μεγάλη̨ καὶ ἔδωκεν φωνὴν εὐφρόσυνον ἐν τη̨̃ πόλει αὐτω̃ν

14:10 ἰδὼν δὲ Αχιωρ πάντα ὅσα ἐποίησεν ὁ θεὸς του̃ Ισραηλ ἐπίστευσεν τω̨̃ θεω̨̃ σφόδρα καὶ περιετέμετο τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτου̃ καὶ προσετέθη εἰς τὸν οἰ̃κον Ισραηλ ἕως τη̃ς ἡμέρας ταύτης

14:11 ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ολοφέρνου ἐκ του̃ τείχους καὶ ἀνέλαβεν πα̃ς ἀνὴρ τὰ ὅπλα αὐτου̃ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις του̃ ὄρους

14:12 οἱ δὲ υἱοὶ Ασσουρ ὡς εἰ̃δον αὐτούς διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτω̃ν οἱ δὲ ἠ̃λθον ἐπὶ τοὺς στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτω̃ν

14:13 καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ εἰ̃παν τω̨̃ ὄντι ἐπὶ πάντων τω̃ν αὐτου̃ ἔγειρον δὴ τὸν κύριον ἡμω̃ν ὅτι ἐτόλμησαν οἱ δου̃λοι καταβαίνειν ἐφ' ἡμα̃ς εἰς πόλεμον ἵνα ἐξολεθρευθω̃σιν εἰς τέλος

14:14 καὶ εἰση̃λθεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τη̃ς σκηνη̃ς ὑπενόει γὰρ καθεύδειν αὐτὸν μετὰ Ιουδιθ

14:15 ὡς δ' οὐθεὶς ἐπήκουσεν διαστείλας εἰση̃λθεν εἰς τὸν κοιτω̃να καὶ εὑ̃ρεν αὐτὸν ἐπὶ τη̃ς χελωνίδος ἐρριμμένον νεκρόν καὶ ἡ κεφαλὴ αὐτου̃ ἀφή̨ρητο ἀπ' αὐτου̃

14:16 καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ μετὰ κλαυθμου̃ καὶ στεναγμου̃ καὶ βοη̃ς ἰσχυρα̃ς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτου̃

14:17 καὶ εἰση̃λθεν εἰς τὴν σκηνήν οὑ̃ ἠ̃ν Ιουδιθ καταλύουσα καὶ οὐχ εὑ̃ρεν αὐτήν καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν καὶ ἐβόησεν

14:18 ἠθέτησαν οἱ δου̃λοι ἐποίησεν αἰσχύνην μία γυνὴ τω̃ν Εβραίων εἰς τὸν οἰ̃κον του̃ βασιλέως Ναβουχοδονοσορ ὅτι ἰδοὺ Ολοφέρνης χαμαί καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπ' αὐτω̨̃

14:19 ὡς δὲ ἤκουσαν ταυ̃τα τὰ ῥήματα οἱ ἄρχοντες τη̃ς δυνάμεως Ασσουρ τοὺς χιτω̃νας αὐτω̃ν διέρρηξαν καὶ ἐταράχθη αὐτω̃ν ἡ ψυχὴ σφόδρα καὶ ἐγένετο αὐτω̃ν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσω̨ τη̃ς παρεμβολη̃ς

15:1 καὶ ὡς ἤκουσαν οἱ ἐν τοι̃ς σκηνώμασιν ὄντες ἐξέστησαν ἐπὶ τὸ γεγονός

15:2 καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τρόμος καὶ φόβος καὶ οὐκ ἠ̃ν ἄνθρωπος μένων κατὰ πρόσωπον του̃ πλησίον ἔτι ἀλλ' ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πα̃σαν ὁδὸν του̃ πεδίου καὶ τη̃ς ὀρεινη̃ς

15:3 καὶ οἱ παρεμβεβληκότες ἐν τη̨̃ ὀρεινη̨̃ κύκλω̨ Βαιτυλουα καὶ ἐτράπησαν εἰς φυγήν καὶ τότε οἱ υἱοὶ Ισραηλ πα̃ς ἀνὴρ πολεμιστὴς ἐξ αὐτω̃ν ἐξεχύθησαν ἐπ' αὐτούς

