Σοφονίας

1:1 λόγος κυρίου ὃς ἐγενήθη πρὸς Σοφονιαν τὸν του̃ Χουσι υἱὸν Γοδολιου του̃ Αμαριου του̃ Εζεκιου ἐν ἡμέραις Ιωσιου υἱου̃ Αμων βασιλέως Ιουδα

1:2 ἐκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τη̃ς γη̃ς λέγει κύριος

1:3 ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη ἐκλιπέτω τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ οἱ ἰχθύες τη̃ς θαλάσσης καὶ ἐξαρω̃ τοὺς ἀνθρώπους ἀπὸ προσώπου τη̃ς γη̃ς λέγει κύριος

1:4 καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντας τοὺς κατοικου̃ντας Ιερουσαλημ καὶ ἐξαρω̃ ἐκ του̃ τόπου τούτου τὰ ὀνόματα τη̃ς Βααλ καὶ τὰ ὀνόματα τω̃ν ἱερέων

1:5 καὶ τοὺς προσκυνου̃ντας ἐπὶ τὰ δώματα τη̨̃ στρατια̨̃ του̃ οὐρανου̃ καὶ τοὺς ὀμνύοντας κατὰ του̃ κυρίου καὶ τοὺς ὀμνύοντας κατὰ του̃ βασιλέως αὐτω̃ν

1:6 καὶ τοὺς ἐκκλίνοντας ἀπὸ του̃ κυρίου καὶ τοὺς μὴ ζητήσαντας τὸν κύριον καὶ τοὺς μὴ ἀντεχομένους του̃ κυρίου

1:7 εὐλαβει̃σθε ἀπὸ προσώπου κυρίου του̃ θεου̃ διότι ἐγγὺς ἡ ἡμέρα του̃ κυρίου ὅτι ἡτοίμακεν κύριος τὴν θυσίαν αὐτου̃ ἡγίακεν τοὺς κλητοὺς αὐτου̃

1:8 καὶ ἔσται ἐν ἡμέρα̨ θυσίας κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἰ̃κον του̃ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια

1:9 καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανω̃ς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ τοὺς πληρου̃ντας τὸν οἰ̃κον κυρίου του̃ θεου̃ αὐτω̃ν ἀσεβείας καὶ δόλου

1:10 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος φωνὴ κραυγη̃ς ἀπὸ πύλης ἀποκεντούντων καὶ ὀλολυγμὸς ἀπὸ τη̃ς δευτέρας καὶ συντριμμὸς μέγας ἀπὸ τω̃ν βουνω̃ν

1:11 θρηνήσατε οἱ κατοικου̃ντες τὴν κατακεκομμένην ὅτι ὡμοιώθη πα̃ς ὁ λαὸς Χανααν ἐξωλεθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίω̨

1:12 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἐξερευνήσω τὴν Ιερουσαλημ μετὰ λύχνου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονου̃ντας ἐπὶ τὰ φυλάγματα αὐτω̃ν οἱ λέγοντες ἐν ται̃ς καρδίαις αὐτω̃ν οὐ μὴ ἀγαθοποιήση̨ κύριος οὐδ' οὐ μὴ κακώση̨

1:13 καὶ ἔσται ἡ δύναμις αὐτω̃ν εἰς διαρπαγὴν καὶ οἱ οἰ̃κοι αὐτω̃ν εἰς ἀφανισμόν καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐται̃ς καὶ καταφυτεύσουσιν ἀμπελω̃νας καὶ οὐ μὴ πίωσιν τὸν οἰ̃νον αὐτω̃ν

1:14 ὅτι ἐγγὺς ἡ ἡμέρα κυρίου ἡ μεγάλη ἐγγὺς καὶ ταχει̃α σφόδρα φωνὴ ἡμέρας κυρίου πικρὰ καὶ σκληρά τέτακται δυνατή

1:15 ἡμέρα ὀργη̃ς ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης ἡμέρα ἀωρίας καὶ ἀφανισμου̃ ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης

1:16 ἡμέρα σάλπιγγος καὶ κραυγη̃ς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς

1:17 καὶ ἐκθλίψω τοὺς ἀνθρώπους καὶ πορεύσονται ὡς τυφλοί ὅτι τω̨̃ κυρίω̨ ἐξήμαρτον καὶ ἐκχεει̃ τὸ αἱ̃μα αὐτω̃ν ὡς χου̃ν καὶ τὰς σάρκας αὐτω̃ν ὡς βόλβιτα

1:18 καὶ τὸ ἀργύριον αὐτω̃ν καὶ τὸ χρυσίον αὐτω̃ν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρα̨ ὀργη̃ς κυρίου καὶ ἐν πυρὶ ζήλους αὐτου̃ καταναλωθήσεται πα̃σα ἡ γη̃ διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικου̃ντας τὴν γη̃ν

