'Ιεζεκιὴλ

1:1 καὶ ἐγένετο ἐν τω̨̃ τριακοστω̨̃ ἔτει ἐν τω̨̃ τετάρτω̨ μηνὶ πέμπτη̨ του̃ μηνὸς καὶ ἐγὼ ἤμην ἐν μέσω̨ τη̃ς αἰχμαλωσίας ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ ἠνοίχθησαν οἱ οὐρανοί καὶ εἰ̃δον ὁράσεις θεου̃

1:2 πέμπτη̨ του̃ μηνός του̃το τὸ ἔτος τὸ πέμπτον τη̃ς αἰχμαλωσίας του̃ βασιλέως Ιωακιμ

1:3 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιεζεκιηλ υἱὸν Βουζι τὸν ἱερέα ἐν γη̨̃ Χαλδαίων ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου

1:4 καὶ εἰ̃δον καὶ ἰδοὺ πνευ̃μα ἐξαι̃ρον ἤρχετο ἀπὸ βορρα̃ καὶ νεφέλη μεγάλη ἐν αὐτω̨̃ καὶ φέγγος κύκλω̨ αὐτου̃ καὶ πυ̃ρ ἐξαστράπτον καὶ ἐν τω̨̃ μέσω̨ αὐτου̃ ὡς ὅρασις ἠλέκτρου ἐν μέσω̨ του̃ πυρὸς καὶ φέγγος ἐν αὐτω̨̃

1:5 καὶ ἐν τω̨̃ μέσω̨ ὡς ὁμοίωμα τεσσάρων ζώ̨ων καὶ αὕτη ἡ ὅρασις αὐτω̃ν ὁμοίωμα ἀνθρώπου ἐπ' αὐτοι̃ς

1:6 καὶ τέσσαρα πρόσωπα τω̨̃ ἑνί καὶ τέσσαρες πτέρυγες τω̨̃ ἑνί

1:7 καὶ τὰ σκέλη αὐτω̃ν ὀρθά καὶ πτερωτοὶ οἱ πόδες αὐτω̃ν καὶ σπινθη̃ρες ὡς ἐξαστράπτων χαλκός καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτω̃ν

1:8 καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τω̃ν πτερύγων αὐτω̃ν ἐπὶ τὰ τέσσαρα μέρη αὐτω̃ν καὶ τὰ πρόσωπα αὐτω̃ν τω̃ν τεσσάρων

1:9 οὐκ ἐπεστρέφοντο ἐν τω̨̃ βαδίζειν αὐτά ἕκαστον κατέναντι του̃ προσώπου αὐτω̃ν ἐπορεύοντο

1:10 καὶ ὁμοίωσις τω̃ν προσώπων αὐτω̃ν πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιω̃ν τοι̃ς τέσσαρσιν καὶ πρόσωπον μόσχου ἐξ ἀριστερω̃ν τοι̃ς τέσσαρσιν καὶ πρόσωπον ἀετου̃ τοι̃ς τέσσαρσιν

1:11 καὶ αἱ πτέρυγες αὐτω̃ν ἐκτεταμέναι ἄνωθεν τοι̃ς τέσσαρσιν ἑκατέρω̨ δύο συνεζευγμέναι πρὸς ἀλλήλας καὶ δύο ἐπεκάλυπτον ἐπάνω του̃ σώματος αὐτω̃ν

1:12 καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτου̃ ἐπορεύετο οὑ̃ ἂν ἠ̃ν τὸ πνευ̃μα πορευόμενον ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον

1:13 καὶ ἐν μέσω̨ τω̃ν ζώ̨ων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων ὡς ὄψις λαμπάδων συστρεφομένων ἀνὰ μέσον τω̃ν ζώ̨ων καὶ φέγγος του̃ πυρός καὶ ἐκ του̃ πυρὸς ἐξεπορεύετο ἀστραπή

1:15 καὶ εἰ̃δον καὶ ἰδοὺ τροχὸς εἱ̃ς ἐπὶ τη̃ς γη̃ς ἐχόμενος τω̃ν ζώ̨ων τοι̃ς τέσσαρσιν

1:16 καὶ τὸ εἰ̃δος τω̃ν τροχω̃ν ὡς εἰ̃δος θαρσις καὶ ὁμοίωμα ἓν τοι̃ς τέσσαρσιν καὶ τὸ ἔργον αὐτω̃ν ἠ̃ν καθὼς ἂν εἴη τροχὸς ἐν τροχω̨̃

1:17 ἐπὶ τὰ τέσσαρα μέρη αὐτω̃ν ἐπορεύοντο οὐκ ἐπέστρεφον ἐν τω̨̃ πορεύεσθαι αὐτὰ

1:18 οὐδ' οἱ νω̃τοι αὐτω̃ν καὶ ὕψος ἠ̃ν αὐτοι̃ς καὶ εἰ̃δον αὐτά καὶ οἱ νω̃τοι αὐτω̃ν πλήρεις ὀφθαλμω̃ν κυκλόθεν τοι̃ς τέσσαρσιν

1:19 καὶ ἐν τω̨̃ πορεύεσθαι τὰ ζω̨̃α ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτω̃ν καὶ ἐν τω̨̃ ἐξαίρειν τὰ ζω̨̃α ἀπὸ τη̃ς γη̃ς ἐξή̨ροντο οἱ τροχοί

1:20 οὑ̃ ἂν ἠ̃ν ἡ νεφέλη ἐκει̃ τὸ πνευ̃μα του̃ πορεύεσθαι ἐπορεύοντο τὰ ζω̨̃α καὶ οἱ τροχοὶ καὶ ἐξή̨ροντο σὺν αὐτοι̃ς διότι πνευ̃μα ζωη̃ς ἠ̃ν ἐν τοι̃ς τροχοι̃ς

1:21 ἐν τω̨̃ πορεύεσθαι αὐτὰ ἐπορεύοντο καὶ ἐν τω̨̃ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τω̨̃ ἐξαίρειν αὐτὰ ἀπὸ τη̃ς γη̃ς ἐξή̨ροντο σὺν αὐτοι̃ς ὅτι πνευ̃μα ζωη̃ς ἠ̃ν ἐν τοι̃ς τροχοι̃ς

1:22 καὶ ὁμοίωμα ὑπὲρ κεφαλη̃ς αὐτοι̃ς τω̃ν ζώ̨ων ὡσεὶ στερέωμα ὡς ὅρασις κρυστάλλου ἐκτεταμένον ἐπὶ τω̃ν πτερύγων αὐτω̃ν ἐπάνωθεν

1:23 καὶ ὑποκάτω του̃ στερεώματος αἱ πτέρυγες αὐτω̃ν ἐκτεταμέναι πτερυσσόμεναι ἑτέρα τη̨̃ ἑτέρα̨ ἑκάστω̨ δύο συνεζευγμέναι ἐπικαλύπτουσαι τὰ σώματα αὐτω̃ν

1:24 καὶ ἤκουον τὴν φωνὴν τω̃ν πτερύγων αὐτω̃ν ἐν τω̨̃ πορεύεσθαι αὐτὰ ὡς φωνὴν ὕδατος πολλου̃ καὶ ἐν τω̨̃ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτω̃ν

1:25 καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν του̃ στερεώματος του̃ ὄντος ὑπὲρ κεφαλη̃ς αὐτω̃ν

1:26 ὡς ὅρασις λίθου σαπφείρου ὁμοίωμα θρόνου ἐπ' αὐτου̃ καὶ ἐπὶ του̃ ὁμοιώματος του̃ θρόνου ὁμοίωμα ὡς εἰ̃δος ἀνθρώπου ἄνωθεν

1:27 καὶ εἰ̃δον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἰ̃δον ὡς ὅρασιν πυρὸς καὶ τὸ φέγγος αὐτου̃ κύκλω̨

1:28 ὡς ὅρασις τόξου ὅταν ἠ̨̃ ἐν τη̨̃ νεφέλη̨ ἐν ἡμέρα̨ ὑετου̃ οὕτως ἡ στάσις του̃ φέγγους κυκλόθεν αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης κυρίου καὶ εἰ̃δον καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἤκουσα φωνὴν λαλου̃ντος

2:1 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου στη̃θι ἐπὶ τοὺς πόδας σου καὶ λαλήσω πρὸς σέ

2:2 καὶ ἠ̃λθεν ἐπ' ἐμὲ πνευ̃μα καὶ ἀνέλαβέν με καὶ ἐξη̃ρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου καὶ ἤκουον αὐτου̃ λαλου̃ντος πρός με

2:3 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τοὺς παραπικραίνοντάς με οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτω̃ν ἕως τη̃ς σήμερον ἡμέρας

2:4 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος

2:5 ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθω̃σιν διότι οἰ̃κος παραπικραίνων ἐστίν καὶ γνώσονται ὅτι προφήτης εἰ̃ σὺ ἐν μέσω̨ αὐτω̃ν

2:6 καὶ σύ υἱὲ ἀνθρώπου μὴ φοβηθη̨̃ς αὐτοὺς μηδὲ ἐκστη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλω̨ καὶ ἐν μέσω̨ σκορπίων σὺ κατοικει̃ς τοὺς λόγους αὐτω̃ν μὴ φοβηθη̨̃ς καὶ ἀπὸ προσώπου αὐτω̃ν μὴ ἐκστη̨̃ς διότι οἰ̃κος παραπικραίνων ἐστίν

2:7 καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθω̃σιν διότι οἰ̃κος παραπικραίνων ἐστίν

2:8 καὶ σύ υἱὲ ἀνθρώπου ἄκουε του̃ λαλου̃ντος πρὸς σέ μὴ γίνου παραπικραίνων καθὼς ὁ οἰ̃κος ὁ παραπικραίνων χάνε τὸ στόμα σου καὶ φάγε ἃ ἐγὼ δίδωμί σοι

2:9 καὶ εἰ̃δον καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με καὶ ἐν αὐτη̨̃ κεφαλὶς βιβλίου

2:10 καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμου̃ καὶ ἐν αὐτη̨̃ γεγραμμένα ἠ̃ν τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν καὶ ἐγέγραπτο εἰς αὐτὴν θρη̃νος καὶ μέλος καὶ οὐαί

3:1 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου κατάφαγε τὴν κεφαλίδα ταύτην καὶ πορεύθητι καὶ λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ

3:2 καὶ διήνοιξα τὸ στόμα μου καὶ ἐψώμισέν με τὴν κεφαλίδα

3:3 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου τὸ στόμα σου φάγεται καὶ ἡ κοιλία σου πλησθήσεται τη̃ς κεφαλίδος ταύτης τη̃ς δεδομένης εἰς σέ καὶ ἔφαγον αὐτήν καὶ ἐγένετο ἐν τω̨̃ στόματί μου ὡς μέλι γλυκάζον

3:4 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου βάδιζε εἴσελθε πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς

3:5 διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον σὺ ἐξαποστέλλη̨ πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ

3:6 οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τη̨̃ γλώσση̨ ὄντας ὡ̃ν οὐκ ἀκούση̨ τοὺς λόγους αὐτω̃ν καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε οὑ̃τοι ἂν εἰσήκουσάν σου

3:7 ὁ δὲ οἰ̃κος του̃ Ισραηλ οὐ μὴ θελήσωσιν εἰσακου̃σαί σου διότι οὐ βούλονται εἰσακούειν μου ὅτι πα̃ς ὁ οἰ̃κος Ισραηλ φιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι

3:8 καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τω̃ν προσώπων αὐτω̃ν καὶ τὸ νει̃κός σου κατισχύσω κατέναντι του̃ νείκους αὐτω̃ν

3:9 καὶ ἔσται διὰ παντὸς κραταιότερον πέτρας μὴ φοβηθη̨̃ς ἀπ' αὐτω̃ν μηδὲ πτοηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν διότι οἰ̃κος παραπικραίνων ἐστίν

3:10 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου πάντας τοὺς λόγους οὓς λελάληκα μετὰ σου̃ λαβὲ εἰς τὴν καρδίαν σου καὶ τοι̃ς ὠσίν σου ἄκουε

3:11 καὶ βάδιζε εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς του̃ λαου̃ σου καὶ λαλήσεις πρὸς αὐτοὺς καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἐὰν ἄρα ἀκούσωσιν ἐὰν ἄρα ἐνδω̃σιν

3:12 καὶ ἀνέλαβέν με πνευ̃μα καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμου̃ μεγάλου εὐλογημένη ἡ δόξα κυρίου ἐκ του̃ τόπου αὐτου̃

3:13 καὶ εἰ̃δον φωνὴν πτερύγων τω̃ν ζώ̨ων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν καὶ φωνὴ τω̃ν τροχω̃ν ἐχομένη αὐτω̃ν καὶ φωνὴ του̃ σεισμου̃

3:14 καὶ τὸ πνευ̃μα ἐξη̃ρέν με καὶ ἀνέλαβέν με καὶ ἐπορεύθην ἐν ὁρμη̨̃ του̃ πνεύματός μου καὶ χεὶρ κυρίου ἐγένετο ἐπ' ἐμὲ κραταιά

3:15 καὶ εἰση̃λθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιη̃λθον τοὺς κατοικου̃ντας ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ τοὺς ὄντας ἐκει̃ καὶ ἐκάθισα ἐκει̃ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσω̨ αὐτω̃ν

3:16 καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος κυρίου πρός με λέγων

3:17 υἱὲ ἀνθρώπου σκοπὸν δέδωκά σε τω̨̃ οἴκω̨ Ισραηλ καὶ ἀκούση̨ ἐκ στόματός μου λόγον καὶ διαπειλήση̨ αὐτοι̃ς παρ' ἐμου̃

3:18 ἐν τω̨̃ λέγειν με τω̨̃ ἀνόμω̨ θανάτω̨ θανατωθήση̨ καὶ οὐ διεστείλω αὐτω̨̃ οὐδὲ ἐλάλησας του̃ διαστείλασθαι τω̨̃ ἀνόμω̨ ἀποστρέψαι ἀπὸ τω̃ν ὁδω̃ν αὐτου̃ του̃ ζη̃σαι αὐτόν ὁ ἄνομος ἐκει̃νος τη̨̃ ἀδικία̨ αὐτου̃ ἀποθανει̃ται καὶ τὸ αἱ̃μα αὐτου̃ ἐκ χειρός σου ἐκζητήσω

3:19 καὶ σὺ ἐὰν διαστείλη̨ τω̨̃ ἀνόμω̨ καὶ μὴ ἀποστρέψη̨ ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ καὶ τη̃ς ὁδου̃ αὐτου̃ ὁ ἄνομος ἐκει̃νος ἐν τη̨̃ ἀδικία̨ αὐτου̃ ἀποθανει̃ται καὶ σὺ τὴν ψυχήν σου ῥύση̨

3:20 καὶ ἐν τω̨̃ ἀποστρέφειν δίκαιον ἀπὸ τω̃ν δικαιοσυνω̃ν αὐτου̃ καὶ ποιήση̨ παράπτωμα καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτου̃ αὐτὸς ἀποθανει̃ται ὅτι οὐ διεστείλω αὐτω̨̃ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ἀποθανει̃ται διότι οὐ μὴ μνησθω̃σιν αἱ δικαιοσύναι αὐτου̃ ἃς ἐποίησεν καὶ τὸ αἱ̃μα αὐτου̃ ἐκ τη̃ς χειρός σου ἐκζητήσω

3:21 σὺ δὲ ἐὰν διαστείλη̨ τω̨̃ δικαίω̨ του̃ μὴ ἁμαρτει̃ν καὶ αὐτὸς μὴ ἁμάρτη̨ ὁ δίκαιος ζωη̨̃ ζήσεται ὅτι διεστείλω αὐτω̨̃ καὶ σὺ τὴν σεαυτου̃ ψυχὴν ῥύση̨

3:22 καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ εἰ̃πεν πρός με ἀνάστηθι καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ ἐκει̃ λαληθήσεται πρὸς σέ

3:23 καὶ ἀνέστην καὶ ἐξη̃λθον εἰς τὸ πεδίον καὶ ἰδοὺ ἐκει̃ δόξα κυρίου εἱστήκει καθὼς ἡ ὅρασις καὶ καθὼς ἡ δόξα ἣν εἰ̃δον ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου

3:24 καὶ ἠ̃λθεν ἐπ' ἐμὲ πνευ̃μα καὶ ἔστησέν με ἐπὶ πόδας μου καὶ ἐλάλησεν πρός με καὶ εἰ̃πέν μοι εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσω̨ του̃ οἴκου σου

3:25 καὶ σύ υἱὲ ἀνθρώπου ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί καὶ δήσουσίν σε ἐν αὐτοι̃ς καὶ οὐ μὴ ἐξέλθη̨ς ἐκ μέσου αὐτω̃ν

3:26 καὶ τὴν γλω̃σσάν σου συνδήσω καὶ ἀποκωφωθήση̨ καὶ οὐκ ἔση̨ αὐτοι̃ς εἰς ἄνδρα ἐλέγχοντα διότι οἰ̃κος παραπικραίνων ἐστίν

3:27 καὶ ἐν τω̨̃ λαλει̃ν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ ἀκούων ἀκουέτω καὶ ὁ ἀπειθω̃ν ἀπειθείτω διότι οἰ̃κος παραπικραίνων ἐστίν

4:1 καὶ σύ υἱὲ ἀνθρώπου λαβὲ σεαυτω̨̃ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ' αὐτὴν πόλιν τὴν Ιερουσαλημ

4:2 καὶ δώσεις ἐπ' αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ' αὐτὴν προμαχω̃νας καὶ περιβαλει̃ς ἐπ' αὐτὴν χάρακα καὶ δώσεις ἐπ' αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλω̨

4:3 καὶ σὺ λαβὲ σεαυτω̨̃ τήγανον σιδηρου̃ν καὶ θήσεις αὐτὸ τοι̃χον σιδηρου̃ν ἀνὰ μέσον σου̃ καὶ ἀνὰ μέσον τη̃ς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ' αὐτήν καὶ ἔσται ἐν συγκλεισμω̨̃ καὶ συγκλείσεις αὐτήν σημει̃όν ἐστιν του̃το τοι̃ς υἱοι̃ς Ισραηλ

4:4 καὶ σὺ κοιμηθήση̨ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας του̃ οἴκου Ισραηλ ἐπ' αὐτου̃ κατὰ ἀριθμὸν τω̃ν ἡμερω̃ν πεντήκοντα καὶ ἑκατόν ἃς κοιμηθήση̨ ἐπ' αὐτου̃ καὶ λήμψη̨ τὰς ἀδικίας αὐτω̃ν

4:5 καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτω̃ν εἰς ἀριθμὸν ἡμερω̃ν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας καὶ λήμψη̨ τὰς ἀδικίας του̃ οἴκου Ισραηλ

4:6 καὶ συντελέσεις ταυ̃τα πάντα καὶ κοιμηθήση̨ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήμψη̨ τὰς ἀδικίας του̃ οἴκου Ιουδα τεσσαράκοντα ἡμέρας ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι

4:7 καὶ εἰς τὸν συγκλεισμὸν Ιερουσαλημ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ' αὐτήν

4:8 καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς καὶ μὴ στραφη̨̃ς ἀπὸ του̃ πλευρου̃ σου ἐπὶ τὸ πλευρόν σου ἕως οὑ̃ συντελεσθω̃σιν αἱ ἡμέραι του̃ συγκλεισμου̃ σου

4:9 καὶ σὺ λαβὲ σεαυτω̨̃ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλει̃ς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σαυτω̨̃ εἰς ἄρτους καὶ κατ' ἀριθμὸν τω̃ν ἡμερω̃ν ἃς σὺ καθεύδεις ἐπὶ του̃ πλευρου̃ σου ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά

4:10 καὶ τὸ βρω̃μά σου ὃ φάγεσαι ἐν σταθμω̨̃ εἴκοσι σίκλους τὴν ἡμέραν ἀπὸ καιρου̃ ἕως καιρου̃ φάγεσαι αὐτά

4:11 καὶ ὕδωρ ἐν μέτρω̨ πίεσαι τὸ ἕκτον του̃ ιν ἀπὸ καιρου̃ ἕως καιρου̃ πίεσαι

4:12 καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ' ὀφθαλμοὺς αὐτω̃ν

4:13 καὶ ἐρει̃ς τάδε λέγει κύριος ὁ θεὸς του̃ Ισραηλ οὕτως φάγονται οἱ υἱοὶ Ισραηλ ἀκάθαρτα ἐν τοι̃ς ἔθνεσιν

4:14 καὶ εἰ̃πα μηδαμω̃ς κύριε θεὲ του̃ Ισραηλ ἰδοὺ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσία̨ καὶ θνησιμαι̃ον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως του̃ νυ̃ν οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πα̃ν κρέας ἕωλον

4:15 καὶ εἰ̃πεν πρός με ἰδοὺ δέδωκά σοι βόλβιτα βοω̃ν ἀντὶ τω̃ν βολβίτων τω̃ν ἀνθρωπίνων καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ' αὐτω̃ν

4:16 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ιερουσαλημ καὶ φάγονται ἄρτον ἐν σταθμω̨̃ καὶ ἐν ἐνδεία̨ καὶ ὕδωρ ἐν μέτρω̨ καὶ ἐν ἀφανισμω̨̃ πίονται

4:17 ὅπως ἐνδεει̃ς γένωνται ἄρτου καὶ ὕδατος καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτου̃ καὶ τακήσονται ἐν ται̃ς ἀδικίαις αὐτω̃ν

5:1 καὶ σύ υἱὲ ἀνθρώπου λαβὲ σεαυτω̨̃ ῥομφαίαν ὀξει̃αν ὑπὲρ ξυρὸν κουρέως κτήση̨ αὐτὴν σεαυτω̨̃ καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου καὶ ἐπὶ τὸν πώγωνά σου καὶ λήμψη̨ ζυγὸν σταθμίων καὶ διαστήσεις αὐτούς

5:2 τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέση̨ τη̨̃ πόλει κατὰ τὴν πλήρωσιν τω̃ν ἡμερω̃ν του̃ συγκλεισμου̃ καὶ λήμψη̨ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσω̨ αὐτη̃ς καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαία̨ κύκλω̨ αὐτη̃ς καὶ τὸ τέταρτον διασκορπίσεις τω̨̃ πνεύματι καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτω̃ν

5:3 καὶ λήμψη̨ ἐκει̃θεν ὀλίγους ἐν ἀριθμω̨̃ καὶ συμπεριλήμψη̨ αὐτοὺς τη̨̃ ἀναβολη̨̃ σου

5:4 καὶ ἐκ τούτων λήμψη̨ ἔτι καὶ ῥίψεις αὐτοὺς εἰς μέσον του̃ πυρὸς καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί ἐξ αὐτη̃ς ἐξελεύσεται πυ̃ρ καὶ ἐρει̃ς παντὶ οἴκω̨ Ισραηλ

5:5 τάδε λέγει κύριος αὕτη ἡ Ιερουσαλημ ἐν μέσω̨ τω̃ν ἐθνω̃ν τέθεικα αὐτὴν καὶ τὰς κύκλω̨ αὐτη̃ς χώρας

5:6 καὶ ἐρει̃ς τὰ δικαιώματά μου τη̨̃ ἀνόμω̨ ἐκ τω̃ν ἐθνω̃ν καὶ τὰ νόμιμά μου ἐκ τω̃ν χωρω̃ν τω̃ν κύκλω̨ αὐτη̃ς διότι τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοι̃ς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοι̃ς

5:7 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἡ ἀφορμὴ ὑμω̃ν ἐκ τω̃ν ἐθνω̃ν τω̃ν κύκλω̨ ὑμω̃ν καὶ ἐν τοι̃ς νομίμοις μου οὐκ ἐπορεύθητε καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε ἀλλ' οὐδὲ κατὰ τὰ δικαιώματα τω̃ν ἐθνω̃ν τω̃ν κύκλω̨ ὑμω̃ν οὐ πεποιήκατε

5:8 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ποιήσω ἐν μέσω̨ σου κρίμα ἐνώπιον τω̃ν ἐθνω̃ν

5:9 καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοι̃ς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου

5:10 διὰ του̃το πατέρες φάγονται τέκνα ἐν μέσω̨ σου καὶ τέκνα φάγονται πατέρας καὶ ποιήσω ἐν σοὶ κρίματα καὶ διασκορπιω̃ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον

5:11 διὰ του̃το ζω̃ ἐγώ λέγει κύριος εἰ μὴ ἀνθ' ὡ̃ν τὰ ἅγιά μου ἐμίανας ἐν πα̃σιν τοι̃ς βδελύγμασίν σου κἀγὼ ἀπώσομαί σε οὐ φείσεταί μου ὁ ὀφθαλμός κἀγὼ οὐκ ἐλεήσω

5:12 τὸ τέταρτόν σου ἐν θανάτω̨ ἀναλωθήσεται καὶ τὸ τέταρτόν σου ἐν λιμω̨̃ συντελεσθήσεται ἐν μέσω̨ σου καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιω̃ αὐτούς καὶ τὸ τέταρτόν σου ἐν ῥομφαία̨ πεσου̃νται κύκλω̨ σου καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτω̃ν

5:13 καὶ συντελεσθήσεται ὁ θυμός μου καὶ ἡ ὀργή μου ἐπ' αὐτούς καὶ ἐπιγνώση̨ διότι ἐγὼ κύριος λελάληκα ἐν ζήλω̨ μου ἐν τω̨̃ συντελέσαι με τὴν ὀργήν μου ἐπ' αὐτούς

5:14 καὶ θήσομαί σε εἰς ἔρημον καὶ τὰς θυγατέρας σου κύκλω̨ σου ἐνώπιον παντὸς διοδεύοντος

5:15 καὶ ἔση̨ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοι̃ς ἔθνεσιν τοι̃ς κύκλω̨ σου ἐν τω̨̃ ποιη̃σαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμου̃ μου ἐγὼ κύριος λελάληκα

5:16 ἐν τω̨̃ ἐξαποστει̃λαί με τὰς βολίδας μου του̃ λιμου̃ ἐπ' αὐτοὺς καὶ ἔσονται εἰς ἔκλειψιν καὶ συντρίψω στήριγμα ἄρτου σου

5:17 καὶ ἐξαποστελω̃ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ καὶ τιμωρήσομαί σε καὶ θάνατος καὶ αἱ̃μα διελεύσονται ἐπὶ σέ καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν ἐγὼ κύριος λελάληκα

6:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

6:2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ισραηλ καὶ προφήτευσον ἐπ' αὐτὰ

6:3 καὶ ἐρει̃ς τὰ ὄρη Ισραηλ ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος τοι̃ς ὄρεσιν καὶ τοι̃ς βουνοι̃ς καὶ ται̃ς φάραγξιν καὶ ται̃ς νάπαις ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμα̃ς ῥομφαίαν καὶ ἐξολεθρευθήσεται τὰ ὑψηλὰ ὑμω̃ν

6:4 καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμω̃ν καὶ τὰ τεμένη ὑμω̃ν καὶ καταβαλω̃ τραυματίας ὑμω̃ν ἐνώπιον τω̃ν εἰδώλων ὑμω̃ν

6:5 καὶ διασκορπιω̃ τὰ ὀστα̃ ὑμω̃ν κύκλω̨ τω̃ν θυσιαστηρίων ὑμω̃ν

6:6 ἐν πάση̨ τη̨̃ κατοικία̨ ὑμω̃ν αἱ πόλεις ἐξερημωθήσονται καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται ὅπως ἐξολεθρευθη̨̃ τὰ θυσιαστήρια ὑμω̃ν καὶ συντριβήσονται τὰ εἴδωλα ὑμω̃ν καὶ ἐξαρθήσεται τὰ τεμένη ὑμω̃ν

6:7 καὶ πεσου̃νται τραυματίαι ἐν μέσω̨ ὑμω̃ν καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος

6:8 ἐν τω̨̃ γενέσθαι ἐξ ὑμω̃ν ἀνασω̨ζομένους ἐκ ῥομφαίας ἐν τοι̃ς ἔθνεσιν καὶ ἐν τω̨̃ διασκορπισμω̨̃ ὑμω̃ν ἐν ται̃ς χώραις

6:9 καὶ μνησθήσονταί μου οἱ ἀνασω̨ζόμενοι ἐξ ὑμω̃ν ἐν τοι̃ς ἔθνεσιν οὑ̃ ἠ̨χμαλωτεύθησαν ἐκει̃ ὀμώμοκα τη̨̃ καρδία̨ αὐτω̃ν τη̨̃ ἐκπορνευούση̨ ἀπ' ἐμου̃ καὶ τοι̃ς ὀφθαλμοι̃ς αὐτω̃ν τοι̃ς πορνεύουσιν ὀπίσω τω̃ν ἐπιτηδευμάτων αὐτω̃ν καὶ κόψονται πρόσωπα αὐτω̃ν ἐν πα̃σι τοι̃ς βδελύγμασιν αὐτω̃ν

6:10 καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος λελάληκα

6:11 τάδε λέγει κύριος κρότησον τη̨̃ χειρὶ καὶ ψόφησον τω̨̃ ποδὶ καὶ εἰπόν εὐ̃γε εὐ̃γε ἐπὶ πα̃σιν τοι̃ς βδελύγμασιν οἴκου Ισραηλ ἐν ῥομφαία̨ καὶ ἐν θανάτω̨ καὶ ἐν λιμω̨̃ πεσου̃νται

6:12 ὁ ἐγγὺς ἐν ῥομφαία̨ πεσει̃ται ὁ δὲ μακρὰν ἐν θανάτω̨ τελευτήσει καὶ ὁ περιεχόμενος ἐν λιμω̨̃ συντελεσθήσεται καὶ συντελέσω τὴν ὀργήν μου ἐπ' αὐτούς

6:13 καὶ γνώσεσθε διότι ἐγὼ κύριος ἐν τω̨̃ εἰ̃ναι τοὺς τραυματίας ὑμω̃ν ἐν μέσω̨ τω̃ν εἰδώλων ὑμω̃ν κύκλω̨ τω̃ν θυσιαστηρίων ὑμω̃ν ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω δένδρου συσκίου οὑ̃ ἔδωκαν ἐκει̃ ὀσμὴν εὐωδίας πα̃σι τοι̃ς εἰδώλοις αὐτω̃ν

6:14 καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπ' αὐτοὺς καὶ θήσομαι τὴν γη̃ν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τη̃ς ἐρήμου Δεβλαθα ἐκ πάσης τη̃ς κατοικίας καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος

7:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

7:2 καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος τη̨̃ γη̨̃ του̃ Ισραηλ πέρας ἥκει τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τη̃ς γη̃ς

7:3 ἥκει τὸ πέρας

7:4 ἐπὶ σὲ τὸν κατοικου̃ντα τὴν γη̃ν ἥκει ὁ καιρός ἤγγικεν ἡ ἡμέρα οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων

7:5 νυ̃ν ἐγγύθεν ἐκχεω̃ τὴν ὀργήν μου ἐπὶ σὲ καὶ συντελέσω τὸν θυμόν μου ἐν σοὶ καὶ κρινω̃ σε ἐν ται̃ς ὁδοι̃ς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου

7:6 οὐ φείσεται ὁ ὀφθαλμός μου οὐδὲ μὴ ἐλεήσω διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω καὶ τὰ βδελύγματά σου ἐν μέσω̨ σου ἔσονται καὶ ἐπιγνώση̨ διότι ἐγώ εἰμι κύριος ὁ τύπτων

7:7 νυ̃ν τὸ πέρας πρὸς σέ καὶ ἀποστελω̃ ἐγὼ ἐπὶ σὲ καὶ ἐκδικήσω σε ἐν ται̃ς ὁδοι̃ς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου

7:8 οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σέ οὐδὲ μὴ ἐλεήσω διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω καὶ τὰ βδελύγματά σου ἐν μέσω̨ σου ἔσται καὶ ἐπιγνώση̨ διότι ἐγὼ κύριος

7:9 διότι τάδε λέγει κύριος

7:10 ἰδοὺ τὸ πέρας ἥκει ἰδοὺ ἡμέρα κυρίου εἰ καὶ ἡ ῥάβδος ἤνθηκεν ἡ ὕβρις ἐξανέστηκεν

7:11 καὶ συντρίψει στήριγμα ἀνόμου καὶ οὐ μετὰ θορύβου οὐδὲ μετὰ σπουδη̃ς

7:12 ἥκει ὁ καιρός ἰδοὺ ἡ ἡμέρα ὁ κτώμενος μὴ χαιρέτω καὶ ὁ πωλω̃ν μὴ θρηνείτω

7:13 διότι ὁ κτώμενος πρὸς τὸν πωλου̃ντα οὐκέτι μὴ ἐπιστρέψη̨ καὶ ἄνθρωπος ἐν ὀφθαλμω̨̃ ζωη̃ς αὐτου̃ οὐ κρατήσει

7:14 σαλπίσατε ἐν σάλπιγγι καὶ κρίνατε τὰ σύμπαντα

7:15 ὁ πόλεμος ἐν ῥομφαία̨ ἔξωθεν καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν ὁ ἐν τω̨̃ πεδίω̨ ἐν ῥομφαία̨ τελευτήσει τοὺς δὲ ἐν τη̨̃ πόλει λιμὸς καὶ θάνατος συντελέσει

7:16 καὶ ἀνασωθήσονται οἱ ἀνασω̨ζόμενοι ἐξ αὐτω̃ν καὶ ἔσονται ἐπὶ τω̃ν ὀρέων πάντας ἀποκτενω̃ ἕκαστον ἐν ται̃ς ἀδικίαις αὐτου̃

7:17 πα̃σαι χει̃ρες ἐκλυθήσονται καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασία̨

7:18 καὶ περιζώσονται σάκκους καὶ καλύψει αὐτοὺς θάμβος καὶ ἐπὶ πα̃ν πρόσωπον αἰσχύνη ἐπ' αὐτούς καὶ ἐπὶ πα̃σαν κεφαλὴν φαλάκρωμα

7:19 τὸ ἀργύριον αὐτω̃ν ῥιφήσεται ἐν ται̃ς πλατείαις καὶ τὸ χρυσίον αὐτω̃ν ὑπεροφθήσεται αἱ ψυχαὶ αὐτω̃ν οὐ μὴ ἐμπλησθω̃σιν καὶ αἱ κοιλίαι αὐτω̃ν οὐ μὴ πληρωθω̃σιν διότι βάσανος τω̃ν ἀδικιω̃ν αὐτω̃ν ἐγένετο

7:20 ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ καὶ εἰκόνας τω̃ν βδελυγμάτων αὐτω̃ν ἐποίησαν ἐξ αὐτω̃ν ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοι̃ς εἰς ἀκαθαρσίαν

7:21 καὶ παραδώσω αὐτὰ εἰς χει̃ρας ἀλλοτρίων του̃ διαρπάσαι αὐτὰ καὶ τοι̃ς λοιμοι̃ς τη̃ς γη̃ς εἰς σκυ̃λα καὶ βεβηλώσουσιν αὐτά

7:22 καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ μιανου̃σιν τὴν ἐπισκοπήν μου καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως καὶ βεβηλώσουσιν αὐτά

7:23 καὶ ποιήσουσι φυρμόν διότι ἡ γη̃ πλήρης λαω̃ν καὶ ἡ πόλις πλήρης ἀνομίας

7:24 καὶ ἀποστρέψω τὸ φρύαγμα τη̃ς ἰσχύος αὐτω̃ν καὶ μιανθήσεται τὰ ἅγια αὐτω̃ν

7:25 ἐξιλασμὸς ἥξει καὶ ζητήσει εἰρήνην καὶ οὐκ ἔσται

7:26 οὐαὶ ἐπὶ οὐαὶ ἔσται καὶ ἀγγελία ἐπ' ἀγγελίαν ἔσται καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου καὶ νόμος ἀπολει̃ται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων

7:27 ἄρχων ἐνδύσεται ἀφανισμόν καὶ αἱ χει̃ρες του̃ λαου̃ τη̃ς γη̃ς παραλυθήσονται κατὰ τὰς ὁδοὺς αὐτω̃ν ποιήσω αὐτοι̃ς καὶ ἐν τοι̃ς κρίμασιν αὐτω̃ν ἐκδικήσω αὐτούς καὶ γνώσονται ὅτι ἐγὼ κύριος

8:1 καὶ ἐγένετο ἐν τω̨̃ ἕκτω̨ ἔτει ἐν τω̨̃ πέμπτω̨ μηνὶ πέμπτη̨ του̃ μηνὸς ἐγὼ ἐκαθήμην ἐν τω̨̃ οἴκω̨ καὶ οἱ πρεσβύτεροι Ιουδα ἐκάθηντο ἐνώπιόν μου καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου

8:2 καὶ εἰ̃δον καὶ ἰδοὺ ὁμοίωμα ἀνδρός ἀπὸ τη̃ς ὀσφύος αὐτου̃ καὶ ἕως κάτω πυ̃ρ καὶ ἀπὸ τη̃ς ὀσφύος αὐτου̃ ὑπεράνω ὡς ὅρασις ἠλέκτρου

8:3 καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς καὶ ἀνέλαβέν με τη̃ς κορυφη̃ς μου καὶ ἀνέλαβέν με πνευ̃μα ἀνὰ μέσον τη̃ς γη̃ς καὶ ἀνὰ μέσον του̃ οὐρανου̃ καὶ ἤγαγέν με εἰς Ιερουσαλημ ἐν ὁράσει θεου̃ ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης τη̃ς ἐσωτέρας τη̃ς βλεπούσης πρὸς βορρα̃ν οὑ̃ ἠ̃ν ἡ στήλη του̃ κτωμένου

8:4 καὶ ἰδοὺ ἐκει̃ ἠ̃ν δόξα κυρίου θεου̃ Ισραηλ κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ἐν τω̨̃ πεδίω̨

8:5 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἀνάβλεψον τοι̃ς ὀφθαλμοι̃ς σου πρὸς βορρα̃ν καὶ ἀνέβλεψα τοι̃ς ὀφθαλμοι̃ς μου πρὸς βορρα̃ν καὶ ἰδοὺ ἀπὸ βορρα̃ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς

8:6 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας τί οὑ̃τοι ποιου̃σιν ἀνομίας μεγάλας ποιου̃σιν ὡ̃δε του̃ ἀπέχεσθαι ἀπὸ τω̃ν ἁγίων μου καὶ ἔτι ὄψει ἀνομίας μείζονας

8:7 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τη̃ς αὐλη̃ς

8:8 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ὄρυξον καὶ ὤρυξα καὶ ἰδοὺ θύρα μία

8:9 καὶ εἰ̃πεν πρός με εἴσελθε καὶ ἰδὲ τὰς ἀνομίας ἃς οὑ̃τοι ποιου̃σιν ὡ̃δε

8:10 καὶ εἰση̃λθον καὶ εἰ̃δον καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου Ισραηλ διαγεγραμμένα ἐπ' αὐτου̃ κύκλω̨

8:11 καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τω̃ν πρεσβυτέρων οἴκου Ισραηλ καὶ Ιεζονιας ὁ του̃ Σαφαν ἐν μέσω̨ αὐτω̃ν εἱστήκει πρὸ προσώπου αὐτω̃ν καὶ ἕκαστος θυμιατήριον αὐτου̃ εἰ̃χεν ἐν τη̨̃ χειρί καὶ ἡ ἀτμὶς του̃ θυμιάματος ἀνέβαινεν

8:12 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας ἃ οἱ πρεσβύτεροι του̃ οἴκου Ισραηλ ποιου̃σιν ἕκαστος αὐτω̃ν ἐν τω̨̃ κοιτω̃νι τω̨̃ κρυπτω̨̃ αὐτω̃ν διότι εἰ̃παν οὐχ ὁρα̨̃ ὁ κύριος ἐγκαταλέλοιπεν κύριος τὴν γη̃ν

8:13 καὶ εἰ̃πεν πρός με ἔτι ὄψει ἀνομίας μείζονας ἃς οὑ̃τοι ποιου̃σιν

8:14 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης οἴκου κυρίου τη̃ς βλεπούσης πρὸς βορρα̃ν καὶ ἰδοὺ ἐκει̃ γυναι̃κες καθήμεναι θρηνου̃σαι τὸν Θαμμουζ

8:15 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων

8:16 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν οἴκου κυρίου τὴν ἐσωτέραν καὶ ἰδοὺ ἐπὶ τω̃ν προθύρων του̃ ναου̃ κυρίου ἀνὰ μέσον τω̃ν αιλαμ καὶ ἀνὰ μέσον του̃ θυσιαστηρίου ὡς εἴκοσι ἄνδρες τὰ ὀπίσθια αὐτω̃ν πρὸς τὸν ναὸν του̃ κυρίου καὶ τὰ πρόσωπα αὐτω̃ν ἀπέναντι καὶ οὑ̃τοι προσκυνου̃σιν τω̨̃ ἡλίω̨

8:17 καὶ εἰ̃πεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου μὴ μικρὰ τω̨̃ οἴκω̨ Ιουδα του̃ ποιει̃ν τὰς ἀνομίας ἃς πεποιήκασιν ὡ̃δε διότι ἔπλησαν τὴν γη̃ν ἀνομίας καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες

8:18 καὶ ἐγὼ ποιήσω αὐτοι̃ς μετὰ θυμου̃ οὐ φείσεται ὁ ὀφθαλμός μου οὐδὲ μὴ ἐλεήσω

9:1 καὶ ἀνέκραγεν εἰς τὰ ὠ̃τά μου φωνη̨̃ μεγάλη̨ λέγων ἤγγικεν ἡ ἐκδίκησις τη̃ς πόλεως καὶ ἕκαστος εἰ̃χεν τὰ σκεύη τη̃ς ἐξολεθρεύσεως ἐν χειρὶ αὐτου̃

9:2 καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τη̃ς ὁδου̃ τη̃ς πύλης τη̃ς ὑψηλη̃ς τη̃ς βλεπούσης πρὸς βορρα̃ν καὶ ἑκάστου πέλυξ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ εἱ̃ς ἀνὴρ ἐν μέσω̨ αὐτω̃ν ἐνδεδυκὼς ποδήρη καὶ ζώνη σαπφείρου ἐπὶ τη̃ς ὀσφύος αὐτου̃ καὶ εἰσήλθοσαν καὶ ἔστησαν ἐχόμενοι του̃ θυσιαστηρίου του̃ χαλκου̃