15:4 καὶ ἀπέστειλεν Οζιας εἰς Βαιτομασθαιμ καὶ Βηβαι καὶ Χωβαι καὶ Κωλα καὶ εἰς πα̃ν ὅριον Ισραηλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τω̃ν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυθω̃σιν τοι̃ς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτω̃ν

15:5 ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ισραηλ πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ' αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβα ὡσαύτως δὲ καὶ οἱ ἐξ Ιερουσαλημ παρεγενήθησαν καὶ ἐκ πάσης τη̃ς ὀρεινη̃ς ἀνήγγειλαν γὰρ αὐτοι̃ς τὰ γεγονότα τη̨̃ παρεμβολη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν καὶ οἱ ἐν Γαλααδ καὶ οἱ ἐν τη̨̃ Γαλιλαία̨ ὑπερεκέρασαν αὐτοὺς πληγη̨̃ μεγάλη̨ ἕως οὑ̃ παρη̃λθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτη̃ς

15:6 οἱ δὲ λοιποὶ οἱ κατοικου̃ντες Βαιτυλουα ἐπέπεσαν τη̨̃ παρεμβολη̨̃ Ασσουρ καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ ἐπλούτησαν σφόδρα

15:7 οἱ δὲ υἱοὶ Ισραηλ ἀναστρέψαντες ἀπὸ τη̃ς κοπη̃ς ἐκυρίευσαν τω̃ν λοιπω̃ν καὶ αἱ κω̃μαι καὶ ἐπαύλεις ἐν τη̨̃ ὀρεινη̨̃ καὶ πεδινη̨̃ ἐκράτησαν πολλω̃ν λαφύρων ἠ̃ν γὰρ πλη̃θος πολὺ σφόδρα

15:8 καὶ Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τω̃ν υἱω̃ν Ισραηλ οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ ἠ̃λθον του̃ θεάσασθαι τὰ ἀγαθά ἃ ἐποίησεν κύριος τω̨̃ Ισραηλ καὶ του̃ ἰδει̃ν τὴν Ιουδιθ καὶ λαλη̃σαι μετ' αὐτη̃ς εἰρήνην

15:9 ὡς δὲ εἰση̃λθον πρὸς αὐτήν εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἰ̃παν πρὸς αὐτήν σὺ ὕψωμα Ιερουσαλημ σὺ γαυρίαμα μέγα του̃ Ισραηλ σὺ καύχημα μέγα του̃ γένους ἡμω̃ν

15:10 ἐποίησας ταυ̃τα πάντα ἐν χειρί σου ἐποίησας τὰ ἀγαθὰ μετὰ Ισραηλ καὶ εὐδόκησεν ἐπ' αὐτοι̃ς ὁ θεός εὐλογημένη γίνου παρὰ τω̨̃ παντοκράτορι κυρίω̨ εἰς τὸν αἰω̃να χρόνον καὶ εἰ̃πεν πα̃ς ὁ λαός γένοιτο

15:11 καὶ ἐλαφύρευσεν πα̃ς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ' ἡμέρας τριάκοντα καὶ ἔδωκαν τη̨̃ Ιουδιθ τὴν σκηνὴν Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὁλκει̃α καὶ πάντα τὰ κατασκευάσματα αὐτου̃ καὶ λαβου̃σα αὐτὴ ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτη̃ς καὶ ἔζευξεν τὰς ἁμάξας αὐτη̃ς καὶ ἐσώρευσεν αὐτὰ ἐπ' αὐτω̃ν

15:12 καὶ συνέδραμεν πα̃σα γυνὴ Ισραηλ του̃ ἰδει̃ν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτη̨̃ χορὸν ἐξ αὐτω̃ν καὶ ἔλαβεν θύρσους ἐν ται̃ς χερσὶν αὐτη̃ς καὶ ἔδωκεν ται̃ς γυναιξὶν ται̃ς μετ' αὐτη̃ς