2:1 συνάχθητε καὶ συνδέθητε τὸ ἔθνος τὸ ἀπαίδευτον

2:2 πρὸ του̃ γενέσθαι ὑμα̃ς ὡς ἄνθος παραπορευόμενον πρὸ του̃ ἐπελθει̃ν ἐφ' ὑμα̃ς ὀργὴν κυρίου πρὸ του̃ ἐπελθει̃ν ἐφ' ὑμα̃ς ἡμέραν θυμου̃ κυρίου

2:3 ζητήσατε τὸν κύριον πάντες ταπεινοὶ γη̃ς κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνεσθε αὐτά ὅπως σκεπασθη̃τε ἐν ἡμέρα̨ ὀργη̃ς κυρίου

2:4 διότι Γάζα διηρπασμένη ἔσται καὶ 'Ασκαλὼν ἔσται εἰς ἀφανισμόν καὶ 'Άζωτος μεσημβρίας ἐκριφήσεται καὶ Ακκαρων ἐκριζωθήσεται

2:5 οὐαὶ οἱ κατοικου̃ντες τὸ σχοίνισμα τη̃ς θαλάσσης πάροικοι Κρητω̃ν λόγος κυρίου ἐφ' ὑμα̃ς Χανααν γη̃ ἀλλοφύλων καὶ ἀπολω̃ ὑμα̃ς ἐκ κατοικίας

2:6 καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων

2:7 καὶ ἔσται τὸ σχοίνισμα τη̃ς θαλάσσης τοι̃ς καταλοίποις οἴκου Ιουδα ἐπ' αὐτοὺς νεμήσονται ἐν τοι̃ς οἴκοις 'Ασκαλω̃νος δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱω̃ν Ιουδα ὅτι ἐπέσκεπται αὐτοὺς κύριος ὁ θεὸς αὐτω̃ν καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτω̃ν

2:8 ἤκουσα ὀνειδισμοὺς Μωαβ καὶ κονδυλισμοὺς υἱω̃ν Αμμων ἐν οἱ̃ς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου

2:9 διὰ του̃το ζω̃ ἐγώ λέγει κύριος τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰω̃να καὶ οἱ κατάλοιποι λαου̃ μου διαρπω̃νται αὐτούς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς

2:10 αὕτη αὐτοι̃ς ἀντὶ τη̃ς ὕβρεως αὐτω̃ν διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα

2:11 ἐπιφανήσεται κύριος ἐπ' αὐτοὺς καὶ ἐξολεθρεύσει πάντας τοὺς θεοὺς τω̃ν ἐθνω̃ν τη̃ς γη̃ς καὶ προσκυνήσουσιν αὐτω̨̃ ἕκαστος ἐκ του̃ τόπου αὐτου̃ πα̃σαι αἱ νη̃σοι τω̃ν ἐθνω̃ν

2:12 καὶ ὑμει̃ς Αἰθίοπες τραυματίαι ῥομφαίας μού ἐστε

2:13 καὶ ἐκτενει̃ τὴν χει̃ρα αὐτου̃ ἐπὶ βορρα̃ν καὶ ἀπολει̃ τὸν 'Ασσύριον καὶ θήσει τὴν Νινευη εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον

2:14 καὶ νεμήσονται ἐν μέσω̨ αὐτη̃ς ποίμνια καὶ πάντα τὰ θηρία τη̃ς γη̃ς καὶ χαμαιλέοντες καὶ ἐχι̃νοι ἐν τοι̃ς φατνώμασιν αὐτη̃ς κοιτασθήσονται καὶ θηρία φωνήσει ἐν τοι̃ς διορύγμασιν αὐτη̃ς κόρακες ἐν τοι̃ς πυλω̃σιν αὐτη̃ς διότι κέδρος τὸ ἀνάστημα αὐτη̃ς

2:15 αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικου̃σα ἐπ' ἐλπίδι ἡ λέγουσα ἐν καρδία̨ αὐτη̃ς ἐγώ εἰμι καὶ οὐκ ἔστιν μετ' ἐμὲ ἔτι πω̃ς ἐγενήθη εἰς ἀφανισμόν νομὴ θηρίων πα̃ς ὁ διαπορευόμενος δι' αὐτη̃ς συριει̃ καὶ κινήσει τὰς χει̃ρας αὐτου̃

3:1 ὠ̃ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη ἡ πόλις ἡ περιστερά

3:2 οὐκ εἰσήκουσεν φωνη̃ς οὐκ ἐδέξατο παιδείαν ἐπὶ τω̨̃ κυρίω̨ οὐκ ἐπεποίθει καὶ πρὸς τὸν θεὸν αὐτη̃ς οὐκ ἤγγισεν

3:3 οἱ ἄρχοντες αὐτη̃ς ἐν αὐτη̨̃ ὡς λέοντες ὠρυόμενοι οἱ κριταὶ αὐτη̃ς ὡς λύκοι τη̃ς 'Αραβίας οὐχ ὑπελίποντο εἰς τὸ πρωί