9:3 καὶ δόξα θεου̃ του̃ Ισραηλ ἀνέβη ἀπὸ τω̃ν χερουβιν ἡ οὐ̃σα ἐπ' αὐτω̃ν εἰς τὸ αἴθριον του̃ οἴκου καὶ ἐκάλεσεν τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη ὃς εἰ̃χεν ἐπὶ τη̃ς ὀσφύος αὐτου̃ τὴν ζώνην

9:4 καὶ εἰ̃πεν πρὸς αὐτόν δίελθε μέσην τὴν Ιερουσαλημ καὶ δὸς τὸ σημει̃ον ἐπὶ τὰ μέτωπα τω̃ν ἀνδρω̃ν τω̃ν καταστεναζόντων καὶ τω̃ν κατωδυνωμένων ἐπὶ πάσαις ται̃ς ἀνομίαις ται̃ς γινομέναις ἐν μέσω̨ αὐτη̃ς

9:5 καὶ τούτοις εἰ̃πεν ἀκούοντός μου πορεύεσθε ὀπίσω αὐτου̃ εἰς τὴν πόλιν καὶ κόπτετε καὶ μὴ φείδεσθε τοι̃ς ὀφθαλμοι̃ς ὑμω̃ν καὶ μὴ ἐλεήσητε

9:6 πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναι̃κας ἀποκτείνατε εἰς ἐξάλειψιν ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστιν τὸ σημει̃ον μὴ ἐγγίσητε καὶ ἀπὸ τω̃ν ἁγίων μου ἄρξασθε καὶ ἤρξαντο ἀπὸ τω̃ν ἀνδρω̃ν τω̃ν πρεσβυτέρων οἳ ἠ̃σαν ἔσω ἐν τω̨̃ οἴκω̨

9:7 καὶ εἰ̃πεν πρὸς αὐτούς μιάνατε τὸν οἰ̃κον καὶ πλήσατε τὰς ὁδοὺς νεκρω̃ν ἐκπορευόμενοι καὶ κόπτετε

9:8 καὶ ἐγένετο ἐν τω̨̃ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα καὶ εἰ̃πα οἴμμοι κύριε ἐξαλείφεις σὺ τοὺς καταλοίπους του̃ Ισραηλ ἐν τω̨̃ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ Ιερουσαλημ

9:9 καὶ εἰ̃πεν πρός με ἀδικία του̃ οἴκου Ισραηλ καὶ Ιουδα μεμεγάλυνται σφόδρα σφόδρα ὅτι ἐπλήσθη ἡ γη̃ λαω̃ν πολλω̃ν καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας ὅτι εἰ̃παν ἐγκαταλέλοιπεν κύριος τὴν γη̃ν οὐκ ἐφορα̨̃ ὁ κύριος

9:10 καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμός οὐδὲ μὴ ἐλεήσω τὰς ὁδοὺς αὐτω̃ν εἰς κεφαλὰς αὐτω̃ν δέδωκα

9:11 καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τη̨̃ ζώνη̨ τὴν ὀσφὺν αὐτου̃ καὶ ἀπεκρίνατο λέγων πεποίηκα καθὼς ἐνετείλω μοι

10:1 καὶ εἰ̃δον καὶ ἰδοὺ ἐπάνω του̃ στερεώματος του̃ ὑπὲρ κεφαλη̃ς τω̃ν χερουβιν ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ' αὐτω̃ν

10:2 καὶ εἰ̃πεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν εἴσελθε εἰς τὸ μέσον τω̃ν τροχω̃ν τω̃ν ὑποκάτω τω̃ν χερουβιν καὶ πλη̃σον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τω̃ν χερουβιν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν καὶ εἰση̃λθεν ἐνώπιόν μου

10:3 καὶ τὰ χερουβιν εἱστήκει ἐκ δεξιω̃ν του̃ οἴκου ἐν τω̨̃ εἰσπορεύεσθαι τὸν ἄνδρα καὶ ἡ νεφέλη ἔπλησεν τὴν αὐλὴν τὴν ἐσωτέραν

10:4 καὶ ἀπη̃ρεν ἡ δόξα κυρίου ἀπὸ τω̃ν χερουβιν εἰς τὸ αἴθριον του̃ οἴκου καὶ ἔπλησεν τὸν οἰ̃κον ἡ νεφέλη καὶ ἡ αὐλὴ ἐπλήσθη του̃ φέγγους τη̃ς δόξης κυρίου

10:5 καὶ φωνὴ τω̃ν πτερύγων τω̃ν χερουβιν ἠκούετο ἕως τη̃ς αὐλη̃ς τη̃ς ἐξωτέρας ὡς φωνὴ θεου̃ Σαδδαι λαλου̃ντος

10:6 καὶ ἐγένετο ἐν τω̨̃ ἐντέλλεσθαι αὐτὸν τω̨̃ ἀνδρὶ τω̨̃ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων λαβὲ πυ̃ρ ἐκ μέσου τω̃ν τροχω̃ν ἐκ μέσου τω̃ν χερουβιν καὶ εἰση̃λθεν καὶ ἔστη ἐχόμενος τω̃ν τροχω̃ν

10:7 καὶ ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ εἰς μέσον του̃ πυρὸς του̃ ὄντος ἐν μέσω̨ τω̃ν χερουβιν καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χει̃ρας του̃ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν καὶ ἔλαβεν καὶ ἐξη̃λθεν

10:8 καὶ εἰ̃δον τὰ χερουβιν ὁμοίωμα χειρω̃ν ἀνθρώπων ὑποκάτωθεν τω̃ν πτερύγων αὐτω̃ν

10:9 καὶ εἰ̃δον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τω̃ν χερουβιν τροχὸς εἱ̃ς ἐχόμενος χερουβ ἑνός καὶ ἡ ὄψις τω̃ν τροχω̃ν ὡς ὄψις λίθου ἄνθρακος

10:10 καὶ ἡ ὄψις αὐτω̃ν ὁμοίωμα ἓν τοι̃ς τέσσαρσιν ὃν τρόπον ὅταν ἠ̨̃ τροχὸς ἐν μέσω̨ τροχου̃

10:11 ἐν τω̨̃ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτω̃ν ἐπορεύοντο οὐκ ἐπέστρεφον ἐν τω̨̃ πορεύεσθαι αὐτά ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον ἐν τω̨̃ πορεύεσθαι αὐτά

10:12 καὶ οἱ νω̃τοι αὐτω̃ν καὶ αἱ χει̃ρες αὐτω̃ν καὶ αἱ πτέρυγες αὐτω̃ν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμω̃ν κυκλόθεν τοι̃ς τέσσαρσιν τροχοι̃ς αὐτω̃ν

10:13 τοι̃ς δὲ τροχοι̃ς τούτοις ἐπεκλήθη Γελγελ ἀκούοντός μου

10:15 καὶ ἠ̃ραν τὰ χερουβιν του̃το τὸ ζω̨̃ον ὃ εἰ̃δον ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ

10:16 καὶ ἐν τω̨̃ πορεύεσθαι τὰ χερουβιν ἐπορεύοντο οἱ τροχοί καὶ οὑ̃τοι ἐχόμενοι αὐτω̃ν καὶ ἐν τω̨̃ ἐξαίρειν τὰ χερουβιν τὰς πτέρυγας αὐτω̃ν του̃ μετεωρίζεσθαι ἀπὸ τη̃ς γη̃ς οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτω̃ν

10:17 ἐν τω̨̃ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τω̨̃ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ' αὐτω̃ν διότι πνευ̃μα ζωη̃ς ἐν αὐτοι̃ς ἠ̃ν

10:18 καὶ ἐξη̃λθεν δόξα κυρίου ἀπὸ του̃ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβιν

10:19 καὶ ἀνέλαβον τὰ χερουβιν τὰς πτέρυγας αὐτω̃ν καὶ ἐμετεωρίσθησαν ἀπὸ τη̃ς γη̃ς ἐνώπιον ἐμου̃ ἐν τω̨̃ ἐξελθει̃ν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτω̃ν καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης οἴκου κυρίου τη̃ς ἀπέναντι καὶ δόξα θεου̃ Ισραηλ ἠ̃ν ἐπ' αὐτω̃ν ὑπεράνω

10:20 του̃το τὸ ζω̨̃όν ἐστιν ὃ εἰ̃δον ὑποκάτω θεου̃ Ισραηλ ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ ἔγνων ὅτι χερουβιν ἐστίν

10:21 τέσσαρα πρόσωπα τω̨̃ ἑνί καὶ ὀκτὼ πτέρυγες τω̨̃ ἑνί καὶ ὁμοίωμα χειρω̃ν ἀνθρώπου ὑποκάτωθεν τω̃ν πτερύγων αὐτω̃ν

10:22 καὶ ὁμοίωσις τω̃ν προσώπων αὐτω̃ν ταυ̃τα τὰ πρόσωπά ἐστιν ἃ εἰ̃δον ὑποκάτω τη̃ς δόξης θεου̃ Ισραηλ ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτω̃ν ἐπορεύοντο

11:1 καὶ ἀνέλαβέν με πνευ̃μα καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην του̃ οἴκου κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς καὶ ἰδοὺ ἐπὶ τω̃ν προθύρων τη̃ς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες καὶ εἰ̃δον ἐν μέσω̨ αὐτω̃ν τὸν Ιεζονιαν τὸν του̃ Εζερ καὶ Φαλτιαν τὸν του̃ Βαναιου τοὺς ἀφηγουμένους του̃ λαου̃

11:2 καὶ εἰ̃πεν κύριος πρός με υἱὲ ἀνθρώπου οὑ̃τοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τη̨̃ πόλει ταύτη̨

11:3 οἱ λέγοντες οὐχὶ προσφάτως ὠ̨κοδόμηνται αἱ οἰκίαι αὕτη ἐστὶν ὁ λέβης ἡμει̃ς δὲ τὰ κρέα

11:4 διὰ του̃το προφήτευσον ἐπ' αὐτούς προφήτευσον υἱὲ ἀνθρώπου

11:5 καὶ ἔπεσεν ἐπ' ἐμὲ πνευ̃μα κυρίου καὶ εἰ̃πεν πρός με λέγε τάδε λέγει κύριος οὕτως εἴπατε οἰ̃κος Ισραηλ καὶ τὰ διαβούλια του̃ πνεύματος ὑμω̃ν ἐγὼ ἐπίσταμαι

11:6 ἐπληθύνατε νεκροὺς ὑμω̃ν ἐν τη̨̃ πόλει ταύτη̨ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτη̃ς τραυματιω̃ν

11:7 διὰ του̃το τάδε λέγει κύριος τοὺς νεκροὺς ὑμω̃ν οὓς ἐπατάξατε ἐν μέσω̨ αὐτη̃ς οὑ̃τοί εἰσιν τὰ κρέα αὐτὴ δὲ ὁ λέβης ἐστίν καὶ ὑμα̃ς ἐξάξω ἐκ μέσου αὐτη̃ς

11:8 ῥομφαίαν φοβει̃σθε καὶ ῥομφαίαν ἐπάξω ἐφ' ὑμα̃ς λέγει κύριος

11:9 καὶ ἐξάξω ὑμα̃ς ἐκ μέσου αὐτη̃ς καὶ παραδώσω ὑμα̃ς εἰς χει̃ρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμι̃ν κρίματα

11:10 ἐν ῥομφαία̨ πεσει̃σθε ἐπὶ τω̃ν ὁρίων του̃ Ισραηλ κρινω̃ ὑμα̃ς καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος

11:11 αὐτὴ ὑμι̃ν οὐκ ἔσται εἰς λέβητα καὶ ὑμει̃ς οὐ μὴ γένησθε ἐν μέσω̨ αὐτη̃ς εἰς κρέα ἐπὶ τω̃ν ὁρίων του̃ Ισραηλ κρινω̃ ὑμα̃ς

11:12 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

11:13 καὶ ἐγένετο ἐν τω̨̃ προφητεύειν με καὶ Φαλτιας ὁ του̃ Βαναιου ἀπέθανεν καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνη̨̃ μεγάλη̨ καὶ εἰ̃πα οἴμμοι οἴμμοι κύριε εἰς συντέλειαν σὺ ποιει̃ς τοὺς καταλοίπους του̃ Ισραηλ

11:14 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

11:15 υἱὲ ἀνθρώπου οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τη̃ς αἰχμαλωσίας σου καὶ πα̃ς ὁ οἰ̃κος του̃ Ισραηλ συντετέλεσται οἱ̃ς εἰ̃παν αὐτοι̃ς οἱ κατοικου̃ντες Ιερουσαλημ μακρὰν ἀπέχετε ἀπὸ του̃ κυρίου ἡμι̃ν δέδοται ἡ γη̃ εἰς κληρονομίαν

11:16 διὰ του̃το εἰπόν τάδε λέγει κύριος ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιω̃ αὐτοὺς εἰς πα̃σαν τὴν γη̃ν καὶ ἔσομαι αὐτοι̃ς εἰς ἁγίασμα μικρὸν ἐν ται̃ς χώραις οὑ̃ ἂν εἰσέλθωσιν ἐκει̃

11:17 διὰ του̃το εἰπόν τάδε λέγει κύριος καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τω̃ν ἐθνω̃ν καὶ συνάξω αὐτοὺς ἐκ τω̃ν χωρω̃ν οὑ̃ διέσπειρα αὐτοὺς ἐν αὐται̃ς καὶ δώσω αὐτοι̃ς τὴν γη̃ν του̃ Ισραηλ

11:18 καὶ εἰσελεύσονται ἐκει̃ καὶ ἐξαρου̃σιν πάντα τὰ βδελύγματα αὐτη̃ς καὶ πάσας τὰς ἀνομίας αὐτη̃ς ἐξ αὐτη̃ς

11:19 καὶ δώσω αὐτοι̃ς καρδίαν ἑτέραν καὶ πνευ̃μα καινὸν δώσω ἐν αὐτοι̃ς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τη̃ς σαρκὸς αὐτω̃ν καὶ δώσω αὐτοι̃ς καρδίαν σαρκίνην

11:20 ὅπως ἐν τοι̃ς προστάγμασίν μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιω̃σιν αὐτά καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεόν

11:21 καὶ εἰς τὴν καρδίαν τω̃ν βδελυγμάτων αὐτω̃ν καὶ τω̃ν ἀνομιω̃ν αὐτω̃ν ὡς ἡ καρδία αὐτω̃ν ἐπορεύετο τὰς ὁδοὺς αὐτω̃ν εἰς κεφαλὰς αὐτω̃ν δέδωκα λέγει κύριος

11:22 καὶ ἐξη̃ραν τὰ χερουβιν τὰς πτέρυγας αὐτω̃ν καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτω̃ν καὶ ἡ δόξα θεου̃ Ισραηλ ἐπ' αὐτὰ ὑπεράνω αὐτω̃ν

11:23 καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσης τη̃ς πόλεως καὶ ἔστη ἐπὶ του̃ ὄρους ὃ ἠ̃ν ἀπέναντι τη̃ς πόλεως

11:24 καὶ ἀνέλαβέν με πνευ̃μα καὶ ἤγαγέν με εἰς γη̃ν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεου̃ καὶ ἀνέβην ἀπὸ τη̃ς ὁράσεως ἡ̃ς εἰ̃δον

11:25 καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους του̃ κυρίου οὓς ἔδειξέν μοι

12:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

12:2 υἱὲ ἀνθρώπου ἐν μέσω̨ τω̃ν ἀδικιω̃ν αὐτω̃ν σὺ κατοικει̃ς οἳ ἔχουσιν ὀφθαλμοὺς του̃ βλέπειν καὶ οὐ βλέπουσιν καὶ ὠ̃τα ἔχουσιν του̃ ἀκούειν καὶ οὐκ ἀκούουσιν διότι οἰ̃κος παραπικραίνων ἐστίν

12:3 καὶ σύ υἱὲ ἀνθρώπου ποίησον σεαυτω̨̃ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτω̃ν καὶ αἰχμαλωτευθήση̨ ἐκ του̃ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτω̃ν ὅπως ἴδωσιν διότι οἰ̃κος παραπικραίνων ἐστίν

12:4 καὶ ἐξοίσεις τὰ σκεύη σου ὡς σκεύη αἰχμαλωσίας ἡμέρας κατ' ὀφθαλμοὺς αὐτω̃ν καὶ σὺ ἐξελεύση̨ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος

12:5 ἐνώπιον αὐτω̃ν διόρυξον σεαυτω̨̃ εἰς τὸν τοι̃χον καὶ διεξελεύση̨ δι' αὐτου̃

12:6 ἐνώπιον αὐτω̃ν ἐπ' ὤμων ἀναλημφθήση̨ καὶ κεκρυμμένος ἐξελεύση̨ τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδη̨ς τὴν γη̃ν διότι τέρας δέδωκά σε τω̨̃ οἴκω̨ Ισραηλ

12:7 καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας καὶ ἑσπέρας διώρυξα ἐμαυτω̨̃ τὸν τοι̃χον καὶ κεκρυμμένος ἐξη̃λθον ἐπ' ὤμων ἀνελήμφθην ἐνώπιον αὐτω̃ν

12:8 καὶ ἐγένετο λόγος κυρίου πρός με τὸ πρωὶ λέγων

12:9 υἱὲ ἀνθρώπου οὐκ εἰ̃παν πρὸς σὲ ὁ οἰ̃κος του̃ Ισραηλ οἰ̃κος ὁ παραπικραίνων τί σὺ ποιει̃ς

12:10 εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος κύριος ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ιερουσαλημ καὶ παντὶ οἴκω̨ Ισραηλ οἵ εἰσιν ἐν μέσω̨ αὐτω̃ν

12:11 εἰπὸν ὅτι ἐγὼ τέρατα ποιω̃ ἐν μέσω̨ αὐτη̃ς ὃν τρόπον πεποίηκα οὕτως ἔσται αὐτοι̃ς ἐν μετοικεσία̨ καὶ ἐν αἰχμαλωσία̨ πορεύσονται

12:12 καὶ ὁ ἄρχων ἐν μέσω̨ αὐτω̃ν ἐπ' ὤμων ἀρθήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ του̃ τοίχου καὶ διορύξει του̃ ἐξελθει̃ν αὐτὸν δι' αὐτου̃ τὸ πρόσωπον αὐτου̃ συγκαλύψει ὅπως μὴ ὁραθη̨̃ ὀφθαλμω̨̃ καὶ αὐτὸς τὴν γη̃ν οὐκ ὄψεται

12:13 καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ' αὐτόν καὶ συλλημφθήσεται ἐν τη̨̃ περιοχη̨̃ μου καὶ ἄξω αὐτὸν εἰς Βαβυλω̃να εἰς γη̃ν Χαλδαίων καὶ αὐτὴν οὐκ ὄψεται καὶ ἐκει̃ τελευτήσει

12:14 καὶ πάντας τοὺς κύκλω̨ αὐτου̃ τοὺς βοηθοὺς αὐτου̃ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτου̃ διασπερω̃ εἰς πάντα ἄνεμον καὶ ῥομφαίαν ἐκκενώσω ὀπίσω αὐτω̃ν

12:15 καὶ γνώσονται διότι ἐγὼ κύριος ἐν τω̨̃ διασκορπίσαι με αὐτοὺς ἐν τοι̃ς ἔθνεσιν καὶ διασπερω̃ αὐτοὺς ἐν ται̃ς χώραις

12:16 καὶ ὑπολείψομαι ἐξ αὐτω̃ν ἄνδρας ἀριθμω̨̃ ἐκ ῥομφαίας καὶ ἐκ λιμου̃ καὶ ἐκ θανάτου ὅπως ἐκδιηγω̃νται πάσας τὰς ἀνομίας αὐτω̃ν ἐν τοι̃ς ἔθνεσιν οὑ̃ εἰσήλθοσαν ἐκει̃ καὶ γνώσονται ὅτι ἐγὼ κύριος

12:17 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

12:18 υἱὲ ἀνθρώπου τὸν ἄρτον σου μετ' ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι

12:19 καὶ ἐρει̃ς πρὸς τὸν λαὸν τη̃ς γη̃ς τάδε λέγει κύριος τοι̃ς κατοικου̃σιν Ιερουσαλημ ἐπὶ τη̃ς γη̃ς του̃ Ισραηλ τοὺς ἄρτους αὐτω̃ν μετ' ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτω̃ν μετὰ ἀφανισμου̃ πίονται ὅπως ἀφανισθη̨̃ ἡ γη̃ σὺν πληρώματι αὐτη̃ς ἐν ἀσεβεία̨ γὰρ πάντες οἱ κατοικου̃ντες ἐν αὐτη̨̃

12:20 καὶ αἱ πόλεις αὐτω̃ν αἱ κατοικούμεναι ἐξερημωθήσονται καὶ ἡ γη̃ εἰς ἀφανισμὸν ἔσται καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

12:21 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

12:22 υἱὲ ἀνθρώπου τίς ὑμι̃ν ἡ παραβολὴ αὕτη ἐπὶ τη̃ς γη̃ς του̃ Ισραηλ λέγοντες μακρὰν αἱ ἡμέραι ἀπόλωλεν ὅρασις

12:23 διὰ του̃το εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος ἀποστρέψω τὴν παραβολὴν ταύτην καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἰ̃κος του̃ Ισραηλ ὅτι λαλήσεις πρὸς αὐτούς ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως

12:24 ὅτι οὐκ ἔσται ἔτι πα̃σα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ

12:25 διότι ἐγὼ κύριος λαλήσω τοὺς λόγους μου λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι ὅτι ἐν ται̃ς ἡμέραις ὑμω̃ν οἰ̃κος ὁ παραπικραίνων λαλήσω λόγον καὶ ποιήσω λέγει κύριος

12:26 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

12:27 υἱὲ ἀνθρώπου ἰδοὺ οἰ̃κος Ισραηλ ὁ παραπικραίνων λέγοντες λέγουσιν ἡ ὅρασις ἣν οὑ̃τος ὁρα̨̃ εἰς ἡμέρας πολλάς καὶ εἰς καιροὺς μακροὺς οὑ̃τος προφητεύει

12:28 διὰ του̃το εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω λαλήσω καὶ ποιήσω λέγει κύριος

13:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

13:2 υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τοὺς προφήτας του̃ Ισραηλ καὶ προφητεύσεις καὶ ἐρει̃ς πρὸς αὐτούς ἀκούσατε λόγον κυρίου

13:3 τάδε λέγει κύριος οὐαὶ τοι̃ς προφητεύουσιν ἀπὸ καρδίας αὐτω̃ν καὶ τὸ καθόλου μὴ βλέπουσιν

13:4 οἱ προφη̃ταί σου Ισραηλ ὡς ἀλώπεκες ἐν ται̃ς ἐρήμοις

13:5 οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἰ̃κον του̃ Ισραηλ οὐκ ἀνέστησαν οἱ λέγοντες ἐν ἡμέρα̨ κυρίου

13:6 βλέποντες ψευδη̃ μαντευόμενοι μάταια οἱ λέγοντες λέγει κύριος καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς καὶ ἤρξαντο του̃ ἀναστη̃σαι λόγον

13:7 οὐχ ὅρασιν ψευδη̃ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε

13:8 διὰ του̃το εἰπόν τάδε λέγει κύριος ἀνθ' ὡ̃ν οἱ λόγοι ὑμω̃ν ψευδει̃ς καὶ αἱ μαντει̃αι ὑμω̃ν μάταιαι διὰ του̃το ἰδοὺ ἐγὼ ἐφ' ὑμα̃ς λέγει κύριος

13:9 καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρω̃ντας ψευδη̃ καὶ τοὺς ἀποφθεγγομένους μάταια ἐν παιδεία̨ του̃ λαου̃ μου οὐκ ἔσονται οὐδὲ ἐν γραφη̨̃ οἴκου Ισραηλ οὐ γραφήσονται καὶ εἰς τὴν γη̃ν του̃ Ισραηλ οὐκ εἰσελεύσονται καὶ γνώσονται διότι ἐγὼ κύριος

13:10 ἀνθ' ὡ̃ν τὸν λαόν μου ἐπλάνησαν λέγοντες εἰρήνη εἰρήνη καὶ οὐκ ἠ̃ν εἰρήνη καὶ οὑ̃τος οἰκοδομει̃ τοι̃χον καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν εἰ πεσει̃ται

13:11 εἰπὸν πρὸς τοὺς ἀλείφοντας πεσει̃ται καὶ ἔσται ὑετὸς κατακλύζων καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτω̃ν καὶ πεσου̃νται καὶ πνευ̃μα ἐξαι̃ρον καὶ ῥαγήσεται

13:12 καὶ ἰδοὺ πέπτωκεν ὁ τοι̃χος καὶ οὐκ ἐρου̃σιν πρὸς ὑμα̃ς που̃ ἐστιν ἡ ἀλοιφὴ ὑμω̃ν ἣν ἠλείψατε

13:13 διὰ του̃το τάδε λέγει κύριος καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμου̃ καὶ ὑετὸς κατακλύζων ἐν ὀργη̨̃ μου ἔσται καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμω̨̃ ἐπάξω εἰς συντέλειαν

13:14 καὶ κατασκάψω τὸν τοι̃χον ὃν ἠλείψατε καὶ πεσει̃ται καὶ θήσω αὐτὸν ἐπὶ τὴν γη̃ν καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτου̃ καὶ πεσει̃ται καὶ συντελεσθήσεσθε μετ' ἐλέγχων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

13:15 καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοι̃χον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν καὶ πεσει̃ται καὶ εἰ̃πα πρὸς ὑμα̃ς οὐκ ἔστιν ὁ τοι̃χος οὐδὲ οἱ ἀλείφοντες αὐτὸν

13:16 προφη̃ται του̃ Ισραηλ οἱ προφητεύοντες ἐπὶ Ιερουσαλημ καὶ οἱ ὁρω̃ντες αὐτη̨̃ εἰρήνην καὶ εἰρήνη οὐκ ἔστιν λέγει κύριος

13:17 καὶ σύ υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας του̃ λαου̃ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτω̃ν καὶ προφήτευσον ἐπ' αὐτὰς

13:18 καὶ ἐρει̃ς τάδε λέγει κύριος οὐαὶ ται̃ς συρραπτούσαις προσκεφάλαια ἐπὶ πάντα ἀγκω̃να χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πα̃σαν κεφαλὴν πάσης ἡλικίας του̃ διαστρέφειν ψυχάς αἱ ψυχαὶ διεστράφησαν του̃ λαου̃ μου καὶ ψυχὰς περιεποιου̃ντο

13:19 καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθω̃ν καὶ ἕνεκεν κλασμάτων ἄρτου του̃ ἀποκτει̃ναι ψυχάς ἃς οὐκ ἔδει ἀποθανει̃ν καὶ του̃ περιποιήσασθαι ψυχάς ἃς οὐκ ἔδει ζη̃σαι ἐν τω̨̃ ἀποφθέγγεσθαι ὑμα̃ς λαω̨̃ εἰσακούοντι μάταια ἀποφθέγματα

13:20 διὰ του̃το τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμω̃ν ἐφ' ἃ ὑμει̃ς συστρέφετε ἐκει̃ ψυχάς καὶ διαρρήξω αὐτὰ ἀπὸ τω̃ν βραχιόνων ὑμω̃ν καὶ ἐξαποστελω̃ τὰς ψυχάς ἃς ὑμει̃ς ἐκστρέφετε τὰς ψυχὰς αὐτω̃ν εἰς διασκορπισμόν

13:21 καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμω̃ν καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμω̃ν καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμω̃ν εἰς συστροφήν καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

13:22 ἀνθ' ὡ̃ν διεστρέφετε καρδίαν δικαίου ἀδίκως καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν καὶ του̃ κατισχυ̃σαι χει̃ρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ ζη̃σαι αὐτόν

13:23 διὰ του̃το ψευδη̃ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμω̃ν καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος

14:1 καὶ ἠ̃λθον πρός με ἄνδρες ἐκ τω̃ν πρεσβυτέρων του̃ Ισραηλ καὶ ἐκάθισαν πρὸ προσώπου μου

14:2 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

14:3 υἱὲ ἀνθρώπου οἱ ἄνδρες οὑ̃τοι ἔθεντο τὰ διανοήματα αὐτω̃ν ἐπὶ τὰς καρδίας αὐτω̃ν καὶ τὴν κόλασιν τω̃ν ἀδικιω̃ν αὐτω̃ν ἔθηκαν πρὸ προσώπου αὐτω̃ν εἰ ἀποκρινόμενος ἀποκριθω̃ αὐτοι̃ς

14:4 διὰ του̃το λάλησον αὐτοι̃ς καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἄνθρωπος ἄνθρωπος ἐκ του̃ οἴκου Ισραηλ ὃς ἂν θη̨̃ τὰ διανοήματα αὐτου̃ ἐπὶ τὴν καρδίαν αὐτου̃ καὶ τὴν κόλασιν τη̃ς ἀδικίας αὐτου̃ τάξη̨ πρὸ προσώπου αὐτου̃ καὶ ἔλθη̨ πρὸς τὸν προφήτην ἐγὼ κύριος ἀποκριθήσομαι αὐτω̨̃ ἐν οἱ̃ς ἐνέχεται ἡ διάνοια αὐτου̃

14:5 ὅπως πλαγιάση̨ τὸν οἰ̃κον του̃ Ισραηλ κατὰ τὰς καρδίας αὐτω̃ν τὰς ἀπηλλοτριωμένας ἀπ' ἐμου̃ ἐν τοι̃ς ἐνθυμήμασιν αὐτω̃ν

14:6 διὰ του̃το εἰπὸν πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τάδε λέγει κύριος κύριος ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τω̃ν ἐπιτηδευμάτων ὑμω̃ν καὶ ἀπὸ πασω̃ν τω̃ν ἀσεβειω̃ν ὑμω̃ν καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμω̃ν

14:7 διότι ἄνθρωπος ἄνθρωπος ἐκ του̃ οἴκου Ισραηλ καὶ ἐκ τω̃ν προσηλύτων τω̃ν προσηλυτευόντων ἐν τω̨̃ Ισραηλ ὃς ἂν ἀπαλλοτριωθη̨̃ ἀπ' ἐμου̃ καὶ θη̃ται τὰ ἐνθυμήματα αὐτου̃ ἐπὶ τὴν καρδίαν αὐτου̃ καὶ τὴν κόλασιν τη̃ς ἀδικίας αὐτου̃ τάξη̨ πρὸ προσώπου αὐτου̃ καὶ ἔλθη̨ πρὸς τὸν προφήτην του̃ ἐπερωτη̃σαι αὐτὸν ἐν ἐμοί ἐγὼ κύριος ἀποκριθήσομαι αὐτω̨̃ ἐν ὡ̨̃ ἐνέχεται ἐν αὐτω̨̃

14:8 καὶ στηριω̃ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκει̃νον καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν καὶ ἐξαρω̃ αὐτὸν ἐκ μέσου του̃ λαου̃ μου καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος

14:9 καὶ ὁ προφήτης ἐὰν πλανηθη̨̃ καὶ λαλήση̨ ἐγὼ κύριος πεπλάνηκα τὸν προφήτην ἐκει̃νον καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπ' αὐτὸν καὶ ἀφανιω̃ αὐτὸν ἐκ μέσου του̃ λαου̃ μου Ισραηλ

14:10 καὶ λήμψονται τὴν ἀδικίαν αὐτω̃ν κατὰ τὸ ἀδίκημα του̃ ἐπερωτω̃ντος καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τω̨̃ προφήτη̨ ἔσται

14:11 ὅπως μὴ πλανα̃ται ἔτι ὁ οἰ̃κος του̃ Ισραηλ ἀπ' ἐμου̃ καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πα̃σιν τοι̃ς παραπτώμασιν αὐτω̃ν καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεόν λέγει κύριος

14:12 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

14:13 υἱὲ ἀνθρώπου γη̃ ἐὰν ἁμάρτη̨ μοι του̃ παραπεσει̃ν παράπτωμα καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπ' αὐτὴν καὶ συντρίψω αὐτη̃ς στήριγμα ἄρτου καὶ ἐξαποστελω̃ ἐπ' αὐτὴν λιμὸν καὶ ἐξαρω̃ ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτήνη

14:14 καὶ ἐὰν ὠ̃σιν οἱ τρει̃ς ἄνδρες οὑ̃τοι ἐν μέσω̨ αὐτη̃ς Νωε καὶ Δανιηλ καὶ Ιωβ αὐτοὶ ἐν τη̨̃ δικαιοσύνη̨ αὐτω̃ν σωθήσονται λέγει κύριος

14:15 ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γη̃ν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀφανισμὸν καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τω̃ν θηρίων

14:16 καὶ οἱ τρει̃ς ἄνδρες οὑ̃τοι ἐν μέσω̨ αὐτη̃ς ὠ̃σι ζω̃ ἐγώ λέγει κύριος εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται ἀλλ' ἢ αὐτοὶ μόνοι σωθήσονται ἡ δὲ γη̃ ἔσται εἰς ὄλεθρον

14:17 ἢ καὶ ῥομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γη̃ν ἐκείνην καὶ εἴπω ῥομφαία διελθάτω διὰ τη̃ς γη̃ς καὶ ἐξαρω̃ ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτη̃νος

14:18 καὶ οἱ τρει̃ς ἄνδρες οὑ̃τοι ἐν μέσω̨ αὐτη̃ς ζω̃ ἐγώ λέγει κύριος οὐ μὴ ῥύσωνται υἱοὺς οὐδὲ θυγατέρας αὐτοὶ μόνοι σωθήσονται

14:19 ἢ καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γη̃ν ἐκείνην καὶ ἐκχεω̃ τὸν θυμόν μου ἐπ' αὐτὴν ἐν αἵματι του̃ ἐξολεθρευ̃σαι ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτη̃νος

14:20 καὶ Νωε καὶ Δανιηλ καὶ Ιωβ ἐν μέσω̨ αὐτη̃ς ζω̃ ἐγώ λέγει κύριος ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθω̃σιν αὐτοὶ ἐν τη̨̃ δικαιοσύνη̨ αὐτω̃ν ῥύσονται τὰς ψυχὰς αὐτω̃ν

14:21 τάδε λέγει κύριος ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον ἐξαποστείλω ἐπὶ Ιερουσαλημ του̃ ἐξολεθρευ̃σαι ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτη̃νος

14:22 καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτη̨̃ οἱ ἀνασεσω̨σμένοι αὐτη̃ς οἳ ἐξάγουσιν ἐξ αὐτη̃ς υἱοὺς καὶ θυγατέρας ἰδοὺ αὐτοὶ ἐκπορεύονται πρὸς ὑμα̃ς καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτω̃ν καὶ τὰ ἐνθυμήματα αὐτω̃ν καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακά ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ πάντα τὰ κακὰ ἃ ἐπήγαγον ἐπ' αὐτήν

14:23 καὶ παρακαλέσουσιν ὑμα̃ς διότι ὄψεσθε τὰς ὁδοὺς αὐτω̃ν καὶ τὰ ἐνθυμήματα αὐτω̃ν καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα ὅσα ἐποίησα ἐν αὐτη̨̃ λέγει κύριος

15:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

15:2 καὶ σύ υἱὲ ἀνθρώπου τί ἂν γένοιτο τὸ ξύλον τη̃ς ἀμπέλου ἐκ πάντων τω̃ν ξύλων τω̃ν κλημάτων τω̃ν ὄντων ἐν τοι̃ς ξύλοις του̃ δρυμου̃

15:3 εἰ λήμψονται ἐξ αὐτη̃ς ξύλον του̃ ποιη̃σαι εἰς ἐργασίαν εἰ λήμψονται ἐξ αὐτη̃ς πάσσαλον του̃ κρεμάσαι ἐπ' αὐτὸν πα̃ν σκευ̃ος

15:4 πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν τὴν κατ' ἐνιαυτὸν κάθαρσιν ἀπ' αὐτη̃ς ἀναλίσκει τὸ πυ̃ρ καὶ ἐκλείπει εἰς τέλος μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν

15:5 οὐδὲ ἔτι αὐτου̃ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν μὴ ὅτι ἐὰν καὶ πυ̃ρ αὐτὸ ἀναλώση̨ εἰς τέλος εἰ ἔσται ἔτι εἰς ἐργασίαν

15:6 διὰ του̃το εἰπόν τάδε λέγει κύριος ὃν τρόπον τὸ ξύλον τη̃ς ἀμπέλου ἐν τοι̃ς ξύλοις του̃ δρυμου̃ ὃ δέδωκα αὐτὸ τω̨̃ πυρὶ εἰς ἀνάλωσιν οὕτως δέδωκα τοὺς κατοικου̃ντας Ιερουσαλημ

15:7 καὶ δώσω τὸ πρόσωπόν μου ἐπ' αὐτούς ἐκ του̃ πυρὸς ἐξελεύσονται καὶ πυ̃ρ αὐτοὺς καταφάγεται καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος ἐν τω̨̃ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ' αὐτούς

15:8 καὶ δώσω τὴν γη̃ν εἰς ἀφανισμὸν ἀνθ' ὡ̃ν παρέπεσον παραπτώματι λέγει κύριος

16:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

16:2 υἱὲ ἀνθρώπου διαμάρτυραι τη̨̃ Ιερουσαλημ τὰς ἀνομίας αὐτη̃ς

16:3 καὶ ἐρει̃ς τάδε λέγει κύριος τη̨̃ Ιερουσαλημ ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γη̃ς Χανααν ὁ πατήρ σου Αμορραι̃ος καὶ ἡ μήτηρ σου Χετταία

16:4 καὶ ἡ γένεσίς σου ἐν ἡ̨̃ ἡμέρα̨ ἐτέχθης οὐκ ἔδησαν τοὺς μαστούς σου καὶ ἐν ὕδατι οὐκ ἐλούσθης οὐδὲ ἁλὶ ἡλίσθης καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης

16:5 οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ του̃ ποιη̃σαί σοι ἓν ἐκ πάντων τούτων του̃ παθει̃ν τι ἐπὶ σοί καὶ ἀπερρίφης ἐπὶ πρόσωπον του̃ πεδίου τη̨̃ σκολιότητι τη̃ς ψυχη̃ς σου ἐν ἡ̨̃ ἡμέρα̨ ἐτέχθης

16:6 καὶ διη̃λθον ἐπὶ σὲ καὶ εἰ̃δόν σε πεφυρμένην ἐν τω̨̃ αἵματί σου καὶ εἰ̃πά σοι ἐκ του̃ αἵματός σου ζωή

16:7 πληθύνου καθὼς ἡ ἀνατολὴ του̃ ἀγρου̃ δέδωκά σε καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰση̃λθες εἰς πόλεις πόλεων οἱ μαστοί σου ἀνωρθώθησαν καὶ ἡ θρίξ σου ἀνέτειλεν σὺ δὲ ἠ̃σθα γυμνὴ καὶ ἀσχημονου̃σα

16:8 καὶ διη̃λθον διὰ σου̃ καὶ εἰ̃δόν σε καὶ ἰδοὺ καιρός σου καιρὸς καταλυόντων καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου καὶ ὤμοσά σοι καὶ εἰση̃λθον ἐν διαθήκη̨ μετὰ σου̃ λέγει κύριος καὶ ἐγένου μοι

16:9 καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἱ̃μά σου ἀπὸ σου̃ καὶ ἔχρισά σε ἐν ἐλαίω̨

16:10 καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδησά σε ὑάκινθον καὶ ἔζωσά σε βύσσω̨ καὶ περιέβαλόν σε τριχάπτω̨

16:11 καὶ ἐκόσμησά σε κόσμω̨ καὶ περιέθηκα ψέλια περὶ τὰς χει̃ράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου

16:12 καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτη̃ρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὠ̃τά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου

16:13 καὶ ἐκοσμήθης χρυσίω̨ καὶ ἀργυρίω̨ καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλὴ σφόδρα

16:14 καὶ ἐξη̃λθέν σου ὄνομα ἐν τοι̃ς ἔθνεσιν ἐν τω̨̃ κάλλει σου διότι συντετελεσμένον ἠ̃ν ἐν εὐπρεπεία̨ ἐν τη̨̃ ὡραιότητι ἡ̨̃ ἔταξα ἐπὶ σέ λέγει κύριος

16:15 καὶ ἐπεποίθεις ἐν τω̨̃ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τω̨̃ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον ὃ οὐκ ἔσται

16:16 καὶ ἔλαβες ἐκ τω̃ν ἱματίων σου καὶ ἐποίησας σεαυτη̨̃ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπ' αὐτά καὶ οὐ μὴ εἰσέλθη̨ς οὐδὲ μὴ γένηται

16:17 καὶ ἔλαβες τὰ σκεύη τη̃ς καυχήσεώς σου ἐκ του̃ χρυσίου μου καὶ ἐκ του̃ ἀργυρίου μου ἐξ ὡ̃ν ἔδωκά σοι καὶ ἐποίησας σεαυτη̨̃ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐται̃ς

16:18 καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτω̃ν

16:19 καὶ τοὺς ἄρτους μου οὓς ἔδωκά σοι σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτω̃ν εἰς ὀσμὴν εὐωδίας καὶ ἐγένετο λέγει κύριος

16:20 καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας καὶ ἔθυσας αὐτὰ αὐτοι̃ς εἰς ἀνάλωσιν ὡς μικρὰ ἐξεπόρνευσας

16:21 καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τω̨̃ ἀποτροπιάζεσθαί σε ἐν αὐτοι̃ς

16:22 του̃το παρὰ πα̃σαν τὴν πορνείαν σου καὶ οὐκ ἐμνήσθης τὰς ἡμέρας τη̃ς νηπιότητός σου ὅτε ἠ̃σθα γυμνὴ καὶ ἀσχημονου̃σα καὶ πεφυρμένη ἐν τω̨̃ αἵματί σου ἔζησας

16:23 καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου λέγει κύριος

16:24 καὶ ὠ̨κοδόμησας σεαυτη̨̃ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτη̨̃ ἔκθεμα ἐν πάση̨ πλατεία̨

16:25 καὶ ἐπ' ἀρχη̃ς πάσης ὁδου̃ ὠ̨κοδόμησας τὰ πορνει̃ά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδω̨ καὶ ἐπλήθυνας τὴν πορνείαν σου

16:26 καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμορου̃ντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχω̃ς ἐξεπόρνευσας του̃ παροργίσαι με

16:27 ἐὰν δὲ ἐκτείνω τὴν χει̃ρά μου ἐπὶ σέ καὶ ἐξαρω̃ τὰ νόμιμά σου καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τη̃ς ὁδου̃ σου ἡ̃ς ἠσέβησας