15:13 καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν αὐτὴ καὶ αἱ μετ' αὐτη̃ς καὶ προη̃λθεν παντὸς του̃ λαου̃ ἐν χορεία̨ ἡγουμένη πασω̃ν τω̃ν γυναικω̃ν καὶ ἠκολούθει πα̃ς ἀνὴρ Ισραηλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνουν ἐν τω̨̃ στόματι αὐτω̃ν

15:14 καὶ ἐξη̃ρχεν Ιουδιθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ισραηλ καὶ ὑπερεφώνει πα̃ς ὁ λαὸς τὴν αἴνεσιν ταύτην

16:1 καὶ εἰ̃πεν Ιουδιθ ἐξάρχετε τω̨̃ θεω̨̃ μου ἐν τυμπάνοις ἄ̨σατε τω̨̃ κυρίω̨ ἐν κυμβάλοις ἐναρμόσασθε αὐτω̨̃ ψαλμὸν καὶ αἰ̃νον ὑψου̃τε καὶ ἐπικαλει̃σθε τὸ ὄνομα αὐτου̃

16:2 ὅτι θεὸς συντρίβων πολέμους κύριος ὅτι εἰς παρεμβολὰς αὐτου̃ ἐν μέσω̨ λαου̃ ἐξείλατό με ἐκ χειρὸς καταδιωκόντων με

16:3 ἠ̃λθεν Ασσουρ ἐξ ὀρέων ἀπὸ βορρα̃ ἠ̃λθεν ἐν μυριάσι δυνάμεως αὐτου̃ ὡ̃ν τὸ πλη̃θος αὐτω̃ν ἐνέφραξεν χειμάρρους καὶ ἡ ἵππος αὐτω̃ν ἐκάλυψεν βουνούς

16:4 εἰ̃πεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελει̃ν ἐν ῥομφαία̨ καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρθένους μου σκυλευ̃σαι

16:5 κύριος παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας

16:6 οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτω̃ν ὑπὸ νεανίσκων οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτω̨̃ ἀλλὰ Ιουδιθ θυγάτηρ Μεραρι ἐν κάλλει προσώπου αὐτη̃ς παρέλυσεν αὐτόν

16:7 ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτη̃ς εἰς ὕψος τω̃ν πονούντων ἐν Ισραηλ ἠλείψατο τὸ πρόσωπον αὐτη̃ς ἐν μυρισμω̨̃

16:8 καὶ ἐδήσατο τὰς τρίχας αὐτη̃ς ἐν μίτρα̨ καὶ ἔλαβεν στολὴν λινη̃ν εἰς ἀπάτην αὐτου̃

16:9 τὸ σανδάλιον αὐτη̃ς ἥρπασεν ὀφθαλμὸν αὐτου̃ καὶ τὸ κάλλος αὐτη̃ς ἠ̨χμαλώτισεν ψυχὴν αὐτου̃ διη̃λθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτου̃

16:10 ἔφριξαν Πέρσαι τὴν τόλμαν αὐτη̃ς καὶ Μη̃δοι τὸ θράσος αὐτη̃ς ἐταράχθησαν

16:11 τότε ἠλάλαξαν οἱ ταπεινοί μου καὶ ἐφοβήθησαν οἱ ἀσθενου̃ντές μου καὶ ἐπτοήθησαν ὕψωσαν τὴν φωνὴν αὐτω̃ν καὶ ἀνετράπησαν

16:12 υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς καὶ ὡς παι̃δας αὐτομολούντων ἐτίτρωσκον αὐτούς ἀπώλοντο ἐκ παρατάξεως κυρίου μου

16:13 ὑμνήσω τω̨̃ θεω̨̃ μου ὕμνον καινόν κύριε μέγας εἰ̃ καὶ ἔνδοξος θαυμαστὸς ἐν ἰσχύι ἀνυπέρβλητος