3:4 οἱ προφη̃ται αὐτη̃ς πνευματοφόροι ἄνδρες καταφρονηταί οἱ ἱερει̃ς αὐτη̃ς βεβηλου̃σιν τὰ ἅγια καὶ ἀσεβου̃σιν νόμον

3:5 ὁ δὲ κύριος δίκαιος ἐν μέσω̨ αὐτη̃ς καὶ οὐ μὴ ποιήση̨ ἄδικον πρωὶ πρωὶ δώσει κρίμα αὐτου̃ εἰς φω̃ς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νει̃κος ἀδικίαν

3:6 ἐν διαφθορα̨̃ κατέσπασα ὑπερηφάνους ἠφανίσθησαν γωνίαι αὐτω̃ν ἐξερημώσω τὰς ὁδοὺς αὐτω̃ν τὸ παράπαν του̃ μὴ διοδεύειν ἐξέλιπον αἱ πόλεις αὐτω̃ν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικει̃ν

3:7 εἰ̃πα πλὴν φοβει̃σθέ με καὶ δέξασθε παιδείαν καὶ οὐ μὴ ἐξολεθρευθη̃τε ἐξ ὀφθαλμω̃ν αὐτη̃ς πάντα ὅσα ἐξεδίκησα ἐπ' αὐτήν ἑτοιμάζου ὄρθρισον διέφθαρται πα̃σα ἡ ἐπιφυλλὶς αὐτω̃ν

3:8 διὰ του̃το ὑπόμεινόν με λέγει κύριος εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνω̃ν του̃ εἰσδέξασθαι βασιλει̃ς του̃ ἐκχέαι ἐπ' αὐτοὺς πα̃σαν ὀργὴν θυμου̃ μου διότι ἐν πυρὶ ζήλους μου καταναλωθήσεται πα̃σα ἡ γη̃

3:9 ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλω̃σσαν εἰς γενεὰν αὐτη̃ς του̃ ἐπικαλει̃σθαι πάντας τὸ ὄνομα κυρίου του̃ δουλεύειν αὐτω̨̃ ὑπὸ ζυγὸν ἕνα

3:10 ἐκ περάτων ποταμω̃ν Αἰθιοπίας οἴσουσιν θυσίας μοι

3:11 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ οὐ μὴ καταισχυνθη̨̃ς ἐκ πάντων τω̃ν ἐπιτηδευμάτων σου ὡ̃ν ἠσέβησας εἰς ἐμέ ὅτι τότε περιελω̃ ἀπὸ σου̃ τὰ φαυλίσματα τη̃ς ὕβρεώς σου καὶ οὐκέτι μὴ προσθη̨̃ς του̃ μεγαλαυχη̃σαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου

3:12 καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραὺ̈ν καὶ ταπεινόν καὶ εὐλαβηθήσονται ἀπὸ του̃ ὀνόματος κυρίου

3:13 οἱ κατάλοιποι του̃ Ισραηλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια καὶ οὐ μὴ εὑρεθη̨̃ ἐν τω̨̃ στόματι αὐτω̃ν γλω̃σσα δολία διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται καὶ οὐκ ἔσται ὁ ἐκφοβω̃ν αὐτούς

3:14 χαι̃ρε σφόδρα θύγατερ Σιων κήρυσσε θύγατερ Ιερουσαλημ εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τη̃ς καρδίας σου θύγατερ Ιερουσαλημ

3:15 περιει̃λεν κύριος τὰ ἀδικήματά σου λελύτρωταί σε ἐκ χειρὸς ἐχθρω̃ν σου βασιλεὺς Ισραηλ κύριος ἐν μέσω̨ σου οὐκ ὄψη̨ κακὰ οὐκέτι

3:16 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐρει̃ κύριος τη̨̃ Ιερουσαλημ θάρσει Σιων μὴ παρείσθωσαν αἱ χει̃ρές σου

3:17 κύριος ὁ θεός σου ἐν σοί δυνατὸς σώσει σε ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιει̃ σε ἐν τη̨̃ ἀγαπήσει αὐτου̃ καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρα̨ ἑορτη̃ς

3:18 καὶ συνάξω τοὺς συντετριμμένους οὐαί τίς ἔλαβεν ἐπ' αὐτὴν ὀνειδισμόν

3:19 ἰδοὺ ἐγὼ ποιω̃ ἐν σοὶ ἕνεκεν σου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγει κύριος καὶ σώσω τὴν ἐκπεπιεσμένην καὶ τὴν ἀπωσμένην εἰσδέξομαι καὶ θήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάση̨ τη̨̃ γη̨̃

3:20 καὶ καταισχυνθήσονται ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὅταν καλω̃ς ὑμι̃ν ποιήσω καὶ ἐν τω̨̃ καιρω̨̃ ὅταν εἰσδέξωμαι ὑμα̃ς διότι δώσω ὑμα̃ς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πα̃σιν τοι̃ς λαοι̃ς τη̃ς γη̃ς ἐν τω̨̃ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμω̃ν ἐνώπιον ὑμω̃ν λέγει κύριος

.

Книго

[X]