16:28 καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ασσουρ καὶ οὐδ' οὕτως ἐνεπλήσθης καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω

16:29 καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γη̃ν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης

16:30 τί διαθω̃ τὴν θυγατέρα σου λέγει κύριος ἐν τω̨̃ ποιη̃σαί σε ταυ̃τα πάντα ἔργα γυναικὸς πόρνης καὶ ἐξεπόρνευσας τρισσω̃ς

16:31 ἐν ται̃ς θυγατράσιν σου τὸ πορνει̃όν σου ὠ̨κοδόμησας ἐπὶ πάσης ἀρχη̃ς ὁδου̃ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάση̨ πλατεία̨ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα

16:32 ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ του̃ ἀνδρὸς αὐτη̃ς λαμβάνουσα μισθώματα

16:33 πα̃σι τοι̃ς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα καὶ σὺ δέδωκας μισθώματα πα̃σι τοι̃ς ἐρασται̃ς σου καὶ ἐφόρτιζες αὐτοὺς του̃ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τη̨̃ πορνεία̨ σου

16:34 καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναι̃κας ἐν τη̨̃ πορνεία̨ σου καὶ μετὰ σου̃ πεπορνεύκασιν ἐν τω̨̃ προσδιδόναι σε μισθώματα καὶ σοὶ μισθώματα οὐκ ἐδόθη καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα

16:35 διὰ του̃το πόρνη ἄκουε λόγον κυρίου

16:36 τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐξέχεας τὸν χαλκόν σου καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τη̨̃ πορνεία̨ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τω̃ν ἀνομιω̃ν σου καὶ ἐν τοι̃ς αἵμασιν τω̃ν τέκνων σου ὡ̃ν ἔδωκας αὐτοι̃ς

16:37 διὰ του̃το ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἱ̃ς ἐπεμίγης ἐν αὐτοι̃ς καὶ πάντας οὓς ἠγάπησας σὺν πα̃σιν οἱ̃ς ἐμίσεις καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς καὶ ὄψονται πα̃σαν τὴν αἰσχύνην σου

16:38 καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἱ̃μα καὶ θήσω σε ἐν αἵματι θυμου̃ καὶ ζήλου

16:39 καὶ παραδώσω σε εἰς χει̃ρας αὐτω̃ν καὶ κατασκάψουσιν τὸ πορνει̃όν σου καὶ καθελου̃σιν τὴν βάσιν σου καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τη̃ς καυχήσεώς σου καὶ ἀφήσουσίν σε γυμνὴν καὶ ἀσχημονου̃σαν

16:40 καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιθοβολήσουσίν σε ἐν λίθοις καὶ κατασφάξουσίν σε ἐν τοι̃ς ξίφεσιν αὐτω̃ν

16:41 καὶ ἐμπρήσουσιν τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικω̃ν πολλω̃ν καὶ ἀποστρέψω σε ἐκ τη̃ς πορνείας σου καὶ μισθώματα οὐ μὴ δω̨̃ς οὐκέτι

16:42 καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ καὶ ἐξαρθήσεται ὁ ζη̃λός μου ἐκ σου̃ καὶ ἀναπαύσομαι καὶ οὐ μὴ μεριμνήσω οὐκέτι

16:43 ἀνθ' ὡ̃ν οὐκ ἐμνήσθης τὴν ἡμέραν τη̃ς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πα̃σι τούτοις καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα λέγει κύριος καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ται̃ς ἀνομίαις σου

16:44 ταυ̃τά ἐστιν πάντα ὅσα εἰ̃παν κατὰ σου̃ ἐν παραβολη̨̃ λέγοντες καθὼς ἡ μήτηρ καὶ ἡ θυγάτηρ

16:45 θυγάτηρ τη̃ς μητρός σου σὺ εἰ̃ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτη̃ς καὶ τὰ τέκνα αὐτη̃ς καὶ ἀδελφὴ τω̃ν ἀδελφω̃ν σου τω̃ν ἀπωσαμένων τοὺς ἄνδρας αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν ἡ μήτηρ ὑμω̃ν Χετταία καὶ ὁ πατὴρ ὑμω̃ν Αμορραι̃ος

16:46 ἡ ἀδελφὴ ὑμω̃ν ἡ πρεσβυτέρα Σαμάρεια αὐτὴ καὶ αἱ θυγατέρες αὐτη̃ς ἡ κατοικου̃σα ἐξ εὐωνύμων σου καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικου̃σα ἐκ δεξιω̃ν σου Σοδομα καὶ αἱ θυγατέρες αὐτη̃ς

16:47 καὶ οὐδ' ὡ̃ς ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἐπορεύθης οὐδὲ κατὰ τὰς ἀνομίας αὐτω̃ν ἐποίησας παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ται̃ς ὁδοι̃ς σου

16:48 ζω̃ ἐγώ λέγει κύριος εἰ πεποίηκεν Σοδομα ἡ ἀδελφή σου αὐτὴ καὶ αἱ θυγατέρες αὐτη̃ς ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου

16:49 πλὴν του̃το τὸ ἀνόμημα Σοδομων τη̃ς ἀδελφη̃ς σου ὑπερηφανία ἐν πλησμονη̨̃ ἄρτων καὶ ἐν εὐθηνία̨ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτη̃ς του̃το ὑπη̃ρχεν αὐτη̨̃ καὶ ται̃ς θυγατράσιν αὐτη̃ς καὶ χει̃ρα πτωχου̃ καὶ πένητος οὐκ ἀντελαμβάνοντο

16:50 καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου καὶ ἐξη̃ρα αὐτάς καθὼς εἰ̃δον

16:51 καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τω̃ν ἁμαρτιω̃ν σου οὐχ ἥμαρτεν καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ται̃ς ἀνομίαις σου αἱ̃ς ἐποίησας

16:52 καὶ σὺ κόμισαι βάσανόν σου ἐν ἡ̨̃ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ται̃ς ἁμαρτίαις σου αἱ̃ς ἠνόμησας ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν καὶ σὺ αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου ἐν τω̨̃ δικαιω̃σαί σε τὰς ἀδελφάς σου

16:53 καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτω̃ν τὴν ἀποστροφὴν Σοδομων καὶ τω̃ν θυγατέρων αὐτη̃ς καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τω̃ν θυγατέρων αὐτη̃ς καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσω̨ αὐτω̃ν

16:54 ὅπως κομίση̨ τὴν βάσανόν σου καὶ ἀτιμωθήση̨ ἐκ πάντων ὡ̃ν ἐποίησας ἐν τω̨̃ σε παροργίσαι με

16:55 καὶ ἡ ἀδελφή σου Σοδομα καὶ αἱ θυγατέρες αὐτη̃ς ἀποκατασταθήσονται καθὼς ἠ̃σαν ἀπ' ἀρχη̃ς καὶ Σαμάρεια καὶ αἱ θυγατέρες αὐτη̃ς ἀποκατασταθήσονται καθὼς ἠ̃σαν ἀπ' ἀρχη̃ς καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ' ἀρχη̃ς ἠ̃τε

16:56 καὶ εἰ μὴ ἠ̃ν Σοδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τω̨̃ στόματί σου ἐν ται̃ς ἡμέραις ὑπερηφανίας σου

16:57 πρὸ του̃ ἀποκαλυφθη̃ναι τὰς κακίας σου ὃν τρόπον νυ̃ν ὄνειδος εἰ̃ θυγατέρων Συρίας καὶ πάντων τω̃ν κύκλω̨ αὐτη̃ς θυγατέρων ἀλλοφύλων τω̃ν περιεχουσω̃ν σε κύκλω̨

16:58 τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου σὺ κεκόμισαι αὐτάς λέγει κύριος

16:59 τάδε λέγει κύριος καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας ὡς ἠτίμωσας ταυ̃τα του̃ παραβη̃ναι τὴν διαθήκην μου

16:60 καὶ μνησθήσομαι ἐγὼ τη̃ς διαθήκης μου τη̃ς μετὰ σου̃ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον

16:61 καὶ μνησθήση̨ τὴν ὁδόν σου καὶ ἐξατιμωθήση̨ ἐν τω̨̃ ἀναλαβει̃ν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ται̃ς νεωτέραις σου καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου

16:62 καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σου̃ καὶ ἐπιγνώση̨ ὅτι ἐγὼ κύριος

16:63 ὅπως μνησθη̨̃ς καὶ αἰσχυνθη̨̃ς καὶ μὴ ἠ̨̃ σοι ἔτι ἀνοι̃ξαι τὸ στόμα σου ἀπὸ προσώπου τη̃ς ἀτιμίας σου ἐν τω̨̃ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα ὅσα ἐποίησας λέγει κύριος

17:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

17:2 υἱὲ ἀνθρώπου διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ

17:3 καὶ ἐρει̃ς τάδε λέγει κύριος ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τη̨̃ ἐκτάσει πλήρης ὀνύχων ὃς ἔχει τὸ ἥγημα εἰσελθει̃ν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τη̃ς κέδρου

17:4 τὰ ἄκρα τη̃ς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γη̃ν Χανααν εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά

17:5 καὶ ἔλαβεν ἀπὸ του̃ σπέρματος τη̃ς γη̃ς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ' ὕδατι πολλω̨̃ ἐπιβλεπόμενον ἔταξεν αὐτό

17:6 καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενου̃σαν καὶ μικρὰν τω̨̃ μεγέθει του̃ ἐπιφαίνεσθαι αὐτήν τὰ κλήματα αὐτη̃ς ἐπ' αὐτὴν καὶ αἱ ῥίζαι αὐτη̃ς ὑποκάτω αὐτη̃ς ἠ̃σαν καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτη̃ς

17:7 καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν καὶ αἱ ῥίζαι αὐτη̃ς πρὸς αὐτόν καὶ τὰ κλήματα αὐτη̃ς ἐξαπέστειλεν αὐτω̨̃ του̃ ποτίσαι αὐτὴν σὺν τω̨̃ βώλω̨ τη̃ς φυτείας αὐτη̃ς

17:8 εἰς πεδίον καλὸν ἐφ' ὕδατι πολλω̨̃ αὕτη πιαίνεται του̃ ποιει̃ν βλαστοὺς καὶ φέρειν καρπὸν του̃ εἰ̃ναι εἰς ἄμπελον μεγάλην

17:9 διὰ του̃το εἰπόν τάδε λέγει κύριος εἰ κατευθυνει̃ οὐχὶ αἱ ῥίζαι τη̃ς ἁπαλότητος αὐτη̃ς καὶ ὁ καρπὸς σαπήσεται καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτη̃ς καὶ οὐκ ἐν βραχίονι μεγάλω̨ οὐδ' ἐν λαω̨̃ πολλω̨̃ του̃ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζω̃ν αὐτη̃ς

17:10 καὶ ἰδοὺ πιαίνεται μὴ κατευθυνει̃ οὐχ ἅμα τω̨̃ ἅψασθαι αὐτη̃ς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασία̨ σὺν τω̨̃ βώλω̨ ἀνατολη̃ς αὐτη̃ς ξηρανθήσεται

17:11 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

17:12 υἱὲ ἀνθρώπου εἰπὸν δὴ πρὸς τὸν οἰ̃κον τὸν παραπικραίνοντα οὐκ ἐπίστασθε τί ἠ̃ν ταυ̃τα εἰπόν ὅταν ἔλθη̨ βασιλεὺς Βαβυλω̃νος ἐπὶ Ιερουσαλημ καὶ λήμψεται τὸν βασιλέα αὐτη̃ς καὶ τοὺς ἄρχοντας αὐτη̃ς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλω̃να

17:13 καὶ λήμψεται ἐκ του̃ σπέρματος τη̃ς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρα̨̃ καὶ τοὺς ἡγουμένους τη̃ς γη̃ς λήμψεται

17:14 του̃ γενέσθαι εἰς βασιλείαν ἀσθενη̃ τὸ καθόλου μὴ ἐπαίρεσθαι του̃ φυλάσσειν τὴν διαθήκην αὐτου̃ καὶ ἱστάνειν αὐτήν

17:15 καὶ ἀποστήσεται ἀπ' αὐτου̃ του̃ ἐξαποστέλλειν ἀγγέλους ἑαυτου̃ εἰς Αἴγυπτον του̃ δου̃ναι αὐτω̨̃ ἵππους καὶ λαὸν πολύν εἰ κατευθυνει̃ εἰ διασωθήσεται ὁ ποιω̃ν ἐναντία καὶ παραβαίνων διαθήκην εἰ σωθήσεται

17:16 ζω̃ ἐγώ λέγει κύριος ἐὰν μὴ ἐν ὡ̨̃ τόπω̨ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου μετ' αὐτου̃ ἐν μέσω̨ Βαβυλω̃νος τελευτήσει

17:17 καὶ οὐκ ἐν δυνάμει μεγάλη̨ οὐδ' ἐν ὄχλω̨ πολλω̨̃ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον ἐν χαρακοβολία̨ καὶ ἐν οἰκοδομη̨̃ βελοστάσεων του̃ ἐξα̃ραι ψυχάς

17:18 καὶ ἠτίμωσεν ὁρκωμοσίαν του̃ παραβη̃ναι διαθήκην καὶ ἰδοὺ δέδωκεν τὴν χει̃ρα αὐτου̃ καὶ πάντα ταυ̃τα ἐποίησεν αὐτω̨̃ μὴ σωθήσεται

17:19 διὰ του̃το εἰπόν τάδε λέγει κύριος ζω̃ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου ἣν παρέβη καὶ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσεν καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτου̃

17:20 καὶ ἐκπετάσω ἐπ' αὐτὸν τὸ δίκτυόν μου καὶ ἁλώσεται ἐν τη̨̃ περιοχη̨̃ αὐτου̃

17:21 ἐν πάση̨ παρατάξει αὐτου̃ ἐν ῥομφαία̨ πεσου̃νται καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερω̃ καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος λελάληκα

17:22 διότι τάδε λέγει κύριος καὶ λήμψομαι ἐγὼ ἐκ τω̃ν ἐπιλέκτων τη̃ς κέδρου ἐκ κορυφη̃ς καρδίας αὐτω̃ν ἀποκνιω̃ καὶ καταφυτεύσω ἐγὼ ἐπ' ὄρος ὑψηλόν καὶ κρεμάσω αὐτὸν

17:23 ἐν ὄρει μετεώρω̨ του̃ Ισραηλ καὶ καταφυτεύσω καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην καὶ ἀναπαύσεται ὑποκάτω αὐτου̃ πα̃ν θηρίον καὶ πα̃ν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτου̃ ἀναπαύσεται τὰ κλήματα αὐτου̃ ἀποκατασταθήσεται

17:24 καὶ γνώσονται πάντα τὰ ξύλα του̃ πεδίου διότι ἐγὼ κύριος ὁ ταπεινω̃ν ξύλον ὑψηλὸν καὶ ὑψω̃ν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν ἐγὼ κύριος λελάληκα καὶ ποιήσω

18:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

18:2 υἱὲ ἀνθρώπου τί ὑμι̃ν ἡ παραβολὴ αὕτη ἐν τοι̃ς υἱοι̃ς Ισραηλ λέγοντες οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τω̃ν τέκνων ἐγομφίασαν

18:3 ζω̃ ἐγώ λέγει κύριος ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τω̨̃ Ισραηλ

18:4 ὅτι πα̃σαι αἱ ψυχαὶ ἐμαί εἰσιν ὃν τρόπον ἡ ψυχὴ του̃ πατρός οὕτως καὶ ἡ ψυχὴ του̃ υἱου̃ ἐμαί εἰσιν ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανει̃ται

18:5 ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος ὁ ποιω̃ν κρίμα καὶ δικαιοσύνην

18:6 ἐπὶ τω̃ν ὀρέων οὐ φάγεται καὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ οὐ μὴ ἐπάρη̨ πρὸς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ οὐ μὴ μιάνη̨ καὶ πρὸς γυναι̃κα ἐν ἀφέδρω̨ οὐ̃σαν οὐ προσεγγιει̃

18:7 καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύση̨ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπα̃ται τὸν ἄρτον αὐτου̃ τω̨̃ πεινω̃ντι δώσει καὶ γυμνὸν περιβαλει̃

18:8 καὶ τὸ ἀργύριον αὐτου̃ ἐπὶ τόκω̨ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήμψεται καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χει̃ρα αὐτου̃ κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον του̃ πλησίον αὐτου̃

18:9 καὶ τοι̃ς προστάγμασίν μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται του̃ ποιη̃σαι αὐτά δίκαιος οὑ̃τός ἐστιν ζωη̨̃ ζήσεται λέγει κύριος

18:10 καὶ ἐὰν γεννήση̨ υἱὸν λοιμὸν ἐκχέοντα αἱ̃μα καὶ ποιου̃ντα ἁμαρτήματα

18:11 ἐν τη̨̃ ὁδω̨̃ του̃ πατρὸς αὐτου̃ του̃ δικαίου οὐκ ἐπορεύθη ἀλλὰ καὶ ἐπὶ τω̃ν ὀρέων ἔφαγεν καὶ τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ ἐμίανεν

18:12 καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσεν καὶ ἅρπαγμα ἥρπασεν καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκεν καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτου̃ ἀνομίαν πεποίηκεν

18:13 μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν οὑ̃τος ζωη̨̃ οὐ ζήσεται πάσας τὰς ἀνομίας ταύτας ἐποίησεν θανάτω̨ θανατωθήσεται τὸ αἱ̃μα αὐτου̃ ἐπ' αὐτὸν ἔσται

18:14 ἐὰν δὲ γεννήση̨ υἱόν καὶ ἴδη̨ πάσας τὰς ἁμαρτίας του̃ πατρὸς αὐτου̃ ἃς ἐποίησεν καὶ φοβηθη̨̃ καὶ μὴ ποιήση̨ κατὰ ταύτας

18:15 ἐπὶ τω̃ν ὀρέων οὐ βέβρωκεν καὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ οὐκ ἐμίανεν

18:16 καὶ ἄνθρωπον οὐ κατεδυνάστευσεν καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασεν καὶ ἅρπαγμα οὐχ ἥρπασεν τὸν ἄρτον αὐτου̃ τω̨̃ πεινω̃ντι ἔδωκεν καὶ γυμνὸν περιέβαλεν

18:17 καὶ ἀπ' ἀδικίας ἀπέστρεψε τὴν χει̃ρα αὐτου̃ τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβεν δικαιοσύνην ἐποίησεν καὶ ἐν τοι̃ς προστάγμασίν μου ἐπορεύθη οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτου̃ ζωη̨̃ ζήσεται

18:18 ὁ δὲ πατὴρ αὐτου̃ ἐὰν θλίψει θλίψη̨ καὶ ἁρπάση̨ ἅρπαγμα ἐναντία ἐποίησεν ἐν μέσω̨ του̃ λαου̃ μου καὶ ἀποθανει̃ται ἐν τη̨̃ ἀδικία̨ αὐτου̃

18:19 καὶ ἐρει̃τε τί ὅτι οὐκ ἔλαβεν τὴν ἀδικίαν ὁ υἱὸς του̃ πατρὸς αὐτου̃ ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος ἐποίησεν πάντα τὰ νόμιμά μου συνετήρησεν καὶ ἐποίησεν αὐτά ζωη̨̃ ζήσεται

18:20 ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανει̃ται ὁ δὲ υἱὸς οὐ λήμψεται τὴν ἀδικίαν του̃ πατρὸς αὐτου̃ οὐδὲ ὁ πατὴρ λήμψεται τὴν ἀδικίαν του̃ υἱου̃ αὐτου̃ δικαιοσύνη δικαίου ἐπ' αὐτὸν ἔσται καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται

18:21 καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψη̨ ἐκ πασω̃ν τω̃ν ἀνομιω̃ν αὐτου̃ ὡ̃ν ἐποίησεν καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήση̨ δικαιοσύνην καὶ ἔλεος ζωη̨̃ ζήσεται οὐ μὴ ἀποθάνη̨

18:22 πάντα τὰ παραπτώματα αὐτου̃ ὅσα ἐποίησεν οὐ μνησθήσεται ἐν τη̨̃ δικαιοσύνη̨ αὐτου̃ ἡ̨̃ ἐποίησεν ζήσεται

18:23 μὴ θελήσει θελήσω τὸν θάνατον του̃ ἀνόμου λέγει κύριος ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τη̃ς ὁδου̃ τη̃ς πονηρα̃ς καὶ ζη̃ν αὐτόν

18:24 ἐν δὲ τω̨̃ ἀποστρέψαι δίκαιον ἐκ τη̃ς δικαιοσύνης αὐτου̃ καὶ ποιήση̨ ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος πα̃σαι αἱ δικαιοσύναι αὐτου̃ ἃς ἐποίησεν οὐ μὴ μνησθω̃σιν ἐν τω̨̃ παραπτώματι αὐτου̃ ὡ̨̃ παρέπεσεν καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ αἱ̃ς ἥμαρτεν ἐν αὐται̃ς ἀποθανει̃ται

18:25 καὶ εἴπατε οὐ κατευθύνει ἡ ὁδὸς κυρίου ἀκούσατε δή πα̃ς οἰ̃κος Ισραηλ μὴ ἡ ὁδός μου οὐ κατευθύνει οὐχὶ ἡ ὁδὸς ὑμω̃ν οὐ κατευθύνει

18:26 ἐν τω̨̃ ἀποστρέψαι τὸν δίκαιον ἐκ τη̃ς δικαιοσύνης αὐτου̃ καὶ ποιήση̨ παράπτωμα καὶ ἀποθάνη̨ ἐν τω̨̃ παραπτώματι ὡ̨̃ ἐποίησεν ἐν αὐτω̨̃ ἀποθανει̃ται

18:27 καὶ ἐν τω̨̃ ἀποστρέψαι ἄνομον ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ ἡ̃ς ἐποίησεν καὶ ποιήση̨ κρίμα καὶ δικαιοσύνην οὑ̃τος τὴν ψυχὴν αὐτου̃ ἐφύλαξεν

18:28 καὶ ἀπέστρεψεν ἐκ πασω̃ν τω̃ν ἀσεβειω̃ν αὐτου̃ ὡ̃ν ἐποίησεν ζωη̨̃ ζήσεται οὐ μὴ ἀποθάνη̨

18:29 καὶ λέγουσιν ὁ οἰ̃κος του̃ Ισραηλ οὐ κατορθοι̃ ἡ ὁδὸς κυρίου μὴ ἡ ὁδός μου οὐ κατορθοι̃ οἰ̃κος Ισραηλ οὐχὶ ἡ ὁδὸς ὑμω̃ν οὐ κατορθοι̃

18:30 ἕκαστον κατὰ τὴν ὁδὸν αὐτου̃ κρινω̃ ὑμα̃ς οἰ̃κος Ισραηλ λέγει κύριος ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασω̃ν τω̃ν ἀσεβειω̃ν ὑμω̃ν καὶ οὐκ ἔσονται ὑμι̃ν εἰς κόλασιν ἀδικίας

18:31 ἀπορρίψατε ἀπὸ ἑαυτω̃ν πάσας τὰς ἀσεβείας ὑμω̃ν ἃς ἠσεβήσατε εἰς ἐμέ καὶ ποιήσατε ἑαυτοι̃ς καρδίαν καινὴν καὶ πνευ̃μα καινόν καὶ ἵνα τί ἀποθνή̨σκετε οἰ̃κος Ισραηλ

18:32 διότι οὐ θέλω τὸν θάνατον του̃ ἀποθνή̨σκοντος λέγει κύριος

19:1 καὶ σὺ λαβὲ θρη̃νον ἐπὶ τὸν ἄρχοντα του̃ Ισραηλ

19:2 καὶ ἐρει̃ς τί ἡ μήτηρ σου σκύμνος ἐν μέσω̨ λεόντων ἐγενήθη ἐν μέσω̨ λεόντων ἐπλήθυνεν σκύμνους αὐτη̃ς

19:3 καὶ ἀπεπήδησεν εἱ̃ς τω̃ν σκύμνων αὐτη̃ς λέων ἐγένετο καὶ ἔμαθεν του̃ ἁρπάζειν ἁρπάγματα ἀνθρώπους ἔφαγεν

19:4 καὶ ἤκουσαν κατ' αὐτου̃ ἔθνη ἐν τη̨̃ διαφθορα̨̃ αὐτω̃ν συνελήμφθη καὶ ἤγαγον αὐτὸν ἐν κημω̨̃ εἰς γη̃ν Αἰγύπτου

19:5 καὶ εἰ̃δεν ὅτι ἀπω̃σται ἀπ' αὐτη̃ς καὶ ἀπώλετο ἡ ὑπόστασις αὐτη̃ς καὶ ἔλαβεν ἄλλον ἐκ τω̃ν σκύμνων αὐτη̃ς λέοντα ἔταξεν αὐτόν

19:6 καὶ ἀνεστρέφετο ἐν μέσω̨ λεόντων λέων ἐγένετο καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα ἀνθρώπους ἔφαγεν

19:7 καὶ ἐνέμετο τω̨̃ θράσει αὐτου̃ καὶ τὰς πόλεις αὐτω̃ν ἐξηρήμωσεν καὶ ἠφάνισεν γη̃ν καὶ τὸ πλήρωμα αὐτη̃ς ἀπὸ φωνη̃ς ὠρύματος αὐτου̃

19:8 καὶ ἔδωκαν ἐπ' αὐτὸν ἔθνη ἐκ χωρω̃ν κυκλόθεν καὶ ἐξεπέτασαν ἐπ' αὐτὸν δίκτυα αὐτω̃ν ἐν διαφθορα̨̃ αὐτω̃ν συνελήμφθη

19:9 καὶ ἔθεντο αὐτὸν ἐν κημω̨̃ καὶ ἐν γαλεάγρα̨ ἠ̃λθεν πρὸς βασιλέα Βαβυλω̃νος καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακήν ὅπως μὴ ἀκουσθη̨̃ ἡ φωνὴ αὐτου̃ ἐπὶ τὰ ὄρη του̃ Ισραηλ

19:10 ἡ μήτηρ σου ὡς ἄμπελος ὡς ἄνθος ἐν ῥόα̨ ἐν ὕδατι πεφυτευμένη ὁ καρπὸς αὐτη̃ς καὶ ὁ βλαστὸς αὐτη̃ς ἐγένετο ἐξ ὕδατος πολλου̃

19:11 καὶ ἐγένετο αὐτη̨̃ ῥάβδος ἰσχύος ἐπὶ φυλὴν ἡγουμένων καὶ ὑψώθη τω̨̃ μεγέθει αὐτη̃ς ἐν μέσω̨ στελεχω̃ν καὶ εἰ̃δεν τὸ μέγεθος αὐτη̃ς ἐν πλήθει κλημάτων αὐτη̃ς

19:12 καὶ κατεκλάσθη ἐν θυμω̨̃ ἐπὶ γη̃ν ἐρρίφη καὶ ἄνεμος ὁ καύσων ἐξήρανεν τὰ ἐκλεκτὰ αὐτη̃ς ἐξεδικήθη καὶ ἐξηράνθη ἡ ῥάβδος ἰσχύος αὐτη̃ς πυ̃ρ ἀνήλωσεν αὐτήν

19:13 καὶ νυ̃ν πεφύτευκαν αὐτὴν ἐν τη̨̃ ἐρήμω̨ ἐν γη̨̃ ἀνύδρω̨

19:14 καὶ ἐξη̃λθεν πυ̃ρ ἐκ ῥάβδου ἐκλεκτω̃ν αὐτη̃ς καὶ κατέφαγεν αὐτήν καὶ οὐκ ἠ̃ν ἐν αὐτη̨̃ ῥάβδος ἰσχύος φυλὴ εἰς παραβολὴν θρήνου ἐστὶν καὶ ἔσται εἰς θρη̃νον

20:1 καὶ ἐγένετο ἐν τω̨̃ ἔτει τω̨̃ ἑβδόμω̨ ἐν τω̨̃ πέμπτω̨ μηνὶ δεκάτη̨ του̃ μηνὸς ἠ̃λθον ἄνδρες ἐκ τω̃ν πρεσβυτέρων οἴκου Ισραηλ ἐπερωτη̃σαι τὸν κύριον καὶ ἐκάθισαν πρὸ προσώπου μου

20:2 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

20:3 υἱὲ ἀνθρώπου λάλησον πρὸς τοὺς πρεσβυτέρους του̃ Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος εἰ ἐπερωτη̃σαί με ὑμει̃ς ἔρχεσθε ζω̃ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμι̃ν λέγει κύριος

20:4 εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει υἱὲ ἀνθρώπου τὰς ἀνομίας τω̃ν πατέρων αὐτω̃ν διαμάρτυραι αὐτοι̃ς

20:5 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἀφ' ἡ̃ς ἡμέρας ἡ̨ρέτισα τὸν οἰ̃κον Ισραηλ καὶ ἐγνωρίσθην τω̨̃ σπέρματι οἴκου Ιακωβ καὶ ἐγνώσθην αὐτοι̃ς ἐν γη̨̃ Αἰγύπτου καὶ ἀντελαβόμην τη̨̃ χειρί μου αὐτω̃ν λέγων ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν

20:6 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἀντελαβόμην τη̨̃ χειρί μου αὐτω̃ν του̃ ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου εἰς τὴν γη̃ν ἣν ἡτοίμασα αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι κηρίον ἐστὶν παρὰ πα̃σαν τὴν γη̃ν

20:7 καὶ εἰ̃πα πρὸς αὐτούς ἕκαστος τὰ βδελύγματα τω̃ν ὀφθαλμω̃ν αὐτου̃ ἀπορριψάτω καὶ ἐν τοι̃ς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν

20:8 καὶ ἀπέστησαν ἀπ' ἐμου̃ καὶ οὐκ ἠθέλησαν εἰσακου̃σαί μου τὰ βδελύγματα τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν οὐκ ἀπέρριψαν καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον καὶ εἰ̃πα του̃ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς του̃ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοι̃ς ἐν μέσω̨ γη̃ς Αἰγύπτου

20:9 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθη̨̃ ἐνώπιον τω̃ν ἐθνω̃ν ὡ̃ν αὐτοί εἰσιν ἐν μέσω̨ αὐτω̃ν ἐν οἱ̃ς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτω̃ν του̃ ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου

20:10 καὶ ἐξήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον

20:11 καὶ ἔδωκα αὐτοι̃ς τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοι̃ς ὅσα ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοι̃ς

20:12 καὶ τὰ σάββατά μου ἔδωκα αὐτοι̃ς του̃ εἰ̃ναι εἰς σημει̃ον ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον αὐτω̃ν του̃ γνω̃ναι αὐτοὺς διότι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς

20:13 καὶ εἰ̃πα πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ ἐν τοι̃ς προστάγμασίν μου πορεύεσθε καὶ οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου ἀπώσαντο ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοι̃ς καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα καὶ εἰ̃πα του̃ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ του̃ ἐξαναλω̃σαι αὐτούς

20:14 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθη̨̃ ἐνώπιον τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτω̃ν

20:15 καὶ ἐγὼ ἐξη̃ρα τὴν χει̃ρά μου ἐπ' αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ τὸ παράπαν του̃ μὴ εἰσαγαγει̃ν αὐτοὺς εἰς τὴν γη̃ν ἣν ἔδωκα αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι κηρίον ἐστὶν παρὰ πα̃σαν τὴν γη̃ν

20:16 ἀνθ' ὡ̃ν τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοι̃ς προστάγμασίν μου οὐκ ἐπορεύθησαν ἐν αὐτοι̃ς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τω̃ν ἐνθυμημάτων τω̃ν καρδιω̃ν αὐτω̃ν ἐπορεύοντο

20:17 καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπ' αὐτοὺς του̃ ἐξαλει̃ψαι αὐτοὺς καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τη̨̃ ἐρήμω̨

20:18 καὶ εἰ̃πα πρὸς τὰ τέκνα αὐτω̃ν ἐν τη̨̃ ἐρήμω̨ ἐν τοι̃ς νομίμοις τω̃ν πατέρων ὑμω̃ν μὴ πορεύεσθε καὶ τὰ δικαιώματα αὐτω̃ν μὴ φυλάσσεσθε καὶ ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν μὴ συναναμίσγεσθε καὶ μὴ μιαίνεσθε

20:19 ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ἐν τοι̃ς προστάγμασίν μου πορεύεσθε καὶ τὰ δικαιώματά μου φυλάσσεσθε καὶ ποιει̃τε αὐτὰ

20:20 καὶ τὰ σάββατά μου ἁγιάζετε καὶ ἔστω εἰς σημει̃ον ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν του̃ γινώσκειν διότι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν

20:21 καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτω̃ν ἐν τοι̃ς προστάγμασίν μου οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο του̃ ποιει̃ν αὐτά ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοι̃ς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ εἰ̃πα του̃ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ του̃ συντελέσαι τὴν ὀργήν μου ἐπ' αὐτούς

20:22 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθη̨̃ ἐνώπιον τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτω̃ν

20:23 καὶ ἐξη̃ρα τὴν χει̃ρά μου ἐπ' αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ του̃ διασκορπίσαι αὐτοὺς ἐν τοι̃ς ἔθνεσιν καὶ διασπει̃ραι αὐτοὺς ἐν ται̃ς χώραις

20:24 ἀνθ' ὡ̃ν τὰ δικαιώματά μου οὐκ ἐποίησαν καὶ τὰ προστάγματά μου ἀπώσαντο καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τω̃ν ἐνθυμημάτων τω̃ν πατέρων αὐτω̃ν ἠ̃σαν οἱ ὀφθαλμοὶ αὐτω̃ν

20:25 καὶ ἐγὼ ἔδωκα αὐτοι̃ς προστάγματα οὐ καλὰ καὶ δικαιώματα ἐν οἱ̃ς οὐ ζήσονται ἐν αὐτοι̃ς

20:26 καὶ μιανω̃ αὐτοὺς ἐν τοι̃ς δόμασιν αὐτω̃ν ἐν τω̨̃ διαπορεύεσθαί με πα̃ν διανοι̃γον μήτραν ὅπως ἀφανίσω αὐτούς

20:27 διὰ του̃το λάλησον πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ υἱὲ ἀνθρώπου καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμω̃ν ἐν τοι̃ς παραπτώμασιν αὐτω̃ν ἐν οἱ̃ς παρέπεσον εἰς ἐμέ

20:28 καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γη̃ν ἣν ἠ̃ρα τὴν χει̃ρά μου του̃ δου̃ναι αὐτοι̃ς καὶ εἰ̃δον πα̃ν βουνὸν ὑψηλὸν καὶ πα̃ν ξύλον κατάσκιον καὶ ἔθυσαν ἐκει̃ τοι̃ς θεοι̃ς αὐτω̃ν καὶ ἔταξαν ἐκει̃ ὀσμὴν εὐωδίας καὶ ἔσπεισαν ἐκει̃ σπονδὰς αὐτω̃ν

20:29 καὶ εἰ̃πον πρὸς αὐτούς τί ἐστιν Αβαμα ὅτι ὑμει̃ς εἰσπορεύεσθε ἐκει̃ καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτου̃ Αβαμα ἕως τη̃ς σήμερον ἡμέρας

20:30 διὰ του̃το εἰπὸν πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τάδε λέγει κύριος εἰ ἐν ται̃ς ἀνομίαις τω̃ν πατέρων ὑμω̃ν ὑμει̃ς μιαίνεσθε καὶ ὀπίσω τω̃ν βδελυγμάτων αὐτω̃ν ὑμει̃ς ἐκπορνεύετε

20:31 καὶ ἐν ται̃ς ἀπαρχαι̃ς τω̃ν δομάτων ὑμω̃ν ἐν τοι̃ς ἀφορισμοι̃ς ὑμει̃ς μιαίνεσθε ἐν πα̃σιν τοι̃ς ἐνθυμήμασιν ὑμω̃ν ἕως τη̃ς σήμερον ἡμέρας καὶ ἐγὼ ἀποκριθω̃ ὑμι̃ν οἰ̃κος του̃ Ισραηλ ζω̃ ἐγώ λέγει κύριος εἰ ἀποκριθήσομαι ὑμι̃ν καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνευ̃μα ὑμω̃ν του̃το

20:32 καὶ οὐκ ἔσται ὃν τρόπον ὑμει̃ς λέγετε ἐσόμεθα ὡς τὰ ἔθνη καὶ ὡς αἱ φυλαὶ τη̃ς γη̃ς του̃ λατρεύειν ξύλοις καὶ λίθοις

20:33 διὰ του̃το ζω̃ ἐγώ λέγει κύριος ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐν θυμω̨̃ κεχυμένω̨ βασιλεύσω ἐφ' ὑμα̃ς

20:34 καὶ ἐξάξω ὑμα̃ς ἐκ τω̃ν λαω̃ν καὶ εἰσδέξομαι ὑμα̃ς ἐκ τω̃ν χωρω̃ν οὑ̃ διεσκορπίσθητε ἐν αὐται̃ς ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐν θυμω̨̃ κεχυμένω̨

20:35 καὶ ἄξω ὑμα̃ς εἰς τὴν ἔρημον τω̃ν λαω̃ν καὶ διακριθήσομαι πρὸς ὑμα̃ς ἐκει̃ πρόσωπον κατὰ πρόσωπον

20:36 ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμω̃ν ἐν τη̨̃ ἐρήμω̨ γη̃ς Αἰγύπτου οὕτως κρινω̃ ὑμα̃ς λέγει κύριος

20:37 καὶ διάξω ὑμα̃ς ὑπὸ τὴν ῥάβδον μου καὶ εἰσάξω ὑμα̃ς ἐν ἀριθμω̨̃

20:38 καὶ ἐκλέξω ἐξ ὑμω̃ν τοὺς ἀσεβει̃ς καὶ τοὺς ἀφεστηκότας διότι ἐκ τη̃ς παροικεσίας αὐτω̃ν ἐξάξω αὐτούς καὶ εἰς τὴν γη̃ν του̃ Ισραηλ οὐκ εἰσελεύσονται καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

20:39 καὶ ὑμει̃ς οἰ̃κος Ισραηλ τάδε λέγει κύριος κύριος ἕκαστος τὰ ἐπιτηδεύματα αὐτου̃ ἐξάρατε καὶ μετὰ ταυ̃τα εἰ μὴ ὑμει̃ς εἰσακούετέ μου καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοι̃ς δώροις ὑμω̃ν καὶ ἐν τοι̃ς ἐπιτηδεύμασιν ὑμω̃ν

20:40 διότι ἐπὶ του̃ ὄρους του̃ ἁγίου μου ἐπ' ὄρους ὑψηλου̃ λέγει κύριος κύριος ἐκει̃ δουλεύσουσίν μοι πα̃ς οἰ̃κος Ισραηλ εἰς τέλος καὶ ἐκει̃ προσδέξομαι καὶ ἐκει̃ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμω̃ν καὶ τὰς ἀπαρχὰς τω̃ν ἀφορισμω̃ν ὑμω̃ν ἐν πα̃σιν τοι̃ς ἁγιάσμασιν ὑμω̃ν

20:41 ἐν ὀσμη̨̃ εὐωδίας προσδέξομαι ὑμα̃ς ἐν τω̨̃ ἐξαγαγει̃ν με ὑμα̃ς ἐκ τω̃ν λαω̃ν καὶ εἰσδέχεσθαι ὑμα̃ς ἐκ τω̃ν χωρω̃ν ἐν αἱ̃ς διεσκορπίσθητε ἐν αὐται̃ς καὶ ἁγιασθήσομαι ἐν ὑμι̃ν κατ' ὀφθαλμοὺς τω̃ν λαω̃ν

20:42 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐν τω̨̃ εἰσαγαγει̃ν με ὑμα̃ς εἰς τὴν γη̃ν του̃ Ισραηλ εἰς τὴν γη̃ν εἰς ἣν ἠ̃ρα τὴν χει̃ρά μου του̃ δου̃ναι αὐτὴν τοι̃ς πατράσιν ὑμω̃ν

20:43 καὶ μνησθήσεσθε ἐκει̃ τὰς ὁδοὺς ὑμω̃ν καὶ τὰ ἐπιτηδεύματα ὑμω̃ν ἐν οἱ̃ς ἐμιαίνεσθε ἐν αὐτοι̃ς καὶ κόψεσθε τὰ πρόσωπα ὑμω̃ν ἐν πα̃σαις ται̃ς κακίαις ὑμω̃ν

20:44 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐν τω̨̃ ποιη̃σαί με οὕτως ὑμι̃ν ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθη̨̃ κατὰ τὰς ὁδοὺς ὑμω̃ν τὰς κακὰς καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμω̃ν τὰ διεφθαρμένα λέγει κύριος

21:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

21:2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμαν καὶ ἐπίβλεψον ἐπὶ Δαρωμ καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγεβ

21:3 καὶ ἐρει̃ς τω̨̃ δρυμω̨̃ Ναγεβ ἄκουε λόγον κυρίου τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πυ̃ρ καὶ καταφάγεται ἐν σοὶ πα̃ν ξύλον χλωρὸν καὶ πα̃ν ξύλον ξηρόν οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθει̃σα καὶ κατακαυθήσεται ἐν αὐτη̨̃ πα̃ν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βορρα̃

21:4 καὶ ἐπιγνώσονται πα̃σα σὰρξ ὅτι ἐγὼ κύριος ἐξέκαυσα αὐτό καὶ οὐ σβεσθήσεται

21:5 καὶ εἰ̃πα μηδαμω̃ς κύριε κύριε αὐτοὶ λέγουσιν πρός με οὐχὶ παραβολή ἐστιν λεγομένη αὕτη

21:6 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

21:7 διὰ του̃το προφήτευσον υἱὲ ἀνθρώπου καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ιερουσαλημ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτω̃ν καὶ προφητεύσεις ἐπὶ τὴν γη̃ν του̃ Ισραηλ

21:8 καὶ ἐρει̃ς πρὸς τὴν γη̃ν του̃ Ισραηλ ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ του̃ κολεου̃ αὐτου̃ καὶ ἐξολεθρεύσω ἐκ σου̃ ἄδικον καὶ ἄνομον

21:9 ἀνθ' ὡ̃ν ἐξολεθρεύσω ἐκ σου̃ ἄδικον καὶ ἄνομον οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ του̃ κολεου̃ αὐτου̃ ἐπὶ πα̃σαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρα̃