16:14 σοὶ δουλευσάτω πα̃σα ἡ κτίσις σου ὅτι εἰ̃πας καὶ ἐγενήθησαν ἀπέστειλας τὸ πνευ̃μά σου καὶ ὠ̨κοδόμησεν καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τη̨̃ φωνη̨̃ σου

16:15 ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασιν σαλευθήσεται πέτραι δ' ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται ἔτι δὲ τοι̃ς φοβουμένοις σε σὺ εὐιλατεύσεις αὐτοι̃ς

16:16 ὅτι μικρὸν πα̃σα θυσία εἰς ὀσμὴν εὐωδίας καὶ ἐλάχιστον πα̃ν στέαρ εἰς ὁλοκαύτωμά σοι ὁ δὲ φοβούμενος τὸν κύριον μέγας διὰ παντός

16:17 οὐαὶ ἔθνεσιν ἐπανιστανομένοις τω̨̃ γένει μου κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρα̨ κρίσεως δου̃ναι πυ̃ρ καὶ σκώληκας εἰς σάρκας αὐτω̃ν καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰω̃νος

16:18 ὡς δὲ ἤλθοσαν εἰς Ιερουσαλημ προσεκύνησαν τω̨̃ θεω̨̃ καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαός ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτω̃ν καὶ τὰ ἑκούσια αὐτω̃ν καὶ τὰ δόματα

16:19 καὶ ἀνέθηκεν Ιουδιθ πάντα τὰ σκεύη Ολοφέρνου ὅσα ἔδωκεν ὁ λαὸς αὐτη̨̃ καὶ τὸ κωνώπιον ὃ ἔλαβεν ἑαυτη̨̃ ἐκ του̃ κοιτω̃νος αὐτου̃ εἰς ἀνάθημα τω̨̃ θεω̨̃ ἔδωκεν

16:20 καὶ ἠ̃ν ὁ λαὸς εὐφραινόμενος ἐν Ιερουσαλημ κατὰ πρόσωπον τω̃ν ἁγίων ἐπὶ μη̃νας τρει̃ς καὶ Ιουδιθ μετ' αὐτω̃ν κατέμεινεν

16:21 μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτου̃ καὶ Ιουδιθ ἀπη̃λθεν εἰς Βαιτυλουα καὶ κατέμεινεν ἐπὶ τη̃ς ὑπάρξεως αὐτη̃ς καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτη̃ς ἔνδοξος ἐν πάση̨ τη̨̃ γη̨̃

16:22 καὶ πολλοὶ ἐπεθύμησαν αὐτήν καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτη̃ς ἀφ' ἡ̃ς ἡμέρας ἀπέθανεν Μανασσης ὁ ἀνὴρ αὐτη̃ς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτου̃

16:23 καὶ ἠ̃ν προβαίνουσα μεγάλη σφόδρα καὶ ἐγήρασεν ἐν τω̨̃ οἴκω̨ του̃ ἀνδρὸς αὐτη̃ς ἔτη ἑκατὸν πέντε καὶ ἀφη̃κεν τὴν ἅβραν αὐτη̃ς ἐλευθέραν καὶ ἀπέθανεν εἰς Βαιτυλουα καὶ ἔθαψαν αὐτὴν ἐν τω̨̃ σπηλαίω̨ του̃ ἀνδρὸς αὐτη̃ς Μανασση

16:24 καὶ ἐπένθησεν αὐτὴν οἰ̃κος Ισραηλ ἡμέρας ἑπτά καὶ διει̃λεν τὰ ὑπάρχοντα αὐτη̃ς πρὸ του̃ ἀποθανει̃ν αὐτὴν πα̃σι τοι̃ς ἔγγιστα Μανασση του̃ ἀνδρὸς αὐτη̃ς καὶ τοι̃ς ἔγγιστα του̃ γένους αὐτη̃ς

16:25 καὶ οὐκ ἠ̃ν ἔτι ὁ ἐκφοβω̃ν τοὺς υἱοὺς Ισραηλ ἐν ται̃ς ἡμέραις Ιουδιθ καὶ μετὰ τὸ ἀποθανει̃ν αὐτὴν ἡμέρας πολλάς

.

Книго

[X]