21:10 καὶ ἐπιγνώσεται πα̃σα σὰρξ διότι ἐγὼ κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ του̃ κολεου̃ αὐτου̃ καὶ οὐκ ἀποστρέψει οὐκέτι

21:11 καὶ σύ υἱὲ ἀνθρώπου καταστέναξον ἐν συντριβη̨̃ ὀσφύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀφθαλμοὺς αὐτω̃ν

21:12 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ἕνεκα τίνος σὺ στενάζεις καὶ ἐρει̃ς ἐπὶ τη̨̃ ἀγγελία̨ διότι ἔρχεται καὶ θραυσθήσεται πα̃σα καρδία καὶ πα̃σαι χει̃ρες παραλυθήσονται καὶ ἐκψύξει πα̃σα σὰρξ καὶ πα̃ν πνευ̃μα καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασία̨ ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει κύριος κύριος

21:13 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

21:14 υἱὲ ἀνθρώπου προφήτευσον καὶ ἐρει̃ς τάδε λέγει κύριος εἰπόν ῥομφαία ῥομφαία ὀξύνου καὶ θυμώθητι

21:15 ὅπως σφάξη̨ς σφάγια ὀξύνου ὅπως γένη̨ εἰς στίλβωσιν ἑτοίμη εἰς παράλυσιν σφάζε ἐξουδένει ἀπωθου̃ πα̃ν ξύλον

21:16 καὶ ἔδωκεν αὐτὴν ἑτοίμην του̃ κρατει̃ν χει̃ρα αὐτου̃ ἐξηκονήθη ῥομφαία ἔστιν ἑτοίμη του̃ δου̃ναι αὐτὴν εἰς χει̃ρα ἀποκεντου̃ντος

21:17 ἀνάκραγε καὶ ὀλόλυξον υἱὲ ἀνθρώπου ὅτι αὐτὴ ἐγένετο ἐν τω̨̃ λαω̨̃ μου αὐτὴ ἐν πα̃σιν τοι̃ς ἀφηγουμένοις του̃ Ισραηλ παροικήσουσιν ἐπὶ ῥομφαία̨ ἐγένετο ἐν τω̨̃ λαω̨̃ μου διὰ του̃το κρότησον ἐπὶ τὴν χει̃ρά σου

21:18 ὅτι δεδικαίωται καὶ τί εἰ καὶ φυλὴ ἀπώσθη οὐκ ἔσται λέγει κύριος κύριος

21:19 καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον καὶ κρότησον χει̃ρα ἐπὶ χει̃ρα καὶ διπλασίασον ῥομφαίαν ἡ τρίτη ῥομφαία τραυματιω̃ν ἐστιν ῥομφαία τραυματιω̃ν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς

21:20 ὅπως θραυσθη̨̃ ἡ καρδία καὶ πληθυνθω̃σιν οἱ ἀσθενου̃ντες ἐπὶ πα̃σαν πύλην αὐτω̃ν παραδέδονται εἰς σφάγια ῥομφαίας εὐ̃ γέγονεν εἰς σφαγήν εὐ̃ γέγονεν εἰς στίλβωσιν

21:21 διαπορεύου ὀξύνου ἐκ δεξιω̃ν καὶ ἐξ εὐωνύμων οὑ̃ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται

21:22 καὶ ἐγὼ δὲ κροτήσω χει̃ρά μου πρὸς χει̃ρά μου καὶ ἐναφήσω τὸν θυμόν μου ἐγὼ κύριος λελάληκα

21:23 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

21:24 καὶ σύ υἱὲ ἀνθρώπου διάταξον σεαυτω̨̃ δύο ὁδοὺς του̃ εἰσελθει̃ν ῥομφαίαν βασιλέως Βαβυλω̃νος ἐκ χώρας μια̃ς ἐξελεύσονται αἱ δύο καὶ χεὶρ ἐν ἀρχη̨̃ ὁδου̃ πόλεως ἐπ' ἀρχη̃ς

21:25 ὁδου̃ διατάξεις του̃ εἰσελθει̃ν ῥομφαίαν ἐπὶ Ραββαθ υἱω̃ν Αμμων καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Ιερουσαλημ ἐν μέσω̨ αὐτη̃ς

21:26 διότι στήσεται βασιλεὺς Βαβυλω̃νος ἐπὶ τὴν ἀρχαίαν ὁδὸν ἐπ' ἀρχη̃ς τω̃ν δύο ὁδω̃ν του̃ μαντεύσασθαι μαντείαν του̃ ἀναβράσαι ῥάβδον καὶ ἐπερωτη̃σαι ἐν τοι̃ς γλυπτοι̃ς καὶ ἡπατοσκοπήσασθαι ἐκ δεξιω̃ν αὐτου̃

21:27 ἐγένετο τὸ μαντει̃ον ἐπὶ Ιερουσαλημ του̃ βαλει̃ν χάρακα του̃ διανοι̃ξαι στόμα ἐν βοη̨̃ ὑψω̃σαι φωνὴν μετὰ κραυγη̃ς του̃ βαλει̃ν χάρακα ἐπὶ τὰς πύλας αὐτη̃ς καὶ βαλει̃ν χω̃μα καὶ οἰκοδομη̃σαι βελοστάσεις

21:28 καὶ αὐτὸς αὐτοι̃ς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτω̃ν καὶ αὐτὸς ἀναμιμνή̨σκων ἀδικίας αὐτου̃ μνησθη̃ναι

21:29 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἀνεμνήσατε τὰς ἀδικίας ὑμω̃ν ἐν τω̨̃ ἀποκαλυφθη̃ναι τὰς ἀσεβείας ὑμω̃ν του̃ ὁραθη̃ναι ἁμαρτίας ὑμω̃ν ἐν πάσαις ται̃ς ἀσεβείαις ὑμω̃ν καὶ ἐν τοι̃ς ἐπιτηδεύμασιν ὑμω̃ν ἀνθ' ὡ̃ν ἀνεμνήσατε ἐν τούτοις ἁλώσεσθε

21:30 καὶ σύ βέβηλε ἄνομε ἀφηγούμενε του̃ Ισραηλ οὑ̃ ἥκει ἡ ἡμέρα ἐν καιρω̨̃ ἀδικίας πέρας

21:31 τάδε λέγει κύριος ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον αὕτη οὐ τοιαύτη ἔσται ἐταπείνωσας τὸ ὑψηλὸν καὶ τὸ ταπεινὸν ὕψωσας

21:32 ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν οὐδ' αὕτη τοιαύτη ἔσται ἕως οὑ̃ ἔλθη̨ ὡ̨̃ καθήκει καὶ παραδώσω αὐτω̨̃

21:33 καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον καὶ ἐρει̃ς τάδε λέγει κύριος πρὸς τοὺς υἱοὺς Αμμων καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτω̃ν καὶ ἐρει̃ς ῥομφαία ῥομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν ἐγείρου ὅπως στίλβη̨ς

21:34 ἐν τη̨̃ ὁράσει σου τη̨̃ ματαία̨ καὶ ἐν τω̨̃ μαντεύεσθαί σε ψευδη̃ του̃ παραδου̃ναί σε ἐπὶ τραχήλους τραυματιω̃ν ἀνόμων ὡ̃ν ἥκει ἡ ἡμέρα ἐν καιρω̨̃ ἀδικίας πέρας

21:35 ἀπόστρεφε μὴ καταλύση̨ς ἐν τω̨̃ τόπω̨ τούτω̨ ὡ̨̃ γεγέννησαι ἐν τη̨̃ γη̨̃ τη̨̃ ἰδία̨ σου κρινω̃ σε

21:36 καὶ ἐκχεω̃ ἐπὶ σὲ ὀργήν μου ἐν πυρὶ ὀργη̃ς μου ἐμφυσήσω ἐπὶ σὲ καὶ παραδώσω σε εἰς χει̃ρας ἀνδρω̃ν βαρβάρων τεκταινόντων διαφθοράν

21:37 ἐν πυρὶ ἔση̨ κατάβρωμα τὸ αἱ̃μά σου ἔσται ἐν μέσω̨ τη̃ς γη̃ς σου οὐ μὴ γένηταί σου μνεία διότι ἐγὼ κύριος λελάληκα

22:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

22:2 καὶ σύ υἱὲ ἀνθρώπου εἰ κρινει̃ς τὴν πόλιν τω̃ν αἱμάτων καὶ παράδειξον αὐτη̨̃ πάσας τὰς ἀνομίας αὐτη̃ς

22:3 καὶ ἐρει̃ς τάδε λέγει κύριος κύριος ὠ̃ πόλις ἐκχέουσα αἵματα ἐν μέσω̨ αὐτη̃ς του̃ ἐλθει̃ν καιρὸν αὐτη̃ς καὶ ποιου̃σα ἐνθυμήματα καθ' αὑτη̃ς του̃ μιαίνειν αὐτήν

22:4 ἐν τοι̃ς αἵμασιν αὐτω̃ν οἱ̃ς ἐξέχεας παραπέπτωκας καὶ ἐν τοι̃ς ἐνθυμήμασίν σου οἱ̃ς ἐποίεις ἐμιαίνου καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτω̃ν σου διὰ του̃το δέδωκά σε εἰς ὄνειδος τοι̃ς ἔθνεσιν καὶ εἰς ἐμπαιγμὸν πάσαις ται̃ς χώραις

22:5 ται̃ς ἐγγιζούσαις πρὸς σὲ καὶ ται̃ς μακρὰν ἀπεχούσαις ἀπὸ σου̃ καὶ ἐμπαίξονται ἐν σοί ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ται̃ς ἀνομίαις

22:6 ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ισραηλ ἕκαστος πρὸς τοὺς συγγενει̃ς αὐτου̃ συνανεφύροντο ἐν σοί ὅπως ἐκχέωσιν αἱ̃μα

22:7 πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοὶ καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί

22:8 καὶ τὰ ἅγιά μου ἐξουδένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί

22:9 ἄνδρες λη̨σταὶ ἐν σοί ὅπως ἐκχέωσιν ἐν σοὶ αἱ̃μα καὶ ἐπὶ τω̃ν ὀρέων ἤσθοσαν ἐν σοί ἀνόσια ἐποίουν ἐν μέσω̨ σου

22:10 αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί

22:11 ἕκαστος τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ ἠνομου̃σαν καὶ ἕκαστος τὴν νύμφην αὐτου̃ ἐμίαινεν ἐν ἀσεβεία̨ καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτου̃ θυγατέρα του̃ πατρὸς αὐτου̃ ἐταπείνουν ἐν σοί

22:12 δω̃ρα ἐλαμβάνοσαν ἐν σοί ὅπως ἐκχέωσιν αἱ̃μα τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστεία̨ ἐμου̃ δὲ ἐπελάθου λέγει κύριος

22:13 ἐὰν δὲ πατάξω χει̃ρά μου πρὸς χει̃ρά μου ἐφ' οἱ̃ς συντετέλεσαι οἱ̃ς ἐποίησας καὶ ἐπὶ τοι̃ς αἵμασίν σου τοι̃ς γεγενημένοις ἐν μέσω̨ σου

22:14 εἰ ὑποστήσεται ἡ καρδία σου εἰ κρατήσουσιν αἱ χει̃ρές σου ἐν ται̃ς ἡμέραις αἱ̃ς ἐγὼ ποιω̃ ἐν σοί ἐγὼ κύριος λελάληκα καὶ ποιήσω

22:15 καὶ διασκορπιω̃ σε ἐν τοι̃ς ἔθνεσιν καὶ διασπερω̃ σε ἐν ται̃ς χώραις καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σου̃

22:16 καὶ κατακληρονομήσω ἐν σοὶ κατ' ὀφθαλμοὺς τω̃ν ἐθνω̃ν καὶ γνώσεσθε διότι ἐγὼ κύριος

22:17 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

22:18 υἱὲ ἀνθρώπου ἰδοὺ γεγόνασί μοι ὁ οἰ̃κος Ισραηλ ἀναμεμειγμένοι πάντες χαλκω̨̃ καὶ σιδήρω̨ καὶ κασσιτέρω̨ καὶ μολίβω̨ ἐν μέσω̨ ἀργυρίου ἀναμεμειγμένος ἐστίν

22:19 διὰ του̃το εἰπόν τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν διὰ του̃το ἐγὼ εἰσδέχομαι ὑμα̃ς εἰς μέσον Ιερουσαλημ

22:20 καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου του̃ ἐκφυση̃σαι εἰς αὐτὸ πυ̃ρ του̃ χωνευθη̃ναι οὕτως εἰσδέξομαι ὑμα̃ς ἐν ὀργη̨̃ μου καὶ συνάξω καὶ χωνεύσω ὑμα̃ς

22:21 καὶ ἐκφυσήσω ἐφ' ὑμα̃ς ἐν πυρὶ ὀργη̃ς μου καὶ χωνευθήσεσθε ἐν μέσω̨ αὐτη̃ς

22:22 ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσω̨ καμίνου οὕτως χωνευθήσεσθε ἐν μέσω̨ αὐτη̃ς καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμα̃ς

22:23 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

22:24 υἱὲ ἀνθρώπου εἰπὸν αὐτη̨̃ σὺ εἰ̃ γη̃ ἡ οὐ βρεχομένη οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρα̨ ὀργη̃ς

22:25 ἡ̃ς οἱ ἀφηγούμενοι ἐν μέσω̨ αὐτη̃ς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα ψυχὰς κατεσθίοντες ἐν δυναστεία̨ τιμὰς λαμβάνοντες ἐν ἀδικία̨ καὶ αἱ χη̃ραί σου ἐπληθύνθησαν ἐν μέσω̨ σου

22:26 καὶ οἱ ἱερει̃ς αὐτη̃ς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ του̃ καθαρου̃ οὐ διέστελλον καὶ ἀπὸ τω̃ν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ ἐβεβηλούμην ἐν μέσω̨ αὐτω̃ν

22:27 οἱ ἄρχοντες αὐτη̃ς ἐν μέσω̨ αὐτη̃ς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα του̃ ἐκχέαι αἱ̃μα ὅπως πλεονεξία̨ πλεονεκτω̃σιν

22:28 καὶ οἱ προφη̃ται αὐτη̃ς ἀλείφοντες αὐτοὺς πεσου̃νται ὁρω̃ντες μάταια μαντευόμενοι ψευδη̃ λέγοντες τάδε λέγει κύριος καὶ κύριος οὐ λελάληκεν

22:29 λαὸν τη̃ς γη̃ς ἐκπιεζου̃ντες ἀδικία̨ καὶ διαρπάζοντες ἁρπάγματα πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος

22:30 καὶ ἐζήτουν ἐξ αὐτω̃ν ἄνδρα ἀναστρεφόμενον ὀρθω̃ς καὶ ἑστω̃τα πρὸ προσώπου μου ὁλοσχερω̃ς ἐν καιρω̨̃ τη̃ς γη̃ς του̃ μὴ εἰς τέλος ἐξαλει̃ψαι αὐτήν καὶ οὐχ εὑ̃ρον

22:31 καὶ ἐξέχεα ἐπ' αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργη̃ς μου του̃ συντελέσαι τὰς ὁδοὺς αὐτω̃ν εἰς κεφαλὰς αὐτω̃ν δέδωκα λέγει κύριος κύριος

23:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

23:2 υἱὲ ἀνθρώπου δύο γυναι̃κες ἠ̃σαν θυγατέρες μητρὸς μια̃ς

23:3 καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτω̨ ἐν τη̨̃ νεότητι αὐτω̃ν ἐκει̃ ἔπεσον οἱ μαστοὶ αὐτω̃ν ἐκει̃ διεπαρθενεύθησαν

23:4 καὶ τὰ ὀνόματα αὐτω̃ν ἠ̃ν Οολα ἡ πρεσβυτέρα καὶ Οολιβα ἡ ἀδελφὴ αὐτη̃ς καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας καὶ τὰ ὀνόματα αὐτω̃ν Σαμάρεια ἡ Οολα καὶ Ιερουσαλημ ἡ Οολιβα

23:5 καὶ ἐξεπόρνευσεν ἡ Οολα ἀπ' ἐμου̃ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτη̃ς ἐπὶ τοὺς 'Ασσυρίους τοὺς ἐγγίζοντας αὐτη̨̃

23:6 ἐνδεδυκότας ὑακίνθινα ἡγουμένους καὶ στρατηγούς νεανίσκοι ἐπίλεκτοι πάντες ἱππει̃ς ἱππαζόμενοι ἐφ' ἵππων

23:7 καὶ ἔδωκεν τὴν πορνείαν αὐτη̃ς ἐπ' αὐτούς ἐπίλεκτοι υἱοὶ 'Ασσυρίων πάντες καὶ ἐπὶ πάντας οὓς ἐπέθετο ἐν πα̃σι τοι̃ς ἐνθυμήμασιν αὐτη̃ς ἐμιαίνετο

23:8 καὶ τὴν πορνείαν αὐτη̃ς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν ὅτι μετ' αὐτη̃ς ἐκοιμω̃ντο ἐν νεότητι αὐτη̃ς καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτω̃ν ἐπ' αὐτήν

23:9 διὰ του̃το παρέδωκα αὐτὴν εἰς χει̃ρας τω̃ν ἐραστω̃ν αὐτη̃ς εἰς χει̃ρας υἱω̃ν 'Ασσυρίων ἐφ' οὓς ἐπετίθετο

23:10 αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτη̃ς υἱοὺς καὶ θυγατέρας αὐτη̃ς ἔλαβον καὶ αὐτὴν ἐν ῥομφαία̨ ἀπέκτειναν καὶ ἐγένετο λάλημα εἰς γυναι̃κας καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτη̨̃ εἰς τὰς θυγατέρας

23:11 καὶ εἰ̃δεν ἡ ἀδελφὴ αὐτη̃ς Οολιβα καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτη̃ς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτη̃ς ὑπὲρ τὴν πορνείαν τη̃ς ἀδελφη̃ς αὐτη̃ς

23:12 ἐπὶ τοὺς υἱοὺς τω̃ν 'Ασσυρίων ἐπέθετο ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτη̃ς ἐνδεδυκότας εὐπάρυφα ἱππει̃ς ἱππαζομένους ἐφ' ἵππων νεανίσκοι ἐπίλεκτοι πάντες

23:13 καὶ εἰ̃δον ὅτι μεμίανται ὁδὸς μία τω̃ν δύο

23:14 καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτη̃ς καὶ εἰ̃δεν ἄνδρας ἐζωγραφημένους ἐπὶ του̃ τοίχου εἰκόνας Χαλδαίων ἐζωγραφημένους ἐν γραφίδι

23:15 ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτω̃ν καὶ τιάραι βαπταὶ ἐπὶ τω̃ν κεφαλω̃ν αὐτω̃ν ὄψις τρισσὴ πάντων ὁμοίωμα υἱω̃ν Χαλδαίων γη̃ς πατρίδος αὐτω̃ν

23:16 καὶ ἐπέθετο ἐπ' αὐτοὺς τη̨̃ ὁράσει ὀφθαλμω̃ν αὐτη̃ς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γη̃ν Χαλδαίων

23:17 καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλω̃νος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τη̨̃ πορνεία̨ αὐτη̃ς καὶ ἐμιάνθη ἐν αὐτοι̃ς καὶ ἀπέστη ἡ ψυχὴ αὐτη̃ς ἀπ' αὐτω̃ν

23:18 καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτη̃ς καὶ ἀπεκάλυψεν τὴν αἰσχύνην αὐτη̃ς καὶ ἀπέστη ἡ ψυχή μου ἀπ' αὐτη̃ς ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τη̃ς ἀδελφη̃ς αὐτη̃ς

23:19 καὶ ἐπλήθυνας τὴν πορνείαν σου του̃ ἀναμνη̃σαι ἡμέρας νεότητός σου ἐν αἱ̃ς ἐπόρνευσας ἐν Αἰγύπτω̨

23:20 καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους ὡ̃ν ἠ̃σαν ὡς ὄνων αἱ σάρκες αὐτω̃ν καὶ αἰδοι̃α ἵππων τὰ αἰδοι̃α αὐτω̃ν

23:21 καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου ἃ ἐποίεις ἐν Αἰγύπτω̨ ἐν τω̨̃ καταλύματί σου οὑ̃ οἱ μαστοὶ νεότητός σου

23:22 διὰ του̃το Οολιβα τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ ἀφ' ὡ̃ν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτω̃ν καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν

23:23 υἱοὺς Βαβυλω̃νος καὶ πάντας τοὺς Χαλδαίους Φακουδ καὶ Σουε καὶ Κουε καὶ πάντας υἱοὺς 'Ασσυρίων μετ' αὐτω̃ν νεανίσκους ἐπιλέκτους ἡγεμόνας καὶ στρατηγοὺς πάντας τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ' ἵππων

23:24 καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρα̃ ἅρματα καὶ τροχοὶ μετ' ὄχλου λαω̃ν θυρεοὶ καὶ πέλται καὶ βαλου̃σιν φυλακὴν ἐπὶ σὲ κύκλω̨ καὶ δώσω πρὸ προσώπου αὐτω̃ν κρίμα καὶ ἐκδικήσουσίν σε ἐν τοι̃ς κρίμασιν αὐτω̃ν

23:25 καὶ δώσω τὸν ζη̃λόν μου ἐν σοί καὶ ποιήσουσιν μετὰ σου̃ ἐν ὀργη̨̃ θυμου̃ μυκτη̃ρά σου καὶ ὠ̃τά σου ἀφελου̃σιν καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαία̨ καταβαλου̃σιν αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται καὶ τοὺς καταλοίπους σου πυ̃ρ καταφάγεται

23:26 καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τη̃ς καυχήσεώς σου

23:27 καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σου̃ καὶ τὴν πορνείαν σου ἐκ γη̃ς Αἰγύπτου καὶ οὐ μὴ ἄρη̨ς τοὺς ὀφθαλμούς σου ἐπ' αὐτοὺς καὶ Αἰγύπτου οὐ μὴ μνησθη̨̃ς οὐκέτι

23:28 διότι τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χει̃ρας ὡ̃ν μισει̃ς ἀφ' ὡ̃ν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτω̃ν

23:29 καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου καὶ ἔση̨ γυμνὴ καὶ ἀσχημονου̃σα καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου καὶ ἡ πορνεία σου

23:30 ἐποίησεν ταυ̃τά σοι ἐν τω̨̃ ἐκπορνευ̃σαί σε ὀπίσω ἐθνω̃ν καὶ ἐμιαίνου ἐν τοι̃ς ἐνθυμήμασιν αὐτω̃ν

23:31 ἐν τη̨̃ ὁδω̨̃ τη̃ς ἀδελφη̃ς σου ἐπορεύθης καὶ δώσω τὸ ποτήριον αὐτη̃ς εἰς χει̃ράς σου

23:32 τάδε λέγει κύριος τὸ ποτήριον τη̃ς ἀδελφη̃ς σου πίεσαι τὸ βαθὺ καὶ τὸ πλατὺ τὸ πλεονάζον του̃ συντελέσαι

23:33 μέθην καὶ ἐκλύσεως πλησθήση̨ καὶ τὸ ποτήριον ἀφανισμου̃ ποτήριον ἀδελφη̃ς σου Σαμαρείας

23:34 καὶ πίεσαι αὐτό καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτη̃ς ἀποστρέψω διότι ἐγὼ λελάληκα λέγει κύριος

23:35 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω του̃ σώματός σου καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου

23:36 καὶ εἰ̃πεν κύριος πρός με υἱὲ ἀνθρώπου οὐ κρινει̃ς τὴν Οολαν καὶ τὴν Οολιβαν καὶ ἀπαγγελει̃ς αὐται̃ς τὰς ἀνομίας αὐτω̃ν

23:37 ὅτι ἐμοιχω̃ντο καὶ αἱ̃μα ἐν χερσὶν αὐτω̃ν τὰ ἐνθυμήματα αὐτω̃ν ἐμοιχω̃ντο καὶ τὰ τέκνα αὐτω̃ν ἃ ἐγέννησάν μοι διήγαγον αὐτοι̃ς δι' ἐμπύρων

23:38 ἕως καὶ ταυ̃τα ἐποίησάν μοι τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν

23:39 καὶ ἐν τω̨̃ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτω̃ν τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου του̃ βεβηλου̃ν αὐτά καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσω̨ του̃ οἴκου μου

23:40 καὶ ὅτι τοι̃ς ἀνδράσιν τοι̃ς ἐρχομένοις μακρόθεν οἱ̃ς ἀγγέλους ἐξαπεστέλλοσαν πρὸς αὐτούς καὶ ἅμα τω̨̃ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμω̨

23:41 καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτη̃ς καὶ τὸ θυμίαμά μου καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοι̃ς

23:42 καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τη̃ς ἐρήμου καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χει̃ρας αὐτω̃ν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν

23:43 καὶ εἰ̃πα οὐκ ἐν τούτοις μοιχεύουσιν καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν

23:44 καὶ εἰσεπορεύοντο πρὸς αὐτήν ὃν τρόπον εἰσπορεύονται πρὸς γυναι̃κα πόρνην οὕτως εἰσεπορεύοντο πρὸς Οολαν καὶ πρὸς Οολιβαν του̃ ποιη̃σαι ἀνομίαν

23:45 καὶ ἄνδρες δίκαιοι αὐτοὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος ὅτι μοιχαλίδες εἰσίν καὶ αἱ̃μα ἐν χερσὶν αὐτω̃ν

23:46 τάδε λέγει κύριος κύριος ἀνάγαγε ἐπ' αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐται̃ς ταραχὴν καὶ διαρπαγὴν

23:47 καὶ λιθοβόλησον ἐπ' αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοι̃ς ξίφεσιν αὐτω̃ν υἱοὺς αὐτω̃ν καὶ θυγατέρας αὐτω̃ν ἀποκτενου̃σι καὶ τοὺς οἴκους αὐτω̃ν ἐμπρήσουσιν

23:48 καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τη̃ς γη̃ς καὶ παιδευθήσονται πα̃σαι αἱ γυναι̃κες καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτω̃ν

23:49 καὶ δοθήσεται ἡ ἀσέβεια ὑμω̃ν ἐφ' ὑμα̃ς καὶ τὰς ἁμαρτίας τω̃ν ἐνθυμημάτων ὑμω̃ν λήμψεσθε καὶ γνώσεσθε διότι ἐγὼ κύριος

24:1 καὶ ἐγένετο λόγος κυρίου πρός με ἐν τω̨̃ ἔτει τω̨̃ ἐνάτω̨ ἐν τω̨̃ μηνὶ τω̨̃ δεκάτω̨ δεκάτη̨ του̃ μηνὸς λέγων

24:2 υἱὲ ἀνθρώπου γράψον σεαυτω̨̃ εἰς ἡμέραν ἀπὸ τη̃ς ἡμέρας ταύτης ἀφ' ἡ̃ς ἀπηρείσατο βασιλεὺς Βαβυλω̃νος ἐπὶ Ιερουσαλημ ἀπὸ τη̃ς ἡμέρας τη̃ς σήμερον

24:3 καὶ εἰπὸν ἐπὶ τὸν οἰ̃κον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἐπίστησον τὸν λέβητα καὶ ἔκχεον εἰς αὐτὸν ὕδωρ

24:4 καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα πα̃ν διχοτόμημα καλόν σκέλος καὶ ὠ̃μον ἐκσεσαρκισμένα ἀπὸ τω̃ν ὀστω̃ν

24:5 ἐξ ἐπιλέκτων κτηνω̃ν εἰλημμένων καὶ ὑπόκαιε τὰ ὀστα̃ ὑποκάτω αὐτω̃ν ἔζεσεν ἔζεσεν καὶ ἥψηται τὰ ὀστα̃ αὐτη̃ς ἐν μέσω̨ αὐτη̃ς

24:6 διὰ του̃το τάδε λέγει κύριος ὠ̃ πόλις αἱμάτων λέβης ἐν ὡ̨̃ ἐστιν ἰὸς ἐν αὐτω̨̃ καὶ ὁ ἰὸς οὐκ ἐξη̃λθεν ἐξ αὐτη̃ς κατὰ μέλος αὐτη̃ς ἐξήνεγκεν οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλη̃ρος

24:7 ὅτι αἱ̃μα αὐτη̃ς ἐν μέσω̨ αὐτη̃ς ἐστιν ἐπὶ λεωπετρίαν τέταχα αὐτό οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γη̃ν του̃ καλύψαι ἐπ' αὐτὸ γη̃ν

24:8 του̃ ἀναβη̃ναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθη̃ναι δέδωκα τὸ αἱ̃μα αὐτη̃ς ἐπὶ λεωπετρίαν του̃ μὴ καλύψαι αὐτό

24:9 διὰ του̃το τάδε λέγει κύριος κἀγὼ μεγαλυνω̃ τὸν δαλὸν

24:10 καὶ πληθυνω̃ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πυ̃ρ ὅπως τακη̨̃ τὰ κρέα καὶ ἐλαττωθη̨̃ ὁ ζωμὸς

24:11 καὶ στη̨̃ ἐπὶ τοὺς ἄνθρακας ὅπως προσκαυθη̨̃ καὶ θερμανθη̨̃ ὁ χαλκὸς αὐτη̃ς καὶ τακη̨̃ ἐν μέσω̨ ἀκαθαρσίας αὐτη̃ς καὶ ἐκλίπη̨ ὁ ἰὸς αὐτη̃ς

24:12 καὶ οὐ μὴ ἐξέλθη̨ ἐξ αὐτη̃ς πολὺς ὁ ἰὸς αὐτη̃ς καταισχυνθήσεται ὁ ἰὸς αὐτη̃ς

24:13 ἀνθ' ὡ̃ν ἐμιαίνου σύ καὶ τί ἐὰν μὴ καθαρισθη̨̃ς ἔτι ἕως οὑ̃ ἐμπλήσω τὸν θυμόν μου

24:14 ἐγὼ κύριος λελάληκα καὶ ἥξει καὶ ποιήσω οὐ διαστελω̃ οὐδὲ μὴ ἐλεήσω κατὰ τὰς ὁδούς σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινω̃ σε λέγει κύριος διὰ του̃το ἐγὼ κρινω̃ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινω̃ σε ἡ ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ του̃ παραπικραίνειν

24:15 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

24:16 υἱὲ ἀνθρώπου ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σου̃ τὰ ἐπιθυμήματα τω̃ν ὀφθαλμω̃ν σου ἐν παρατάξει οὐ μὴ κοπη̨̃ς οὐδὲ μὴ κλαυσθη̨̃ς

24:17 στεναγμὸς αἵματος ὀσφύος πένθους ἐστίν οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοι̃ς ποσίν σου οὐ μὴ παρακληθη̨̃ς ἐν χείλεσιν αὐτω̃ν καὶ ἄρτον ἀνδρω̃ν οὐ μὴ φάγη̨ς

24:18 καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωὶ ὃν τρόπον ἐνετείλατό μοι καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας καὶ ἐποίησα τὸ πρωὶ ὃν τρόπον ἐπετάγη μοι

24:19 καὶ εἰ̃πεν πρός με ὁ λαός οὐκ ἀναγγελει̃ς ἡμι̃ν τί ἐστιν ταυ̃τα ἃ σὺ ποιει̃ς

24:20 καὶ εἰ̃πα πρὸς αὐτούς λόγος κυρίου πρός με ἐγένετο λέγων

24:21 εἰπὸν πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τάδε λέγει κύριος ἰδοὺ ἐγὼ βεβηλω̃ τὰ ἅγιά μου φρύαγμα ἰσχύος ὑμω̃ν ἐπιθυμήματα ὀφθαλμω̃ν ὑμω̃ν καὶ ὑπὲρ ὡ̃ν φείδονται αἱ ψυχαὶ ὑμω̃ν καὶ οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν οὓς ἐγκατελίπετε ἐν ῥομφαία̨ πεσου̃νται

24:22 καὶ ποιήσετε ὃν τρόπον πεποίηκα ἀπὸ στόματος αὐτω̃ν οὐ παρακληθήσεσθε καὶ ἄρτον ἀνδρω̃ν οὐ φάγεσθε

24:23 καὶ αἱ κόμαι ὑμω̃ν ἐπὶ τη̃ς κεφαλη̃ς ὑμω̃ν καὶ τὰ ὑποδήματα ὑμω̃ν ἐν τοι̃ς ποσὶν ὑμω̃ν οὔτε μὴ κόψησθε οὔτε μὴ κλαύσητε καὶ ἐντακήσεσθε ἐν ται̃ς ἀδικίαις ὑμω̃ν καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτου̃

24:24 καὶ ἔσται Ιεζεκιηλ ὑμι̃ν εἰς τέρας κατὰ πάντα ὅσα ἐποίησεν ποιήσετε ὅταν ἔλθη̨ ταυ̃τα καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

24:25 καὶ σύ υἱὲ ἀνθρώπου οὐχὶ ἐν τη̨̃ ἡμέρα̨ ὅταν λαμβάνω τὴν ἰσχὺν παρ' αὐτω̃ν τὴν ἔπαρσιν τη̃ς καυχήσεως αὐτω̃ν τὰ ἐπιθυμήματα ὀφθαλμω̃ν αὐτω̃ν καὶ τὴν ἔπαρσιν ψυχη̃ς αὐτω̃ν υἱοὺς αὐτω̃ν καὶ θυγατέρας αὐτω̃ν

24:26 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἥξει ὁ ἀνασω̨ζόμενος πρὸς σὲ του̃ ἀναγγει̃λαί σοι εἰς τὰ ὠ̃τα

24:27 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασω̨ζόμενον καὶ λαλήσεις καὶ οὐ μὴ ἀποκωφωθη̨̃ς οὐκέτι καὶ ἔση̨ αὐτοι̃ς εἰς τέρας καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος

25:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

25:2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ προφήτευσον ἐπ' αὐτοὺς

25:3 καὶ ἐρει̃ς τοι̃ς υἱοι̃ς Αμμων ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου ὅτι ἐβεβηλώθη καὶ ἐπὶ τὴν γη̃ν του̃ Ισραηλ ὅτι ἠφανίσθη καὶ ἐπὶ τὸν οἰ̃κον του̃ Ιουδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσία̨

25:4 διὰ του̃το ἰδοὺ ἐγὼ παραδίδωμι ὑμα̃ς τοι̃ς υἱοι̃ς Κεδεμ εἰς κληρονομίαν καὶ κατασκηνώσουσιν ἐν τη̨̃ ἀπαρτία̨ αὐτω̃ν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτω̃ν αὐτοὶ φάγονται τοὺς καρπούς σου καὶ αὐτοὶ πίονται τὴν πιότητά σου

25:5 καὶ δώσω τὴν πόλιν του̃ Αμμων εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Αμμων εἰς νομὴν προβάτων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

25:6 διότι τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐκρότησας τὴν χει̃ρά σου καὶ ἐπεψόφησας τω̨̃ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχη̃ς σου ἐπὶ τὴν γη̃ν του̃ Ισραηλ

25:7 διὰ του̃το ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοι̃ς ἔθνεσιν καὶ ἐξολεθρεύσω σε ἐκ τω̃ν λαω̃ν καὶ ἀπολω̃ σε ἐκ τω̃ν χωρω̃ν ἀπωλεία̨ καὶ ἐπιγνώση̨ διότι ἐγὼ κύριος

25:8 τάδε λέγει κύριος ἀνθ' ὡ̃ν εἰ̃πεν Μωαβ ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἰ̃κος Ισραηλ καὶ Ιουδα

25:9 διὰ του̃το ἰδοὺ ἐγὼ παραλύω τὸν ὠ̃μον Μωαβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτου̃ ἐκλεκτὴν γη̃ν οἰ̃κον Ασιμουθ ἐπάνω πηγη̃ς πόλεως παραθαλασσίας

25:10 τοι̃ς υἱοι̃ς Κεδεμ ἐπὶ τοὺς υἱοὺς Αμμων δέδωκα αὐτοὺς εἰς κληρονομίαν ὅπως μὴ μνεία γένηται τω̃ν υἱω̃ν Αμμων

25:11 καὶ εἰς Μωαβ ποιήσω ἐκδίκησιν καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος

25:12 τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐποίησεν ἡ Ιδουμαία ἐν τω̨̃ ἐκδικη̃σαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἰ̃κον Ιουδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην

25:13 διὰ του̃το τάδε λέγει κύριος καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ τὴν Ιδουμαίαν καὶ ἐξολεθρεύσω ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτη̃νος καὶ θήσομαι αὐτὴν ἔρημον καὶ ἐκ Θαιμαν διωκόμενοι ἐν ῥομφαία̨ πεσου̃νται

25:14 καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ιδουμαίαν ἐν χειρὶ λαου̃ μου Ισραηλ καὶ ποιήσουσιν ἐν τη̨̃ Ιδουμαία̨ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου λέγει κύριος

25:15 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχη̃ς του̃ ἐξαλει̃ψαι ἕως αἰω̃νος

25:16 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολεθρεύσω Κρη̃τας καὶ ἀπολω̃ τοὺς καταλοίπους τοὺς κατοικου̃ντας τὴν παραλίαν

25:17 καὶ ποιήσω ἐν αὐτοι̃ς ἐκδικήσεις μεγάλας καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος ἐν τω̨̃ δου̃ναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς

26:1 καὶ ἐγενήθη ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων

26:2 υἱὲ ἀνθρώπου ἀνθ' ὡ̃ν εἰ̃πεν Σορ ἐπὶ Ιερουσαλημ εὐ̃γε συνετρίβη ἀπόλωλεν τὰ ἔθνη ἐπεστράφη πρός με ἡ πλήρης ἠρήμωται

26:3 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ Σορ καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά ὡς ἀναβαίνει ἡ θάλασσα τοι̃ς κύμασιν αὐτη̃ς

26:4 καὶ καταβαλου̃σιν τὰ τείχη Σορ καὶ καταβαλου̃σι τοὺς πύργους σου καὶ λικμήσω τὸν χου̃ν αὐτη̃ς ἀπ' αὐτη̃ς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν

26:5 ψυγμὸς σαγηνω̃ν ἔσται ἐν μέσω̨ θαλάσσης ὅτι ἐγὼ λελάληκα λέγει κύριος καὶ ἔσται εἰς προνομὴν τοι̃ς ἔθνεσιν

26:6 καὶ αἱ θυγατέρες αὐτη̃ς αἱ ἐν τω̨̃ πεδίω̨ μαχαίρα̨ ἀναιρεθήσονται καὶ γνώσονται ὅτι ἐγὼ κύριος

26:7 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ Σορ τὸν Ναβουχοδονοσορ βασιλέα Βαβυλω̃νος ἀπὸ του̃ βορρα̃ βασιλεὺς βασιλέων ἐστίν μεθ' ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγη̃ς ἐθνω̃ν πολλω̃ν σφόδρα

26:8 οὑ̃τος τὰς θυγατέρας σου τὰς ἐν τω̨̃ πεδίω̨ μαχαίρα̨ ἀνελει̃ καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλω̨ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτου̃ ἀπέναντί σου δώσει

26:9 τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλει̃ ἐν ται̃ς μαχαίραις αὐτου̃

26:10 ἀπὸ του̃ πλήθους τω̃ν ἵππων αὐτου̃ κατακαλύψει σε ὁ κονιορτὸς αὐτω̃ν καὶ ἀπὸ τη̃ς φωνη̃ς τω̃ν ἱππέων αὐτου̃ καὶ τω̃ν τροχω̃ν τω̃ν ἁρμάτων αὐτου̃ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτου̃ τὰς πύλας σου ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου

26:11 ἐν ται̃ς ὁπλαι̃ς τω̃ν ἵππων αὐτου̃ καταπατήσουσίν σου πάσας τὰς πλατείας τὸν λαόν σου μαχαίρα̨ ἀνελει̃ καὶ τὴν ὑπόστασίν σου τη̃ς ἰσχύος ἐπὶ τὴν γη̃ν κατάξει

26:12 καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλει̃ σου τὰ τείχη καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελει̃ καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χου̃ν σου εἰς μέσον τη̃ς θαλάσσης ἐμβαλει̃

26:13 καὶ καταλύσει τὸ πλη̃θος τω̃ν μουσικω̃ν σου καὶ ἡ φωνὴ τω̃ν ψαλτηρίων σου οὐ μὴ ἀκουσθη̨̃ ἔτι

26:14 καὶ δώσω σε εἰς λεωπετρίαν ψυγμὸς σαγηνω̃ν ἔση̨ οὐ μὴ οἰκοδομηθη̨̃ς ἔτι ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος

26:15 διότι τάδε λέγει κύριος κύριος τη̨̃ Σορ οὐκ ἀπὸ φωνη̃ς τη̃ς πτώσεώς σου ἐν τω̨̃ στενάξαι τραυματίας ἐν τω̨̃ σπάσαι μάχαιραν ἐν μέσω̨ σου σεισθήσονται αἱ νη̃σοι

26:16 καὶ καταβήσονται ἀπὸ τω̃ν θρόνων αὐτω̃ν πάντες οἱ ἄρχοντες ἐκ τω̃ν ἐθνω̃ν τη̃ς θαλάσσης καὶ ἀφελου̃νται τὰς μίτρας ἀπὸ τω̃ν κεφαλω̃ν αὐτω̃ν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτω̃ν ἐκδύσονται ἐκστάσει ἐκστήσονται ἐπὶ γη̃ν καθεδου̃νται καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτω̃ν καὶ στενάξουσιν ἐπὶ σέ

26:17 καὶ λήμψονται ἐπὶ σὲ θρη̃νον καὶ ἐρου̃σίν σοι πω̃ς κατελύθης ἐκ θαλάσσης ἡ πόλις ἡ ἐπαινεστὴ ἡ δου̃σα τὸν φόβον αὐτη̃ς πα̃σι τοι̃ς κατοικου̃σιν αὐτήν

26:18 καὶ φοβηθήσονται αἱ νη̃σοι ἀφ' ἡμέρας πτώσεώς σου

26:19 ὅτι τάδε λέγει κύριος κύριος ὅταν δω̃ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας ἐν τω̨̃ ἀναγαγει̃ν με ἐπὶ σὲ τὴν ἄβυσσον καὶ κατακαλύψη̨ σε ὕδωρ πολύ

26:20 καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰω̃νος καὶ κατοικιω̃ σε εἰς βάθη τη̃ς γη̃ς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον ὅπως μὴ κατοικηθη̨̃ς μηδὲ ἀνασταθη̨̃ς ἐπὶ γη̃ς ζωη̃ς

26:21 ἀπώλειάν σε δώσω καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰω̃να λέγει κύριος κύριος

27:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

27:2 υἱὲ ἀνθρώπου λαβὲ ἐπὶ Σορ θρη̃νον

27:3 καὶ ἐρει̃ς τη̨̃ Σορ τη̨̃ κατοικούση̨ ἐπὶ τη̃ς εἰσόδου τη̃ς θαλάσσης τω̨̃ ἐμπορίω̨ τω̃ν λαω̃ν ἀπὸ νήσων πολλω̃ν τάδε λέγει κύριος τη̨̃ Σορ σὺ εἰ̃πας ἐγὼ περιέθηκα ἐμαυτη̨̃ κάλλος μου

27:4 ἐν καρδία̨ θαλάσσης τω̨̃ Βεελιμ υἱοί σου περιέθηκάν σοι κάλλος

27:5 κέδρος ἐκ Σανιρ ὠ̨κοδομήθη σοι ταινίαι σανίδων κυπαρίσσου ἐκ του̃ Λιβάνου ἐλήμφθησαν του̃ ποιη̃σαί σοι ἱστοὺς ἐλατίνους

27:6 ἐκ τη̃ς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος οἴκους ἀλσώδεις ἀπὸ νήσων τω̃ν Χεττιιν

27:7 βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ του̃ περιθει̃ναί σοι δόξαν καὶ περιβαλει̃ν σε ὑάκινθον καὶ πορφύραν ἐκ τω̃ν νήσων Ελισαι καὶ ἐγένετο περιβόλαιά σου

27:8 καὶ οἱ ἄρχοντές σου οἱ κατοικου̃ντες Σιδω̃να καὶ Αράδιοι ἐγένοντο κωπηλάται σου οἱ σοφοί σου Σορ οἳ ἠ̃σαν ἐν σοί οὑ̃τοι κυβερνη̃ταί σου

27:9 οἱ πρεσβύτεροι Βυβλίων καὶ οἱ σοφοὶ αὐτω̃ν ἠ̃σαν ἐν σοί οὑ̃τοι ἐνίσχυον τὴν βουλήν σου καὶ πάντα τὰ πλοι̃α τη̃ς θαλάσσης καὶ οἱ κωπηλάται αὐτω̃ν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμω̃ν

27:10 Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἠ̃σαν ἐν τη̨̃ δυνάμει σου ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί οὑ̃τοι ἔδωκαν τὴν δόξαν σου

27:11 υἱοὶ Αραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τω̃ν τειχέων σου φύλακες ἐν τοι̃ς πύργοις σου ἠ̃σαν τὰς φαρέτρας αὐτω̃ν ἐκρέμασαν ἐπὶ τω̃ν ὅρμων σου κύκλω̨ οὑ̃τοι ἐτελείωσάν σου τὸ κάλλος

27:12 Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλυβον ἔδωκαν τὴν ἀγοράν σου

27:13 ἡ 'Ελλὰς καὶ ἡ σύμπασα καὶ τὰ παρατείνοντα οὑ̃τοι ἐνεπορεύοντό σοι ἐν ψυχαι̃ς ἀνθρώπων καὶ σκεύη χαλκα̃ ἔδωκαν τὴν ἐμπορίαν σου

27:14 ἐξ οἴκου Θεργαμα ἵππους καὶ ἱππει̃ς ἔδωκαν ἀγοράν σου

27:15 υἱοὶ 'Ροδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους καὶ τοι̃ς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου

27:16 ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους του̃ συμμίκτου σου στακτὴν καὶ ποικίλματα ἐκ Θαρσις καὶ Ραμωθ καὶ Χορχορ ἔδωκαν τὴν ἀγοράν σου

27:17 Ιουδας καὶ οἱ υἱοὶ του̃ Ισραηλ οὑ̃τοι ἔμποροί σου ἐν σίτου πράσει καὶ μύρων καὶ κασίας καὶ πρω̃τον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου

27:18 Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου οἰ̃νος ἐκ Χελβων καὶ ἔρια ἐκ Μιλήτου

27:19 καὶ οἰ̃νον εἰς τὴν ἀγοράν σου ἔδωκαν ἐξ Ασηλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τω̨̃ συμμίκτω̨ σού ἐστιν

27:20 Δαιδαν ἔμποροί σου μετὰ κτηνω̃ν ἐκλεκτω̃ν εἰς ἅρματα

27:21 ἡ 'Αραβία καὶ πάντες οἱ ἄρχοντες Κηδαρ οὑ̃τοι ἔμποροί σου διὰ χειρός σου καμήλους καὶ κριοὺς καὶ ἀμνοὺς ἐν οἱ̃ς ἐμπορεύονταί σε

27:22 ἔμποροι Σαβα καὶ Ραγμα οὑ̃τοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστω̃ν καὶ χρυσίον ἔδωκαν τὴν ἀγοράν σου

27:23 Χαρραν καὶ Χαννα οὑ̃τοι ἔμποροί σου Ασσουρ καὶ Χαρμαν ἔμποροί σου

27:24 φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρίσσινα

27:25 πλοι̃α ἐν αὐτοι̃ς Καρχηδόνιοι ἔμποροί σου ἐν τω̨̃ πλήθει ἐν τω̨̃ συμμίκτω̨ σου καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδία̨ θαλάσσης

27:26 ἐν ὕδατι πολλω̨̃ ἠ̃γόν σε οἱ κωπηλάται σου τὸ πνευ̃μα του̃ νότου συνέτριψέν σε ἐν καρδία̨ θαλάσσης

27:27 ἠ̃σαν δυνάμεις σου καὶ ὁ μισθός σου καὶ τω̃ν συμμίκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνη̃ταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμικτοί σου ἐκ τω̃ν συμμίκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πα̃σα ἡ συναγωγή σου ἐν μέσω̨ σου πεσου̃νται ἐν καρδία̨ θαλάσσης ἐν τη̨̃ ἡμέρα̨ τη̃ς πτώσεώς σου

27:28 πρὸς τὴν φωνὴν τη̃ς κραυγη̃ς σου οἱ κυβερνη̃ταί σου φόβω̨ φοβηθήσονται

27:29 καὶ καταβήσονται ἀπὸ τω̃ν πλοίων πάντες οἱ κωπηλάται σου καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρει̃ς τη̃ς θαλάσσης ἐπὶ τὴν γη̃ν στήσονται

27:30 καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τη̨̃ φωνη̨̃ αὐτω̃ν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσιν ἐπὶ τὴν κεφαλὴν αὐτω̃ν γη̃ν καὶ σποδὸν ὑποστρώσονται

27:32 καὶ λήμψονται οἱ υἱοὶ αὐτω̃ν ἐπὶ σὲ θρη̃νον καὶ θρήνημά σοι

27:33 πόσον τινὰ εὑ̃ρες μισθὸν ἀπὸ τη̃ς θαλάσσης ἐνέπλησας ἔθνη ἀπὸ του̃ πλήθους σου καὶ ἀπὸ του̃ συμμίκτου σου ἐπλούτισας πάντας βασιλει̃ς τη̃ς γη̃ς

27:34 νυ̃ν συνετρίβης ἐν θαλάσση̨ ἐν βάθει ὕδατος ὁ σύμμικτός σου καὶ πα̃σα ἡ συναγωγή σου ἐν μέσω̨ σου ἔπεσον πάντες οἱ κωπηλάται σου

27:35 πάντες οἱ κατοικου̃ντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ καὶ οἱ βασιλει̃ς αὐτω̃ν ἐκστάσει ἐξέστησαν καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτω̃ν

27:36 ἔμποροι ἀπὸ ἐθνω̃ν ἐσύρισάν σε ἀπώλεια ἐγένου καὶ οὐκέτι ἔση̨ εἰς τὸν αἰω̃να

28:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

28:2 καὶ σύ υἱὲ ἀνθρώπου εἰπὸν τω̨̃ ἄρχοντι Τύρου τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ὑψώθη σου ἡ καρδία καὶ εἰ̃πας θεός εἰμι ἐγώ κατοικίαν θεου̃ κατώ̨κηκα ἐν καρδία̨ θαλάσσης σὺ δὲ εἰ̃ ἄνθρωπος καὶ οὐ θεὸς καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεου̃

28:3 μὴ σοφώτερος εἰ̃ σὺ του̃ Δανιηλ σοφοὶ οὐκ ἐπαίδευσάν σε τη̨̃ ἐπιστήμη̨ αὐτω̃ν

28:4 μὴ ἐν τη̨̃ ἐπιστήμη̨ σου ἢ ἐν τη̨̃ φρονήσει σου ἐποίησας σεαυτω̨̃ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοι̃ς θησαυροι̃ς σου

28:5 ἐν τη̨̃ πολλη̨̃ ἐπιστήμη̨ σου καὶ ἐμπορία̨ σου ἐπλήθυνας δύναμίν σου ὑψώθη ἡ καρδία σου ἐν τη̨̃ δυνάμει σου

28:6 διὰ του̃το τάδε λέγει κύριος ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεου̃

28:7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνω̃ν καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτω̃ν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τη̃ς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν

28:8 καὶ καταβιβάσουσίν σε καὶ ἀποθανη̨̃ θανάτω̨ τραυματιω̃ν ἐν καρδία̨ θαλάσσης

28:9 μὴ λέγων ἐρει̃ς θεός εἰμι ἐγώ ἐνώπιον τω̃ν ἀναιρούντων σε σὺ δὲ εἰ̃ ἄνθρωπος καὶ οὐ θεός ἐν πλήθει

28:10 ἀπεριτμήτων ἀπολη̨̃ ἐν χερσὶν ἀλλοτρίων ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος

28:11 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

28:12 υἱὲ ἀνθρώπου λαβὲ θρη̃νον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτω̨̃ τάδε λέγει κύριος κύριος σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους

28:13 ἐν τη̨̃ τρυφη̨̃ του̃ παραδείσου του̃ θεου̃ ἐγενήθης πα̃ν λίθον χρηστὸν ἐνδέδεσαι σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καὶ ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ ἀφ' ἡ̃ς ἡμέρας ἐκτίσθης σύ

28:14 μετὰ του̃ χερουβ ἔθηκά σε ἐν ὄρει ἁγίω̨ θεου̃ ἐγενήθης ἐν μέσω̨ λίθων πυρίνων

28:15 ἐγενήθης ἄμωμος σὺ ἐν ται̃ς ἡμέραις σου ἀφ' ἡ̃ς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί

28:16 ἀπὸ πλήθους τη̃ς ἐμπορίας σου ἔπλησας τὰ ταμίειά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους του̃ θεου̃ καὶ ἤγαγέν σε τὸ χερουβ ἐκ μέσου λίθων πυρίνων

28:17 ὑψώθη ἡ καρδία σου ἐπὶ τω̨̃ κάλλει σου διεφθάρη ἡ ἐπιστήμη σου μετὰ του̃ κάλλους σου διὰ πλη̃θος ἁμαρτιω̃ν σου ἐπὶ τὴν γη̃ν ἔρριψά σε ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθη̃ναι

28:18 διὰ τὸ πλη̃θος τω̃ν ἁμαρτιω̃ν σου καὶ τω̃ν ἀδικιω̃ν τη̃ς ἐμπορίας σου ἐβεβήλωσας τὰ ἱερά σου καὶ ἐξάξω πυ̃ρ ἐκ μέσου σου του̃το καταφάγεταί σε καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τη̃ς γη̃ς σου ἐναντίον πάντων τω̃ν ὁρώντων σε

28:19 καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοι̃ς ἔθνεσιν στυγνάσουσιν ἐπὶ σέ ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰω̃να

28:20 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

28:21 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδω̃να καὶ προφήτευσον ἐπ' αὐτὴν

28:22 καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ Σιδών καὶ ἐνδοξασθήσομαι ἐν σοί καὶ γνώση̨ ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ ποιη̃σαί με ἐν σοὶ κρίματα καὶ ἁγιασθήσομαι ἐν σοί

28:23 αἱ̃μα καὶ θάνατος ἐν ται̃ς πλατείαις σου καὶ πεσου̃νται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλω̨ σου καὶ γνώσονται διότι ἐγώ εἰμι κύριος

28:24 καὶ οὐκ ἔσονται οὐκέτι τω̨̃ οἴκω̨ του̃ Ισραηλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τω̃ν περικύκλω̨ αὐτω̃ν τω̃ν ἀτιμασάντων αὐτούς καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

28:25 τάδε λέγει κύριος κύριος καὶ συνάξω τὸν Ισραηλ ἐκ τω̃ν ἐθνω̃ν οὑ̃ διεσκορπίσθησαν ἐκει̃ καὶ ἁγιασθήσομαι ἐν αὐτοι̃ς ἐνώπιον τω̃ν λαω̃ν καὶ τω̃ν ἐθνω̃ν καὶ κατοικήσουσιν ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἣν δέδωκα τω̨̃ δούλω̨ μου Ιακωβ

28:26 καὶ κατοικήσουσιν ἐπ' αὐτη̃ς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελω̃νας καὶ κατοικήσουσιν ἐν ἐλπίδι ὅταν ποιήσω κρίμα ἐν πα̃σιν τοι̃ς ἀτιμάσασιν αὐτοὺς ἐν τοι̃ς κύκλω̨ αὐτω̃ν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν καὶ ὁ θεὸς τω̃ν πατέρων αὐτω̃ν

29:1 ἐν τω̨̃ ἔτει τω̨̃ δεκάτω̨ ἐν τω̨̃ δεκάτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων

29:2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ' αὐτὸν καὶ ἐπ' Αἴγυπτον ὅλην

29:3 καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσω̨ ποταμω̃ν αὐτου̃ τὸν λέγοντα ἐμοί εἰσιν οἱ ποταμοί καὶ ἐγὼ ἐποίησα αὐτούς

29:4 καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθυ̃ς του̃ ποταμου̃ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου του̃ ποταμου̃ σου καὶ πάντας τοὺς ἰχθύας του̃ ποταμου̃ σου

29:5 καὶ καταβαλω̃ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας του̃ ποταμου̃ σου ἐπὶ πρόσωπον του̃ πεδίου πεση̨̃ καὶ οὐ μὴ συναχθη̨̃ς καὶ οὐ μὴ περισταλη̨̃ς τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ δέδωκά σε εἰς κατάβρωμα

29:6 καὶ γνώσονται πάντες οἱ κατοικου̃ντες Αἴγυπτον ὅτι ἐγώ εἰμι κύριος ἀνθ' ὡ̃ν ἐγενήθης ῥάβδος καλαμίνη τω̨̃ οἴκω̨ Ισραηλ

29:7 ὅτε ἐπελάβοντό σου τη̨̃ χειρὶ αὐτω̃ν ἐθλάσθης καὶ ὅτε ἐπεκράτησεν ἐπ' αὐτοὺς πα̃σα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ συνετρίβης καὶ συνέκλασας αὐτω̃ν πα̃σαν ὀσφύν

29:8 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν καὶ ἀπολω̃ ἀνθρώπους ἀπὸ σου̃ καὶ κτήνη

29:9 καὶ ἔσται ἡ γη̃ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἀντὶ του̃ λέγειν σε οἱ ποταμοὶ ἐμοί εἰσιν καὶ ἐγὼ ἐποίησα αὐτούς

29:10 διὰ του̃το ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γη̃ν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων

29:11 οὐ μὴ διέλθη̨ ἐν αὐτη̨̃ ποὺς ἀνθρώπου καὶ ποὺς κτήνους οὐ μὴ διέλθη̨ αὐτήν καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη

29:12 καὶ δώσω τὴν γη̃ν αὐτη̃ς ἀπώλειαν ἐν μέσω̨ γη̃ς ἠρημωμένης καὶ αἱ πόλεις αὐτη̃ς ἐν μέσω̨ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη καὶ διασπερω̃ Αἴγυπτον ἐν τοι̃ς ἔθνεσιν καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας

29:13 τάδε λέγει κύριος μετὰ τεσσαράκοντα ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τω̃ν ἐθνω̃ν οὑ̃ διεσκορπίσθησαν ἐκει̃

29:14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τω̃ν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γη̨̃ Παθουρης ἐν τη̨̃ γη̨̃ ὅθεν ἐλήμφθησαν καὶ ἔσται ἀρχὴ ταπεινὴ

29:15 παρὰ πάσας τὰς ἀρχάς οὐ μὴ ὑψωθη̨̃ ἔτι ἐπὶ τὰ ἔθνη καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω του̃ μὴ εἰ̃ναι αὐτοὺς πλείονας ἐν τοι̃ς ἔθνεσιν

29:16 καὶ οὐκέτι ἔσονται τω̨̃ οἴκω̨ Ισραηλ εἰς ἐλπίδα ἀναμιμνή̨σκουσαν ἀνομίαν ἐν τω̨̃ αὐτοὺς ἀκολουθη̃σαι ὀπίσω αὐτω̃ν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

29:17 καὶ ἐγένετο ἐν τω̨̃ ἑβδόμω̨ καὶ εἰκοστω̨̃ ἔτει μια̨̃ του̃ μηνὸς του̃ πρώτου ἐγένετο λόγος κυρίου πρός με λέγων

29:18 υἱὲ ἀνθρώπου Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος κατεδουλώσατο αὐτου̃ τὴν δύναμιν δουλεία̨ μεγάλη̨ ἐπὶ Τύρου πα̃σα κεφαλὴ φαλακρὰ καὶ πα̃ς ὠ̃μος μαδω̃ν καὶ μισθὸς οὐκ ἐγενήθη αὐτω̨̃ καὶ τη̨̃ δυνάμει αὐτου̃ ἐπὶ Τύρου καὶ τη̃ς δουλείας ἡ̃ς ἐδούλευσαν ἐπ' αὐτήν

29:19 τάδε λέγει κύριος κύριος ἰδοὺ δίδωμι τω̨̃ Ναβουχοδονοσορ βασιλει̃ Βαβυλω̃νος γη̃ν Αἰγύπτου καὶ προνομεύσει τὴν προνομὴν αὐτη̃ς καὶ σκυλεύσει τὰ σκυ̃λα αὐτη̃ς καὶ ἔσται μισθὸς τη̨̃ δυνάμει αὐτου̃

29:20 ἀντὶ τη̃ς λειτουργίας αὐτου̃ ἡ̃ς ἐδούλευσεν ἐπὶ Τύρον δέδωκα αὐτω̨̃ γη̃ν Αἰγύπτου τάδε λέγει κύριος κύριος

29:21 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀνατελει̃ κέρας παντὶ τω̨̃ οἴκω̨ Ισραηλ καὶ σοὶ δώσω στόμα ἀνεω̨γμένον ἐν μέσω̨ αὐτω̃ν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

30:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

30:2 υἱὲ ἀνθρώπου προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος ὠ̃ ὠ̃ ἡ ἡμέρα

30:3 ὅτι ἐγγὺς ἡ ἡμέρα του̃ κυρίου ἡμέρα πέρας ἐθνω̃ν ἔσται

30:4 καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους καὶ ἔσται ταραχὴ ἐν τη̨̃ Αἰθιοπία̨ καὶ πεσου̃νται τετραυματισμένοι ἐν Αἰγύπτω̨ καὶ συμπεσει̃ται αὐτη̃ς τὰ θεμέλια

30:5 Πέρσαι καὶ Κρη̃τες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τω̃ν υἱω̃ν τη̃ς διαθήκης μου μαχαίρα̨ πεσου̃νται ἐν αὐτη̨̃

30:6 καὶ πεσου̃νται τὰ ἀντιστηρίγματα Αἰγύπτου καὶ καταβήσεται ἡ ὕβρις τη̃ς ἰσχύος αὐτη̃ς ἀπὸ Μαγδώλου ἕως Συήνης μαχαίρα̨ πεσου̃νται ἐν αὐτη̨̃ λέγει κύριος

30:7 καὶ ἐρημωθήσεται ἐν μέσω̨ χωρω̃ν ἠρημωμένων καὶ αἱ πόλεις αὐτω̃ν ἐν μέσω̨ πόλεων ἠρημωμένων ἔσονται

30:8 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὅταν δω̃ πυ̃ρ ἐπ' Αἴγυπτον καὶ συντριβω̃σι πάντες οἱ βοηθου̃ντες αὐτη̨̃

30:9 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν καὶ ἔσται ταραχὴ ἐν αὐτοι̃ς ἐν τη̨̃ ἡμέρα̨ Αἰγύπτου ὅτι ἰδοὺ ἥκει

30:10 τάδε λέγει κύριος κύριος καὶ ἀπολω̃ πλη̃θος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσορ βασιλέως Βαβυλω̃νος

30:11 αὐτου̃ καὶ του̃ λαου̃ αὐτου̃ λοιμοὶ ἀπὸ ἐθνω̃ν ἀπεσταλμένοι ἀπολέσαι τὴν γη̃ν καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτω̃ν ἐπ' Αἴγυπτον καὶ πλησθήσεται ἡ γη̃ τραυματιω̃ν

30:12 καὶ δώσω τοὺς ποταμοὺς αὐτω̃ν ἐρήμους καὶ ἀπολω̃ τὴν γη̃ν καὶ τὸ πλήρωμα αὐτη̃ς ἐν χερσὶν ἀλλοτρίων ἐγὼ κύριος λελάληκα

30:13 ὅτι τάδε λέγει κύριος κύριος καὶ ἀπολω̃ μεγιστα̃νας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γη̃ς Αἰγύπτου καὶ οὐκ ἔσονται ἔτι

30:14 καὶ ἀπολω̃ γη̃ν Παθουρης καὶ δώσω πυ̃ρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει

30:15 καὶ ἐκχεω̃ τὸν θυμόν μου ἐπὶ Σάιν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολω̃ τὸ πλη̃θος Μέμφεως

30:16 καὶ δώσω πυ̃ρ ἐπ' Αἴγυπτον καὶ ταραχὴν ταραχθήσεται Συήνη καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα

30:17 νεανίσκοι ἡλίου πόλεως καὶ Βουβάστου ἐν μαχαίρα̨ πεσου̃νται καὶ αἱ γυναι̃κες ἐν αἰχμαλωσία̨ πορεύσονται

30:18 καὶ ἐν Ταφνας συσκοτάσει ἡ ἡμέρα ἐν τω̨̃ συντρι̃ψαι με ἐκει̃ τὰ σκη̃πτρα Αἰγύπτου καὶ ἀπολει̃ται ἐκει̃ ἡ ὕβρις τη̃ς ἰσχύος αὐτη̃ς καὶ αὐτὴν νεφέλη καλύψει καὶ αἱ θυγατέρες αὐτη̃ς αἰχμάλωτοι ἀχθήσονται

30:19 καὶ ποιήσω κρίμα ἐν Αἰγύπτω̨ καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

30:20 καὶ ἐγένετο ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει ἐν τω̨̃ πρώτω̨ μηνὶ ἑβδόμη̨ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων

30:21 υἱὲ ἀνθρώπου τοὺς βραχίονας Φαραω βασιλέως Αἰγύπτου συνέτριψα καὶ ἰδοὺ οὐ κατεδέθη του̃ δοθη̃ναι ἴασιν του̃ δοθη̃ναι ἐπ' αὐτὸν μάλαγμα του̃ δοθη̃ναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας

30:22 διὰ του̃το τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτου̃ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλω̃ τὴν μάχαιραν αὐτου̃ ἐκ τη̃ς χειρὸς αὐτου̃

30:23 καὶ διασπερω̃ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας

30:24 καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλω̃νος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χει̃ρα αὐτου̃ καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτη̃ς καὶ σκυλεύσει τὰ σκυ̃λα αὐτη̃ς

30:25 καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλω̃νος οἱ δὲ βραχίονες Φαραω πεσου̃νται καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ δου̃ναι τὴν ῥομφαίαν μου εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ ἐκτενει̃ αὐτὴν ἐπὶ γη̃ν Αἰγύπτου

30:26 καὶ διασπερω̃ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι κύριος

31:1 καὶ ἐγένετο ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει ἐν τω̨̃ τρίτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων

31:2 υἱὲ ἀνθρώπου εἰπὸν πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ τω̨̃ πλήθει αὐτου̃ τίνι ὡμοίωσας σεαυτὸν ἐν τω̨̃ ὕψει σου

31:3 ἰδοὺ Ασσουρ κυπάρισσος ἐν τω̨̃ Λιβάνω̨ καὶ καλὸς ται̃ς παραφυάσιν καὶ ὑψηλὸς τω̨̃ μεγέθει εἰς μέσον νεφελω̃ν ἐγένετο ἡ ἀρχὴ αὐτου̃

31:4 ὕδωρ ἐξέθρεψεν αὐτόν ἡ ἄβυσσος ὕψωσεν αὐτόν τοὺς ποταμοὺς αὐτη̃ς ἤγαγεν κύκλω̨ τω̃ν φυτω̃ν αὐτου̃ καὶ τὰ συστέματα αὐτη̃ς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα του̃ πεδίου

31:5 ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτου̃ παρὰ πάντα τὰ ξύλα του̃ πεδίου καὶ ἐπλατύνθησαν οἱ κλάδοι αὐτου̃ ἀφ' ὕδατος πολλου̃

31:6 ἐν ται̃ς παραφυάσιν αὐτου̃ ἐνόσσευσαν πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ὑποκάτω τω̃ν κλάδων αὐτου̃ ἐγεννω̃σαν πάντα τὰ θηρία του̃ πεδίου ἐν τη̨̃ σκια̨̃ αὐτου̃ κατώ̨κησεν πα̃ν πλη̃θος ἐθνω̃ν

31:7 καὶ ἐγένετο καλὸς ἐν τω̨̃ ὕψει αὐτου̃ διὰ τὸ πλη̃θος τω̃ν κλάδων αὐτου̃ ὅτι ἐγενήθησαν αἱ ῥίζαι αὐτου̃ εἰς ὕδωρ πολύ

31:8 κυπάρισσοι τοιαυ̃ται οὐκ ἐγενήθησαν ἐν τω̨̃ παραδείσω̨ του̃ θεου̃ καὶ πίτυες οὐχ ὅμοιαι ται̃ς παραφυάσιν αὐτου̃ καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοι̃ς κλάδοις αὐτου̃ πα̃ν ξύλον ἐν τω̨̃ παραδείσω̨ του̃ θεου̃ οὐχ ὡμοιώθη αὐτω̨̃ ἐν τω̨̃ κάλλει αὐτου̃

31:9 διὰ τὸ πλη̃θος τω̃ν κλάδων αὐτου̃ καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα του̃ παραδείσου τη̃ς τρυφη̃ς του̃ θεου̃

31:10 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐγένου μέγας τω̨̃ μεγέθει καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεφελω̃ν καὶ εἰ̃δον ἐν τω̨̃ ὑψωθη̃ναι αὐτόν

31:11 καὶ παρέδωκα αὐτὸν εἰς χει̃ρας ἄρχοντος ἐθνω̃ν καὶ ἐποίησεν τὴν ἀπώλειαν αὐτου̃

31:12 καὶ ἐξωλέθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνω̃ν καὶ κατέβαλον αὐτὸν ἐπὶ τω̃ν ὀρέων ἐν πάσαις ται̃ς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτου̃ καὶ συνετρίβη τὰ στελέχη αὐτου̃ ἐν παντὶ πεδίω̨ τη̃ς γη̃ς καὶ κατέβησαν ἀπὸ τη̃ς σκέπης αὐτω̃ν πάντες οἱ λαοὶ τω̃ν ἐθνω̃ν καὶ ἠδάφισαν αὐτόν

31:13 ἐπὶ τὴν πτω̃σιν αὐτου̃ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ἐπὶ τὰ στελέχη αὐτου̃ ἐγένοντο πάντα τὰ θηρία του̃ ἀγρου̃

31:14 ὅπως μὴ ὑψωθω̃σιν ἐν τω̨̃ μεγέθει αὐτω̃ν πάντα τὰ ξύλα τὰ ἐν τω̨̃ ὕδατι καὶ οὐκ ἔδωκαν τὴν ἀρχὴν αὐτω̃ν εἰς μέσον νεφελω̃ν καὶ οὐκ ἔστησαν ἐν τω̨̃ ὕψει αὐτω̃ν πρὸς αὐτὰ πάντες οἱ πίνοντες ὕδωρ πάντες ἐδόθησαν εἰς θάνατον εἰς γη̃ς βάθος ἐν μέσω̨ υἱω̃ν ἀνθρώπων πρὸς καταβαίνοντας εἰς βόθρον

31:15 τάδε λέγει κύριος κύριος ἐν ἡ̨̃ ἡμέρα̨ κατέβη εἰς ἅ̨δου ἐπένθησεν αὐτὸν ἡ ἄβυσσος καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτη̃ς καὶ ἐκώλυσα πλη̃θος ὕδατος καὶ ἐσκότασεν ἐπ' αὐτὸν ὁ Λίβανος πάντα τὰ ξύλα του̃ πεδίου ἐπ' αὐτω̨̃ ἐξελύθησαν

31:16 ἀπὸ τη̃ς φωνη̃ς τη̃ς πτώσεως αὐτου̃ ἐσείσθησαν τὰ ἔθνη ὅτε κατεβίβαζον αὐτὸν εἰς ἅ̨δου μετὰ τω̃ν καταβαινόντων εἰς λάκκον καὶ παρεκάλουν αὐτὸν ἐν γη̨̃ πάντα τὰ ξύλα τη̃ς τρυφη̃ς καὶ τὰ ἐκλεκτὰ του̃ Λιβάνου πάντα τὰ πίνοντα ὕδωρ

31:17 καὶ γὰρ αὐτοὶ κατέβησαν μετ' αὐτου̃ εἰς ἅ̨δου ἐν τοι̃ς τραυματίαις ἀπὸ μαχαίρας καὶ τὸ σπέρμα αὐτου̃ οἱ κατοικου̃ντες ὑπὸ τὴν σκέπην αὐτου̃ ἐν μέσω̨ τη̃ς ζωη̃ς αὐτω̃ν ἀπώλοντο

31:18 τίνι ὡμοιώθης κατάβηθι καὶ καταβιβάσθητι μετὰ τω̃ν ξύλων τη̃ς τρυφη̃ς εἰς γη̃ς βάθος ἐν μέσω̨ ἀπεριτμήτων κοιμηθήση̨ μετὰ τραυματιω̃ν μαχαίρας οὕτως Φαραω καὶ τὸ πλη̃θος τη̃ς ἰσχύος αὐτου̃ λέγει κύριος κύριος

32:1 καὶ ἐγένετο ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει ἐν τω̨̃ δωδεκάτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων

32:2 υἱὲ ἀνθρώπου λαβὲ θρη̃νον ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρει̃ς αὐτω̨̃ λέοντι ἐθνω̃ν ὡμοιώθης καὶ σὺ ὡς δράκων ὁ ἐν τη̨̃ θαλάσση̨ καὶ ἐκεράτιζες τοι̃ς ποταμοι̃ς σου καὶ ἐτάρασσες ὕδωρ τοι̃ς ποσίν σου καὶ κατεπάτεις τοὺς ποταμούς σου

32:3 τάδε λέγει κύριος καὶ περιβαλω̃ ἐπὶ σὲ δίκτυα λαω̃ν πολλω̃ν καὶ ἀνάξω σε ἐν τω̨̃ ἀγκίστρω̨ μου

32:4 καὶ ἐκτενω̃ σε ἐπὶ τὴν γη̃ν πεδία πλησθήσεταί σου καὶ ἐπικαθιω̃ ἐπὶ σὲ πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ἐμπλήσω ἐκ σου̃ πάντα τὰ θηρία πάσης τη̃ς γη̃ς

32:5 καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ του̃ αἵματός σου

32:6 καὶ ποτισθήσεται ἡ γη̃ ἀπὸ τω̃ν προχωρημάτων σου ἀπὸ του̃ πλήθους σου ἐπὶ τω̃ν ὀρέων φάραγγας ἐμπλήσω ἀπὸ σου̃

32:7 καὶ κατακαλύψω ἐν τω̨̃ σβεσθη̃ναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτου̃ ἥλιον ἐν νεφέλη̨ καλύψω καὶ σελήνη οὐ μὴ φάνη̨ τὸ φω̃ς αὐτη̃ς

32:8 πάντα τὰ φαίνοντα φω̃ς ἐν τω̨̃ οὐρανω̨̃ συσκοτάσουσιν ἐπὶ σέ καὶ δώσω σκότος ἐπὶ τὴν γη̃ν σου λέγει κύριος κύριος

32:9 καὶ παροργιω̃ καρδίαν λαω̃ν πολλω̃ν ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη εἰς γη̃ν ἣν οὐκ ἔγνως

32:10 καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά καὶ οἱ βασιλει̃ς αὐτω̃ν ἐκστάσει ἐκστήσονται ἐν τω̨̃ πέτασθαι τὴν ῥομφαίαν μου ἐπὶ πρόσωπα αὐτω̃ν προσδεχόμενοι τὴν πτω̃σιν αὐτω̃ν ἀφ' ἡμέρας πτώσεώς σου

32:11 ὅτι τάδε λέγει κύριος ῥομφαία βασιλέως Βαβυλω̃νος ἥξει σοι

32:12 ἐν μαχαίραις γιγάντων καὶ καταβαλω̃ τὴν ἰσχύν σου λοιμοὶ ἀπὸ ἐθνω̃ν πάντες καὶ ἀπολου̃σι τὴν ὕβριν Αἰγύπτου καὶ συντριβήσεται πα̃σα ἡ ἰσχὺς αὐτη̃ς

32:13 καὶ ἀπολω̃ πάντα τὰ κτήνη αὐτη̃ς ἀφ' ὕδατος πολλου̃ καὶ οὐ μὴ ταράξη̨ αὐτὸ ἔτι ποὺς ἀνθρώπου καὶ ἴχνος κτηνω̃ν οὐ μὴ καταπατήση̨ αὐτό

32:14 οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτω̃ν καὶ οἱ ποταμοὶ αὐτω̃ν ὡς ἔλαιον πορεύσονται λέγει κύριος

32:15 ὅταν δω̃ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθη̨̃ ἡ γη̃ σὺν τη̨̃ πληρώσει αὐτη̃ς ὅταν διασπείρω πάντας τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃ καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

32:16 θρη̃νός ἐστιν καὶ θρηνήσεις αὐτόν καὶ αἱ θυγατέρες τω̃ν ἐθνω̃ν θρηνήσουσιν αὐτόν ἐπ' Αἴγυπτον καὶ ἐπὶ πα̃σαν τὴν ἰσχὺν αὐτη̃ς θρηνήσουσιν αὐτήν λέγει κύριος κύριος

32:17 καὶ ἐγενήθη ἐν τω̨̃ δωδεκάτω̨ ἔτει του̃ πρώτου μηνὸς πεντεκαιδεκάτη̨ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων

32:18 υἱὲ ἀνθρώπου θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου καὶ καταβιβάσουσιν αὐτη̃ς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τη̃ς γη̃ς πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον

32:20 ἐν μέσω̨ τραυματιω̃ν μαχαίρας πεσου̃νται μετ' αὐτου̃ καὶ κοιμηθήσεται πα̃σα ἡ ἰσχὺς αὐτου̃

32:21 καὶ ἐρου̃σίν σοι οἱ γίγαντες ἐν βάθει βόθρου γίνου τίνος κρείττων εἰ̃ κατάβηθι καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσω̨ τραυματιω̃ν μαχαίρας

32:22 ἐκει̃ Ασσουρ καὶ πα̃σα ἡ συναγωγὴ αὐτου̃ πάντες τραυματίαι ἐκει̃ ἐδόθησαν καὶ ἡ ταφὴ αὐτω̃ν ἐν βάθει βόθρου καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτου̃ περικύκλω̨ του̃ μνήματος αὐτου̃ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρα̨

32:23 οἱ δόντες τὸν φόβον αὐτω̃ν ἐπὶ γη̃ς ζωη̃ς

32:24 ἐκει̃ αιλαμ καὶ πα̃σα ἡ δύναμις αὐτου̃ περικύκλω̨ του̃ μνήματος αὐτου̃ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρα̨ καὶ οἱ καταβαίνοντες ἀπερίτμητοι εἰς γη̃ς βάθος οἱ δεδωκότες αὐτω̃ν φόβον ἐπὶ γη̃ς ζωη̃ς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτω̃ν μετὰ τω̃ν καταβαινόντων εἰς βόθρον

32:25 ἐν μέσω̨ τραυματιω̃ν

32:26 ἐκει̃ ἐδόθησαν Μοσοχ καὶ Θοβελ καὶ πα̃σα ἡ ἰσχὺς αὐτω̃ν περικύκλω̨ του̃ μνήματος αὐτου̃ πάντες τραυματίαι αὐτου̃ πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας οἱ δεδωκότες τὸν φόβον αὐτω̃ν ἐπὶ γη̃ς ζωη̃ς

32:27 καὶ ἐκοιμήθησαν μετὰ τω̃ν γιγάντων τω̃ν πεπτωκότων ἀπὸ αἰω̃νος οἳ κατέβησαν εἰς ἅ̨δου ἐν ὅπλοις πολεμικοι̃ς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτω̃ν ὑπὸ τὰς κεφαλὰς αὐτω̃ν καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτω̃ν ἐπὶ τω̃ν ὀστω̃ν αὐτω̃ν ὅτι ἐξεφόβησαν γίγαντας ἐν γη̨̃ ζωη̃ς

32:28 καὶ σὺ ἐν μέσω̨ ἀπεριτμήτων κοιμηθήση̨ μετὰ τετραυματισμένων μαχαίρα̨

32:29 ἐκει̃ ἐδόθησαν οἱ ἄρχοντες Ασσουρ οἱ δόντες τὴν ἰσχὺν αὐτου̃ εἰς τραυ̃μα μαχαίρας οὑ̃τοι μετὰ τραυματιω̃ν ἐκοιμήθησαν μετὰ καταβαινόντων εἰς βόθρον

32:30 ἐκει̃ οἱ ἄρχοντες του̃ βορρα̃ πάντες στρατηγοὶ Ασσουρ οἱ καταβαίνοντες τραυματίαι σὺν τω̨̃ φόβω̨ αὐτω̃ν καὶ τη̨̃ ἰσχύι αὐτω̃ν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιω̃ν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτω̃ν μετὰ τω̃ν καταβαινόντων εἰς βόθρον

32:31 ἐκείνους ὄψεται βασιλεὺς Φαραω καὶ παρακληθήσεται ἐπὶ πα̃σαν τὴν ἰσχὺν αὐτω̃ν λέγει κύριος κύριος

32:32 ὅτι δέδωκα τὸν φόβον αὐτου̃ ἐπὶ γη̃ς ζωη̃ς καὶ κοιμηθήσεται ἐν μέσω̨ ἀπεριτμήτων μετὰ τραυματιω̃ν μαχαίρας Φαραω καὶ πα̃ν τὸ πλη̃θος αὐτου̃ λέγει κύριος κύριος

33:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

33:2 υἱὲ ἀνθρώπου λάλησον τοι̃ς υἱοι̃ς του̃ λαου̃ σου καὶ ἐρει̃ς πρὸς αὐτούς γη̃ ἐφ' ἣν ἂν ἐπάγω ῥομφαίαν καὶ λάβη̨ ὁ λαὸς τη̃ς γη̃ς ἄνθρωπον ἕνα ἐξ αὐτω̃ν καὶ δω̃σιν αὐτὸν ἑαυτοι̃ς εἰς σκοπόν

33:3 καὶ ἴδη̨ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γη̃ν καὶ σαλπίση̨ τη̨̃ σάλπιγγι καὶ σημάνη̨ τω̨̃ λαω̨̃

33:4 καὶ ἀκούση̨ ὁ ἀκούσας τὴν φωνὴν τη̃ς σάλπιγγος καὶ μὴ φυλάξηται καὶ ἐπέλθη̨ ἡ ῥομφαία καὶ καταλάβη̨ αὐτόν τὸ αἱ̃μα αὐτου̃ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ ἔσται

33:5 ὅτι τὴν φωνὴν τη̃ς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο τὸ αἱ̃μα αὐτου̃ ἐπ' αὐτου̃ ἔσται καὶ οὑ̃τος ὅτι ἐφυλάξατο τὴν ψυχὴν αὐτου̃ ἐξείλατο

33:6 καὶ ὁ σκοπός ἐὰν ἴδη̨ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνη̨ τη̨̃ σάλπιγγι καὶ ὁ λαὸς μὴ φυλάξηται καὶ ἐλθου̃σα ἡ ῥομφαία λάβη̨ ἐξ αὐτω̃ν ψυχήν αὕτη διὰ τὴν αὑτη̃ς ἀνομίαν ἐλήμφθη καὶ τὸ αἱ̃μα ἐκ τη̃ς χειρὸς του̃ σκοπου̃ ἐκζητήσω

33:7 καὶ σύ υἱὲ ἀνθρώπου σκοπὸν δέδωκά σε τω̨̃ οἴκω̨ Ισραηλ καὶ ἀκούση̨ ἐκ στόματός μου λόγον

33:8 ἐν τω̨̃ εἰ̃παί με τω̨̃ ἁμαρτωλω̨̃ θανάτω̨ θανατωθήση̨ καὶ μὴ λαλήση̨ς του̃ φυλάξασθαι τὸν ἀσεβη̃ ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ αὐτὸς ὁ ἄνομος τη̨̃ ἀνομία̨ αὐτου̃ ἀποθανει̃ται τὸ δὲ αἱ̃μα αὐτου̃ ἐκ τη̃ς χειρός σου ἐκζητήσω

33:9 σὺ δὲ ἐὰν προαπαγγείλη̨ς τω̨̃ ἀσεβει̃ τὴν ὁδὸν αὐτου̃ του̃ ἀποστρέψαι ἀπ' αὐτη̃ς καὶ μὴ ἀποστρέψη̨ ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ οὑ̃τος τη̨̃ ἀσεβεία̨ αὐτου̃ ἀποθανει̃ται καὶ σὺ τὴν ψυχὴν σαυτου̃ ἐξή̨ρησαι

33:10 καὶ σύ υἱὲ ἀνθρώπου εἰπὸν τω̨̃ οἴκω̨ Ισραηλ οὕτως ἐλαλήσατε λέγοντες αἱ πλάναι ἡμω̃ν καὶ αἱ ἀνομίαι ἡμω̃ν ἐφ' ἡμι̃ν εἰσιν καὶ ἐν αὐται̃ς ἡμει̃ς τηκόμεθα καὶ πω̃ς ζησόμεθα

33:11 εἰπὸν αὐτοι̃ς ζω̃ ἐγώ τάδε λέγει κύριος οὐ βούλομαι τὸν θάνατον του̃ ἀσεβου̃ς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβη̃ ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ καὶ ζη̃ν αὐτόν ἀποστροφη̨̃ ἀποστρέψατε ἀπὸ τη̃ς ὁδου̃ ὑμω̃ν καὶ ἵνα τί ἀποθνή̨σκετε οἰ̃κος Ισραηλ

33:12 εἰπὸν πρὸς τοὺς υἱοὺς του̃ λαου̃ σου δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ἡ̨̃ ἂν ἡμέρα̨ πλανηθη̨̃ καὶ ἀνομία ἀσεβου̃ς οὐ μὴ κακώση̨ αὐτὸν ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἀποστρέψη̨ ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ καὶ δίκαιος οὐ μὴ δύνηται σωθη̃ναι

33:13 ἐν τω̨̃ εἰ̃παί με τω̨̃ δικαίω̨ οὑ̃τος πέποιθεν ἐπὶ τη̨̃ δικαιοσύνη̨ αὐτου̃ καὶ ποιήση̨ ἀνομίαν πα̃σαι αἱ δικαιοσύναι αὐτου̃ οὐ μὴ ἀναμνησθω̃σιν ἐν τη̨̃ ἀδικία̨ αὐτου̃ ἡ̨̃ ἐποίησεν ἐν αὐτη̨̃ ἀποθανει̃ται

33:14 καὶ ἐν τω̨̃ εἰ̃παί με τω̨̃ ἀσεβει̃ θανάτω̨ θανατωθήση̨ καὶ ἀποστρέψη̨ ἀπὸ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ ποιήση̨ κρίμα καὶ δικαιοσύνην

33:15 καὶ ἐνεχύρασμα ἀποδω̨̃ καὶ ἅρπαγμα ἀποτείση̨ ἐν προστάγμασιν ζωη̃ς διαπορεύηται του̃ μὴ ποιη̃σαι ἄδικον ζωη̨̃ ζήσεται καὶ οὐ μὴ ἀποθάνη̨

33:16 πα̃σαι αἱ ἁμαρτίαι αὐτου̃ ἃς ἥμαρτεν οὐ μὴ ἀναμνησθω̃σιν ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν ἐν αὐτοι̃ς ζήσεται

33:17 καὶ ἐρου̃σιν οἱ υἱοὶ του̃ λαου̃ σου οὐκ εὐθει̃α ἡ ὁδὸς του̃ κυρίου καὶ αὕτη ἡ ὁδὸς αὐτω̃ν οὐκ εὐθει̃α

33:18 ἐν τω̨̃ ἀποστρέψαι δίκαιον ἀπὸ τη̃ς δικαιοσύνης αὐτου̃ καὶ ποιήση̨ ἀνομίας καὶ ἀποθανει̃ται ἐν αὐται̃ς

33:19 καὶ ἐν τω̨̃ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ καὶ ποιήση̨ κρίμα καὶ δικαιοσύνην ἐν αὐτοι̃ς αὐτὸς ζήσεται

33:20 καὶ του̃τό ἐστιν ὃ εἴπατε οὐκ εὐθει̃α ἡ ὁδὸς κυρίου ἕκαστον ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ κρινω̃ ὑμα̃ς οἰ̃κος Ισραηλ

33:21 καὶ ἐγενήθη ἐν τω̨̃ δωδεκάτω̨ ἔτει ἐν τω̨̃ δωδεκάτω̨ μηνὶ πέμπτη̨ του̃ μηνὸς τη̃ς αἰχμαλωσίας ἡμω̃ν ἠ̃λθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ιερουσαλημ λέγων ἑάλω ἡ πόλις

33:22 καὶ ἐγενήθη ἐπ' ἐμὲ χεὶρ κυρίου ἑσπέρας πρὶν ἐλθει̃ν αὐτὸν καὶ ἤνοιξέν μου τὸ στόμα ἕως ἠ̃λθεν πρός με τὸ πρωί καὶ ἀνοιχθέν μου τὸ στόμα οὐ συνεσχέθη ἔτι

33:23 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων

33:24 υἱὲ ἀνθρώπου οἱ κατοικου̃ντες τὰς ἠρημωμένας ἐπὶ τη̃ς γη̃ς του̃ Ισραηλ λέγουσιν εἱ̃ς ἠ̃ν Αβρααμ καὶ κατέσχεν τὴν γη̃ν καὶ ἡμει̃ς πλείους ἐσμέν ἡμι̃ν δέδοται ἡ γη̃ εἰς κατάσχεσιν

33:25 διὰ του̃το εἰπὸν αὐτοι̃ς τάδε λέγει κύριος κύριος

33:27 ζω̃ ἐγώ εἰ μὴν οἱ ἐν ται̃ς ἠρημωμέναις μαχαίρα̨ πεσου̃νται καὶ οἱ ἐπὶ προσώπου του̃ πεδίου τοι̃ς θηρίοις του̃ ἀγρου̃ δοθήσονται εἰς κατάβρωμα καὶ τοὺς ἐν ται̃ς τετειχισμέναις καὶ τοὺς ἐν τοι̃ς σπηλαίοις θανάτω̨ ἀποκτενω̃

33:28 καὶ δώσω τὴν γη̃ν ἔρημον καὶ ἀπολει̃ται ἡ ὕβρις τη̃ς ἰσχύος αὐτη̃ς καὶ ἐρημωθήσεται τὰ ὄρη του̃ Ισραηλ διὰ τὸ μὴ εἰ̃ναι διαπορευόμενον

33:29 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος καὶ ποιήσω τὴν γη̃ν αὐτω̃ν ἔρημον καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτω̃ν ἃ ἐποίησαν

33:30 καὶ σύ υἱὲ ἀνθρώπου οἱ υἱοὶ του̃ λαου̃ σου οἱ λαλου̃ντες περὶ σου̃ παρὰ τὰ τείχη καὶ ἐν τοι̃ς πυλω̃σι τω̃ν οἰκιω̃ν καὶ λαλου̃σιν ἄνθρωπος τω̨̃ ἀδελφω̨̃ αὐτου̃ λέγοντες συνέλθωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ κυρίου

33:31 ἔρχονται πρὸς σέ ὡς συμπορεύεται λαός καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσιν τὰ ῥήματά σου καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν ὅτι ψευ̃δος ἐν τω̨̃ στόματι αὐτω̃ν καὶ ὀπίσω τω̃ν μιασμάτων ἡ καρδία αὐτω̃ν

33:32 καὶ γίνη̨ αὐτοι̃ς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου καὶ ἀκούσονταί σου τὰ ῥήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά

33:33 καὶ ἡνίκα ἂν ἔλθη̨ ἐρου̃σιν ἰδοὺ ἥκει καὶ γνώσονται ὅτι προφήτης ἠ̃ν ἐν μέσω̨ αὐτω̃ν

34:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

34:2 υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τοὺς ποιμένας του̃ Ισραηλ προφήτευσον καὶ εἰπὸν τοι̃ς ποιμέσι τάδε λέγει κύριος κύριος ὠ̃ ποιμένες Ισραηλ μὴ βόσκουσιν ποιμένες ἑαυτούς οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες

34:3 ἰδοὺ τὸ γάλα κατέσθετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε καὶ τὰ πρόβατά μου οὐ βόσκετε

34:4 τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε καὶ τὸ κακω̃ς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθω̨

34:5 καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἰ̃ναι ποιμένας καὶ ἐγενήθη εἰς κατάβρωμα πα̃σι τοι̃ς θηρίοις του̃ ἀγρου̃

34:6 καὶ διεσπάρη μου τὰ πρόβατα ἐν παντὶ ὄρει καὶ ἐπὶ πα̃ν βουνὸν ὑψηλὸν καὶ ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς διεσπάρη καὶ οὐκ ἠ̃ν ὁ ἐκζητω̃ν οὐδὲ ὁ ἀποστρέφων

34:7 διὰ του̃το ποιμένες ἀκούσατε λόγον κυρίου

34:8 ζω̃ ἐγώ λέγει κύριος κύριος εἰ μὴν ἀντὶ του̃ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πα̃σι τοι̃ς θηρίοις του̃ πεδίου παρὰ τὸ μὴ εἰ̃ναι ποιμένας καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν

34:9 ἀντὶ τούτου ποιμένες

34:10 τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἀποστρέψω αὐτοὺς του̃ μὴ ποιμαίνειν τὰ πρόβατά μου καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά καὶ ἐξελου̃μαι τὰ πρόβατά μου ἐκ του̃ στόματος αὐτω̃ν καὶ οὐκ ἔσονται αὐτοι̃ς ἔτι εἰς κατάβρωμα

34:11 διότι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά

34:12 ὥσπερ ζητει̃ ὁ ποιμὴν τὸ ποίμνιον αὐτου̃ ἐν ἡμέρα̨ ὅταν ἠ̨̃ γνόφος καὶ νεφέλη ἐν μέσω̨ προβάτων διακεχωρισμένων οὕτως ἐκζητήσω τὰ πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου οὑ̃ διεσπάρησαν ἐκει̃ ἐν ἡμέρα̨ νεφέλης καὶ γνόφου

34:13 καὶ ἐξάξω αὐτοὺς ἐκ τω̃ν ἐθνω̃ν καὶ συνάξω αὐτοὺς ἀπὸ τω̃ν χωρω̃ν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γη̃ν αὐτω̃ν καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη Ισραηλ καὶ ἐν ται̃ς φάραγξιν καὶ ἐν πάση̨ κατοικία̨ τη̃ς γη̃ς

34:14 ἐν νομη̨̃ ἀγαθη̨̃ βοσκήσω αὐτούς καὶ ἐν τω̨̃ ὄρει τω̨̃ ὑψηλω̨̃ Ισραηλ ἔσονται αἱ μάνδραι αὐτω̃ν ἐκει̃ κοιμηθήσονται καὶ ἐκει̃ ἀναπαύσονται ἐν τρυφη̨̃ ἀγαθη̨̃ καὶ ἐν νομη̨̃ πίονι βοσκηθήσονται ἐπὶ τω̃ν ὀρέων Ισραηλ

34:15 ἐγὼ βοσκήσω τὰ πρόβατά μου καὶ ἐγὼ ἀναπαύσω αὐτά καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος τάδε λέγει κύριος κύριος

34:16 τὸ ἀπολωλὸς ζητήσω καὶ τὸ πλανώμενον ἐπιστρέψω καὶ τὸ συντετριμμένον καταδήσω καὶ τὸ ἐκλει̃πον ἐνισχύσω καὶ τὸ ἰσχυρὸν φυλάξω καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος

34:17 καὶ ὑμει̃ς πρόβατα τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ διακρινω̃ ἀνὰ μέσον προβάτου καὶ προβάτου κριω̃ν καὶ τράγων

34:18 καὶ οὐχ ἱκανὸν ὑμι̃ν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε καὶ τὰ κατάλοιπα τη̃ς νομη̃ς ὑμω̃ν κατεπατει̃τε τοι̃ς ποσὶν ὑμω̃ν καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε καὶ τὸ λοιπὸν τοι̃ς ποσὶν ὑμω̃ν ἐταράσσετε

34:19 καὶ τὰ πρόβατά μου τὰ πατήματα τω̃ν ποδω̃ν ὑμω̃ν ἐνέμοντο καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τω̃ν ποδω̃ν ὑμω̃ν ἔπινον

34:20 διὰ του̃το τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ διακρινω̃ ἀνὰ μέσον προβάτου ἰσχυρου̃ καὶ ἀνὰ μέσον προβάτου ἀσθενου̃ς

34:21 ἐπὶ ται̃ς πλευραι̃ς καὶ τοι̃ς ὤμοις ὑμω̃ν διωθει̃σθε καὶ τοι̃ς κέρασιν ὑμω̃ν ἐκερατίζετε καὶ πα̃ν τὸ ἐκλει̃πον ἐξεθλίβετε

34:22 καὶ σώσω τὰ πρόβατά μου καὶ οὐ μὴ ὠ̃σιν ἔτι εἰς προνομήν καὶ κρινω̃ ἀνὰ μέσον κριου̃ πρὸς κριόν

34:23 καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανει̃ αὐτούς τὸν δου̃λόν μου Δαυιδ καὶ ἔσται αὐτω̃ν ποιμήν

34:24 καὶ ἐγὼ κύριος ἔσομαι αὐτοι̃ς εἰς θεόν καὶ Δαυιδ ἐν μέσω̨ αὐτω̃ν ἄρχων ἐγὼ κύριος ἐλάλησα

34:25 καὶ διαθήσομαι τω̨̃ Δαυιδ διαθήκην εἰρήνης καὶ ἀφανιω̃ θηρία πονηρὰ ἀπὸ τη̃ς γη̃ς καὶ κατοικήσουσιν ἐν τη̨̃ ἐρήμω̨ καὶ ὑπνώσουσιν ἐν τοι̃ς δρυμοι̃ς

34:26 καὶ δώσω αὐτοὺς περικύκλω̨ του̃ ὄρους μου καὶ δώσω τὸν ὑετὸν ὑμι̃ν ὑετὸν εὐλογίας

34:27 καὶ τὰ ξύλα τὰ ἐν τω̨̃ πεδίω̨ δώσει τὸν καρπὸν αὐτω̃ν καὶ ἡ γη̃ δώσει τὴν ἰσχὺν αὐτη̃ς καὶ κατοικήσουσιν ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἐν ἐλπίδι εἰρήνης καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ συντρι̃ψαί με τὸν ζυγὸν αὐτω̃ν καὶ ἐξελου̃μαι αὐτοὺς ἐκ χειρὸς τω̃ν καταδουλωσαμένων αὐτούς

34:28 καὶ οὐκ ἔσονται ἔτι ἐν προνομη̨̃ τοι̃ς ἔθνεσιν καὶ τὰ θηρία τη̃ς γη̃ς οὐκέτι μὴ φάγωσιν αὐτούς καὶ κατοικήσουσιν ἐν ἐλπίδι καὶ οὐκ ἔσται ὁ ἐκφοβω̃ν αὐτούς

34:29 καὶ ἀναστήσω αὐτοι̃ς φυτὸν εἰρήνης καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμω̨̃ ἐπὶ τη̃ς γη̃ς καὶ οὐ μὴ ἐνέγκωσιν ἔτι ὀνειδισμὸν ἐθνω̃ν

34:30 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν καὶ αὐτοὶ λαός μου οἰ̃κος Ισραηλ λέγει κύριος

34:31 πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν λέγει κύριος κύριος

35:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

35:2 υἱὲ ἀνθρώπου ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ' ὄρος Σηιρ καὶ προφήτευσον ἐπ' αὐτὸ

35:3 καὶ εἰπόν τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ ὄρος Σηιρ καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ δώσω σε ἔρημον καὶ ἐρημωθήση̨

35:4 καὶ ται̃ς πόλεσίν σου ἐρημίαν ποιήσω καὶ σὺ ἔρημος ἔση̨ καὶ γνώση̨ ὅτι ἐγώ εἰμι κύριος

35:5 ἀντὶ του̃ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τω̨̃ οἴκω̨ Ισραηλ δόλω̨ ἐν χειρὶ ἐχθρω̃ν μαχαίρα̨ ἐν καιρω̨̃ ἀδικίας ἐπ' ἐσχάτω̨

35:6 διὰ του̃το ζω̃ ἐγώ λέγει κύριος κύριος εἰ μὴν εἰς αἱ̃μα ἥμαρτες καὶ αἱ̃μά σε διώξεται

35:7 καὶ δώσω τὸ ὄρος Σηιρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολω̃ ἀπ' αὐτου̃ ἀνθρώπους καὶ κτήνη

35:8 καὶ ἐμπλήσω τω̃ν τραυματιω̃ν σου τοὺς βουνοὺς καὶ τὰς φάραγγάς σου καὶ ἐν πα̃σι τοι̃ς πεδίοις σου τετραυματισμένοι μαχαίρα̨ πεσου̃νται ἐν σοί

35:9 ἐρημίαν αἰώνιον θήσομαί σε καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθω̃σιν ἔτι καὶ γνώση̨ ὅτι ἐγώ εἰμι κύριος

35:10 διὰ τὸ εἰπει̃ν σε τὰ δύο ἔθνη καὶ αἱ δύο χω̃ραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς καὶ κύριος ἐκει̃ ἐστιν

35:11 διὰ του̃το ζω̃ ἐγώ λέγει κύριος καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι ἡνίκα ἂν κρίνω σε

35:12 καὶ γνώση̨ ὅτι ἐγώ εἰμι κύριος ἤκουσα τη̃ς φωνη̃ς τω̃ν βλασφημιω̃ν σου ὅτι εἰ̃πας τὰ ὄρη Ισραηλ ἔρημα ἡμι̃ν δέδοται εἰς κατάβρωμα

35:13 καὶ ἐμεγαλορημόνησας ἐπ' ἐμὲ τω̨̃ στόματί σου ἐγὼ ἤκουσα

35:14 τάδε λέγει κύριος ἐν τη̨̃ εὐφροσύνη̨ πάσης τη̃ς γη̃ς ἔρημον ποιήσω σε

35:15 ἔρημον ἔση̨ ὄρος Σηιρ καὶ πα̃σα ἡ Ιδουμαία ἐξαναλωθήσεται καὶ γνώση̨ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν

36:1 καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὰ ὄρη Ισραηλ καὶ εἰπὸν τοι̃ς ὄρεσιν του̃ Ισραηλ ἀκούσατε λόγον κυρίου

36:2 τάδε λέγει κύριος κύριος ἀνθ' ὡ̃ν εἰ̃πεν ὁ ἐχθρὸς ἐφ' ὑμα̃ς εὐ̃γε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμι̃ν ἐγενήθη

36:3 διὰ του̃το προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος κύριος ἀντὶ του̃ ἀτιμασθη̃ναι ὑμα̃ς καὶ μισηθη̃ναι ὑμα̃ς ὑπὸ τω̃ν κύκλω̨ ὑμω̃ν του̃ εἰ̃ναι ὑμα̃ς εἰς κατάσχεσιν τοι̃ς καταλοίποις ἔθνεσιν καὶ ἀνέβητε λάλημα γλώσση̨ καὶ εἰς ὀνείδισμα ἔθνεσιν

36:4 διὰ του̃το ὄρη Ισραηλ ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος τοι̃ς ὄρεσιν καὶ τοι̃ς βουνοι̃ς καὶ ται̃ς φάραγξιν καὶ τοι̃ς χειμάρροις καὶ τοι̃ς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ται̃ς πόλεσιν ται̃ς ἐγκαταλελειμμέναις αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοι̃ς καταλειφθει̃σιν ἔθνεσιν περικύκλω̨

36:5 διὰ του̃το τάδε λέγει κύριος κύριος εἰ μὴν ἐν πυρὶ θυμου̃ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν Ιδουμαίαν πα̃σαν ὅτι ἔδωκαν τὴν γη̃ν μου ἑαυτοι̃ς εἰς κατάσχεσιν μετ' εὐφροσύνης ἀτιμάσαντες ψυχὰς του̃ ἀφανίσαι ἐν προνομη̨̃

36:6 διὰ του̃το προφήτευσον ἐπὶ τὴν γη̃ν του̃ Ισραηλ καὶ εἰπὸν τοι̃ς ὄρεσιν καὶ τοι̃ς βουνοι̃ς καὶ ται̃ς φάραγξιν καὶ ται̃ς νάπαις τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐν τω̨̃ ζήλω̨ μου καὶ ἐν τω̨̃ θυμω̨̃ μου ἐλάλησα ἀντὶ του̃ ὀνειδισμοὺς ἐθνω̃ν ἐνέγκαι ὑμα̃ς

36:7 διὰ του̃το ἐγὼ ἀρω̃ τὴν χει̃ρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλω̨ ὑμω̃ν οὑ̃τοι τὴν ἀτιμίαν αὐτω̃ν λήμψονται

36:8 ὑμω̃ν δέ ὄρη Ισραηλ τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμω̃ν καταφάγεται ὁ λαός μου ὅτι ἐγγίζουσιν του̃ ἐλθει̃ν

36:9 ὅτι ἰδοὺ ἐγὼ ἐφ' ὑμα̃ς καὶ ἐπιβλέψω ἐφ' ὑμα̃ς καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε

36:10 καὶ πληθυνω̃ ἐφ' ὑμα̃ς ἀνθρώπους πα̃ν οἰ̃κον Ισραηλ εἰς τέλος καὶ κατοικηθήσονται αἱ πόλεις καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται

36:11 καὶ πληθυνω̃ ἐφ' ὑμα̃ς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιω̃ ὑμα̃ς ὡς τὸ ἐν ἀρχη̨̃ ὑμω̃ν καὶ εὐ̃ ποιήσω ὑμα̃ς ὥσπερ τὰ ἔμπροσθεν ὑμω̃ν καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος

36:12 καὶ γεννήσω ἐφ' ὑμα̃ς ἀνθρώπους τὸν λαόν μου Ισραηλ καὶ κληρονομήσουσιν ὑμα̃ς καὶ ἔσεσθε αὐτοι̃ς εἰς κατάσχεσιν καὶ οὐ μὴ προστεθη̃τε ἔτι ἀτεκνωθη̃ναι ἀπ' αὐτω̃ν

36:13 τάδε λέγει κύριος κύριος ἀνθ' ὡ̃ν εἰ̃πάν σοι κατέσθουσα ἀνθρώπους εἰ̃ καὶ ἠτεκνωμένη ὑπὸ του̃ ἔθνους σου ἐγένου

36:14 διὰ του̃το ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι λέγει κύριος κύριος

36:15 καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ' ὑμα̃ς ἀτιμία ἐθνω̃ν καὶ ὀνειδισμοὺς λαω̃ν οὐ μὴ ἀνενέγκητε λέγει κύριος κύριος

36:16 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

36:17 υἱὲ ἀνθρώπου οἰ̃κος Ισραηλ κατώ̨κησεν ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν καὶ ἐμίαναν αὐτὴν ἐν τη̨̃ ὁδω̨̃ αὐτω̃ν καὶ ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ ἐν ται̃ς ἀκαθαρσίαις αὐτω̃ν κατὰ τὴν ἀκαθαρσίαν τη̃ς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτω̃ν πρὸ προσώπου μου

36:18 καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ' αὐτοὺς

36:19 καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας κατὰ τὴν ὁδὸν αὐτω̃ν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτω̃ν ἔκρινα αὐτούς

36:20 καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη οὑ̃ εἰσήλθοσαν ἐκει̃ καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τω̨̃ λέγεσθαι αὐτούς λαὸς κυρίου οὑ̃τοι καὶ ἐκ τη̃ς γη̃ς αὐτου̃ ἐξεληλύθασιν

36:21 καὶ ἐφεισάμην αὐτω̃ν διὰ τὸ ὄνομά μου τὸ ἅγιον ὃ ἐβεβήλωσαν οἰ̃κος Ισραηλ ἐν τοι̃ς ἔθνεσιν οὑ̃ εἰσήλθοσαν ἐκει̃

36:22 διὰ του̃το εἰπὸν τω̨̃ οἴκω̨ Ισραηλ τάδε λέγει κύριος οὐχ ὑμι̃ν ἐγὼ ποιω̃ οἰ̃κος Ισραηλ ἀλλ' ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον ὃ ἐβεβηλώσατε ἐν τοι̃ς ἔθνεσιν οὑ̃ εἰσήλθετε ἐκει̃

36:23 καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοι̃ς ἔθνεσιν ὃ ἐβεβηλώσατε ἐν μέσω̨ αὐτω̃ν καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ ἁγιασθη̃ναί με ἐν ὑμι̃ν κατ' ὀφθαλμοὺς αὐτω̃ν

36:24 καὶ λήμψομαι ὑμα̃ς ἐκ τω̃ν ἐθνω̃ν καὶ ἀθροίσω ὑμα̃ς ἐκ πασω̃ν τω̃ν γαιω̃ν καὶ εἰσάξω ὑμα̃ς εἰς τὴν γη̃ν ὑμω̃ν

36:25 καὶ ῥανω̃ ἐφ' ὑμα̃ς ὕδωρ καθαρόν καὶ καθαρισθήσεσθε ἀπὸ πασω̃ν τω̃ν ἀκαθαρσιω̃ν ὑμω̃ν καὶ ἀπὸ πάντων τω̃ν εἰδώλων ὑμω̃ν καὶ καθαριω̃ ὑμα̃ς

36:26 καὶ δώσω ὑμι̃ν καρδίαν καινὴν καὶ πνευ̃μα καινὸν δώσω ἐν ὑμι̃ν καὶ ἀφελω̃ τὴν καρδίαν τὴν λιθίνην ἐκ τη̃ς σαρκὸς ὑμω̃ν καὶ δώσω ὑμι̃ν καρδίαν σαρκίνην

36:27 καὶ τὸ πνευ̃μά μου δώσω ἐν ὑμι̃ν καὶ ποιήσω ἵνα ἐν τοι̃ς δικαιώμασίν μου πορεύησθε καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε

36:28 καὶ κατοικήσετε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα τοι̃ς πατράσιν ὑμω̃ν καὶ ἔσεσθέ μοι εἰς λαόν κἀγὼ ἔσομαι ὑμι̃ν εἰς θεόν

36:29 καὶ σώσω ὑμα̃ς ἐκ πασω̃ν τω̃ν ἀκαθαρσιω̃ν ὑμω̃ν καὶ καλέσω τὸν σι̃τον καὶ πληθυνω̃ αὐτὸν καὶ οὐ δώσω ἐφ' ὑμα̃ς λιμόν

36:30 καὶ πληθυνω̃ τὸν καρπὸν του̃ ξύλου καὶ τὰ γενήματα του̃ ἀγρου̃ ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμου̃ ἐν τοι̃ς ἔθνεσιν

36:31 καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμω̃ν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμω̃ν τὰ μὴ ἀγαθὰ καὶ προσοχθιει̃τε κατὰ πρόσωπον αὐτω̃ν ἐν ται̃ς ἀνομίαις ὑμω̃ν καὶ ἐπὶ τοι̃ς βδελύγμασιν ὑμω̃ν

36:32 οὐ δι' ὑμα̃ς ἐγὼ ποιω̃ λέγει κύριος κύριος γνωστὸν ἔσται ὑμι̃ν αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τω̃ν ὁδω̃ν ὑμω̃ν οἰ̃κος Ισραηλ

36:33 τάδε λέγει κύριος ἐν ἡμέρα̨ ἡ̨̃ καθαριω̃ ὑμα̃ς ἐκ πασω̃ν τω̃ν ἀνομιω̃ν ὑμω̃ν καὶ κατοικιω̃ τὰς πόλεις καὶ οἰκοδομηθήσονται αἱ ἔρημοι

36:34 καὶ ἡ γη̃ ἡ ἠφανισμένη ἐργασθήσεται ἀνθ' ὡ̃ν ὅτι ἠφανισμένη ἐγενήθη κατ' ὀφθαλμοὺς παντὸς παροδεύοντος

36:35 καὶ ἐρου̃σιν ἡ γη̃ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κη̃πος τρυφη̃ς καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν

36:36 καὶ γνώσονται τὰ ἔθνη ὅσα ἂν καταλειφθω̃σιν κύκλω̨ ὑμω̃ν ὅτι ἐγὼ κύριος ὠ̨κοδόμησα τὰς καθη̨ρημένας καὶ κατεφύτευσα τὰς ἠφανισμένας ἐγὼ κύριος ἐλάλησα καὶ ποιήσω

36:37 τάδε λέγει κύριος ἔτι του̃το ζητηθήσομαι τω̨̃ οἴκω̨ Ισραηλ του̃ ποιη̃σαι αὐτοι̃ς πληθυνω̃ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους

36:38 ὡς πρόβατα ἅγια ὡς πρόβατα Ιερουσαλημ ἐν ται̃ς ἑορται̃ς αὐτη̃ς οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων καὶ γνώσονται ὅτι ἐγὼ κύριος

37:1 καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέν με ἐν πνεύματι κύριος καὶ ἔθηκέν με ἐν μέσω̨ του̃ πεδίου καὶ του̃το ἠ̃ν μεστὸν ὀστέων ἀνθρωπίνων

37:2 καὶ περιήγαγέν με ἐπ' αὐτὰ κυκλόθεν κύκλω̨ καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου του̃ πεδίου ξηρὰ σφόδρα

37:3 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου εἰ ζήσεται τὰ ὀστα̃ ταυ̃τα καὶ εἰ̃πα κύριε σὺ ἐπίστη̨ ταυ̃τα

37:4 καὶ εἰ̃πεν πρός με προφήτευσον ἐπὶ τὰ ὀστα̃ ταυ̃τα καὶ ἐρει̃ς αὐτοι̃ς τὰ ὀστα̃ τὰ ξηρά ἀκούσατε λόγον κυρίου

37:5 τάδε λέγει κύριος τοι̃ς ὀστέοις τούτοις ἰδοὺ ἐγὼ φέρω εἰς ὑμα̃ς πνευ̃μα ζωη̃ς

37:6 καὶ δώσω ἐφ' ὑμα̃ς νευ̃ρα καὶ ἀνάξω ἐφ' ὑμα̃ς σάρκας καὶ ἐκτενω̃ ἐφ' ὑμα̃ς δέρμα καὶ δώσω πνευ̃μά μου εἰς ὑμα̃ς καὶ ζήσεσθε καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος

37:7 καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι καὶ ἐγένετο ἐν τω̨̃ ἐμὲ προφητευ̃σαι καὶ ἰδοὺ σεισμός καὶ προσήγαγε τὰ ὀστα̃ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτου̃

37:8 καὶ εἰ̃δον καὶ ἰδοὺ ἐπ' αὐτὰ νευ̃ρα καὶ σάρκες ἐφύοντο καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω καὶ πνευ̃μα οὐκ ἠ̃ν ἐν αὐτοι̃ς

37:9 καὶ εἰ̃πεν πρός με προφήτευσον υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὸ πνευ̃μα καὶ εἰπὸν τω̨̃ πνεύματι τάδε λέγει κύριος ἐκ τω̃ν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους καὶ ζησάτωσαν

37:10 καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι καὶ εἰση̃λθεν εἰς αὐτοὺς τὸ πνευ̃μα καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τω̃ν ποδω̃ν αὐτω̃ν συναγωγὴ πολλὴ σφόδρα

37:11 καὶ ἐλάλησεν κύριος πρός με λέγων υἱὲ ἀνθρώπου τὰ ὀστα̃ ταυ̃τα πα̃ς οἰ̃κος Ισραηλ ἐστίν καὶ αὐτοὶ λέγουσιν ξηρὰ γέγονεν τὰ ὀστα̃ ἡμω̃ν ἀπόλωλεν ἡ ἐλπὶς ἡμω̃ν διαπεφωνήκαμεν

37:12 διὰ του̃το προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἀνοίγω ὑμω̃ν τὰ μνήματα καὶ ἀνάξω ὑμα̃ς ἐκ τω̃ν μνημάτων ὑμω̃ν καὶ εἰσάξω ὑμα̃ς εἰς τὴν γη̃ν του̃ Ισραηλ

37:13 καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ ἀνοι̃ξαί με τοὺς τάφους ὑμω̃ν του̃ ἀναγαγει̃ν με ἐκ τω̃ν τάφων τὸν λαόν μου

37:14 καὶ δώσω τὸ πνευ̃μά μου εἰς ὑμα̃ς καὶ ζήσεσθε καὶ θήσομαι ὑμα̃ς ἐπὶ τὴν γη̃ν ὑμω̃ν καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος λελάληκα καὶ ποιήσω λέγει κύριος

37:15 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

37:16 υἱὲ ἀνθρώπου λαβὲ σεαυτω̨̃ ῥάβδον καὶ γράψον ἐπ' αὐτὴν τὸν Ιουδαν καὶ τοὺς υἱοὺς Ισραηλ τοὺς προσκειμένους ἐπ' αὐτόν καὶ ῥάβδον δευτέραν λήμψη̨ σεαυτω̨̃ καὶ γράψεις αὐτήν τω̨̃ Ιωσηφ ῥάβδον Εφραιμ καὶ πάντας τοὺς υἱοὺς Ισραηλ τοὺς προστεθέντας πρὸς αὐτόν

37:17 καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτω̨̃ εἰς ῥάβδον μίαν του̃ δη̃σαι αὐτάς καὶ ἔσονται ἐν τη̨̃ χειρί σου

37:18 καὶ ἔσται ὅταν λέγωσιν πρὸς σὲ οἱ υἱοὶ του̃ λαου̃ σου οὐκ ἀναγγελει̃ς ἡμι̃ν τί ἐστιν ταυ̃τά σοι

37:19 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ λήμψομαι τὴν φυλὴν Ιωσηφ τὴν διὰ χειρὸς Εφραιμ καὶ τὰς φυλὰς Ισραηλ τὰς προσκειμένας πρὸς αὐτὸν καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ιουδα καὶ ἔσονται εἰς ῥάβδον μίαν ἐν τη̨̃ χειρὶ Ιουδα

37:20 καὶ ἔσονται αἱ ῥάβδοι ἐφ' αἱ̃ς σὺ ἔγραψας ἐπ' αὐται̃ς ἐν τη̨̃ χειρί σου ἐνώπιον αὐτω̃ν

37:21 καὶ ἐρει̃ς αὐτοι̃ς τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἰ̃κον Ισραηλ ἐκ μέσου τω̃ν ἐθνω̃ν οὑ̃ εἰσήλθοσαν ἐκει̃ καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τω̃ν περικύκλω̨ αὐτω̃ν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γη̃ν του̃ Ισραηλ

37:22 καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τη̨̃ γη̨̃ μου καὶ ἐν τοι̃ς ὄρεσιν Ισραηλ καὶ ἄρχων εἱ̃ς ἔσται αὐτω̃ν καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη οὐδὲ μὴ διαιρεθω̃σιν οὐκέτι εἰς δύο βασιλείας

37:23 ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασω̃ν τω̃ν ἀνομιω̃ν αὐτω̃ν ὡ̃ν ἡμάρτοσαν ἐν αὐται̃ς καὶ καθαριω̃ αὐτούς καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ κύριος ἔσομαι αὐτοι̃ς εἰς θεόν

37:24 καὶ ὁ δου̃λός μου Δαυιδ ἄρχων ἐν μέσω̨ αὐτω̃ν καὶ ποιμὴν εἱ̃ς ἔσται πάντων ὅτι ἐν τοι̃ς προστάγμασίν μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά

37:25 καὶ κατοικήσουσιν ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἣν ἐγὼ δέδωκα τω̨̃ δούλω̨ μου Ιακωβ οὑ̃ κατώ̨κησαν ἐκει̃ οἱ πατέρες αὐτω̃ν καὶ κατοικήσουσιν ἐπ' αὐτη̃ς αὐτοί καὶ Δαυιδ ὁ δου̃λός μου ἄρχων αὐτω̃ν ἔσται εἰς τὸν αἰω̃να

37:26 καὶ διαθήσομαι αὐτοι̃ς διαθήκην εἰρήνης διαθήκη αἰωνία ἔσται μετ' αὐτω̃ν καὶ θήσω τὰ ἅγιά μου ἐν μέσω̨ αὐτω̃ν εἰς τὸν αἰω̃να

37:27 καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοι̃ς καὶ ἔσομαι αὐτοι̃ς θεός καὶ αὐτοί μου ἔσονται λαός

37:28 καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τω̨̃ εἰ̃ναι τὰ ἅγιά μου ἐν μέσω̨ αὐτω̃ν εἰς τὸν αἰω̃να

38:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

38:2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γη̃ν του̃ Μαγωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ καὶ προφήτευσον ἐπ' αὐτὸν

38:3 καὶ εἰπὸν αὐτω̨̃ τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ

38:4 καὶ συνάξω σε καὶ πα̃σαν τὴν δύναμίν σου ἵππους καὶ ἱππει̃ς ἐνδεδυμένους θώρακας πάντας συναγωγὴ πολλή πέλται καὶ περικεφαλαι̃αι καὶ μάχαιραι

38:5 Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες πάντες περικεφαλαίαις καὶ πέλταις

38:6 Γομερ καὶ πάντες οἱ περὶ αὐτόν οἰ̃κος του̃ Θεργαμα ἀπ' ἐσχάτου βορρα̃ καὶ πάντες οἱ περὶ αὐτόν καὶ ἔθνη πολλὰ μετὰ σου̃

38:7 ἑτοιμάσθητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πα̃σα ἡ συναγωγή σου οἱ συνηγμένοι μετὰ σου̃ καὶ ἔση̨ μοι εἰς προφυλακήν

38:8 ἀφ' ἡμερω̃ν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ' ἐσχάτου ἐτω̃ν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γη̃ν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας συνηγμένων ἀπὸ ἐθνω̃ν πολλω̃ν ἐπὶ γη̃ν Ισραηλ ἣ ἐγενήθη ἔρημος δι' ὅλου καὶ οὑ̃τος ἐξ ἐθνω̃ν ἐξελήλυθεν καὶ κατοικήσουσιν ἐπ' εἰρήνης ἅπαντες

38:9 καὶ ἀναβήση̨ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γη̃ν καὶ ἔση̨ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σου̃

38:10 τάδε λέγει κύριος κύριος καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου καὶ λογιη̨̃ λογισμοὺς πονηροὺς

38:11 καὶ ἐρει̃ς ἀναβήσομαι ἐπὶ γη̃ν ἀπερριμμένην ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχία̨ καὶ οἰκου̃ντας ἐπ' εἰρήνης πάντας κατοικου̃ντας γη̃ν ἐν ἡ̨̃ οὐχ ὑπάρχει τει̃χος οὐδὲ μοχλοί καὶ θύραι οὐκ εἰσὶν αὐτοι̃ς

38:12 προνομευ̃σαι προνομὴν καὶ σκυλευ̃σαι σκυ̃λα αὐτω̃ν του̃ ἐπιστρέψαι χει̃ρά σου εἰς τὴν ἠρημωμένην ἣ κατω̨κίσθη καὶ ἐπ' ἔθνος συνηγμένον ἀπὸ ἐθνω̃ν πολλω̃ν πεποιηκότας κτήσεις κατοικου̃ντας ἐπὶ τὸν ὀμφαλὸν τη̃ς γη̃ς

38:13 Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πα̃σαι αἱ κω̃μαι αὐτω̃ν ἐρου̃σίν σοι εἰς προνομὴν του̃ προνομευ̃σαι σὺ ἔρχη̨ καὶ σκυλευ̃σαι σκυ̃λα συνήγαγες συναγωγήν σου λαβει̃ν ἀργύριον καὶ χρυσίον ἀπενέγκασθαι κτη̃σιν του̃ σκυλευ̃σαι σκυ̃λα

38:14 διὰ του̃το προφήτευσον υἱὲ ἀνθρώπου καὶ εἰπὸν τω̨̃ Γωγ τάδε λέγει κύριος οὐκ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν τω̨̃ κατοικισθη̃ναι τὸν λαόν μου Ισραηλ ἐπ' εἰρήνης ἐγερθήση̨

38:15 καὶ ἥξεις ἐκ του̃ τόπου σου ἀπ' ἐσχάτου βορρα̃ καὶ ἔθνη πολλὰ μετὰ σου̃ ἀναβάται ἵππων πάντες συναγωγὴ μεγάλη καὶ δύναμις πολλή

38:16 καὶ ἀναβήση̨ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γη̃ν ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ἔσται καὶ ἀνάξω σε ἐπὶ τὴν γη̃ν μου ἵνα γνω̃σιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τω̨̃ ἁγιασθη̃ναί με ἐν σοὶ ἐνώπιον αὐτω̃ν

38:17 τάδε λέγει κύριος κύριος τω̨̃ Γωγ σὺ εἰ̃ περὶ οὑ̃ ἐλάλησα πρὸ ἡμερω̃ν τω̃ν ἔμπροσθεν διὰ χειρὸς τω̃ν δούλων μου προφητω̃ν του̃ Ισραηλ ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἔτεσιν του̃ ἀγαγει̃ν σε ἐπ' αὐτούς

38:18 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν ἡμέρα̨ ἡ̨̃ ἂν ἔλθη̨ Γωγ ἐπὶ τὴν γη̃ν του̃ Ισραηλ λέγει κύριος κύριος ἀναβήσεται ὁ θυμός μου

38:19 καὶ ὁ ζη̃λός μου ἐν πυρὶ τη̃ς ὀργη̃ς μου ἐλάλησα εἰ μὴν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται σεισμὸς μέγας ἐπὶ γη̃ς Ισραηλ

38:20 καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τη̃ς θαλάσσης καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ τὰ θηρία του̃ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τη̃ς γη̃ς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τη̃ς γη̃ς καὶ ῥαγήσεται τὰ ὄρη καὶ πεσου̃νται αἱ φάραγγες καὶ πα̃ν τει̃χος ἐπὶ τὴν γη̃ν πεσει̃ται

38:21 καὶ καλέσω ἐπ' αὐτὸν πα̃ν φόβον λέγει κύριος μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτου̃ ἔσται

38:22 καὶ κρινω̃ αὐτὸν θανάτω̨ καὶ αἵματι καὶ ὑετω̨̃ κατακλύζοντι καὶ λίθοις χαλάζης καὶ πυ̃ρ καὶ θει̃ον βρέξω ἐπ' αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτου̃ καὶ ἐπ' ἔθνη πολλὰ μετ' αὐτου̃

38:23 καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνω̃ν πολλω̃ν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

39:1 καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ Γωγ καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ

39:2 καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβω̃ σε ἀπ' ἐσχάτου του̃ βορρα̃ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη του̃ Ισραηλ

39:3 καὶ ἀπολω̃ τὸ τόξον σου ἀπὸ τη̃ς χειρός σου τη̃ς ἀριστερα̃ς καὶ τὰ τοξεύματά σου ἀπὸ τη̃ς χειρός σου τη̃ς δεξια̃ς καὶ καταβαλω̃ σε

39:4 ἐπὶ τὰ ὄρη Ισραηλ καὶ πεση̨̃ σὺ καὶ πάντες οἱ περὶ σέ καὶ τὰ ἔθνη τὰ μετὰ σου̃ δοθήσονται εἰς πλήθη ὀρνέων παντὶ πετεινω̨̃ καὶ πα̃σι τοι̃ς θηρίοις του̃ πεδίου δέδωκά σε καταβρωθη̃ναι

39:5 ἐπὶ προσώπου του̃ πεδίου πεση̨̃ ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος

39:6 καὶ ἀποστελω̃ πυ̃ρ ἐπὶ Γωγ καὶ κατοικηθήσονται αἱ νη̃σοι ἐπ' εἰρήνης καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

39:7 καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσω̨ λαου̃ μου Ισραηλ καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἅγιος ἐν Ισραηλ

39:8 ἰδοὺ ἥκει καὶ γνώση̨ ὅτι ἔσται λέγει κύριος κύριος αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ἡ̨̃ ἐλάλησα

39:9 καὶ ἐξελεύσονται οἱ κατοικου̃ντες τὰς πόλεις Ισραηλ καὶ καύσουσιν ἐν τοι̃ς ὅπλοις πέλταις καὶ κοντοι̃ς καὶ τόξοις καὶ τοξεύμασιν καὶ ῥάβδοις χειρω̃ν καὶ λόγχαις καὶ καύσουσιν ἐν αὐτοι̃ς πυ̃ρ ἑπτὰ ἔτη

39:10 καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ του̃ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τω̃ν δρυμω̃ν ἀλλ' ἢ τὰ ὅπλα κατακαύσουσιν πυρί καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς λέγει κύριος

39:11 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ δώσω τω̨̃ Γωγ τόπον ὀνομαστόν μνημει̃ον ἐν Ισραηλ τὸ πολυάνδριον τω̃ν ἐπελθόντων πρὸς τη̨̃ θαλάσση̨ καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τη̃ς φάραγγος καὶ κατορύξουσιν ἐκει̃ τὸν Γωγ καὶ πα̃ν τὸ πλη̃θος αὐτου̃ καὶ κληθήσεται τὸ γαι τὸ πολυάνδριον του̃ Γωγ

39:12 καὶ κατορύξουσιν αὐτοὺς οἰ̃κος Ισραηλ ἵνα καθαρισθη̨̃ ἡ γη̃ ἐν ἑπταμήνω̨

39:13 καὶ κατορύξουσιν αὐτοὺς πα̃ς ὁ λαὸς τη̃ς γη̃ς καὶ ἔσται αὐτοι̃ς εἰς ὀνομαστὸν ἡ̨̃ ἡμέρα̨ ἐδοξάσθην λέγει κύριος

39:14 καὶ ἄνδρας διὰ παντὸς διαστελου̃σιν ἐπιπορευομένους τὴν γη̃ν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τη̃ς γη̃ς καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον καὶ ἐκζητήσουσιν

39:15 καὶ πα̃ς ὁ διαπορευόμενος τὴν γη̃ν καὶ ἰδὼν ὀστου̃ν ἀνθρώπου οἰκοδομήσει παρ' αὐτὸ σημει̃ον ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον του̃ Γωγ

39:16 καὶ γὰρ τὸ ὄνομα τη̃ς πόλεως Πολυάνδριον καὶ καθαρισθήσεται ἡ γη̃

39:17 καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος εἰπὸν παντὶ ὀρνέω̨ πετεινω̨̃ καὶ πρὸς πάντα τὰ θηρία του̃ πεδίου συνάχθητε καὶ ἔρχεσθε συνάχθητε ἀπὸ πάντων τω̃ν περικύκλω̨ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμι̃ν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ισραηλ καὶ φάγεσθε κρέα καὶ πίεσθε αἱ̃μα

39:18 κρέα γιγάντων φάγεσθε καὶ αἱ̃μα ἀρχόντων τη̃ς γη̃ς πίεσθε κριοὺς καὶ μόσχους καὶ τράγους καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες

39:19 καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἱ̃μα εἰς μέθην ἀπὸ τη̃ς θυσίας μου ἡ̃ς ἔθυσα ὑμι̃ν

39:20 καὶ ἐμπλησθήσεσθε ἐπὶ τη̃ς τραπέζης μου ἵππον καὶ ἀναβάτην γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν λέγει κύριος

39:21 καὶ δώσω τὴν δόξαν μου ἐν ὑμι̃ν καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χει̃ρά μου ἣν ἐπήγαγον ἐπ' αὐτούς

39:22 καὶ γνώσονται οἰ̃κος Ισραηλ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν ἀπὸ τη̃ς ἡμέρας ταύτης καὶ ἐπέκεινα

39:23 καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτω̃ν ἠ̨χμαλωτεύθησαν οἰ̃κος Ισραηλ ἀνθ' ὡ̃ν ἠθέτησαν εἰς ἐμέ καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ παρέδωκα αὐτοὺς εἰς χει̃ρας τω̃ν ἐχθρω̃ν αὐτω̃ν καὶ ἔπεσαν πάντες μαχαίρα̨

39:24 κατὰ τὰς ἀκαθαρσίας αὐτω̃ν καὶ κατὰ τὰ ἀνομήματα αὐτω̃ν ἐποίησα αὐτοι̃ς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν

39:25 διὰ του̃το τάδε λέγει κύριος κύριος νυ̃ν ἀποστρέψω τὴν αἰχμαλωσίαν Ιακωβ καὶ ἐλεήσω τὸν οἰ̃κον Ισραηλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου

39:26 καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτω̃ν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν ἐν τω̨̃ κατοικισθη̃ναι αὐτοὺς ἐπὶ τὴν γη̃ν αὐτω̃ν ἐπ' εἰρήνης καὶ οὐκ ἔσται ὁ ἐκφοβω̃ν

39:27 ἐν τω̨̃ ἀποστρέψαι με αὐτοὺς ἐκ τω̃ν ἐθνω̃ν καὶ συναγαγει̃ν με αὐτοὺς ἐκ τω̃ν χωρω̃ν τω̃ν ἐθνω̃ν καὶ ἁγιασθήσομαι ἐν αὐτοι̃ς ἐνώπιον τω̃ν ἐθνω̃ν

39:28 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν ἐν τω̨̃ ἐπιφανη̃ναί με αὐτοι̃ς ἐν τοι̃ς ἔθνεσιν

39:29 καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν ἀνθ' οὑ̃ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἰ̃κον Ισραηλ λέγει κύριος κύριος

40:1 καὶ ἐγένετο ἐν τω̨̃ πέμπτω̨ καὶ εἰκοστω̨̃ ἔτει τη̃ς αἰχμαλωσίας ἡμω̃ν ἐν τω̨̃ πρώτω̨ μηνὶ δεκάτη̨ του̃ μηνὸς ἐν τω̨̃ τεσσαρεσκαιδεκάτω̨ ἔτει μετὰ τὸ ἁλω̃ναι τὴν πόλιν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἤγαγέν με

40:2 ἐν ὁράσει θεου̃ εἰς τὴν γη̃ν του̃ Ισραηλ καὶ ἔθηκέν με ἐπ' ὄρους ὑψηλου̃ σφόδρα καὶ ἐπ' αὐτου̃ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι

40:3 καὶ εἰσήγαγέν με ἐκει̃ καὶ ἰδοὺ ἀνήρ καὶ ἡ ὅρασις αὐτου̃ ἠ̃ν ὡσεὶ ὅρασις χαλκου̃ στίλβοντος καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ ἠ̃ν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρου καὶ αὐτὸς εἱστήκει ἐπὶ τη̃ς πύλης

40:4 καὶ εἰ̃πεν πρός με ὁ ἀνήρ ἑώρακας υἱὲ ἀνθρώπου ἐν τοι̃ς ὀφθαλμοι̃ς σου ἰδὲ καὶ ἐν τοι̃ς ὠσίν σου ἄκουε καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα ὅσα ἐγὼ δεικνύω σοι διότι ἕνεκα του̃ δει̃ξαί σοι εἰσελήλυθας ὡ̃δε καὶ δείξεις πάντα ὅσα σὺ ὁρα̨̃ς τω̨̃ οἴκω̨ του̃ Ισραηλ

40:5 καὶ ἰδοὺ περίβολος ἔξωθεν του̃ οἴκου κύκλω̨ καὶ ἐν τη̨̃ χειρὶ του̃ ἀνδρὸς κάλαμος τὸ μέτρον πηχω̃ν ἓξ ἐν πήχει καὶ παλαιστη̃ς καὶ διεμέτρησεν τὸ προτείχισμα πλάτος ἴσον τω̨̃ καλάμω̨ καὶ τὸ ὕψος αὐτου̃ ἴσον τω̨̃ καλάμω̨

40:6 καὶ εἰση̃λθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοι̃ς καὶ διεμέτρησεν τὸ αιλαμ τη̃ς πύλης ἴσον τω̨̃ καλάμω̨

40:7 καὶ τὸ θεε ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ τὸ αιλαμ ἀνὰ μέσον του̃ θαιηλαθα πηχω̃ν ἓξ καὶ τὸ θεε τὸ δεύτερον ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος καὶ τὸ αιλαμ πήχεων πέντε

40:8 καὶ τὸ θεε τὸ τρίτον ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος

40:9 καὶ τὸ αιλαμ του̃ πυλω̃νος πλησίον του̃ αιλαμ τη̃ς πύλης πηχω̃ν ὀκτὼ καὶ τὰ αιλευ πηχω̃ν δύο καὶ τὸ αιλαμ τη̃ς πύλης ἔσωθεν

40:10 καὶ τὰ θεε τη̃ς πύλης θεε κατέναντι τρει̃ς ἔνθεν καὶ τρει̃ς ἔνθεν καὶ μέτρον ἓν τοι̃ς τρισὶν καὶ μέτρον ἓν τοι̃ς αιλαμ ἔνθεν καὶ ἔνθεν

40:11 καὶ διεμέτρησεν τὸ πλάτος τη̃ς θύρας του̃ πυλω̃νος πηχω̃ν δέκα καὶ τὸ εὐ̃ρος του̃ πυλω̃νος πηχω̃ν δέκα τριω̃ν

40:12 καὶ πη̃χυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τω̃ν θεϊμ ἔνθεν καὶ ἔνθεν καὶ τὸ θεε πηχω̃ν ἓξ ἔνθεν καὶ πηχω̃ν ἓξ ἔνθεν

40:13 καὶ διεμέτρησεν τὴν πύλην ἀπὸ του̃ τοίχου του̃ θεε ἐπὶ τὸν τοι̃χον του̃ θεε πλάτος πήχεις εἴκοσι πέντε αὕτη πύλη ἐπὶ πύλην

40:14 καὶ τὸ αἴθριον του̃ αιλαμ τη̃ς πύλης ἑξήκοντα πήχεις εἴκοσι θεϊμ τη̃ς πύλης κύκλω̨

40:15 καὶ τὸ αἴθριον τη̃ς πύλης ἔξωθεν εἰς τὸ αἴθριον αιλαμ τη̃ς πύλης ἔσωθεν πηχω̃ν πεντήκοντα

40:16 καὶ θυρίδες κρυπταὶ ἐπὶ τὰ θεϊμ καὶ ἐπὶ τὰ αιλαμ ἔσωθεν τη̃ς πύλης τη̃ς αὐλη̃ς κυκλόθεν καὶ ὡσαύτως τοι̃ς αιλαμ θυρίδες κύκλω̨ ἔσωθεν καὶ ἐπὶ τὸ αιλαμ φοίνικες ἔνθεν καὶ ἔνθεν

40:17 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ παστοφόρια καὶ περίστυλα κύκλω̨ τη̃ς αὐλη̃ς τριάκοντα παστοφόρια ἐν τοι̃ς περιστύλοις

40:18 καὶ αἱ στοαὶ κατὰ νώτου τω̃ν πυλω̃ν κατὰ τὸ μη̃κος τω̃ν πυλω̃ν τὸ περίστυλον τὸ ὑποκάτω

40:19 καὶ διεμέτρησεν τὸ πλάτος τη̃ς αὐλη̃ς ἀπὸ του̃ αἰθρίου τη̃ς πύλης τη̃ς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τη̃ς πύλης τη̃ς βλεπούσης ἔξω πήχεις ἑκατόν τη̃ς βλεπούσης κατ' ἀνατολάς καὶ εἰσήγαγέν με ἐπὶ βορρα̃ν

40:20 καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρα̃ν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐξωτέρα̨ καὶ διεμέτρησεν αὐτήν τό τε μη̃κος αὐτη̃ς καὶ τὸ πλάτος

40:21 καὶ τὰ θεε τρει̃ς ἔνθεν καὶ τρει̃ς ἔνθεν καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω καὶ τοὺς φοίνικας αὐτη̃ς καὶ ἐγένετο κατὰ τὰ μέτρα τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολὰς πηχω̃ν πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ πηχω̃ν εἴκοσι πέντε τὸ εὐ̃ρος αὐτη̃ς

40:22 καὶ αἱ θυρίδες αὐτη̃ς καὶ τὰ αιλαμμω καὶ οἱ φοίνικες αὐτη̃ς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς καὶ ἐν ἑπτὰ κλιμακτη̃ρσιν ἀνέβαινον ἐπ' αὐτήν καὶ τὰ αιλαμμω ἔσωθεν

40:23 καὶ πύλη τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ βλέπουσα ἐπὶ πύλην του̃ βορρα̃ ὃν τρόπον τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολάς καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατόν

40:24 καὶ ἤγαγέν με κατὰ νότον καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα

40:25 καὶ αἱ θυρίδες αὐτη̃ς καὶ τὰ αιλαμμω κυκλόθεν καθὼς αἱ θυρίδες του̃ αιλαμ πηχω̃ν πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ πηχω̃ν εἴκοσι πέντε τὸ εὐ̃ρος αὐτη̃ς

40:26 καὶ ἑπτὰ κλιμακτη̃ρες αὐτη̨̃ καὶ αιλαμμω ἔσωθεν καὶ φοίνικες αὐτη̨̃ εἱ̃ς ἔνθεν καὶ εἱ̃ς ἔνθεν ἐπὶ τὰ αιλευ

40:27 καὶ πύλη κατέναντι πύλης τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας πρὸς νότον καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατὸν τὸ εὐ̃ρος πρὸς νότον

40:28 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τη̃ς πύλης τη̃ς πρὸς νότον καὶ διεμέτρησεν τὴν πύλην κατὰ τὰ μέτρα ταυ̃τα

40:29 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα καὶ θυρίδες αὐτη̨̃ καὶ τω̨̃ αιλαμμω κύκλω̨ πήχεις πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ τὸ εὐ̃ρος πήχεις εἴκοσι πέντε

40:31 καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ φοίνικες τω̨̃ αιλευ καὶ ὀκτὼ κλιμακτη̃ρες

40:32 καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταυ̃τα

40:33 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα καὶ θυρίδες αὐτη̨̃ καὶ τω̨̃ αιλαμμω κύκλω̨ πήχεις πεντήκοντα μη̃κος αὐτη̃ς καὶ εὐ̃ρος πήχεις εἴκοσι πέντε

40:34 καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ φοίνικες ἐπὶ του̃ αιλευ ἔνθεν καὶ ἔνθεν καὶ ὀκτὼ κλιμακτη̃ρες αὐτη̨̃

40:35 καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν πρὸς βορρα̃ν καὶ διεμέτρησεν κατὰ τὰ μέτρα ταυ̃τα

40:36 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω καὶ θυρίδες αὐτη̨̃ κύκλω̨ καὶ τω̨̃ αιλαμμω αὐτη̃ς πήχεις πεντήκοντα μη̃κος αὐτη̃ς καὶ εὐ̃ρος πήχεις εἴκοσι πέντε

40:37 καὶ τὰ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ φοίνικες τω̨̃ αιλευ ἔνθεν καὶ ἔνθεν καὶ ὀκτὼ κλιμακτη̃ρες αὐτη̨̃

40:38 τὰ παστοφόρια αὐτη̃ς καὶ τὰ θυρώματα αὐτη̃ς καὶ τὰ αιλαμμω αὐτη̃ς ἐπὶ τη̃ς πύλης

40:39 τη̃ς δευτέρας ἔκρυσις ὅπως σφάζωσιν ἐν αὐτη̨̃ τὰ ὑπὲρ ἁμαρτίας καὶ ὑπὲρ ἀγνοίας

40:40 καὶ κατὰ νώτου του̃ ῥόακος τω̃ν ὁλοκαυτωμάτων τη̃ς βλεπούσης πρὸς βορρα̃ν δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τη̃ς δευτέρας καὶ του̃ αιλαμ τη̃ς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς

40:41 τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τη̃ς πύλης ἐπ' αὐτὰς σφάξουσι τὰ θύματα κατέναντι τω̃ν ὀκτὼ τραπεζω̃ν τω̃ν θυμάτων

40:42 καὶ τέσσαρες τράπεζαι τω̃ν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μη̃κος καὶ ἐπὶ πη̃χυν τὸ ὕψος ἐπ' αὐτὰς ἐπιθήσουσιν τὰ σκεύη ἐν οἱ̃ς σφάζουσιν ἐκει̃ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα

40:43 καὶ παλαιστὴν ἕξουσιν γει̃σος λελαξευμένον ἔσωθεν κύκλω̨ καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας του̃ καλύπτεσθαι ἀπὸ του̃ ὑετου̃ καὶ ἀπὸ τη̃ς ξηρασίας

40:44 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ μία κατὰ νώτου τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς βορρα̃ν φέρουσα πρὸς νότον καὶ μία κατὰ νώτου τη̃ς πύλης τη̃ς πρὸς νότον βλεπούσης δὲ πρὸς βορρα̃ν

40:45 καὶ εἰ̃πεν πρός με ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον τοι̃ς ἱερευ̃σι τοι̃ς φυλάσσουσι τὴν φυλακὴν του̃ οἴκου

40:46 καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρα̃ν τοι̃ς ἱερευ̃σι τοι̃ς φυλάσσουσι τὴν φυλακὴν του̃ θυσιαστηρίου ἐκει̃νοί εἰσιν οἱ υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες ἐκ του̃ Λευι πρὸς κύριον λειτουργει̃ν αὐτω̨̃

40:47 καὶ διεμέτρησεν τὴν αὐλὴν μη̃κος πήχεων ἑκατὸν καὶ εὐ̃ρος πήχεων ἑκατὸν ἐπὶ τὰ τέσσαρα μέρη αὐτη̃ς καὶ τὸ θυσιαστήριον ἀπέναντι του̃ οἴκου

40:48 καὶ εἰσήγαγέν με εἰς τὸ αιλαμ του̃ οἴκου καὶ διεμέτρησεν τὸ αιλ του̃ αιλαμ πηχω̃ν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχω̃ν πέντε ἔνθεν καὶ τὸ εὐ̃ρος του̃ θυρώματος πηχω̃ν δέκα τεσσάρων καὶ ἐπωμίδες τη̃ς θύρας του̃ αιλαμ πηχω̃ν τριω̃ν ἔνθεν καὶ πηχω̃ν τριω̃ν ἔνθεν

40:49 καὶ τὸ μη̃κος του̃ αιλαμ πηχω̃ν εἴκοσι καὶ τὸ εὐ̃ρος πηχω̃ν δώδεκα καὶ ἐπὶ δέκα ἀναβαθμω̃ν ἀνέβαινον ἐπ' αὐτό καὶ στυ̃λοι ἠ̃σαν ἐπὶ τὸ αιλαμ εἱ̃ς ἔνθεν καὶ εἱ̃ς ἔνθεν

41:1 καὶ εἰσήγαγέν με εἰς τὸν ναόν ὡ̨̃ διεμέτρησεν τὸ αιλαμ πηχω̃ν ἓξ τὸ πλάτος ἔνθεν καὶ πηχω̃ν ἓξ τὸ εὐ̃ρος του̃ αιλαμ ἔνθεν

41:2 καὶ τὸ εὐ̃ρος του̃ πυλω̃νος πηχω̃ν δέκα καὶ ἐπωμίδες του̃ πυλω̃νος πηχω̃ν πέντε ἔνθεν καὶ πηχω̃ν πέντε ἔνθεν καὶ διεμέτρησεν τὸ μη̃κος αὐτου̃ πηχω̃ν τεσσαράκοντα καὶ τὸ εὐ̃ρος πηχω̃ν εἴκοσι

41:3 καὶ εἰση̃λθεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ διεμέτρησεν τὸ αιλ του̃ θυρώματος πηχω̃ν δύο καὶ τὸ θύρωμα πηχω̃ν ἓξ καὶ τὰς ἐπωμίδας του̃ θυρώματος πηχω̃ν ἑπτὰ ἔνθεν καὶ πηχω̃ν ἑπτὰ ἔνθεν

41:4 καὶ διεμέτρησεν τὸ μη̃κος τω̃ν θυρω̃ν πηχω̃ν τεσσαράκοντα καὶ εὐ̃ρος πηχω̃ν εἴκοσι κατὰ πρόσωπον του̃ ναου̃ καὶ εἰ̃πεν του̃το τὸ ἅγιον τω̃ν ἁγίων

41:5 καὶ διεμέτρησεν τὸν τοι̃χον του̃ οἴκου πηχω̃ν ἓξ καὶ τὸ εὐ̃ρος τη̃ς πλευρα̃ς πηχω̃ν τεσσάρων κυκλόθεν

41:6 καὶ τὰ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα καὶ τρει̃ς δίς καὶ διάστημα ἐν τω̨̃ τοίχω̨ του̃ οἴκου ἐν τοι̃ς πλευροι̃ς κύκλω̨ του̃ εἰ̃ναι τοι̃ς ἐπιλαμβανομένοις ὁρα̃ν ὅπως τὸ παράπαν μὴ ἅπτωνται τω̃ν τοίχων του̃ οἴκου

41:7 καὶ τὸ εὐ̃ρος τη̃ς ἀνωτέρας τω̃ν πλευρω̃ν κατὰ τὸ πρόσθεμα ἐκ του̃ τοίχου πρὸς τὴν ἀνωτέραν κύκλω̨ του̃ οἴκου ὅπως διαπλατύνηται ἄνωθεν καὶ ἐκ τω̃ν κάτωθεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερω̨̃α καὶ ἐκ τω̃ν μέσων ἐπὶ τὰ τριώροφα

41:8 καὶ τὸ θραελ του̃ οἴκου ὕψος κύκλω̨ διάστημα τω̃ν πλευρω̃ν ἴσον τω̨̃ καλάμω̨ πήχεων ἓξ διάστημα

41:9 καὶ εὐ̃ρος του̃ τοίχου τη̃ς πλευρα̃ς ἔξωθεν πηχω̃ν πέντε καὶ τὰ ἀπόλοιπα ἀνὰ μέσον τω̃ν πλευρω̃ν του̃ οἴκου

41:10 καὶ ἀνὰ μέσον τω̃ν ἐξεδρω̃ν εὐ̃ρος πηχω̃ν εἴκοσι τὸ περιφερὲς τω̨̃ οἴκω̨ κύκλω̨

41:11 καὶ αἱ θύραι τω̃ν ἐξεδρω̃ν ἐπὶ τὸ ἀπόλοιπον τη̃ς θύρας τη̃ς μια̃ς τη̃ς πρὸς βορρα̃ν καὶ ἡ θύρα ἡ μία πρὸς νότον καὶ τὸ εὐ̃ρος του̃ φωτὸς του̃ ἀπολοίπου πηχω̃ν πέντε πλάτος κυκλόθεν

41:12 καὶ τὸ διορίζον κατὰ πρόσωπον του̃ ἀπολοίπου ὡς πρὸς θάλασσαν πηχω̃ν ἑβδομήκοντα πλάτος του̃ τοίχου του̃ διορίζοντος πήχεων πέντε εὐ̃ρος κυκλόθεν καὶ μη̃κος αὐτου̃ πήχεων ἐνενήκοντα

41:13 καὶ διεμέτρησεν κατέναντι του̃ οἴκου μη̃κος πηχω̃ν ἑκατόν καὶ τὰ ἀπόλοιπα καὶ τὰ διορίζοντα καὶ οἱ τοι̃χοι αὐτω̃ν μη̃κος πηχω̃ν ἑκατόν

41:14 καὶ τὸ εὐ̃ρος κατὰ πρόσωπον του̃ οἴκου καὶ τὰ ἀπόλοιπα κατέναντι πηχω̃ν ἑκατόν

41:15 καὶ διεμέτρησεν μη̃κος του̃ διορίζοντος κατὰ πρόσωπον του̃ ἀπολοίπου τω̃ν κατόπισθεν του̃ οἴκου ἐκείνου καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πήχεων ἑκατὸν τὸ μη̃κος καὶ ὁ ναὸς καὶ αἱ γωνίαι καὶ τὸ αιλαμ τὸ ἐξώτερον

41:16 πεφατνωμένα καὶ αἱ θυρίδες δικτυωταί ὑποφαύσεις κύκλω̨ τοι̃ς τρισὶν ὥστε διακύπτειν καὶ ὁ οἰ̃κος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλω̨ καὶ τὸ ἔδαφος καὶ ἐκ του̃ ἐδάφους ἕως τω̃ν θυρίδων καὶ αἱ θυρίδες ἀναπτυσσόμεναι τρισσω̃ς εἰς τὸ διακύπτειν

41:17 καὶ ἕως πλησίον τη̃ς ἐσωτέρας καὶ ἕως τη̃ς ἐξωτέρας καὶ ἐφ' ὅλον τὸν τοι̃χον κύκλω̨ ἐν τω̨̃ ἔσωθεν καὶ ἐν τω̨̃ ἔξωθεν

41:18 γεγλυμμένα χερουβιν καὶ φοίνικες ἀνὰ μέσον χερουβ καὶ χερουβ δύο πρόσωπα τω̨̃ χερουβ

41:19 πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν διαγεγλυμμένος ὅλος ὁ οἰ̃κος κυκλόθεν

41:20 ἐκ του̃ ἐδάφους ἕως του̃ φατνώματος τὰ χερουβιν καὶ οἱ φοίνικες διαγεγλυμμένοι

41:21 καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα κατὰ πρόσωπον τω̃ν ἁγίων ὅρασις ὡς ὄψις

41:22 θυσιαστηρίου ξυλίνου πηχω̃ν τριω̃ν τὸ ὕψος αὐτου̃ καὶ τὸ μη̃κος πηχω̃ν δύο καὶ τὸ εὐ̃ρος πηχω̃ν δύο καὶ κέρατα εἰ̃χεν καὶ ἡ βάσις αὐτου̃ καὶ οἱ τοι̃χοι αὐτου̃ ξύλινοι καὶ εἰ̃πεν πρός με αὕτη ἡ τράπεζα ἡ πρὸ προσώπου κυρίου

41:23 καὶ δύο θυρώματα τω̨̃ ναω̨̃ καὶ τω̨̃ ἁγίω̨

41:24 δύο θυρώματα τοι̃ς δυσὶ θυρώμασι τοι̃ς στροφωτοι̃ς δύο θυρώματα τω̨̃ ἑνὶ καὶ δύο θυρώματα τη̨̃ θύρα̨ τη̨̃ δευτέρα̨

41:25 καὶ γλυφὴ ἐπ' αὐτω̃ν καὶ ἐπὶ τὰ θυρώματα του̃ ναου̃ χερουβιν καὶ φοίνικες κατὰ τὴν γλυφὴν τω̃ν ἁγίων καὶ σπουδαι̃α ξύλα κατὰ πρόσωπον του̃ αιλαμ ἔξωθεν

41:26 καὶ θυρίδες κρυπταί καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν εἰς τὰ ὀροφώματα του̃ αιλαμ καὶ τὰ πλευρὰ του̃ οἴκου ἐζυγωμένα

42:1 καὶ ἐξήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν κατὰ ἀνατολὰς κατέναντι τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν καὶ εἰσήγαγέν με καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι του̃ ἀπολοίπου καὶ ἐχόμεναι του̃ διορίζοντος πρὸς βορρα̃ν

42:2 ἐπὶ πήχεις ἑκατὸν μη̃κος πρὸς βορρα̃ν καὶ τὸ πλάτος πεντήκοντα πήχεων

42:3 διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας καὶ ὃν τρόπον τὰ περίστυλα τη̃ς αὐλη̃ς τη̃ς ἐξωτέρας ἐστιχισμέναι ἀντιπρόσωποι στοαὶ τρισσαί

42:4 καὶ κατέναντι τω̃ν ἐξεδρω̃ν περίπατος πηχω̃ν δέκα τὸ πλάτος ἐπὶ πήχεις ἑκατὸν τὸ μη̃κος καὶ τὰ θυρώματα αὐτω̃ν πρὸς βορρα̃ν

42:5 καὶ οἱ περίπατοι οἱ ὑπερω̨̃οι ὡσαύτως ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτου̃ ἐκ του̃ ὑποκάτωθεν περιστύλου καὶ τὸ διάστημα οὕτως περίστυλον καὶ διάστημα καὶ οὕτως στοαί

42:6 διότι τριπλαι̃ ἠ̃σαν καὶ στύλους οὐκ εἰ̃χον καθὼς οἱ στυ̃λοι τω̃ν ἐξωτέρων διὰ του̃το ἐξείχοντο τω̃ν ὑποκάτωθεν καὶ τω̃ν μέσων ἀπὸ τη̃ς γη̃ς

42:7 καὶ φω̃ς ἔξωθεν ὃν τρόπον αἱ ἐξέδραι τη̃ς αὐλη̃ς τη̃ς ἐξωτέρας αἱ βλέπουσαι ἀπέναντι τω̃ν ἐξεδρω̃ν τω̃ν πρὸς βορρα̃ν μη̃κος πήχεων πεντήκοντα

42:8 ὅτι τὸ μη̃κος τω̃ν ἐξεδρω̃ν τω̃ν βλεπουσω̃ν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πηχω̃ν πεντήκοντα καὶ αὑ̃ταί εἰσιν ἀντιπρόσωποι ταύταις τὸ πα̃ν πηχω̃ν ἑκατόν

42:9 καὶ αἱ θύραι τω̃ν ἐξεδρω̃ν τούτων τη̃ς εἰσόδου τη̃ς πρὸς ἀνατολὰς του̃ εἰσπορεύεσθαι δι' αὐτω̃ν ἐκ τη̃ς αὐλη̃ς τη̃ς ἐξωτέρας

42:10 κατὰ τὸ φω̃ς του̃ ἐν ἀρχη̨̃ περιπάτου καὶ τὰ πρὸς νότον κατὰ πρόσωπον του̃ νότου κατὰ πρόσωπον του̃ ἀπολοίπου καὶ κατὰ πρόσωπον του̃ διορίζοντος ἐξέδραι

42:11 καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτω̃ν κατὰ τὰ μέτρα τω̃ν ἐξεδρω̃ν τω̃ν πρὸς βορρα̃ν καὶ κατὰ τὸ μη̃κος αὐτω̃ν καὶ κατὰ τὸ εὐ̃ρος αὐτω̃ν καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτω̃ν καὶ κατὰ πάσας τὰς ἐπιστροφὰς αὐτω̃ν καὶ κατὰ τὰ φω̃τα αὐτω̃ν καὶ κατὰ τὰ θυρώματα αὐτω̃ν

42:12 τω̃ν ἐξεδρω̃ν τω̃ν πρὸς νότον καὶ κατὰ τὰ θυρώματα ἀπ' ἀρχη̃ς του̃ περιπάτου ὡς ἐπὶ φω̃ς διαστήματος καλάμου καὶ κατ' ἀνατολὰς του̃ εἰσπορεύεσθαι δι' αὐτω̃ν

42:13 καὶ εἰ̃πεν πρός με αἱ ἐξέδραι αἱ πρὸς βορρα̃ν καὶ αἱ ἐξέδραι αἱ πρὸς νότον αἱ οὐ̃σαι κατὰ πρόσωπον τω̃ν διαστημάτων αὑ̃ταί εἰσιν αἱ ἐξέδραι του̃ ἁγίου ἐν αἱ̃ς φάγονται ἐκει̃ οἱ ἱερει̃ς υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες πρὸς κύριον τὰ ἅγια τω̃ν ἁγίων καὶ ἐκει̃ θήσουσιν τὰ ἅγια τω̃ν ἁγίων καὶ τὴν θυσίαν καὶ τὰ περὶ ἁμαρτίας καὶ τὰ περὶ ἀγνοίας διότι ὁ τόπος ἅγιος

42:14 οὐκ εἰσελεύσονται ἐκει̃ πάρεξ τω̃ν ἱερέων οὐκ ἐξελεύσονται ἐκ του̃ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν ὅπως διὰ παντὸς ἅγιοι ὠ̃σιν οἱ προσάγοντες καὶ μὴ ἅπτωνται του̃ στολισμου̃ αὐτω̃ν ἐν οἱ̃ς λειτουργου̃σιν ἐν αὐτοι̃ς διότι ἅγιά ἐστιν καὶ ἐνδύσονται ἱμάτια ἕτερα ὅταν ἅπτωνται του̃ λαου̃

42:15 καὶ συνετελέσθη ἡ διαμέτρησις του̃ οἴκου ἔσωθεν καὶ ἐξήγαγέν με καθ' ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς ἀνατολὰς καὶ διεμέτρησεν τὸ ὑπόδειγμα του̃ οἴκου κυκλόθεν ἐν διατάξει

42:16 καὶ ἔστη κατὰ νώτου τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολὰς καὶ διεμέτρησεν πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου

42:17 καὶ ἐπέστρεψεν πρὸς βορρα̃ν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον του̃ βορρα̃ πήχεις πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου

42:18 καὶ ἐπέστρεψεν πρὸς θάλασσαν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον τη̃ς θαλάσσης πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου

42:19 καὶ ἐπέστρεψεν πρὸς νότον καὶ διεμέτρησεν κατέναντι του̃ νότου πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου

42:20 τὰ τέσσαρα μέρη του̃ αὐτου̃ καλάμου καὶ διέταξεν αὐτὸν καὶ περίβολον αὐτω̃ν κύκλω̨ πεντακοσίων πρὸς ἀνατολὰς καὶ πεντακοσίων πηχω̃ν εὐ̃ρος του̃ διαστέλλειν ἀνὰ μέσον τω̃ν ἁγίων καὶ ἀνὰ μέσον του̃ προτειχίσματος του̃ ἐν διατάξει του̃ οἴκου

43:1 καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ἐξήγαγέν με

43:2 καὶ ἰδοὺ δόξα θεου̃ Ισραηλ ἤρχετο κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς ἀνατολάς καὶ φωνὴ τη̃ς παρεμβολη̃ς ὡς φωνὴ διπλασιαζόντων πολλω̃ν καὶ ἡ γη̃ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τη̃ς δόξης κυκλόθεν

43:3 καὶ ἡ ὅρασις ἣν εἰ̃δον κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ὅτε εἰσεπορευόμην του̃ χρι̃σαι τὴν πόλιν καὶ ἡ ὅρασις του̃ ἅρματος οὑ̃ εἰ̃δον κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου

43:4 καὶ δόξα κυρίου εἰση̃λθεν εἰς τὸν οἰ̃κον κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολάς

43:5 καὶ ἀνέλαβέν με πνευ̃μα καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ πλήρης δόξης κυρίου ὁ οἰ̃κος

43:6 καὶ ἔστην καὶ ἰδοὺ φωνὴ ἐκ του̃ οἴκου λαλου̃ντος πρός με καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενός μου

43:7 καὶ εἰ̃πεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου τὸν τόπον του̃ θρόνου μου καὶ τὸν τόπον του̃ ἴχνους τω̃ν ποδω̃ν μου ἐν οἱ̃ς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσω̨ οἴκου Ισραηλ τὸν αἰω̃να καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἰ̃κος Ισραηλ τὸ ὄνομα τὸ ἅγιόν μου αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτω̃ν ἐν τη̨̃ πορνεία̨ αὐτω̃ν καὶ ἐν τοι̃ς φόνοις τω̃ν ἡγουμένων ἐν μέσω̨ αὐτω̃ν

43:8 ἐν τω̨̃ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοι̃ς προθύροις αὐτω̃ν καὶ τὰς φλιάς μου ἐχομένας τω̃ν φλιω̃ν αὐτω̃ν καὶ ἔδωκαν τὸν τοι̃χόν μου ὡς συνεχόμενον ἐμου̃ καὶ αὐτω̃ν καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ται̃ς ἀνομίαις αὐτω̃ν αἱ̃ς ἐποίουν καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμω̨̃ μου καὶ ἐν φόνω̨

43:9 καὶ νυ̃ν ἀπωσάσθωσαν τὴν πορνείαν αὐτω̃ν καὶ τοὺς φόνους τω̃ν ἡγουμένων αὐτω̃ν ἀπ' ἐμου̃ καὶ κατασκηνώσω ἐν μέσω̨ αὐτω̃ν τὸν αἰω̃να

43:10 καὶ σύ υἱὲ ἀνθρώπου δει̃ξον τω̨̃ οἴκω̨ Ισραηλ τὸν οἰ̃κον καὶ κοπάσουσιν ἀπὸ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν καὶ τὴν ὅρασιν αὐτου̃ καὶ τὴν διάταξιν αὐτου̃

43:11 καὶ αὐτοὶ λήμψονται τὴν κόλασιν αὐτω̃ν περὶ πάντων ὡ̃ν ἐποίησαν καὶ διαγράψεις τὸν οἰ̃κον καὶ τὰς ἐξόδους αὐτου̃ καὶ τὴν ὑπόστασιν αὐτου̃ καὶ πάντα τὰ προστάγματα αὐτου̃ καὶ πάντα τὰ νόμιμα αὐτου̃ γνωριει̃ς αὐτοι̃ς καὶ διαγράψεις ἐναντίον αὐτω̃ν καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά

43:12 καὶ τὴν διαγραφὴν του̃ οἴκου ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους πάντα τὰ ὅρια αὐτου̃ κυκλόθεν ἅγια ἁγίων

43:13 καὶ ταυ̃τα τὰ μέτρα του̃ θυσιαστηρίου ἐν πήχει του̃ πήχεος καὶ παλαιστη̃ς κόλπωμα βάθος ἐπὶ πη̃χυν καὶ πη̃χυς τὸ εὐ̃ρος καὶ γει̃σος ἐπὶ τὸ χει̃λος αὐτου̃ κυκλόθεν σπιθαμη̃ς καὶ του̃το τὸ ὕψος του̃ θυσιαστηρίου

43:14 ἐκ βάθους τη̃ς ἀρχη̃ς του̃ κοιλώματος αὐτου̃ πρὸς τὸ ἱλαστήριον τὸ μέγα τὸ ὑποκάτωθεν πηχω̃ν δύο καὶ τὸ εὐ̃ρος πήχεος καὶ ἀπὸ του̃ ἱλαστηρίου του̃ μικρου̃ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα πήχεις τέσσαρες καὶ εὐ̃ρος πη̃χυς

43:15 καὶ τὸ αριηλ πηχω̃ν τεσσάρων καὶ ἀπὸ του̃ αριηλ καὶ ὑπεράνω τω̃ν κεράτων πη̃χυς

43:16 καὶ τὸ αριηλ πηχω̃ν δώδεκα μήκους ἐπὶ πήχεις δώδεκα πλάτους τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτου̃

43:17 καὶ τὸ ἱλαστη̃ριον πηχω̃ν δέκα τεσσάρων τὸ μη̃κος ἐπὶ πήχεις δέκα τέσσαρας τὸ εὐ̃ρος ἐπὶ τέσσαρα μέρη αὐτου̃ καὶ τὸ γει̃σος αὐτω̨̃ κυκλόθεν κυκλούμενον αὐτω̨̃ ἥμισυ πήχεος καὶ τὸ κύκλωμα αὐτου̃ πη̃χυς κυκλόθεν καὶ οἱ κλιμακτη̃ρες αὐτου̃ βλέποντες κατ' ἀνατολάς

43:18 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ταυ̃τα τὰ προστάγματα του̃ θυσιαστηρίου ἐν ἡμέρα̨ ποιήσεως αὐτου̃ του̃ ἀναφέρειν ἐπ' αὐτου̃ ὁλοκαυτώματα καὶ προσχέειν πρὸς αὐτὸ αἱ̃μα

43:19 καὶ δώσεις τοι̃ς ἱερευ̃σι τοι̃ς Λευίταις τοι̃ς ἐκ του̃ σπέρματος Σαδδουκ τοι̃ς ἐγγίζουσι πρός με λέγει κύριος ὁ θεός του̃ λειτουργει̃ν μοι μόσχον ἐκ βοω̃ν περὶ ἁμαρτίας

43:20 καὶ λήμψονται ἐκ του̃ αἵματος αὐτου̃ καὶ ἐπιθήσουσιν ἐπὶ τὰ τέσσαρα κέρατα του̃ θυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας του̃ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλω̨ καὶ ἐξιλάσονται αὐτό

43:21 καὶ λήμψονται τὸν μόσχον τὸν περὶ ἁμαρτίας καὶ κατακαυθήσεται ἐν τω̨̃ ἀποκεχωρισμένω̨ του̃ οἴκου ἔξωθεν τω̃ν ἁγίων

43:22 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ λήμψονται ἐρίφους δύο αἰγω̃ν ἀμώμους ὑπὲρ ἁμαρτίας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καθότι ἐξιλάσαντο ἐν τω̨̃ μόσχω̨

43:23 καὶ μετὰ τὸ συντελέσαι σε τὸν ἐξιλασμὸν προσοίσουσι μόσχον ἐκ βοω̃ν ἄμωμον καὶ κριὸν ἐκ προβάτων ἄμωμον

43:24 καὶ προσοίσετε ἐναντίον κυρίου καὶ ἐπιρρίψουσιν οἱ ἱερει̃ς ἐπ' αὐτὰ ἅλα καὶ ἀνοίσουσιν αὐτὰ ὁλοκαυτώματα τω̨̃ κυρίω̨

43:25 ἑπτὰ ἡμέρας ποιήσεις ἔριφον ὑπὲρ ἁμαρτίας καθ' ἡμέραν καὶ μόσχον ἐκ βοω̃ν καὶ κριὸν ἐκ προβάτων ἄμωμα ποιήσουσιν

43:26 ἑπτὰ ἡμέρας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καὶ καθαριου̃σιν αὐτὸ καὶ πλήσουσιν χει̃ρας αὐτω̃ν

43:27 καὶ ἔσται ἀπὸ τη̃ς ἡμέρας τη̃ς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερει̃ς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμω̃ν καὶ τὰ του̃ σωτηρίου ὑμω̃ν καὶ προσδέξομαι ὑμα̃ς λέγει κύριος

44:1 καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τη̃ς πύλης τω̃ν ἁγίων τη̃ς ἐξωτέρας τη̃ς βλεπούσης κατ' ἀνατολάς καὶ αὕτη ἠ̃ν κεκλεισμένη

44:2 καὶ εἰ̃πεν κύριος πρός με ἡ πύλη αὕτη κεκλεισμένη ἔσται οὐκ ἀνοιχθήσεται καὶ οὐδεὶς μὴ διέλθη̨ δι' αὐτη̃ς ὅτι κύριος ὁ θεὸς του̃ Ισραηλ εἰσελεύσεται δι' αὐτη̃ς καὶ ἔσται κεκλεισμένη

44:3 διότι ὁ ἡγούμενος οὑ̃τος καθήσεται ἐν αὐτη̨̃ του̃ φαγει̃ν ἄρτον ἐναντίον κυρίου κατὰ τὴν ὁδὸν αιλαμ τη̃ς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτου̃ ἐξελεύσεται

44:4 καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν κατέναντι του̃ οἴκου καὶ εἰ̃δον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἰ̃κος κυρίου καὶ πίπτω ἐπὶ πρόσωπόν μου

44:5 καὶ εἰ̃πεν κύριος πρός με υἱὲ ἀνθρώπου τάξον εἰς τὴν καρδίαν σου καὶ ἰδὲ τοι̃ς ὀφθαλμοι̃ς σου καὶ τοι̃ς ὠσίν σου ἄκουε πάντα ὅσα ἐγὼ λαλω̃ μετὰ σου̃ κατὰ πάντα τὰ προστάγματα οἴκου κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτου̃ καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον του̃ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτου̃ ἐν πα̃σι τοι̃ς ἁγίοις

44:6 καὶ ἐρει̃ς πρὸς τὸν οἰ̃κον τὸν παραπικραίνοντα πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τάδε λέγει κύριος ὁ θεός ἱκανούσθω ὑμι̃ν ἀπὸ πασω̃ν τω̃ν ἀνομιω̃ν ὑμω̃ν οἰ̃κος Ισραηλ

44:7 του̃ εἰσαγαγει̃ν ὑμα̃ς υἱοὺς ἀλλογενει̃ς ἀπεριτμήτους καρδία̨ καὶ ἀπεριτμήτους σαρκὶ του̃ γίνεσθαι ἐν τοι̃ς ἁγίοις μου καὶ ἐβεβήλουν αὐτὰ ἐν τω̨̃ προσφέρειν ὑμα̃ς ἄρτους στέαρ καὶ αἱ̃μα καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ται̃ς ἀνομίαις ὑμω̃ν

44:8 καὶ διετάξατε του̃ φυλάσσειν φυλακὰς ἐν τοι̃ς ἁγίοις μου

44:9 διὰ του̃το τάδε λέγει κύριος ὁ θεός πα̃ς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδία̨ καὶ ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πα̃σιν υἱοι̃ς ἀλλογενω̃ν τω̃ν ὄντων ἐν μέσω̨ οἴκου Ισραηλ

44:10 ἀλλ' ἢ οἱ Λευι̃ται οἵτινες ἀφήλαντο ἀπ' ἐμου̃ ἐν τω̨̃ πλανα̃σθαι τὸν Ισραηλ ἀπ' ἐμου̃ κατόπισθεν τω̃ν ἐνθυμημάτων αὐτω̃ν καὶ λήμψονται ἀδικίαν αὐτω̃ν

44:11 καὶ ἔσονται ἐν τοι̃ς ἁγίοις μου λειτουργου̃ντες θυρωροὶ ἐπὶ τω̃ν πυλω̃ν του̃ οἴκου καὶ λειτουργου̃ντες τω̨̃ οἴκω̨ οὑ̃τοι σφάξουσιν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας τω̨̃ λαω̨̃ καὶ οὑ̃τοι στήσονται ἐναντίον του̃ λαου̃ του̃ λειτουργει̃ν αὐτοι̃ς

44:12 ἀνθ' ὡ̃ν ἐλειτούργουν αὐτοι̃ς πρὸ προσώπου τω̃ν εἰδώλων αὐτω̃ν καὶ ἐγένετο τω̨̃ οἴκω̨ Ισραηλ εἰς κόλασιν ἀδικίας ἕνεκα τούτου ἠ̃ρα τὴν χει̃ρά μου ἐπ' αὐτούς λέγει κύριος ὁ θεός

44:13 καὶ οὐκ ἐγγιου̃σι πρός με του̃ ἱερατεύειν μοι οὐδὲ του̃ προσάγειν πρὸς τὰ ἅγια υἱω̃ν του̃ Ισραηλ οὐδὲ πρὸς τὰ ἅγια τω̃ν ἁγίων μου καὶ λήμψονται ἀτιμίαν αὐτω̃ν ἐν τη̨̃ πλανήσει ἡ̨̃ ἐπλανήθησαν

44:14 καὶ κατατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς του̃ οἴκου εἰς πάντα τὰ ἔργα αὐτου̃ καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν

44:15 οἱ ἱερει̃ς οἱ Λευι̃ται οἱ υἱοὶ του̃ Σαδδουκ οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τω̃ν ἁγίων μου ἐν τω̨̃ πλανα̃σθαι οἰ̃κον Ισραηλ ἀπ' ἐμου̃ οὑ̃τοι προσάξουσιν πρός με του̃ λειτουργει̃ν μοι καὶ στήσονται πρὸ προσώπου μου του̃ προσφέρειν μοι θυσίαν στέαρ καὶ αἱ̃μα λέγει κύριος ὁ θεός

44:16 οὑ̃τοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου καὶ οὑ̃τοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου του̃ λειτουργει̃ν μοι καὶ φυλάξουσιν τὰς φυλακάς μου

44:17 καὶ ἔσται ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας στολὰς λινα̃ς ἐνδύσονται καὶ οὐκ ἐνδύσονται ἐρεα̃ ἐν τω̨̃ λειτουργει̃ν αὐτοὺς ἀπὸ τη̃ς πύλης τη̃ς ἐσωτέρας αὐλη̃ς

44:18 καὶ κιδάρεις λινα̃ς ἕξουσιν ἐπὶ ται̃ς κεφαλαι̃ς αὐτω̃ν καὶ περισκελη̃ λινα̃ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτω̃ν καὶ οὐ περιζώσονται βία̨

44:19 καὶ ἐν τω̨̃ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τὰς στολὰς αὐτω̃ν ἐν αἱ̃ς αὐτοὶ λειτουργου̃σιν ἐν αὐται̃ς καὶ θήσουσιν αὐτὰς ἐν ται̃ς ἐξέδραις τω̃ν ἁγίων καὶ ἐνδύσονται στολὰς ἑτέρας καὶ οὐ μὴ ἁγιάσωσιν τὸν λαὸν ἐν ται̃ς στολαι̃ς αὐτω̃ν

44:20 καὶ τὰς κεφαλὰς αὐτω̃ν οὐ ξυρήσονται καὶ τὰς κόμας αὐτω̃ν οὐ ψιλώσουσιν καλύπτοντες καλύψουσιν τὰς κεφαλὰς αὐτω̃ν

44:21 καὶ οἰ̃νον οὐ μὴ πίωσιν πα̃ς ἱερεὺς ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν

44:22 καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήμψονται ἑαυτοι̃ς εἰς γυναι̃κα ἀλλ' ἢ παρθένον ἐκ του̃ σπέρματος Ισραηλ καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως λήμψονται

44:23 καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ καθαρου̃ γνωριου̃σιν αὐτοι̃ς

44:24 καὶ ἐπὶ κρίσιν αἵματος οὑ̃τοι ἐπιστήσονται του̃ διακρίνειν τὰ δικαιώματά μου δικαιώσουσιν καὶ τὰ κρίματά μου κρινου̃σιν καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ται̃ς ἑορται̃ς μου φυλάξονται καὶ τὰ σάββατά μου ἁγιάσουσιν

44:25 καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται του̃ μιανθη̃ναι ἀλλ' ἢ ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπὶ υἱω̨̃ καὶ ἐπὶ θυγατρὶ καὶ ἐπὶ ἀδελφω̨̃ καὶ ἐπὶ ἀδελφη̨̃ αὐτου̃ ἣ οὐ γέγονεν ἀνδρί μιανθήσεται

44:26 καὶ μετὰ τὸ καθαρισθη̃ναι αὐτὸν ἑπτὰ ἡμέρας ἐξαριθμήσει αὐτω̨̃

44:27 καὶ ἡ̨̃ ἂν ἡμέρα̨ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν του̃ λειτουργει̃ν ἐν τω̨̃ ἁγίω̨ προσοίσουσιν ἱλασμόν λέγει κύριος ὁ θεός

44:28 καὶ ἔσται αὐτοι̃ς εἰς κληρονομίαν ἐγὼ κληρονομία αὐτοι̃ς καὶ κατάσχεσις αὐτοι̃ς οὐ δοθήσεται ἐν τοι̃ς υἱοι̃ς Ισραηλ ὅτι ἐγὼ κατάσχεσις αὐτω̃ν

44:29 καὶ τὰς θυσίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας οὑ̃τοι φάγονται καὶ πα̃ν ἀφόρισμα ἐν τω̨̃ Ισραηλ αὐτοι̃ς ἔσται

44:30 ἀπαρχαὶ πάντων καὶ τὰ πρωτότοκα πάντων καὶ τὰ ἀφαιρέματα πάντα ἐκ πάντων τω̃ν ἀπαρχω̃ν ὑμω̃ν τοι̃ς ἱερευ̃σιν ἔσται καὶ τὰ πρωτογενήματα ὑμω̃ν δώσετε τω̨̃ ἱερει̃ του̃ θει̃ναι εὐλογίας ὑμω̃ν ἐπὶ τοὺς οἴκους ὑμω̃ν

44:31 καὶ πα̃ν θνησιμαι̃ον καὶ θηριάλωτον ἐκ τω̃ν πετεινω̃ν καὶ ἐκ τω̃ν κτηνω̃ν οὐ φάγονται οἱ ἱερει̃ς

45:1 καὶ ἐν τω̨̃ καταμετρει̃σθαι ὑμα̃ς τὴν γη̃ν ἐν κληρονομία̨ ἀφοριει̃τε ἀπαρχὴν τω̨̃ κυρίω̨ ἅγιον ἀπὸ τη̃ς γη̃ς πέντε καὶ εἴκοσι χιλιάδας μη̃κος καὶ εὐ̃ρος εἴκοσι χιλιάδας ἅγιον ἔσται ἐν πα̃σι τοι̃ς ὁρίοις αὐτου̃ κυκλόθεν

45:2 καὶ ἔσται ἐκ τούτου εἰς ἁγίασμα πεντακόσιοι ἐπὶ πεντακοσίους τετράγωνον κυκλόθεν καὶ πήχεις πεντήκοντα διάστημα αὐτω̨̃ κυκλόθεν

45:3 καὶ ἐκ ταύτης τη̃ς διαμετρήσεως διαμετρήσεις μη̃κος πέντε καὶ εἴκοσι χιλιάδας καὶ εὐ̃ρος δέκα χιλιάδας καὶ ἐν αὐτη̨̃ ἔσται τὸ ἁγίασμα ἅγια τω̃ν ἁγίων

45:4 ἀπὸ τη̃ς γη̃ς ἔσται τοι̃ς ἱερευ̃σιν τοι̃ς λειτουργου̃σιν ἐν τω̨̃ ἁγίω̨ καὶ ἔσται τοι̃ς ἐγγίζουσι λειτουργει̃ν τω̨̃ κυρίω̨ καὶ ἔσται αὐτοι̃ς τόπος εἰς οἴκους ἀφωρισμένους τω̨̃ ἁγιασμω̨̃ αὐτω̃ν

45:5 εἴκοσι καὶ πέντε χιλιάδες μη̃κος καὶ εὐ̃ρος δέκα χιλιάδες ἔσται τοι̃ς Λευίταις τοι̃ς λειτουργου̃σιν τω̨̃ οἴκω̨ αὐτοι̃ς εἰς κατάσχεσιν πόλεις του̃ κατοικει̃ν

45:6 καὶ τὴν κατάσχεσιν τη̃ς πόλεως δώσεις πέντε χιλιάδας εὐ̃ρος καὶ μη̃κος πέντε καὶ εἴκοσι χιλιάδας ὃν τρόπον ἡ ἀπαρχὴ τω̃ν ἁγίων παντὶ οἴκω̨ Ισραηλ ἔσονται

45:7 καὶ τω̨̃ ἡγουμένω̨ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τω̃ν ἁγίων εἰς κατάσχεσιν τη̃ς πόλεως κατὰ πρόσωπον τω̃ν ἀπαρχω̃ν τω̃ν ἁγίων καὶ κατὰ πρόσωπον τη̃ς κατασχέσεως τη̃ς πόλεως τὰ πρὸς θάλασσαν καὶ ἀπὸ τω̃ν πρὸς θάλασσαν πρὸς ἀνατολάς καὶ τὸ μη̃κος ὡς μία τω̃ν μερίδων ἀπὸ τω̃ν ὁρίων τω̃ν πρὸς θάλασσαν καὶ τὸ μη̃κος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τη̃ς γη̃ς

45:8 καὶ ἔσται αὐτω̨̃ εἰς κατάσχεσιν ἐν τω̨̃ Ισραηλ καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι του̃ Ισραηλ τὸν λαόν μου καὶ τὴν γη̃ν κατακληρονομήσουσιν οἰ̃κος Ισραηλ κατὰ φυλὰς αὐτω̃ν

45:9 τάδε λέγει κύριος θεός ἱκανούσθω ὑμι̃ν οἱ ἀφηγούμενοι του̃ Ισραηλ ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε καὶ κρίμα καὶ δικαιοσύνην ποιήσατε ἐξάρατε καταδυναστείαν ἀπὸ του̃ λαου̃ μου λέγει κύριος θεός

45:10 ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοι̃νιξ δικαία ἔστω ὑμι̃ν

45:11 τὸ μέτρον καὶ ἡ χοι̃νιξ ὁμοίως μία ἔσται του̃ λαμβάνειν τὸ δέκατον του̃ γομορ ἡ χοι̃νιξ καὶ τὸ δέκατον του̃ γομορ τὸ μέτρον πρὸς τὸ γομορ ἔσται ἴσον

45:12 καὶ τὸ στάθμιον εἴκοσι ὀβολοί οἱ πέντε σίκλοι πέντε καὶ οἱ δέκα σίκλοι δέκα καὶ πεντήκοντα σίκλοι ἡ μνα̃ ἔσται ὑμι̃ν

45:13 καὶ αὕτη ἡ ἀπαρχή ἣν ἀφοριει̃τε ἕκτον του̃ μέτρου ἀπὸ του̃ γομορ του̃ πυρου̃ καὶ τὸ ἕκτον του̃ οιφι ἀπὸ του̃ κόρου τω̃ν κριθω̃ν

45:14 καὶ τὸ πρόσταγμα του̃ ἐλαίου κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλω̃ν ὅτι αἱ δέκα κοτύλαι εἰσὶν γομορ

45:15 καὶ πρόβατον ἀπὸ τω̃ν δέκα προβάτων ἀφαίρεμα ἐκ πασω̃ν τω̃ν πατριω̃ν του̃ Ισραηλ εἰς θυσίας καὶ εἰς ὁλοκαυτώματα καὶ εἰς σωτηρίου του̃ ἐξιλάσκεσθαι περὶ ὑμω̃ν λέγει κύριος θεός

45:16 καὶ πα̃ς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τω̨̃ ἀφηγουμένω̨ του̃ Ισραηλ

45:17 καὶ διὰ του̃ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ θυσίαι καὶ αἱ σπονδαὶ ἔσονται ἐν ται̃ς ἑορται̃ς καὶ ἐν ται̃ς νουμηνίαις καὶ ἐν τοι̃ς σαββάτοις καὶ ἐν πάσαις ται̃ς ἑορται̃ς οἴκου Ισραηλ αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας καὶ τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ του̃ σωτηρίου του̃ ἐξιλάσκεσθαι ὑπὲρ του̃ οἴκου Ισραηλ

45:18 τάδε λέγει κύριος θεός ἐν τω̨̃ πρώτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς λήμψεσθε μόσχον ἐκ βοω̃ν ἄμωμον του̃ ἐξιλάσασθαι τὸ ἅγιον

45:19 καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ ἐξιλασμου̃ καὶ δώσει ἐπὶ τὰς φλιὰς του̃ οἴκου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας του̃ ἱερου̃ καὶ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπὶ τὰς φλιὰς τη̃ς πύλης τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας

45:20 καὶ οὕτως ποιήσεις ἐν τω̨̃ ἑβδόμω̨ μηνὶ μια̨̃ του̃ μηνὸς λήμψη̨ παρ' ἑκάστου ἀπόμοιραν καὶ ἐξιλάσεσθε τὸν οἰ̃κον

45:21 καὶ ἐν τω̨̃ πρώτω̨ μηνὶ τεσσαρεσκαιδεκάτη̨ του̃ μηνὸς ἔσται ὑμι̃ν τὸ πασχα ἑορτή ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε

45:22 καὶ ποιήσει ὁ ἀφηγούμενος ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὑπὲρ αὑτου̃ καὶ του̃ οἴκου καὶ ὑπὲρ παντὸς του̃ λαου̃ τη̃ς γη̃ς μόσχον ὑπὲρ ἁμαρτίας

45:23 καὶ τὰς ἑπτὰ ἡμέρας τη̃ς ἑορτη̃ς ποιήσει ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθ' ἡμέραν τὰς ἑπτὰ ἡμέρας καὶ ὑπὲρ ἁμαρτίας ἔριφον αἰγω̃ν καθ' ἡμέραν

45:24 καὶ θυσίαν πέμμα τω̨̃ μόσχω̨ καὶ πέμμα τω̨̃ κριω̨̃ ποιήσεις καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι

45:25 καὶ ἐν τω̨̃ ἑβδόμω̨ μηνὶ πεντεκαιδεκάτη̨ του̃ μηνὸς ἐν τη̨̃ ἑορτη̨̃ ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας καθὼς τὰ ὑπὲρ τη̃ς ἁμαρτίας καὶ καθὼς τὰ ὁλοκαυτώματα καὶ καθὼς τὸ μαναα καὶ καθὼς τὸ ἔλαιον

46:1 τάδε λέγει κύριος θεός πύλη ἡ ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ ἡ βλέπουσα πρὸς ἀνατολὰς ἔσται κεκλεισμένη ἓξ ἡμέρας τὰς ἐνεργούς ἐν δὲ τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἀνοιχθήσεται καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̃ς νουμηνίας ἀνοιχθήσεται

46:2 καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατὰ τὴν ὁδὸν του̃ αιλαμ τη̃ς πύλης τη̃ς ἔξωθεν καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης καὶ ποιήσουσιν οἱ ἱερει̃ς τὰ ὁλοκαυτώματα αὐτου̃ καὶ τὰ του̃ σωτηρίου αὐτου̃ καὶ προσκυνήσει ἐπὶ του̃ προθύρου τη̃ς πύλης καὶ ἐξελεύσεται καὶ ἡ πύλη οὐ μὴ κλεισθη̨̃ ἕως ἑσπέρας

46:3 καὶ προσκυνήσει ὁ λαὸς τη̃ς γη̃ς κατὰ τὰ πρόθυρα τη̃ς πύλης ἐκείνης ἐν τοι̃ς σαββάτοις καὶ ἐν ται̃ς νουμηνίαις ἐναντίον κυρίου

46:4 καὶ τὰ ὁλοκαυτώματα προσοίσει ὁ ἀφηγούμενος τω̨̃ κυρίω̨ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἓξ ἀμνοὺς ἀμώμους καὶ κριὸν ἄμωμον

46:5 καὶ μαναα πέμμα τω̨̃ κριω̨̃ καὶ τοι̃ς ἀμνοι̃ς θυσίαν δόμα χειρὸς αὐτου̃ καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι

46:6 καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̃ς νουμηνίας μόσχον ἄμωμον καὶ ἓξ ἀμνούς καὶ κριὸς ἄμωμος ἔσται

46:7 καὶ πέμμα τω̨̃ κριω̨̃ καὶ πέμμα τω̨̃ μόσχω̨ ἔσται μαναα καὶ τοι̃ς ἀμνοι̃ς καθὼς ἐὰν ἐκποιη̨̃ ἡ χεὶρ αὐτου̃ καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι

46:8 καὶ ἐν τω̨̃ εἰσπορεύεσθαι τὸν ἀφηγούμενον κατὰ τὴν ὁδὸν του̃ αιλαμ τη̃ς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν τη̃ς πύλης ἐξελεύσεται

46:9 καὶ ὅταν εἰσπορεύηται ὁ λαὸς τη̃ς γη̃ς ἐναντίον κυρίου ἐν ται̃ς ἑορται̃ς ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν προσκυνει̃ν ἐξελεύσεται κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς νότον καὶ ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς νότον ἐξελεύσεται κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν οὐκ ἀναστρέψει κατὰ τὴν πύλην ἣν εἰσελήλυθεν ἀλλ' ἢ κατ' εὐθὺ αὐτη̃ς ἐξελεύσεται

46:10 καὶ ὁ ἀφηγούμενος ἐν μέσω̨ αὐτω̃ν ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτοὺς εἰσελεύσεται μετ' αὐτω̃ν καὶ ἐν τω̨̃ ἐκπορεύεσθαι αὐτοὺς ἐξελεύσεται

46:11 καὶ ἐν ται̃ς ἑορται̃ς καὶ ἐν ται̃ς πανηγύρεσιν ἔσται τὸ μαναα πέμμα τω̨̃ μόσχω̨ καὶ πέμμα τω̨̃ κριω̨̃ καὶ τοι̃ς ἀμνοι̃ς καθὼς ἂν ἐκποιη̨̃ ἡ χεὶρ αὐτου̃ καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι

46:12 ἐὰν δὲ ποιήση̨ ὁ ἀφηγούμενος ὁμολογίαν ὁλοκαύτωμα σωτηρίου τω̨̃ κυρίω̨ καὶ ἀνοίξει ἑαυτω̨̃ τὴν πύλην τὴν βλέπουσαν κατ' ἀνατολὰς καὶ ποιήσει τὸ ὁλοκαύτωμα αὐτου̃ καὶ τὰ του̃ σωτηρίου αὐτου̃ ὃν τρόπον ποιει̃ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ ἐξελεύσεται καὶ κλείσει τὰς θύρας μετὰ τὸ ἐξελθει̃ν αὐτόν

46:13 καὶ ἀμνὸν ἐνιαύσιον ἄμωμον ποιήσει εἰς ὁλοκαύτωμα καθ' ἡμέραν τω̨̃ κυρίω̨ πρωὶ ποιήσει αὐτόν

46:14 καὶ μαναα ποιήσει ἐπ' αὐτω̨̃ τὸ πρωὶ ἕκτον του̃ μέτρου καὶ ἐλαίου τὸ τρίτον του̃ ιν του̃ ἀναμει̃ξαι τὴν σεμίδαλιν μαναα τω̨̃ κυρίω̨ πρόσταγμα διὰ παντός

46:15 ποιήσετε τὸν ἀμνὸν καὶ τὸ μαναα καὶ τὸ ἔλαιον ποιήσετε τὸ πρωὶ ὁλοκαύτωμα διὰ παντός

46:16 τάδε λέγει κύριος θεός ἐὰν δω̨̃ ὁ ἀφηγούμενος δόμα ἑνὶ ἐκ τω̃ν υἱω̃ν αὐτου̃ ἐκ τη̃ς κληρονομίας αὐτου̃ του̃το τοι̃ς υἱοι̃ς αὐτου̃ ἔσται κατάσχεσις ἐν κληρονομία̨

46:17 ἐὰν δὲ δω̨̃ δόμα ἑνὶ τω̃ν παίδων αὐτου̃ καὶ ἔσται αὐτω̨̃ ἕως του̃ ἔτους τη̃ς ἀφέσεως καὶ ἀποδώσει τω̨̃ ἀφηγουμένω̨ πλὴν τη̃ς κληρονομίας τω̃ν υἱω̃ν αὐτου̃ αὐτοι̃ς ἔσται

46:18 καὶ οὐ μὴ λάβη̨ ὁ ἀφηγούμενος ἐκ τη̃ς κληρονομίας του̃ λαου̃ καταδυναστευ̃σαι αὐτούς ἐκ τη̃ς κατασχέσεως αὐτου̃ κατακληρονομήσει τοι̃ς υἱοι̃ς αὐτου̃ ὅπως μὴ διασκορπίζηται ὁ λαός μου ἕκαστος ἐκ τη̃ς κατασχέσεως αὐτου̃

46:19 καὶ εἰσήγαγέν με εἰς τὴν εἴσοδον τη̃ς κατὰ νώτου τη̃ς πύλης εἰς τὴν ἐξέδραν τω̃ν ἁγίων τω̃ν ἱερέων τὴν βλέπουσαν πρὸς βορρα̃ν καὶ ἰδοὺ τόπος ἐκει̃ κεχωρισμένος

46:20 καὶ εἰ̃πεν πρός με οὑ̃τος ὁ τόπος ἐστίν οὑ̃ ἑψήσουσιν ἐκει̃ οἱ ἱερει̃ς τὰ ὑπὲρ ἀγνοίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ ἐκει̃ πέψουσι τὸ μαναα τὸ παράπαν του̃ μὴ ἐκφέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν του̃ ἁγιάζειν τὸν λαόν

46:21 καὶ ἐξήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ περιήγαγέν με ἐπὶ τὰ τέσσαρα μέρη τη̃ς αὐλη̃ς καὶ ἰδοὺ αὐλὴ κατὰ τὸ κλίτος τη̃ς αὐλη̃ς αὐλὴ κατὰ τὸ κλίτος τη̃ς αὐλη̃ς

46:22 ἐπὶ τὰ τέσσαρα κλίτη τη̃ς αὐλη̃ς αὐλὴ μικρά μη̃κος πηχω̃ν τεσσαράκοντα καὶ εὐ̃ρος πηχω̃ν τριάκοντα μέτρον ἓν ται̃ς τέσσαρσιν

46:23 καὶ ἐξέδραι κύκλω̨ ἐν αὐται̃ς κύκλω̨ ται̃ς τέσσαρσιν καὶ μαγειρει̃α γεγονότα ὑποκάτω τω̃ν ἐξεδρω̃ν κύκλω̨

46:24 καὶ εἰ̃πεν πρός με οὑ̃τοι οἱ οἰ̃κοι τω̃ν μαγειρείων οὑ̃ ἑψήσουσιν ἐκει̃ οἱ λειτουργου̃ντες τω̨̃ οἴκω̨ τὰ θύματα του̃ λαου̃

47:1 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα του̃ οἴκου καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν του̃ αἰθρίου κατ' ἀνατολάς ὅτι τὸ πρόσωπον του̃ οἴκου ἔβλεπεν κατ' ἀνατολάς καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ του̃ κλίτους του̃ δεξιου̃ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον

47:2 καὶ ἐξήγαγέν με κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν καὶ περιήγαγέν με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τη̃ς αὐλη̃ς τη̃ς βλεπούσης κατ' ἀνατολάς καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ του̃ κλίτους του̃ δεξιου̃

47:3 καθὼς ἔξοδος ἀνδρὸς ἐξ ἐναντίας καὶ μέτρον ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ διεμέτρησεν χιλίους ἐν τω̨̃ μέτρω̨ καὶ διη̃λθεν ἐν τω̨̃ ὕδατι ὕδωρ ἀφέσεως

47:4 καὶ διεμέτρησεν χιλίους καὶ διη̃λθεν ἐν τω̨̃ ὕδατι ὕδωρ ἕως τω̃ν μηρω̃ν καὶ διεμέτρησεν χιλίους καὶ διη̃λθεν ὕδωρ ἕως ὀσφύος

47:5 καὶ διεμέτρησεν χιλίους καὶ οὐκ ἠδύνατο διελθει̃ν ὅτι ἐξύβριζεν τὸ ὕδωρ ὡς ῥοι̃ζος χειμάρρου ὃν οὐ διαβήσονται

47:6 καὶ εἰ̃πεν πρός με εἰ ἑώρακας υἱὲ ἀνθρώπου καὶ ἤγαγέν με ἐπὶ τὸ χει̃λος του̃ ποταμου̃

47:7 ἐν τη̨̃ ἐπιστροφη̨̃ μου καὶ ἰδοὺ ἐπὶ του̃ χείλους του̃ ποταμου̃ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν

47:8 καὶ εἰ̃πεν πρός με τὸ ὕδωρ του̃το τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν 'Αραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τη̃ς διεκβολη̃ς καὶ ὑγιάσει τὰ ὕδατα

47:9 καὶ ἔσται πα̃σα ψυχὴ τω̃ν ζώ̨ων τω̃ν ἐκζεόντων ἐπὶ πάντα ἐφ' ἃ ἂν ἐπέλθη̨ ἐκει̃ ὁ ποταμός ζήσεται καὶ ἔσται ἐκει̃ ἰχθὺς πολὺς σφόδρα ὅτι ἥκει ἐκει̃ τὸ ὕδωρ του̃το καὶ ὑγιάσει καὶ ζήσεται πα̃ν ἐφ' ὃ ἂν ἐπέλθη̨ ὁ ποταμὸς ἐκει̃ ζήσεται

47:10 καὶ στήσονται ἐκει̃ ἁλεει̃ς ἀπὸ Αινγαδιν ἕως Αιναγαλιμ ψυγμὸς σαγηνω̃ν ἔσται καθ' αὑτὴν ἔσται καὶ οἱ ἰχθύες αὐτη̃ς ὡς οἱ ἰχθύες τη̃ς θαλάσσης τη̃ς μεγάλης πλη̃θος πολὺ σφόδρα

47:11 καὶ ἐν τη̨̃ διεκβολη̨̃ αὐτου̃ καὶ ἐν τη̨̃ ἐπιστροφη̨̃ αὐτου̃ καὶ ἐν τη̨̃ ὑπεράρσει αὐτου̃ οὐ μὴ ὑγιάσωσιν εἰς ἅλας δέδονται

47:12 καὶ ἐπὶ του̃ ποταμου̃ ἀναβήσεται ἐπὶ του̃ χείλους αὐτου̃ ἔνθεν καὶ ἔνθεν πα̃ν ξύλον βρώσιμον οὐ μὴ παλαιωθη̨̃ ἐπ' αὐτου̃ οὐδὲ μὴ ἐκλίπη̨ ὁ καρπὸς αὐτου̃ τη̃ς καινότητος αὐτου̃ πρωτοβολήσει διότι τὰ ὕδατα αὐτω̃ν ἐκ τω̃ν ἁγίων ταυ̃τα ἐκπορεύεται καὶ ἔσται ὁ καρπὸς αὐτω̃ν εἰς βρω̃σιν καὶ ἀνάβασις αὐτω̃ν εἰς ὑγίειαν

47:13 τάδε λέγει κύριος θεός ταυ̃τα τὰ ὅρια κατακληρονομήσετε τη̃ς γη̃ς ται̃ς δώδεκα φυλαι̃ς τω̃ν υἱω̃ν Ισραηλ πρόσθεσις σχοινίσματος

47:14 καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτου̃ εἰς ἣν ἠ̃ρα τὴν χει̃ρά μου του̃ δου̃ναι αὐτὴν τοι̃ς πατράσιν αὐτω̃ν καὶ πεσει̃ται ἡ γη̃ αὕτη ὑμι̃ν ἐν κληρονομία̨

47:15 καὶ ταυ̃τα τὰ ὅρια τη̃ς γη̃ς πρὸς βορρα̃ν ἀπὸ τη̃ς θαλάσσης τη̃ς μεγάλης τη̃ς καταβαινούσης καὶ περισχιζούσης τη̃ς εἰσόδου Ημαθ Σεδδαδα

47:16 Βηρωθα Σεβραιμ Ηλιαμ ἀνὰ μέσον ὁρίων Δαμασκου̃ καὶ ἀνὰ μέσον ὁρίων Ημαθ αὐλὴ του̃ Σαυναν αἵ εἰσιν ἐπάνω τω̃ν ὁρίων Αυρανίτιδος

47:17 ταυ̃τα τὰ ὅρια ἀπὸ τη̃ς θαλάσσης ἀπὸ τη̃ς αὐλη̃ς του̃ Αιναν ὅρια Δαμασκου̃ καὶ τὰ πρὸς βορρα̃ν

47:18 καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τη̃ς Αυρανίτιδος καὶ ἀνὰ μέσον Δαμασκου̃ καὶ ἀνὰ μέσον τη̃ς Γαλααδίτιδος καὶ ἀνὰ μέσον τη̃ς γη̃ς του̃ Ισραηλ ὁ Ιορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικω̃νος ταυ̃τα τὰ πρὸς ἀνατολάς

47:19 καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμαν καὶ Φοινικω̃νος ἕως ὕδατος Μαριμωθ Καδης παρεκτει̃νον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην του̃το τὸ μέρος νότος καὶ λίψ

47:20 του̃το τὸ μέρος τη̃ς θαλάσσης τη̃ς μεγάλης ὁρίζει ἕως κατέναντι τη̃ς εἰσόδου Ημαθ ἕως εἰσόδου αὐτου̃ ταυ̃τά ἐστιν τὰ πρὸς θάλασσαν Ημαθ

47:21 καὶ διαμερίσετε τὴν γη̃ν ταύτην αὐτοι̃ς ται̃ς φυλαι̃ς του̃ Ισραηλ

47:22 βαλει̃τε αὐτὴν ἐν κλήρω̨ ὑμι̃ν καὶ τοι̃ς προσηλύτοις τοι̃ς παροικου̃σιν ἐν μέσω̨ ὑμω̃ν οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσω̨ ὑμω̃ν καὶ ἔσονται ὑμι̃ν ὡς αὐτόχθονες ἐν τοι̃ς υἱοι̃ς του̃ Ισραηλ μεθ' ὑμω̃ν φάγονται ἐν κληρονομία̨ ἐν μέσω̨ τω̃ν φυλω̃ν του̃ Ισραηλ

47:23 καὶ ἔσονται ἐν φυλη̨̃ προσηλύτων ἐν τοι̃ς προσηλύτοις τοι̃ς μετ' αὐτω̃ν ἐκει̃ δώσετε κληρονομίαν αὐτοι̃ς λέγει κύριος θεός

48:1 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν φυλω̃ν ἀπὸ τη̃ς ἀρχη̃ς τη̃ς πρὸς βορρα̃ν κατὰ τὸ μέρος τη̃ς καταβάσεως του̃ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τη̃ς Ημαθ αὐλη̃ς του̃ Αιναν ὅριον Δαμασκου̃ πρὸς βορρα̃ν κατὰ μέρος Ημαθ αὐλη̃ς καὶ ἔσται αὐτοι̃ς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δαν μία

48:2 καὶ ἀπὸ τω̃ν ὁρίων του̃ Δαν τὰ πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ασηρ μία

48:3 καὶ ἀπὸ τω̃ν ὁρίων Ασηρ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Νεφθαλιμ μία

48:4 καὶ ἀπὸ τω̃ν ὁρίων Νεφθαλι ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Μανασση μία

48:5 καὶ ἀπὸ τω̃ν ὁρίων Μανασση ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Εφραιμ μία

48:6 καὶ ἀπὸ τω̃ν ὁρίων Εφραιμ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ρουβην μία

48:7 καὶ ἀπὸ τω̃ν ὁρίων Ρουβην ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ιουδα μία

48:8 καὶ ἀπὸ τω̃ν ὁρίων Ιουδα ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν ἔσται ἡ ἀπαρχὴ του̃ ἀφορισμου̃ πέντε καὶ εἴκοσι χιλιάδες εὐ̃ρος καὶ μη̃κος καθὼς μία τω̃ν μερίδων ἀπὸ τω̃ν πρὸς ἀνατολὰς καὶ ἕως τω̃ν πρὸς θάλασσαν καὶ ἔσται τὸ ἅγιον ἐν μέσω̨ αὐτω̃ν

48:9 ἀπαρχή ἣν ἀφοριου̃σι τω̨̃ κυρίω̨ μη̃κος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὐ̃ρος εἴκοσι καὶ πέντε χιλιάδες

48:10 τούτων ἔσται ἡ ἀπαρχὴ τω̃ν ἁγίων τοι̃ς ἱερευ̃σιν πρὸς βορρα̃ν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μη̃κος εἴκοσι καὶ πέντε χιλιάδες καὶ τὸ ὄρος τω̃ν ἁγίων ἔσται ἐν μέσω̨ αὐτου̃

48:11 τοι̃ς ἱερευ̃σι τοι̃ς ἡγιασμένοις υἱοι̃ς Σαδδουκ τοι̃ς φυλάσσουσι τὰς φυλακὰς του̃ οἴκου οἵτινες οὐκ ἐπλανήθησαν ἐν τη̨̃ πλανήσει υἱω̃ν Ισραηλ ὃν τρόπον ἐπλανήθησαν οἱ Λευι̃ται

48:12 καὶ ἔσται αὐτοι̃ς ἡ ἀπαρχὴ δεδομένη ἐκ τω̃ν ἀπαρχω̃ν τη̃ς γη̃ς ἅγιον ἁγίων ἀπὸ τω̃ν ὁρίων τω̃ν Λευιτω̃ν

48:13 τοι̃ς δὲ Λευίταις τὰ ἐχόμενα τω̃ν ὁρίων τω̃ν ἱερέων μη̃κος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὐ̃ρος δέκα χιλιάδες πα̃ν τὸ μη̃κος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὐ̃ρος εἴκοσι χιλιάδες

48:14 οὐ πραθήσεται ἐξ αὐτου̃ οὐδὲ καταμετρηθήσεται οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογενήματα τη̃ς γη̃ς ὅτι ἅγιόν ἐστιν τω̨̃ κυρίω̨

48:15 τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τω̨̃ πλάτει ἐπὶ ται̃ς πέντε καὶ εἴκοσι χιλιάσιν προτείχισμα ἔσται τη̨̃ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτου̃ καὶ ἔσται ἡ πόλις ἐν μέσω̨ αὐτου̃

48:16 καὶ ταυ̃τα τὰ μέτρα αὐτη̃ς ἀπὸ τω̃ν πρὸς βορρα̃ν πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ ἀπὸ τω̃ν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τω̃ν πρὸς θάλασσαν τετρακισχιλίους πεντακοσίους

48:17 καὶ ἔσται διάστημα τη̨̃ πόλει πρὸς βορρα̃ν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα

48:18 καὶ τὸ περισσὸν του̃ μήκους τὸ ἐχόμενον τω̃ν ἀπαρχω̃ν τω̃ν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν καὶ ἔσονται αἱ ἀπαρχαὶ του̃ ἁγίου καὶ ἔσται τὰ γενήματα αὐτη̃ς εἰς ἄρτους τοι̃ς ἐργαζομένοις τὴν πόλιν

48:19 οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργω̃νται αὐτὴν ἐκ πασω̃ν τω̃ν φυλω̃ν του̃ Ισραηλ

48:20 πα̃σα ἡ ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας τετράγωνον ἀφοριει̃τε αὐτου̃ τὴν ἀπαρχὴν του̃ ἁγίου ἀπὸ τη̃ς κατασχέσεως τη̃ς πόλεως

48:21 τὸ δὲ περισσὸν τω̨̃ ἀφηγουμένω̨ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τω̃ν ἀπαρχω̃ν του̃ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τη̃ς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μη̃κος ἕως τω̃ν ὁρίων τω̃ν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τω̃ν ὁρίων τω̃ν πρὸς θάλασσαν ἐχόμενα τω̃ν μερίδων του̃ ἀφηγουμένου καὶ ἔσται ἡ ἀπαρχὴ τω̃ν ἁγίων καὶ τὸ ἁγίασμα του̃ οἴκου ἐν μέσω̨ αὐτη̃ς

48:22 καὶ ἀπὸ τη̃ς κατασχέσεως τω̃ν Λευιτω̃ν καὶ ἀπὸ τη̃ς κατασχέσεως τη̃ς πόλεως ἐν μέσω̨ τω̃ν ἀφηγουμένων ἔσται ἀνὰ μέσον τω̃ν ὁρίων Ιουδα καὶ ἀνὰ μέσον τω̃ν ὁρίων Βενιαμιν τω̃ν ἀφηγουμένων ἔσται

48:23 καὶ τὸ περισσὸν τω̃ν φυλω̃ν ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Βενιαμιν μία

48:24 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Βενιαμιν ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Συμεων μία

48:25 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Συμεων ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ισσαχαρ μία

48:26 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Ισσαχαρ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ζαβουλων μία

48:27 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Ζαβουλων ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Γαδ μία

48:28 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Γαδ ἕως τω̃ν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτου̃ ἀπὸ Θαιμαν καὶ ὕδατος Μαριμωθ Καδης κληρονομίας ἕως τη̃ς θαλάσσης τη̃ς μεγάλης

48:29 αὕτη ἡ γη̃ ἣν βαλει̃τε ἐν κλήρω̨ ται̃ς φυλαι̃ς Ισραηλ καὶ οὑ̃τοι οἱ διαμερισμοὶ αὐτω̃ν λέγει κύριος θεός

48:30 καὶ αὑ̃ται αἱ διεκβολαὶ τη̃ς πόλεως αἱ πρὸς βορρα̃ν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρω̨

48:31 καὶ αἱ πύλαι τη̃ς πόλεως ἐπ' ὀνόμασιν φυλω̃ν του̃ Ισραηλ πύλαι τρει̃ς πρὸς βορρα̃ν πύλη Ρουβην μία καὶ πύλη Ιουδα μία καὶ πύλη Λευι μία

48:32 καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι καὶ πύλαι τρει̃ς πύλη Ιωσηφ μία καὶ πύλη Βενιαμιν μία καὶ πύλη Δαν μία

48:33 καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρω̨ καὶ πύλαι τρει̃ς πύλη Συμεων μία καὶ πύλη Ισσαχαρ μία καὶ πύλη Ζαβουλων μία

48:34 καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρω̨ καὶ πύλαι τρει̃ς πύλη Γαδ μία καὶ πύλη Ασηρ μία καὶ πύλη Νεφθαλιμ μία

48:35 κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες καὶ τὸ ὄνομα τη̃ς πόλεως ἀφ' ἡ̃ς ἂν ἡμέρας γένηται ἔσται τὸ ὄνομα αὐτη̃ς

.

Книго

[X]